55. ΕΡΩΤΗΣΙΣ ΝΕ'
Οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι, ἑπτακισχίλιοι τριακόσιοι ἑπτά· ψάλται καὶ ψαλτῳδοὶ ὀκτακόσιοι πεντηκονταπέντε· κάμηλοι τετρακόσιαι τριακονταπέντε, καὶ ἵπποι ἑπτακισχίλιοι ἑπτακόσιοι τριακονταέξ· ἡμίονοι ὀκτακόσιοι τεσσαρακονταπέντε· ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. Ποίησον ἀγάπην τοιούτων μεγάλων καὶ ὑψηλῶν περὶ τῆς ἐκ τῆς αἰχμαλωσίας ἐπανόδου ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τῶν προφητῶν εἰρημένων· τίς ἡ τοσαύτη ταπεινότης καὶ ἀκαιρόγραφος ἐξήγησις καὶ ἀναξιότης τοῦ Πνεύματος, καμήλων μνημονεῦσαι καὶ ἵππων καὶ ἡμιόνων καὶ ὄνων καὶ ταῦτα μετὰ ἀκριβείας ἀριθμοῦ;
Ἀπόκρισις.
Τὸ μὲν δι᾽ ἀκριβείας περὶ τούτων εἰπεῖν μόνων ἐκείνων ἐστὶ τῶν διὰ πολλὴν καθαρότητα νοῦ θεόθεν ὅλην εἰληφότων τὴν ἐφικτὴν ἀνθρώποις χάριν(1) τοῦ Πνεύματος· καθ᾽ ἣν τῷ πελάγει τῶν μυστικῶν θεαμάτων γνωστικῶς ἐνδιαθέοντες, τοὺς λόγους μόνον ὁρῶσι τῶν γεγραμμένων γυμνοὺς τῶν ἐπ᾽ αὐτοῖς τυπικῶν συνθημάτων, μηδενὸς τὸ σύνολον ποιούμενοι λόγον τῶν τυπούντων αὐτοὺς συμβόλων, εἰ μή που βουληθῶσι(2) σοφῶς αὐτοὺς τυπῶσαι σωματικῶς τοῖς διὰ νηπιότητα νοῦ γενέσθαι μὴ δυναμένοις ὑπὲρ τὴν αἴσθησιν, ἵνα τοῖς τύποις πρότερον ἐγγυμνασθέντες κατὰ τὴν αἴσθησιν, πρὸς τοὺς ἄνευ αἰσθήσεως ἀρχετύπους ἐλθεῖν ποθήσωσι λόγους. Τὸ δὲ στοχασμῷ τοῖς ὑψηλοτέροις ἐπιβάλλειν διὰ τὴν φυσικῶς ἐν ἡμῖν ἐφιεμένην τῆς τῶν θείων γνώσεως δύναμιν οὐκ ἄτοπον, δύο καλῶν ἐκ τοῦ στοχασμοῦ τοῖς εἰλικρινὲς περὶ τὰ θεῖα κεκτημένοις τὸ σέβας ἀναδεικνυμένων.
῍Η γὰρ ἐπιτυγχάνει τῆς ἀληθείας τῶν νοουμένων ὁ στοχαστικὴν τὴν ἔφοδον τῶν θείων ποιούμενος καὶ προσφέρει χαίρων θυσίαν αἰνέσεως(3) τὴν εὐχαριστίαν τῷ δεδωκότι τοῦ ζητουμένου τὴν εἴδησιν, ἢ διαφεύγουσαν εὑρίσκει τῶν γεγραμμένων τὴν ἔννοιαν καὶ τὰ θεῖα πλέον σεβάζεται, τὴν τῆς οἰκείας δυνάμεως ὑπερβαίνοντα μανθάνων κατάληψιν. Τοίνυν κἀγώ, στοχαστικῶς ἐπιβάλλων τοῖς προκειμένοις, τὸν Θεὸν ἐπικαλοῦμαι γενέσθαι τῶν λεχθησομένων συλλήπτορα, κατὰ πάντα τρόπον πρὸς τὸ ὕψος τῶν γραφικῶν αἰνιγμάτων ἀσθενοῦσαν εὑρίσκων τῆς ἐμαυτοῦ διανοίας τὴν δύναμιν. Κἄν τε γὰρ ἐπιτύχω, τοῦ Θεοῦ τὸ πᾶν ὑπάρχει κατόρθωμα, διὰ τῆς καταλήψεως ἐνάγοντός με πρὸς εὐχαριστίαν· κἄν τε γὰρ μή, καὶ οὕτω πάλιν τοῦ Θεοῦ τὸ τῆς ἀκαταληψίας ὑπάρχει καλόν, τὸν ὡς εἰκὸς ἐκ τῆς γνώσεως τεχθησόμενόν μοι κατὰ πρόνοιαν τῦφον προανακόπτοντος(4) καὶ τὴν ἀκαταληψίαν ποιουμένου μοι μετριοφροσύνης ὑπόθεσιν.
