Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 27 Φεβρουαρίου 2013

Κεφάλαια περί Αγάπης - Τέταρτη Εκατοντάς




Άγιος Μάξιμος ο Ομολογητής


Κεφάλαια περί Αγάπης

εις 4 εκατοντάδες ανεπτυγμένα





ΕΚΑΤΟΝΤΑΣ ΤΕΤΑΡΤΗ

4.1 (α’) Πρῶτον μὲν θαυμάζει ὁ νοῦς τὴν θείαν ἐννοούμενος κατὰ πάντα ἀπειρίαν καὶ τὸ ἀνέκβατον ἐκεῖνο καὶ πολυπόθητον πέλαγος. Δεύτερον δὲ ἐκπλήττεται πῶς ἐκ τοῦ μηδενὸς τῆς τῶν ὄντων εἰς τὸ εἶναι παρήγαγεν ὕπαρξιν. Ἀλλ᾽ ὥσπερ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, οὕτως οὐδὲ τῆς φρονήσεως αὐτοῦ ἔστιν ἐξεύρεσις.

4.2 (β’) Πῶς γὰρ οὐ θαυμάζει τὸ ἄπλετον ἐκεῖνο καὶ ὑπὲρ ἔκπληξιν θεωρῶν τῆς ἀγαθότητος πέλαγος; ῍Η πῶς οὐκ ἐξίσταται ἐννοούμενος πῶς καὶ πόθεν ἥ τε λογικὰ καὶ νοερὰ γέγονεν οὐσία καὶ τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὰ σώματα, μηδεμιᾶς ὕλης τῆς τούτων προϋπαρξάσης γενέσεως; Ποία τε ἡ δύναμις ἐκείνη, ἡ εἰς ἐνέργειαν κινηθεῖσα ταῦτα εἰς τὸ εἶναι παρήγαγεν; Ἀλλὰ τοῦτο Ἑλλήνων παῖδες οὐ παραδέχονται, ἀγνοοῦντες τὴν παντοδύναμον ἀγαθότητα καὶ τὴν δραστήριον αὐτῆς καὶ ὑπὲρ νοῦν σοφίαν καὶ γνῶσιν.

4.3 (γ’) Ἐξ ἀϊδίου δημιουργὸς ὑπάρχων ὁ Θεός, ὅτε βούλεται δημιουργεῖ Λόγῳ ὁμοουσίῳ καὶ Πνεύματι δι᾽ ἄπειρον ἀγαθότητα. Καὶ μὴ εἴπῃς· τίνι λόγῳ νῦν ἐδημιούργησεν, ἀεὶ ἀγαθὸς ὑπάρχων; Ἐπεί, κἀγώ σοι λέγω, ὅτι ἡ τῆς ἀπείρου οὐσίας ἀνεξιχνίαστος σοφία τῇ ἀνθρωπίνῃ οὐχ ὑποπίπτει γνώσει.
4.4 (δ’) Τὴν ἐξ ἀϊδίου ἐν ἑαυτῷ ὁ Δημιουργὸς τῶν ὄντων προϋπάρχουσαν γνῶσιν, ὅτε ἐβουλήθη, οὐσίωσε καὶ προυβάλετο. Ἄτοπον δέ ἐστιν ἐπὶ Θεοῦ τοῦ παντοδυνάμου διστάσαι εἰ δύναταί τι οὐσιῶσαι, ὅτε βούλεται.

4.5 (ε’) Δι᾽ ἣν μὲν αἰτίαν ὁ Θεὸς ἐδημιούργησε ζήτει· ἔστι γὰρ γνῶσις. Τὸ δὲ πῶς καὶ διὰ τί προσφάτως μὴ ζήτει· οὐκ ἔστι γὰρ τῷ σῷ ὑποπίπτουσα νῷ, διότι τῶν θείων τὰ μὲν ληπτά, τὰ δὲ ἄληπτα τοῖς ἀνθρώποις. Θεωρία δὲ ἀχαλίνωτος κατὰ κρημνὸν ὤσειεν, ὡς ἔφη τις τῶν ἁγίων.

4.6 (στ‘) Τινές φασι συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὰ δημιουργήματα, ὅπερ ἀμήχανον. Πῶς γὰρ τῷ πάντη ἀπείρῳ τὰ κατὰ πάντα πεπερασμένα συνυπάρχειν δύναται ἐξ ἀϊδίου; ῍Η πῶς κυρίως δημιουργήματα, εἰ συναΐδια τῷ Δημιουργῷ; Ἀλλ᾽ οὗτος ὁ λόγος τῶν Ἑλλήνων ἐστίν, οἵτινες οὐσίας μὲν οὐδαμῶς, ποιοτήτων δὲ μόνον δημιουργὸν τὸν Θεὸν εἰσάγουσιν. Ἡμεῖς δὲ τὸν παντοδύναμον ἐγνωκότες Θεόν, οὐ ποιοτήτων, ἀλλ᾽ οὐσιῶν πεποιωμένων δημιουργὸν αὐτὸν εἶναί φαμεν. Εἰ δὲ τοῦτο, οὐκ ἐξ ἀϊδίου συνύπαρκτα τῷ Θεῷ τὰ δημιουργήματα.

4.7 (ζ’) Κατά τι μὲν γνωστὸν τὸ θεῖον καὶ τὰ θεῖα, κατά τι δὲ ἄγνωστον· καὶ γνωστὸν μέν, τοῖς περὶ αὐτὸ θεωρήμασιν· ἄγνωστον δέ, τοῖς κατ᾽ αὐτό.

4.8 (η’) Μὴ ἕξεις καὶ ἐπιτηδειότητας ζητήσῃς ἐπὶ τῆς ἁπλῆς καὶ
ἀπείρου οὐσίας τῆς ἁγίας Τριάδος, ἵνα μὴ σύνθετον αὐτὴν ποιήσῃς ὥσπερ τὰ κτίσματα· ὅπερ ἄτοπον καὶ ἀθέμιτον ἐπὶ Θεοῦ ἐννοῆσαι.

4.9 (θ’) Μόνη ἁπλῆ καὶ μονοειδὴς καὶ ἄποιος καὶ εἰρηναία καὶ ἀστασίαστος ἡ ἄπειρος οὐσία καὶ παντοδύναμος καὶ δημιουργικὴ τῶν ὅλων. Πᾶσα δὲ ἡ κτίσις σύνθετος ὑπάρχει ἐξ οὐσίας καὶ συμβεβηκότος καὶ ἐπιδεὴς ἀεὶ τῆς θείας προνοίας, ὡς τροπῆς οὐκ ἐλευθέρα.

4.10 (ι’) Πᾶσα ἡ νοερὰ οὐσία καὶ ἡ αἰσθητικὴ ἔλαβον δυνάμεις, παρὰ Θεοῦ εἰς τὸ εἶναι παραχθεῖσαι, ἀντιληπτικὰς τῶν ὄντων· ἡ μὲν νοερὰ τὰς νοήσεις, ἡ δὲ αἰσθητικὴ τὰς αἰσθήσεις.

4.11 (ια’) Ὁ μὲν Θεὸς μετέχεται μόνον, ἡ δὲ κτίσις καὶ μετέχει καὶ μεταδίδωσι· καὶ μετέχει μὲν τοῦ εἶναι καὶ τοῦ εὖ εἶναι, μεταδίδωσι δὲ τοῦ εὖ εἶναι μόνον· ἀλλ᾽ ἑτέρως μὲν ἡ σωματική, ἑτέρως δὲ ἡ ἀσώματος οὐσία.

4.12 (ιβ’) Ἡ μὲν ἀσώματος οὐσία καὶ λέγουσα καὶ πράττουσα καὶ θεωρουμένη τοῦ εὖ εἶναι μεταδίδωσιν· ἡ δὲ σωματική, θεωρουμένη μόνον.

4.13 (ιγ’) Τὸ μὲν ἀεὶ εἶναι ἢ μὴ εἶναι τὴν λογικὴν καὶ νοερὰν οὐσίαν ἐν τῇ βουλήσει ἐστὶ τοῦ τὰ πάντα καλὰ δημιουργήσαντος· τὸ δὲ ἀγαθὰ ταῦτα εἶναι κατὰ προαίρεσιν ἢ φαῦλα ἐν τῷ θελήματι τῶν γεγονότων ὑπάρχει.

4.14 (ιδ’) Οὐ περὶ τὴν οὐσίαν τῶν γεγονότων τὸ κακὸν θεωρεῖται, ἀλλὰ περὶ τὴν ἐσφαλμένην καὶ ἀλόγιστον κίνησιν.

4.15 (ιε’) Εὐλόγως κινεῖται ἡ ψυχή, ὅταν τὸ μὲν ἐπιθυμητικὸν αὐτῆς τῇ ἐγκρατείᾳ πεποίωται· τὸ δὲ θυμικὸν τῆς ἀγάπης ἀντέχηται, τὸ μῖσος ἀποστρεφόμενον· τὸ δὲ λογιστικὸν πρὸς τὸν Θεὸν διάγῃ διὰ προσευχῆς καὶ θεωρίας πνευματικῆς.

4.16 (ιστ’) Οὔπω ἔχει τελείαν τὴν ἀγάπην οὐδὲ τῆς θείας προνοίας κατὰ βάθος τὴν γνῶσιν ὁ ἐν καιρῷ πειρασμοῦ μὴ μακροθυμῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς, ἀλλ᾽ ἀποκόπτων ἑαυτὸν τῆς τῶν πνευματικῶν ἀδελφῶν ἀγάπης.

4.17 (ιζ’) Σκοπὸς τῆς θείας προνοίας τὸ τοὺς ὑπὸ τῆς κακίας ποικίλως διεσχισμένους διὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς πνευματικῆς ἀγάπης ἑνοποιεῖν, εἴπερ διὰ τοῦτο πέπονθεν ὁ Σωτήρ, ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Ὁ οὖν μὴ στέγων τὰ ὀχληρὰ μηδὲ φέρων τὰ λυπηρὰ μηδὲ ὑπομένων τὰ ἐπίπονα, ἐκτὸς τῆς θείας ἀγάπης καὶ τοῦ σκοποῦ τῆς προνοίας περιπαθεῖ.

4.18 (ιη’) Εἰ ἡ ἀγάπη μακροθυμεῖ καὶ χρηστεύεται, ὁ ὀλιγοψυχῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς καὶ διὰ τοῦτο πονηρευόμενος ἐπὶ τοῖς λυπήσασι καὶ τῆς πρὸς αὐτοὺς ἀγάπης ἑαυτὸν ἀποκόπτων, πῶς τοῦ σκοποῦ τῆς θείας προνοίας οὐκ ἐκπίπτει;

4.19 (ιθ’) Πρόσεχε σεαυτῷ, μήποτε ἡ χωρίζουσά σε ἐκ τοῦ ἀδελφοῦ κακία οὐκ ἐν τῷ ἀδελφῷ, ἀλλ᾽ ἔν σοι εὑρίσκεται· καὶ σπεῦσον αὐτῷ διαλλαγῆναι, ἵνα μὴ τῆς ἐντολῆς τῆς ἀγάπης ἐκπέσῃς.

4.20 (κ’) Μὴ καταφρονήσῃς τῆς ἐντολῆς τῆς ἀγάπης, ὅτι δι᾽ αὐτῆς υἱὸς Θεοῦ ἔσῃ· ἣν παραβαίνων, υἱὸς γεέννης εὑρεθήσῃ.

4.21 (κα’) Τὰ χωρίζοντα τῆς τῶν φίλων ἀγάπης εἰσὶ ταῦτα· τὸ φθονεῖν ἢ φθονεῖσθαι, τὸ ζημιοῦν ἢ ζημιοῦσθαι, τὸ ἀτιμάζειν ἢ ἀτιμάζεσθαι καὶ οἱ ἐξ ὑπονοίας λογισμοί. Μήποτε οὖν ἔδρασάς τι τούτων ἢ πέπονθας καὶ διὰ τοῦτο τῆς τοῦ φίλου ἀγάπης χωρίζῃ.

4.22 (κβ’) Συνέβη σοι πειρασμὸς ἐκ τοῦ ἀδελφοῦ καὶ ἡ λύπη εἰς μῖσός σε ἤγαγε· μὴ νικῶ ὑπὸ τοῦ μίσους, ἀλλὰ νίκα ἐν τῇ ἀγάπῃ τὸ μῖσος. Νικήσεις δὲ τρόπῳ τοιούτῳ· προσευχόμενος ὑπὲρ αὐτοῦ γνησίως πρὸς τὸν Θεόν, τὴν ἀπολογίαν αὐτοῦ δεχόμενος ἢ καὶ αὐτὸς διὰ ταύτης αὐτὸν θεραπεύων καὶ σεαυτὸν αἴτιον τοῦ πειρασμοῦ λογιζόμενος καὶ μακροθυμῶν μέχρις οὗ παρέλθῃ τὸ νέφος.

4.23 (κγ’) Μακρόθυμός ἐστιν ὁ τὸ τέλος ἐκδεχόμενος τοῦ πειρασμοῦ καὶ τὸ καύχημα τῆς καρτερίας ἀναμένων.

4.24 (κδ’) Ἀνὴρ μακρόθυμος, πολὺς ἐν φρονήσει, ὅτι πάντα τὰ συμβαίνοντα ἐπὶ τὸ τέλος ἀναφέρει κἀκεῖνο περιμένων ἀνέχεται τῶν λυπηρῶν. Τὸ δὲ τέλος ἐστὶ ζωὴ αἰώνιος, κατὰ τὸν θεῖον Ἀπόστολον· αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.

4.25 (κε’) Μὴ εὔκολος ἔσο ἐπὶ ἀποβολῇ πνευματικῆς ἀγάπης, διότι ἄλλη σωτηρίας ὁδὸς οὐχ ὑπολέλειπται ἐν ἀνθρώποις.

4.26 (κστ’) Μὴ τὸν χθὲς πνευματικὸν ἀδελφὸν καὶ ἐνάρετον διὰ τὸ ἐν σοὶ σήμερον ἐξ ἐπηρείας τοῦ πονηροῦ ἐγγινόμενον μῖσος κρῖνε φαῦλον καὶ πονηρόν· ἀλλὰ διὰ τῆς μακροθυμούσης ἀγάπης τὰ χθεσινὰ καλὰ λογιζόμενος τὸ σήμερον μῖσος τῆς ψυχῆς ἀπόβαλλε.

4.27 (κζ’) Μὴ ὃν ἐπῄνεις χθὲς ὡς καλὸν καὶ ἐνεκωμίαζες ὡς ἐνάρετον, σήμερον ὡς φαῦλον καὶ πονηρὸν κακολογήσῃς, διὰ τὴν σὴν ἐξ ἀγάπης εἰς μῖσος μεταβολὴν τὸν τοῦ ἀδελφοῦ ψόγον ἀπολογίαν τοῦ ἐν σοὶ πονηροῦ μίσους ποιούμενος· ἀλλὰ τοῖς αὐτοῖς ἐγκωμίοις ἐπίμεινον, κἆν ἔτι ὑπὸ τῆς λύπης κεκράτησαι, καὶ εἰς τὴν αὐτὴν σωτήριον ἀγάπην εὐχερῶς ἐπανέρχῃ.