Οὐκοῦν στοχασμῷ, καθὼς εἴρηται, τὴν τῶν γεγραμμένων διάνοιαν ἐπερχόμενος, ἐντεῦθεν ἄρχομαι τῆς τῶν προκειμένων γραφῆς. Ἐν τῷ πρὸ τούτου κεφαλαίῳ γέγραπται περὶ τοῦ Ζοροβάβελ· καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον αὐτοῦ εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ. Δῆλόν ἐστιν(5) ὅτι μετὰ τὴν τῶν προβλημάτων τῶν πρὸς Δαρεῖον τὸν βασιλέα γεγενημένων προαγωγήν, ἐξῆλθεν ἀπὸ προσώπου, δηλονότι Δαρείου τοῦ βασιλέως. Δαρεῖος μὲν οὖν ἐστιν, ὡς ἤδη φθάσας πρὸ τούτων ἔφην τῶν λόγων, ὁ κρατῶν τῆς φύσεως νόμος.
Καὶ συνᾴδει γε σαφῶς οὕτω νοούμενος τῇ τοῦ οἰκείου ὀνόματος ἑρμηνείᾳ. ‘Γενεὰ’ γὰρ ἢ ‘γενεαλογία ἢ γενεαλογούμενος’ δηλοῖ τὸ τοῦ Δαρείου ὄνομα, καθώς φασιν οἱ τὴν ἀκρίβειαν τῆς τοιᾶσδε φωνῆς ἐπιστάμενοι. Φυσικοῦ δὲ νόμου καθέστηκεν ἴδιον τὸ τῆς γενεᾶς καὶ τῆς γενεαλογίας ὄνομα· τῶν γὰρ ὑπὸ φύσιν(6) τὸ γένος καὶ τὰ γενεαλογούμενα, καὶ τῶν περὶ φύσιν ἡ γενεαλογία. Οὐκοῦν καλῶς ὁ Δαρεῖος εἰς τὸν τῆς φύσεως ἐλήφθη νόμον. Περιέχει γὰρ ὁ νόμος τῆς φύσεως καὶ τὰ ὑπὸ τὴν φύσιν ἀναγόμενα γένη καὶ εἴδη καὶ τὰ περὶ τὴν φύσιν θεωρούμενα, τὸν χρόνον φημὶ καὶ τὸν τόπον. Παντὸς γὰρ γενητοῦ τὰ ὧν οὐκ ἄνευ φυσικῶς συνεπιθεωρεῖται.
Δαρεῖος οὖν ἐστι, ὡς ἔφην, ὁ νόμος τῆς φύσεως, Ζοροβάβελ δὲ ὁ θεωρητικὸς νοῦς ὁ ἐξελθὼν ὡς ἀπὸ Δαρείου, τοῦ νόμου τῆς φύσεως, καὶ τὴν ὑπὸ χρόνον καὶ τόπον τῶν φαινομένων ὑπερβὰς διακόσμησιν καὶ ἄρας τὸ πρόσωπον τῆς κατ᾽ ἀρετὴν γνωστικῆς διαθέσεως εἰς τὸν οὐρανόν, τουτέστι τὸ ὕψος τῶν νοητῶν οὐσιῶν, ἐναντίον τῆς ἐν οὐρανοῖς νοουμένης Ἱερουσαλήμ, ἐκείνης λέγω τῆς Ἱερουσαλὴμ τῆς ἐπὶ τῶν χειρῶν Κυρίου ἐχούσης ἐζωγραφημένα τὰ τείχη, ἐν ᾗ πάντων εὐφραινομένων ἐστὶν ἡ κατοικία, πρὸς ἣν ἡ ἀληθινὴ τῶν αἰχμαλώτων ἐπάνοδος γίνεται, τῶν ἐπιζητούντων τὸ ἐξ οὐρανοῦ κατὰ τὸν θεῖον ἀπόστολον οἰκητήριον(7), τῶν μετὰ τοῦ μεγάλου Δαβὶδ δυναμένων λέγειν ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου· κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, δεξιὰν λέγοντος τυχὸν τὴν πνευματικὴν τῶν θείων καὶ ἐπαινουμένων πρᾶξιν, γλῶσσαν δὲ κολλωμένην τῷ λάρυγγι(8) τὴν ἐν ἡμῖν τοῦ λόγου γνωστικὴν ἐνέργειαν, κολλωμένην ἐξ ἀγνοίας τῷ λαιμῷ, τουτέστι τῷ περὶ τὸν λαιμὸν πηγνυμένην πάθει καὶ ἀκίνητον μένουσαν περὶ τὴν ἔφεσιν τῶν ἀρρήτων ἀγαθῶν καὶ διὰ τοῦτο γεύσασθαι μὴ δυναμένην τῆς τοῦ Κυρίου χρηστότητος.