4.28 (κη’) Μὴ τὸν συνήθη τοῦ ἀδελφοῦ ἔπαινον διὰ τὴν ἔτι ἔν σοι πρὸς αὐτὸν ὑπάρχουσαν κεκρυμμένην λύπην ἐν τῇ τῶν λοιπῶν ἀδελφῶν συντυχίᾳ νοθεύσῃς, συμπαραμίσγων τοῖς λόγοις λεληθότως τὸν ψόγον· ἀλλὰ καθαρῷ τῷ ἐπαίνῳ ἐν τῇ συντυχίᾳ χρῆσαι καὶ γνησίως ὑπὲρ αὐτοῦ ὡς ὑπὲρ σαυτοῦ προσεύχου καὶ τοῦ ὀλεθρίου μίσους τάχιστα ἀπαλλάττῃ.

4.29 (κθ’) Μὴ εἴπῃς· οὐ μισῶ τὸν ἀδελφόν, τὴν μνήμην αὐτοῦ ἀποστρεφόμενος· ἀλλὰ ἄκουσον Μωϋσέως λέγοντος· Μὴ μισήσῃς τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν.

4.30 (λ’) Κἂν ὁ ἀδελφὸς τυχὸν πειραζόμενος ἐπιμείνῃ κακολογῶν σε, ἀλλὰ σύ γε μὴ ἐξενεχθῇς τῆς ἀγαπητικῆς καταστάσεως, τοῦ αὐτοῦ πονηροῦ δαίμονος ἀνεχόμενος ἐνοχλοῦντος κατὰ διάνοιαν. Οὐκ ἐξενεχθήσῃ δὲ ταύτης, ἐὰν λοιδορούμενος εὐλογήσῃς, ἐὰν δυσφημούμενος εὐφημήσῃς, ἐὰν ἐπιβουλευόμενος εὐνοήσῃς· αὕτη ἐστὶν ἡ ὁδὸς τῆς κατὰ Χριστὸν φιλοσοφίας καὶ ὁ μὴ ταύτην ὁδεύων οὐ συναυλίζεται αὐτῷ.

4.31 (λα’) Μὴ ὡς εὐνοοῦντας λογίζου τοὺς λόγους σοι φέροντας λύπην ἐν σοὶ καὶ μῖσος πρὸς τὸν ἀδελφὸν ἐργαζομένους, κἂν ἀληθεύειν δοκῶσιν· ἀλλ᾽ ὡς θανατοῦντας ὄφεις τοὺς τοιούτους ἀποστρέφου, ἵνα κἀκείνους τοῦ κακολογεῖν ἀνακόψῃς καὶ τὴν σεαυτοῦ ψυχὴν πονηρίας ἀπαλλάξῃς.

4.32 (λβ’) Μὴ λόγοις δι᾽ αἰνιγμάτων τὸν ἀδελφὸν κεντήσῃς, ἵνα μὴ τὰ ὅμοια παρ᾽ αὐτοῦ ἀντιδεχόμενος τὴν τῆς ἀγάπης διάθεσιν ἐξ ἀμφοτέρων ἀπελάσῃς· ἀλλὰ μετὰ παρρησίας ἀγαπητικῆς ὕπαγε ἔλεγξον αὐτόν, ἵνα τὰς αἰτίας τῆς λύπης λύσας ταραχῆς καὶ λύπης ἀμφοτέρους ἀπαλλάξῃς.

4.33 (λγ’) Ἐρεύνησον τὴν συνείδησιν μετὰ πάσης ἀκριβείας, μήποτε τῇ σῇ αἰτίᾳ ὁ ἀδελφὸς οὐ διηλλάγη· καὶ μὴ παραλογίζου ταύτην τὰ κρυπτά σου γινώσκουσαν καὶ κατηγοροῦσάν σου ἐν τῷ καιρῷ τῆς ἐξόδου καὶ ἐν καιρῷ δὲ προσευχῆς πρόσκομμά σοι γινομένην.

4.34 (λδ’) Μὴ μνημόνευε ἐν τῷ καιρῷ τῆς εἰρήνης τῶν ἐν τῷ καιρῷ τῆς λύπης ὑπὸ τοῦ ἀδελφοῦ λεχθέντων, κἄν τε κατὰ πρόσωπον τὰ λυπηρὰ ἐρρέθῃ κἄν τε πρὸς ἄλλον περί σου καὶ μετὰ ταῦτα ἤκουσας· ἵνα μὴ τῶν λογισμῶν τῆς μνησικακίας ἀνεχόμενος εἰς τὸ ὀλέθριον μῖσος τοῦ ἀδελφοῦ ὑποστρέψῃς.

4.35 (λε’) Οὐ δύναται ψυχὴ λογικὴ πρὸς ἄνθρωπον μῖσος τρέφουσα πρὸς τὸν Θεὸν εἰρηνεῦσαι, τὸν τῶν ἐντολῶν δοτῆρα. Ἐὰν γάρ, φησί, μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν. Εἰ δὲ ἐκεῖνος εἰρηνεύειν οὐ θέλει, ἀλλὰ σύ γε σεαυτὸν ἀπὸ μίσους φύλαξον, προσευχόμενος ὑπὲρ αὐτοῦ γνησίως καὶ μὴ κακολογῶν αὐτὸν πρός τινα.

4.36 (λστ’) Ἡ τῶν ἁγίων ἀγγέλων ἄφραστος εἰρήνη ταῖς δυσὶ ταύταις κεκράτηται διαθέσεσι· τῇ τε πρὸς τὸν Θεὸν καὶ τῇ πρὸς ἀλλήλους ἀγάπῃ· ὁμοίως δὲ καὶ πάντων τῶν ἀπ᾽ αἰῶνος ἁγίων. Παγκάλως οὖν εἴρηται ὑπὸ τοῦ Σωτῆρος ἡμῶν ὅτι ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.

4.37 (λζ’) Μὴ ἔσο αὐτάρεσκος καὶ οὐκ ἔσῃ μισάδελφος· καὶ μὴ ἔσο φίλαυτος καὶ ἔσῃ φιλόθεος.

4.38 (λη’) Πνευματικοῖς ἀδελφοῖς συζῆσαι προῃρημένος, τοῖς σοῖς θελήμασιν ἀπὸ θυρῶν ἀπόταξαι· οὐ μὴ γὰρ ἑτέρῳ τρόπῳ εἰρηνεῦσαι δυνήσῃ οὔτε πρὸς τὸν Θεὸν οὔτε πρὸς τοὺς συζῶντας.

4.39 (λθ’) Ὁ τελείαν ἀγάπην κτήσασθαι δυνηθεὶς καὶ ὅλον τὸν βίον αὐτοῦ πρὸς ταύτην ῥυθμίσας, οὗτος λέγει Κύριον Ἰησοῦν ἐν Πνεύματι ἁγίῳ· καὶ ἐκ τοῦ ἐναντίου, τὰ ἐναντία δηλονότι.

4.40 (μ’) Ἡ μὲν εἰς Θεὸν ἀγάπη εἰς τὴν θείαν ὁμιλίαν ἀεὶ φιλεῖ πτερῶσαι τὸν νοῦν· ἡ δὲ εἰς τὸν πλησίον ἀεὶ καλὰ λογίζεσθαι περὶ αὐτοῦ παρασκευάζει.

4.41 (μα’) Τοῦ ἔτι δόξαν ἀγαπῶντος κενὴν ἤ τινι τῶν ὑλικῶν πραγμάτων προσκειμένου ἐστὶ τὸ πρὸς ἀνθρώπους λυπεῖσθαι διὰ πρόσκαιρα ἢ μνησικακεῖν αὐτοῖς ἢ μῖσος ἔχειν πρὸς αὐτοὺς ἢ λογισμοῖς δουλεύειν αἰσχροῖς· τῆς δὲ φιλοθέου ψυχῆς πάντῃ ταῦτα ἀλλότρια.

4.42 (μβ’) Ὅταν μηδὲν εἴπῃς μηδὲ πράξῃς αἰσχρὸν κατὰ διάνοιαν καὶ ὅταν τῷ ζημιώσαντι ἢ κακολογήσαντι μὴ μνησικάκῃς καὶ ὅταν ἐν τῷ καιρῷ τῆς προσευχῆς ἄϋλον καὶ ἀνείδεον ἀεὶ ἔχῃς τὸν νοῦν, τότε γνῶθι ὅτι ἔφθασας εἰς τὸ μέτρον τῆς ἀπαθείας καὶ τῆς τελείας ἀγάπης.

4.43 (μγ’) Οὐ μικρὸς ἀγὼν κενοδοξίας ἀπαλλαγῆναι· ἀπαλλάττεται δέ τις διὰ κρυπτῆς τῶν ἀρετῶν ἐργασίας καὶ συχνοτέρας προσευχῆς. Σημεῖον δὲ τῆς ἀπαλλαγῆς, τὸ μηκέτι μνησικακεῖν τῷ κακολογήσαντι ἢ κακολογοῦντι.

4.44 (μδ’) Εἰ θέλεις εἶναι δίκαιος, ἀπόνεμε ἑκάστῳ τῶν ἔν σοι μερῶν τὰ κατ᾽ ἀξίαν· ψυχῇ λέγω καὶ σώματι. Καὶ τῷ μὲν λογιστικῷ τῆς ψυχῆς, ἀναγνώσματα καὶ θεωρήματα πνευματικὰ καὶ προσευχήν· τῷ δὲ θυμικῷ, ἀγάπην πνευματικὴν τὴν τῷ μίσει ἀντικειμένην· τῷ δὲ ἐπιθυμητικῷ, σωφροσύνην καὶ ἐγκράτειαν· τῷ δὲ σαρκίῳ, διατροφὴν καὶ σκεπάσματα, τὰ μόνα ἀναγκαιότατα.

4.45 (με’) Κατὰ φύσιν ὁ νοῦς ἐνεργεῖ, ὅταν τὰ πάθη ἔχῃ ὑποτεταγμένα καὶ τοὺς λόγους τῶν ὄντων θεωρῇ καὶ πρὸς τὸν Θεὸν διάγῃ.

4.46 (μστ’) Ὥσπερ ὑγίεια καὶ νόσος πρὸς τὸ σῶμα θεωρεῖται τοῦ ζώου καὶ φῶς καὶ σκότος πρὸς τὸν ὀφθαλμόν, οὕτως ἀρετὴ καὶ κακία πρὸς τὴν ψυχὴν καὶ γνῶσις καὶ ἀγνωσία πρὸς τὸν νοῦν.

4.47 (μζ’) Ἐν τοῖς τρισὶ τούτοις ὁ χριστιανὸς φιλοσοφεῖ· ἐν ταῖς ἐντολαῖς, ἐν τοῖς δόγμασι καὶ ἐν τῇ πίστει. Καὶ αἱ μὲν ἐντολαὶ τῶν παθῶν τὸν νοῦν χωρίζουσι· τὰ δὲ δόγματα εἰς τὴν γνῶσιν τῶν ὄντων αὐτὸν εἰσάγουσιν· ἡ δὲ πίστις, εἰς τὴν θεωρίαν τῆς ἁγίας Τριάδος.

4.48 (μη’) Οἱ μὲν τῶν ἀγωνιζομένων ἀποκρούονται μόνον τοὺς ἐμπαθεῖς λογισμούς· οἱ δὲ καὶ αὐτὰ τὰ πάθη περικόπτουσι. Καὶ ἀποκρούεται μέν τις, οἷον ἢ ψαλμῳδίᾳ ἢ προσευχῇ ἢ μετεωρισμῷ ἢ ἄλλῳ τινὶ τοπικῷ περισπασμῷ· ἐκκόπτει δὲ τὰ πάθη τῶν πραγμάτων ἐκείνων περιφρονῶν πρὸς ἅπερ αὐτὰ κέκτηται.

4.49 (μθ’) Πρὸς ἅπερ τὰ πάθη κεκτήμεθα πράγματά εἰσι ταῦτα, οἷον γυνή, χρήματα, δόξα καὶ τὰ ἑξῆς. Καὶ τῆς μὲν γυναικὸς τότε δύναταί τις περιφρονεῖν, ὅτε καὶ μετὰ τὴν ἀναχώρησιν τὸ σῶμα ὡς δεῖ δι᾽ ἐγκρατείας μαραίνει· τῶν δὲ χρημάτων, ὅτε πείθει τὸν λογισμὸν ἐν παντὶ τῇ αὐταρκείᾳ στοιχῆσαι· τῆς δὲ δόξης, ὅτε τὴν κρυπτὴν ἀγαπήσει τῶν ἀρετῶν ἐργασίαν καὶ Θεῷ μόνῳ φαινομένην· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Ὁ δὲ τούτων περιφρονῶν οὐδὲ εἰς μῖσός τινος ἔρχεταί ποτε.

4.50 (ν’) Ὁ μὲν τοῖς πράγμασιν ἀποταξάμενος, οἷον τῇ γυναικὶ καὶ τοῖς χρήμασι καὶ τοῖς ἑξῆς, τὸν ἔξω ἄνθρωπον ἐποίησε μοναχόν, οὔπω δὲ καὶ τὸν ἔσω. Ὁ δὲ τοῖς τούτων ἐμπαθέσι νοήμασι, τὸν ἔσω ἄνθρωπον, ὅ ἐστιν ὁ νοῦς. Καὶ τὸν μὲν ἔξω ἄνθρωπον εὐκόλως τις ποιεῖ μοναχόν, μόνον ἐὰν θελήσῃ· οὐκ ὀλίγος δὲ ἀγὼν τὸν ἔσω ἄνθρωπον ποιῆσαι μοναχόν.

4.51 (να’) Τίς ἄρα ἐστὶν ἐν τῇ γενεᾷ ταύτῃ ὁ παντάπασιν ἀπαλλαγεὶς ἐμπαθῶν νοημάτων καὶ τῆς καθαρᾶς καὶ ἀΰλου καταξιωθεὶς προσευχῆς, ὅπερ ἐστὶ σημεῖον τοῦ ἔνδον μοναχοῦ;

4.52 (νβ’) Πολλὰ πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν κέκρυπται· τότε δὲ ἐλέγχονται, ὅταν τὰ πράγματα ἀναφαίνωνται.

4.53 (νγ’) Δύναταί τις μὴ ὀχλεῖσθαι ὑπὸ τῶν παθῶν ἐν τῇ τῶν πραγμάτων ἀπουσίᾳ, μερικῆς τυχὼν ἀπαθείας· ἐὰν δὲ ἀναφανῶσι τὰ πράγματα, εὐθὺς τὰ πάθη τὸν νοῦν περισπῶσι.

4.54 (νδ’) Μὴ νόμιζε τελείαν ἔχειν ἀπάθειαν, τοῦ πράγματος μὴ παρόντος. Ὅταν δὲ ἀναφανῇ καὶ μείνῃς ἀκίνητος πρός τε τὸ πρᾶγμα καὶ τὴν μετὰ ταῦτα μνήμην αὐτοῦ, τότε γνῶθι σεαυτὸν τῶν ὅρων αὐτῆς ἐπιβεβηκέναι. Πλὴν μηδὲ οὕτω καταφρονήσῃς, διότι ἀρετὴ μὲν χρονίζουσα νεκροῖ τὰ πάθη, ἀμελουμένη δὲ πάλιν ἐγείρει αὐτά.