Εἰ δὲ χρόνου καὶ φύσεως(9) πρὸς Ἱερουσαλὴμ ἐπειγόμενος ἐκβαίνει τοὺς λόγους ὁ Ζοροβάβελ, εἴτε ὁ καθ᾽ ἡμᾶς θεωρητικὸς νοῦς εἴτε ὁ ὑπὲρ ἡμᾶς δημιουργὸς Λόγος ἐν ἡμῖν καθ᾽ ἡμᾶς γενόμενος καὶ διὰ τοῦτο γενόμενος ἄνθρωπος, ἵνα πρὸς ἑαυτὸν ἐπαναγάγῃ διὰ σαρκώσεως τοὺς πρὸς τὰ πάθη καὶ τὸν θάνατον τῆς σαρκὸς ἑαυτοὺς ἀπὸ τῆς ἀπαθείας καὶ τῆς ζωῆς ἐξώσαντας, εἰκότως τοὺς αὐτῷ γεγενημένους κατὰ τὸ θεμιτὸν παραπλησίους ἑαυτῷ συνεξάγει καὶ πρὸς τὴν Ἱερουσαλὴμ ἄγει τὴν ἐπουράνιον, ὧν τῆς ἀρετῆς τὴν ἀκρότητα καὶ τῆς γνώσεως τοῖς προκειμένοις εἴδεσί τε καὶ ἀριθμοῖς συμβολικῶς διαποικίλας ὁ λόγος παρείκασε. Πᾶς γὰρ θεοφιλὴς καὶ δίκαιος ἄνθρωπος, νοητῶς τὴν ἐπάνοδον πρὸς τὴν ἄνω ποιούμενος Ἱερουσαλήμ, τοὺς προκειμένους τῶν διαφόρων εἰδῶν ἀριθμοὺς συμπληροῖ, τοὺς ἑκάστου καὶ εἴδους καὶ ἀριθμοῦ λόγους εἰς μίαν ἀρετῆς τε καὶ γνώσεως συνάγων ἐκπλήρωσιν.
Καὶ δηλοῖ τοῦτο σαφῶς τῆς προκειμένης ἡμῖν εἰς ἐξέτασιν γραφῆς ὁ λόγος, ἔχων οὕτως οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἑξήκοντα. Εὖγε τῆς ἀκριβείας τῶν Λογίων τοῦ Πνεύματος, ἐπισημηναμένου μηδένα τῶν ἀριθμουμένων ἐν Ἰσραὴλ καὶ τῆς Βαβυλωνίας ἐκβεβηκότων—ταύτην δὲ λέγω τοῦ παρόντος αἰῶνος τὴν σύγχυσιν—εἶναι παντελῶς ὑπὸ τὸν δωδεκαετῆ χρόνον, δηλοῦντος τοῦ λόγου μυστικῶς ὅτι μόνος ὁ γενόμενος ὑπὲρ αἴσθησιν καὶ χρόνον—τοῦτο γὰρ ὁ δώδεκα σημαίνει σαφῶς ἀριθμός, ἐκ πέντε διὰ τὰς αἰσθήσεις καὶ ἑπτὰ διὰ τὸν χρόνον συναγόμενος—καὶ τὴν πρὸς ταῦτα τῆς ψυχῆς διακόψας σχέσιν ἐκβαίνει τῆς αὐτῶν συγχύσεως, πρὸς τὴν ἄνω πόλιν ἐπειγόμενος, ἔχων, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδας τέσσαρας τρισχιλίους τριακοσίους ἑξήκοντα.
Παῖδές(10) εἰσι τυχὸν οἱ περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων καὶ οὐκ ἐφ᾽ ἡμῖν παθῶν λογισμοί, γυναῖκες δὲ ἢ αἱ ἐνθυμήσεις ἢ αἱ κατὰ φύσιν ὀρέξεις καὶ ἡδοναί, μὴ φέρουσαι τοῖς κεκτημένοις διαβολήν, ὡς ἀναγκαῖον παρακολούθημα καθεστῶσαι φυσικῆς ὀρέξεως. Ἡδονὴν γὰρ ποιεῖ κατὰ φύσιν, καὶ μὴ βουλομένων ἡμῶν, καὶ ἡ τυχοῦσα τροφή, προλαβοῦσαν ἔνδειαν παραμυθουμένη, καὶ πόσις