4.55 (νε’) Ὁ ἀγαπῶν τὸν Χριστόν, πάντως καὶ μιμεῖται αὐτὸν κατὰ δύναμιν. Οἷον ὁ Χριστὸς τοὺς ἀνθρώπους εὐεργετῶν οὐκ ἐπαύσατο καὶ ἀχαριστούμενος καὶ βλασφημούμενος ἐμακροθύμει καὶ τυπτόμενος ὑπ᾽ αὐτῶν καὶ φονευόμενος ὑπέμενε, μηδενὶ τὸ σύνολον τὸ κακὸν λογιζόμενος. Ταῦτα δὲ τὰ τρία εἰσὶ τὰ ἔργα τῆς εἰς τὸν πλησίον ἀγάπης, ὧν χωρὶς ὁ λέγων ἀγαπᾶν τὸν Χριστὸν ἢ τῆς βασιλείας αὐτοῦ τυχεῖν ἑαυτὸν ἀπατᾷ· Οὐ γὰρ ὁ λέγων μοι, φησί, Κύριε Κύριε, οὗτος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου· καὶ πάλιν· Ὁ ἀγαπῶν ἐμὲ τὰς ἐντολάς μου τηρήσει· καὶ τὰ ἑξῆς.

4.56 (νστ’) Ἅπας ὁ σκοπὸς τῶν ἐντολῶν τοῦ Σωτῆρος, ἵνα ἀκρασίας καὶ μίσους τὸν νοῦν ἐλευθερώσῃ καὶ εἰς τὴν αὐτοῦ ἀγάπην καὶ τοῦ πλησίον ἀγάγῃ, ἐξ ὧν τίκτεται τὸ φέγγος τῆς κατ᾽ ἐνέργειαν ἁγίας γνώσεως.

4.57 (νζ’) Μερικῆς γνώσεως παρὰ τοῦ Θεοῦ καταξιωθείς, μὴ ἀμέλει ἀγάπης καὶ ἐγκρατείας· αὗται γὰρ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσαι τὴν ἐπὶ τὴν γνῶσιν ὁδὸν ἀεί σοι εὐτρεπίζουσιν.

4.58 (νη’) Ὁδὸς ἐπὶ τὴν γνῶσίν ἐστιν ἀπάθεια καὶ ταπείνωσις, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.

4.59 (νθ’) Ἐπειδὴ ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ, σύζευξον τῇ γνώσει τὴν ἀγάπην καὶ ἔσῃ ἄτυφος καὶ πνευματικὸς οἰκοδόμος καὶ σεαυτὸν οἰκοδομῶν καὶ πάντας τοὺς ἐγγίζοντάς σοι.

4.60 (ξ’) Ἐντεῦθεν ἡ ἀγάπη οἰκοδομεῖ, ἐπειδὴ οὐδὲ φθονεῖ οὐδὲ πρὸς τοὺς φθονοῦντας πικραίνεται οὐδὲ τὸ φθονούμενον δημοσιεύει ἐπιδεικτικῶς οὐδὲ λογίζεται ἑαυτὸν ἤδη κατειληφέναι καὶ ὧν δὲ οὐκ οἶδεν ὁμολογεῖ ἀνερυθριάστως τὴν ἄγνοιαν· οὕτως οὖν τὸν νοῦν ἄτυφον ἀπεργάζεται καὶ προκόπτειν εἰς τὴν γνῶσιν ἀεὶ παρασκευάζει.

4.61 (ξα’) Πέφυκέ πως παρέπεσθαι τῇ γνώσει οἴησις καὶ φθόνος, ἐν προοιμίοις μάλιστα· καὶ ἡ μὲν οἴησις, ἔνδοθεν μόνον· ὁ δὲ φθόνος, καὶ ἔνδοθεν καὶ ἔξωθεν· καὶ ἔνδοθεν μέν, πρὸς τοὺς ἔχοντας γνῶσιν· ἔξωθεν δέ, ἀπὸ τῶν ἐχόντων. Ἡ οὖν ἀγάπη τὰ τρία ἀνατρέπει· τὴν μὲν οἴησιν, ἐπειδὴ οὐ φυσιοῦται· τὸν δὲ ἔνδοθεν φθόνον, ἐπειδὴ οὐ ζηλοῖ· τὸν δὲ ἔξωθεν, ἐπειδὴ μακροθυμεῖ καὶ χρηστεύεται. Ἀνάγκη οὖν τὸν ἔχοντα γνῶσιν προσλαβέσθαι καὶ τὴν ἀγάπην, ἵνα ἄτρωτον τὸν νοῦν ἐν παντὶ διαφυλάττῃ.

4.62 (ξβ’) Ὁ τοῦ χαρίσματος τῆς γνώσεως καταξιωθεὶς καὶ λύπην ἢ μνησικακίαν ἢ μῖσος πρὸς ἄνθρωπον ἔχων, ὅμοιός ἐστι τοῦ ἀκάνθαις καὶ τριβόλοις τοὺς ὀφθαλμοὺς κατακεντοῦντος. Διὸ ἀναγκαίως δέεται ἡ γνῶσις τῆς ἀγάπης.

4.63 (ξγ’) Μὴ ὅλην τὴν σχολήν σου περὶ τὴν σάρκα ἔχε, ἀλλὰ ὅρισον αὐτῇ τὴν κατὰ δύναμιν ἄσκησιν καὶ ὅλον τὸν νοῦν σου περὶ τὰ ἔνδον τρέψον· Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ἐστὶν ὠφέλιμος· καὶ τὰ ἑξῆς.

4.64 (ξδ’) Ὁ ἀδιαλείπτως περὶ τὰ ἔνδον τὰς διατριβὰς ποιούμενος σωφρονεῖ, μακροθυμεῖ, χρηστεύεται, ταπεινοφρονεῖ· οὐ μόνον, ἀλλὰ καὶ θεωρεῖ καὶ θεολογεῖ καὶ προσεύχεται· καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ Ἀπόστολος· Πνεύματι περιπατεῖτε, καὶ τὰ ἑξῆς.

4.65 (ξε’) Ὁ τὴν πνευματικὴν ὁδὸν ὁδεύειν μὴ ἐπιστάμενος, τῶν ἐμπαθῶν νοημάτων οὐ ποιεῖται φροντίδα, ἀλλ᾽ ὅλην τὴν σχολὴν περὶ τὴν σάρκα ἔχει καὶ ἢ γαστριμαργεῖ καὶ ἀκολασταίνει, λυπεῖταί τε καὶ ὀργίζεται καὶ μνησικακεῖ καὶ ἐντεῦθεν τὸν νοῦν σκοτίζει ἢ ἀμέτρως τῇ ἀσκήσει κέχρηται καὶ θολοῖ τὴν διάνοιαν.

4.66 (ξστ’) Οὐδὲν τῶν ἐκ Θεοῦ εἰς χρῆσιν ἡμῖν δοθέντων ἀναιρεῖ ἡ Γραφή, ἀλλὰ τὴν ἀμετρίαν κολάζει καὶ τὴν ἀλογιστίαν διορθοῦται. Οἷον οὐ κωλύει ἐσθίειν οὐδὲ παιδοποιεῖν οὐδὲ χρήματα ἔχειν καὶ ὀρθῶς διοικεῖν, ἀλλὰ κωλύει γαστριμαργεῖν, πορνεύειν καὶ τὰ ἑξῆς· ἀλλ᾽ οὐδὲ τὸ νοεῖν ταῦτα κωλύει· διὰ τοῦτο γὰρ καὶ γεγόνασιν· ἀλλὰ τὸ ἐμπαθῶς νοεῖν.

4.67 (ξζ’) Τὰ μὲν τῶν ὑφ᾽ ἡμῶν κατὰ Θεὸν πραττομένων κατ᾽ ἐντολὴν πράττεται· τὰ δὲ οὐ κατ᾽ ἐντολήν, ἀλλ᾽ ὡς ἄν τις εἴποι,  καθ᾽ ἑκούσιον προσφοράν. Οἷον κατ᾽ ἐντολὴν μέν, τὸ ἀγαπᾶν τὸν Θεὸν καὶ τὸν πλησίον, τὸ ἀγαπᾶν τοὺς ἐχθρούς, τὸ μὴ μοιχεύειν, μὴ φονεύειν καὶ τὰ λοιπά· ἅτινα καὶ παραβαίνοντες κατακρινόμεθα. Οὐ κατ᾽ ἐντολὴν δέ, τὸ παρθενεύειν, ἡ ἀγαμία, ἡ ἀκτημοσύνη, ἡ ἀναχώρησις καὶ τὰ ἑξῆς· ταῦτα δώρων λόγον ἐπέχουσι, ἵνα ἐάν τινας τῶν ἐντολῶν κατορθῶσαι ἐξ ἀσθενείας μὴ δυνηθῶμεν, διὰ τῶν δώρων τὸν ἀγαθὸν ἡμῶν ἐξιλεωσώμεθα Δεσπότην.

4.68 (ξη’) Ὁ τὴν ἀγαμίαν τιμῶν ἢ παρθενίαν ἀναγκαίως ὀφείλει ἔχειν τὴν ὀσφῦν περιεζωσμένην καὶ τὸν λύχνον καιόμενον· τὴν μὲν ὀσφῦν δι᾽ ἐγκρατείας, τὸν δὲ λύχνον διὰ προσευχῆς καὶ θεωρίας καὶ ἀγάπης πνευματικῆς.

4.69 (ξθ’) Τινὲς τῶν ἀδελφῶν ἐκτὸς ἑαυτοὺς εἶναι νομίζουσι τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων· οὐ γὰρ ἴσασι διὰ τὴν ἀμέλειαν τῆς τῶν ἐντολῶν ἐργασίας ὅτι ὁ τὴν εἰς Χριστὸν πίστιν ἀνόθευτον ἔχων πάντα τὰ θεῖα χαρίσματα συλλήβδην ἔχει ἐν ἑαυτῷ. Ἐπειδὴ γὰρ τῆς εἰς αὐτὸν κατ᾽ ἐνέργειαν ἀγάπης διὰ τὴν ἀργίαν μακράν ἐσμεν, τῆς δεικνυούσης ἡμῖν τοὺς ἐν ἡμῖν θείους θησαυρούς, εἰκότως ἐκτὸς ἑαυτοὺς τῶν θείων νομίζομεν χαρισμάτων.

4.70 (ο’) Εἰ ὁ Χριστὸς ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖ διὰ τῆς πίστεως, κατὰ τὸν θεῖον Ἀπόστολον, πάντες δὲ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν αὐτῷ εἰσιν ἀπόκρυφοι· πάντες ἄρα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν ταῖς καρδίαις ἡμῶν εἰσιν ἀπόκρυφοι· φανεροῦνται δὲ τῇ καρδίᾳ κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου διὰ τῶν ἐντολῶν καθάρσεως.

4.71 (οα’) Οὗτός ἐστιν ὁ θησαυρὸς ὁ ἐν τῷ ἀγρῷ κεκρυμμένος τῆς καρδίας σου, ὃν οὔπω εὗρες διὰ τὴν ἀργίαν· εἰ γὰρ εὗρες, ἄρα ἂν πέπρακας πάντα καὶ ἐκτήσω τὸν ἀγρὸν τοῦτον. Νῦν δὲ τὸν ἀγρὸν ἀφεὶς τὰ περὶ τὸν ἀγρὸν περιέπεις, ἐν οἷς οὐδὲν ἄλλο εὑρίσκεται πλὴν ἀκανθῶν καὶ τριβόλων.

4.72 (οβ’) Διὰ τοῦτο λέγει ὁ Σωτήρ· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· ἐπειδὴ αὐτὸς ἐν τῇ καρδίᾳ κέκρυπται τῶν εἰς αὐτὸν πιστευόντων. Τότε δὲ ὄψονται αὐτὸν καὶ τοὺς ἐν αὐτῷ θησαυρούς, ὅτε δι᾽ ἀγάπης καὶ ἐγκρατείας ἑαυτοὺς καθαίρουσι καὶ τοσούτῳ πλέον ὅσῳ τὴν κάθαρσιν ἐπιτείνουσι.

4.73 (ογ’) Διὰ τοῦτο πάλιν λέγει· Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην καὶ ἰδοὺ πάντα ὑμῖν καθαρὰ ἔσται· ὡς μηκέτι τοῖς περὶ τὸ σῶμα σχολαζόντων πράγμασιν, ἀλλὰ τὸν νοῦν καθαίρειν σπευδόντων ἀπὸ μίσους καὶ ἀκρασίας, ὃν καρδίαν ὀνομάζει ὁ Κύριος. Ταῦτα γὰρ τὸν νοῦν ῥυποῦντα οὐκ ἐῶσι βλέπειν τὸν ἐν αὐτῷ κατοικοῦντα Κύριον διὰ τῆς χάριτος τοῦ ἁγίου Βαπτίσματος.

4.74 (οδ’) Ὁδοὺς ἡ Γραφὴ τὰς ἀρετὰς ὀνομάζει· μείζων δὲ πασῶν τῶν ἀρετῶν ἡ ἀγάπη καθέστηκε. Διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι· ὡς καταφρονεῖν πείθουσαν τῶν ὑλικῶν πραγμάτων καὶ μηδὲν τῶν προσκαίρων προτιμᾶν τῶν αἰωνίων.

4.75 (οε’) Ἡ εἰς Θεὸν ἀγάπη ἀνθίσταται τῇ ἐπιθυμίᾳ· πείθει γὰρ τὸν νοῦν ἐγκρατεύεσθαι ἀπὸ τῶν ἡδονῶν. Ἡ δὲ εἰς τὸν πλησίον ἀνθίσταται τῷ θυμῷ· ποιεῖ γὰρ καταφρονεῖν δόξης καὶ χρημάτων. Καὶ ταῦτά εἰσι τὰ δύο δηνάρια, ἅπερ ὁ Σωτὴρ δέδωκε τῷ πανδοχεῖ, ἵνα σου ἐπιμέλειαν ποιήσηται. Ἀλλὰ μὴ φανῇς ἀγνώμων τοῖς λῃσταῖς συνδυάζων, μή ποτε πάλιν πληγῇς καὶ οὐκ ἔτι ἡμιθανής, ἀλλὰ νεκρὸς εὑρεθήσῃ.
4.76 (οστ’) Κάθαιρε τὸν νοῦν σου ἀπὸ ὀργῆς καὶ μνησικακίας καὶ τῶν αἰσχρῶν λογισμῶν καὶ τότε δυνήσῃ γνῶναι τὴν τοῦ Χριστοῦ ἐνοίκησιν.

4.77 (οζ’) Τίς σε ἐφώτισεν εἰς τὴν πίστιν τῆς ἁγίας καὶ προσκυνητῆς καὶ ὁμοουσίου Τριάδος; ῍Η τίς σοι ἐγνώρισε τὴν ἔνσαρκον οἰκονομίαν τοῦ ἑνὸς τῆς ἁγίας Τρίαδος; Τίς δέ σε ἐδίδαξε τοὺς περὶ ἀσωμάτων λόγους ἢ τοὺς περὶ γενέσεως καὶ συντελείας τοῦ ὁρωμένου κόσμου ἢ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ τῆς αἰωνίου ζωῆς ἢ περὶ τῆς δόξης τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῆς φοβερᾶς κρίσεως; Οὐχὶ ἡ χάρις τοῦ Χριστοῦ ἡ ἐνοικοῦσα ἔν σοι, ἥτις ἐστὶν ὁ ἀρραβὼν τοῦ ἁγίου Πνεύματος; Τί μεῖζον ταύτης τῆς χάριτος ἢ τί κρεῖττον ταύτης τῆς σοφίας καὶ τῆς γνώσεως; ῍Η τί τούτων τῶν ἐπαγγελιῶν ὑψηλότερον; Εἰ δέ ἐσμεν ἀργοὶ καὶ ἀμελεῖς καὶ μὴ καθαίρομεν ἑαυτοὺς τῶν μολυνόντων ἡμᾶς καὶ τὸν νοῦν ἡμῶν ἐκτυφλούντων παθῶν, ὥστε δυνηθῆναι τρανότερον τοῦ ἡλίου τοὺς περὶ τούτων λόγους ὁρᾶν, ἑαυτοὺς αἰτιασώμεθα καὶ μὴ τὴν τῆς χάριτος ἐνοίκησιν ἀρνησώμεθα.

4.78 (οη’) Ὁ ἐπαγγειλάμενός σοι Θεὸς τὰ αἰώνια ἀγαθὰ καὶ τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν τῇ καρδίᾳ δεδοκὼς ἐνετείλατό σοι ἐπιμελεῖσθαί σου τοῦ βίου, ἵνα ὁ ἔσω ἄνθρωπος τῶν παθῶν ἐλευθερωθεὶς ἄρξηται ἀπεντεῦθεν τῆς τῶν ἀγαθῶν ἀπολαύσεως.

4.79 (οθ’) Τῶν θείων καὶ ὑψηλῶν καταξιωθεὶς θεωρημάτων, σφόδρα ἐπιμελοῦ ἀγάπης καὶ ἐγκρατείας, ἵνα τὸ παθητικὸν ἀτάραχον διαφυλάττων ἀνέκλειπτον ἕξεις τὸ τῆς ψυχῆς σου φέγγος.

4.80 (π’) Τὸ θυμικὸν τῆς ψυχῆς ἀγάπῃ χαλίνωσον καὶ τὸ ἐπιθυμητικὸν αὐτῆς ἐγκρατείᾳ μάρανον καὶ τὸ λογιστικὸν αὐτῆς προσευχῇ πτέρωσον· καὶ τὸ φῶς τοῦ νοῦ οὐκ ἀμαυροῦταί ποτε.

4.81 (πα’) Τὰ τὴν ἀγάπην λύοντά εἰσι ταῦτα· οἷον ἀτιμία, ζημία, συκοφαντία ἢ εἰς πίστιν ἢ εἰς βίον, δαρμοί, πληγαὶ καὶ τὰ ἑξῆς· καὶ ταῦτα ἢ αὐτῷ συμβαίνοντα ἤ τινι τῶν αὐτοῦ ἢ συγγενῶν ἢ φίλων. Ὁ οὖν διά τι τούτων λύων τὴν ἀγάπην οὔπω ἔγνω τίς ὁ σκοπὸς τῶν τοῦ Χριστοῦ ἐντολῶν.

4.82 (πβ’) Σπούδασον ὅσον δύνασαι πάντα ἄνθρωπον ἀγαπῆσαι· εἰ δὲ τοῦτο οὔπω δύνασαι, κἂν μηδένα μισήσῃς. Οὐ δύνασαι δὲ οὐδὲ τοῦτο ποιῆσαι, εἰ μὴ τῶν τοῦ κόσμου πραγμάτων καταφρονήσῃς.

4.83 (πγ’) Ὁ δεῖνα ἐβλασφήμησε· μὴ μισήσῃς ἐκεῖνον, ἀλλὰ τὴν βλασφημίαν καὶ τὸν βλασφημεῖν παρασκευάσαντα δαίμονα. Εἰ δὲ τὸν βλασφημήσαντα μισεῖς, ἄνθρωπον ἐμίσησας καὶ τὴν ἐντολὴν παρέβης καὶ ὅπερ ἐκεῖνος τῷ λόγῳ ἐποίησε, ποιεῖς σὺ τῷ ἔργῳ. Εἰ δὲ τὴν ἐντολὴν φυλάττεις, τὰ τῆς ἀγάπης ἐπίδειξαι καὶ εἴ τι δύνασαι, βοήθησον, ἵνα τοῦ κακοῦ αὐτὸν ἀπαλλάξῃς.

4.84 (πδ’) Οὐ θέλει σε ὁ Χριστὸς μῖσος ἔχειν πρὸς ἄνθρωπον ἢ λύπην ἢ ὀργὴν ἢ μνησικακίαν τὸ σύνολον καθ᾽ οἱονδήποτε τρόπον ἢ δι᾽ οἱονδήποτε πρᾶγμα πρόσκαιρον· καὶ τοῦτο πάντῃ βοῶσι τὰ τέσσαρα Εὐαγγέλια.

4.85 (πε’) Πολλοί ἐσμεν οἱ λέγοντες, ὀλίγοι δὲ οἱ ποιοῦντες· ἀλλ᾽ οὖν τὸν λόγον τοῦ Θεοῦ οὐδεὶς ὤφειλε νοθεύειν διὰ τὴν ἰδίαν ἀμέλειαν, ἀλλ᾽ ὁμολογεῖν μὲν τὴν ἑαυτοῦ ἀσθένειαν, μὴ ἀποκρύπτειν δὲ τὴν τοῦ Θεοῦ ἀλήθειαν· ἵνα μὴ ὑπόδικοι γενώμεθα μετὰ τῆς τῶν ἐντολῶν παραβάσεως καὶ τῆς τοῦ Θεοῦ παρεξηγήσεως.

4.86 (πστ’) Ἀγάπη καὶ ἐγκράτεια παθῶν τὴν ψυχὴν ἐλευθεροῦσιν· ἀνάγνωσις καὶ θεωρία ἀγνοίας τὸν νοῦν ἀπαλλάττουσιν· ἡ δὲ τῆς προσευχῆς κατάστασις αὐτῷ παρίστησιν αὐτὸν τῷ Θεῷ.

4.87 (πζ’) Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες τῶν πραγμάτων τοῦ κόσμου καταφρονοῦντας, ἵνα μὴ δι᾽ αὐτὰ τοὺς ἀνθρώπους μισήσωμεν καὶ τῆς ἀγάπης ἐκπέσωμεν, τότε συκοφαντίας καθ᾽ ἡμῶν ἐγείρουσιν, ἵνα τὴν λύπην μὴ φέροντες τοὺς συκοφαντήσαντας μισήσωμεν.

4.88 (πη’) Οὐκ ἔστι πόνος ψυχῆς βαρύτερος συκοφαντίας, κἄν τε εἰς πίστιν κἄν τε εἰς βίον τις συκοφαντῆται· καὶ οὐδεὶς ταύτην καταφρονεῖν δύναται, εἰ μὴ μόνος ὁ εἰς τὸν Θεὸν ἀποβλεπόμενος ὡς ἡ Σουσάννα, τὸν μόνον δυνάμενον καὶ ἐξ ἀναγκῶν ῥύσασθαι, ὥσπερ κἀκείνην, καὶ τοὺς ἀνθρώπους πληροφορῆσαι, ὡς καὶ περὶ ἐκείνης, καὶ τὴν ψυχὴν τῇ ἐλπίδι παραμυθήσασθαι.

4.89 (πθ’) Ὅσον σὺ ἐκ ψυχῆς εὔχῃ ὑπὲρ τοῦ συκοφαντήσαντος, τοσοῦτον καὶ ὁ Θεὸς πληροφορεῖ τοὺς σκανδαλισθέντας.

4.90 (ƒ‘) Φύσει ἀγαθός, μόνος ὁ Θεός· καὶ γνώμῃ ἀγαθός, μόνος ὁ θεομίμητος· σκοπὸς γὰρ αὐτῷ ἐστι τῷ φύσει ἀγαθῷ τοὺς πονηροὺς συνάψαι, ἵνα γένωνται ἀγαθοί. Διὰ τοῦτο ὑπ᾽ αὐτῶν λοιδορούμενος εὐλογεῖ, διωκόμενος ἀνέχεται, βλασφημούμενος παρακαλεῖ, φονευόμενος ὑπερεύχεται· πάντα ποιεῖ, ἵνα τοῦ σκοποῦ τῆς ἀγάπης μὴ ἐκπέσῃ, ἥτις ἐστὶν αὐτὸς ὁ Θεὸς ἡμῶν.

4.91 (ƒα’) Αἱ μὲν ἐντολαὶ τοῦ Κυρίου διδάσκουσιν ἡμᾶς τοῖς μέσοις εὐλόγως χρήσασθαι πράγμασιν· ἡ δὲ εὔλογος τῶν μεσῶν χρῆσις τὴν τῆς ψυχῆς καθαίρει κατάστασιν· ἡ δὲ καθαρὰ κατάστασις τίκτει τὴν διάκρισιν· ἡ δὲ διάκρισις τίκτει τὴν ἀπάθειαν, ἐξ ἧς τίκτεται ἡ τελεία ἀγάπη.

4.92 (ƒβ’) Οὔπω ἔχει ἀπάθειαν ὁ διὰ σύμβασιν πειρασμοῦ τὸ ἐλάττωμα τοῦ φίλου παραβλέπειν μὴ δυνάμενος ἢ ὂν τυχὸν ἢ εἶναι δοκοῦν. Τὰ γὰρ ἐγκείμενα τῇ ψυχῇ πάθη ἐκταρασσόμενα ἐκτυφλοῖ τὴν διάνοιαν καὶ οὐκ ἐᾷ διαβλέψαι εἰς τὰς τῆς ἀληθείας αὐγὰς οὐδὲ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. Οὐκ ἄρα οὖν οὐδὲ τὴν τελείαν ἀγάπην ὁ τοιοῦτος ἐκτήσατο, τὴν ἔξω βάλλουσαν τὸν φόβον τῆς κρίσεως.

4.93 (ƒγ’) Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, ἐπειδὴ τὰς τοῦ φίλου συμφορὰς ἰδίας λογίζεται καὶ συνυποφέρει αὐτῷ μέχρι θανάτου κακοπαθῶν.

4.94 (ƒδ’) Πολλοὶ μὲν οἱ φίλοι, ἀλλ᾽ ἐν καιρῷ εὐημερίας· ἐν δὲ καιρῷ πειρασμοῦ, μόλις κἂν ἕνα εὑρήσῃς.

4.95 (ƒε’) Πάντα μὲν ἄνθρωπον ἐκ ψυχῆς ἀγαπητέον· ἐπὶ τῷ Θεῷ δὲ μόνῳ τὴν ἐλπίδα θετέον καὶ ἐξ ὅλης ἰσχύος αὐτὸν θεραπευτέον. Ἐφ᾽ ὅσον μὲν γὰρ αὐτὸς ἡμᾶς συντηρεῖ, οἵ τε φίλοι πάντες ἡμᾶς περιέπουσι καὶ οἱ ἐχθροὶ πάντες πρὸς ἡμᾶς ἀδυνατοῦσιν· ἐπὰν δὲ αὐτὸς ἡμᾶς ἐγκαταλίπῃ, οἵ τε φίλοι πάντες ἡμᾶς ἀποστρέφονται καὶ οἱ ἐχθροὶ πάντες καθ᾽ ἡμῶν ἰσχύουσι.

4.96 (ƒστ‘) Τέσσαρές εἰσι γενικοὶ ἐγκαταλείψεως τρόποι· ἡ μὲν οἰκονομική, ὡς ἐπὶ τοῦ Κυρίου, ἵνα διὰ τῆς δοκούσης ἐγκαταλείψεως οἱ ἐγκαταλελειμμένοι σωθῶσιν· ἡ δὲ πρὸς δοκιμήν, ὡς ἐπὶ τοῦ Ἰὼβ καὶ τοῦ Ἰωσήφ, ἵνα ὁ μὲν ἀνδρείας, ὁ δὲ σωφροσύνης στῆλαι ἀναφανῶσιν· ἡ δὲ πρὸς παίδευσιν πατρικήν, ὡς ἐπὶ τοῦ Ἀποστόλου, ἵνα ταπεινοφρονῶν τὴν ὑπερβολὴν φυλάξῃ τῆς χάριτος· ἡ δὲ κατὰ ἀποστροφήν, ὡς ἐπὶ τῶν Ἰουδαίων, ἵνα κολαζόμενοι πρὸς μετάνοιαν κατακαμφθῶσι. Σωτήριοι δὲ οἱ πάντες τρόποι ὑπάρχουσι καὶ τῆς θείας ἀγαθότητος καὶ σοφίας ἀνάμεστοι.



4.97 (ƒζ’) Μόνοι οἱ ἀκριβεῖς τῶν ἐντολῶν φύλακες καὶ γνήσιοι τῶν θείων κριμάτων μύσται τοὺς κατὰ συγχώρησιν Θεοῦ πειραζομένους οὐκ ἐγκαταλιμπάνουσι φίλους. Οἱ δὲ τῶν ἐντολῶν καταφρονηταὶ καὶ τῶν θείων κριμάτων ἀμύητοι, ὅταν μὲν ὁ φίλος εὐημερῇ, συναπολαύουσιν αὐτῷ· ἐπὰν δὲ πειραζόμενος κακοπαθῇ, καταλιμπάνουσιν αὐτόν· ἔστι δὲ ὅτε καὶ μετὰ τῶν ἐναντίων ἵστανται.

4.98 (ƒη’) Οἱ μὲν τοῦ Χριστοῦ φίλοι πάντας ἀγαπῶσι γνησίως, οὐχ ὑπὸ πάντων δὲ ἀγαπῶνται· Οἱ δὲ τοῦ κόσμου φίλοι οὐδὲ πάντας ἀγαπῶσι οὐδὲ ὑπὸ πάντων ἀγαπῶνται. Καὶ οἱ μὲν Χριστοῦ μέχρι τέλους τὴν συνέχειαν τῆς ἀγάπης διατηροῦσιν· οἱ δὲ τοῦ κόσμου, μέχρις οὗ ἀλλήλοις διὰ τὰ τοῦ κόσμου προσκρούσωσι.

4.99 (ƒθ’) Φίλος πιστός, σκέπη κραταιά, ἐπειδὴ καὶ εὐημεροῦντι τῷ φίλῳ σύμβουλός ἐστι ἀγαθὸς καὶ συνεργὸς σύμψυχος· καὶ κακοπαθοῦντι, ἀντιλήπτωρ γνησιώτατος καὶ ὑπέρμαχος συμπαθέστατος.

4.100 (ρ’) Πολλοὶ μὲν πολλὰ περὶ ἀγάπης εἰρήκασιν, ἐν μόνοις δὲ τοῖς Χριστοῦ μαθηταῖς ταύτην ζητήσας εὑρήσεις, ἐπεὶ καὶ μόνοι αὐτὴν εἶχον τὴν ἀληθινὴν ἀγάπην τῆς ἀγάπης διδάσκαλον, περὶ ἧς ἔλεγον· Ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὁ οὖν κτησάμενος τὴν ἀγάπην, αὐτὸν τὸν Θεὸν ἐκτήσατο, ἐπειδὴ ὁ Θεὸς ἀγάπη ἐστίν.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets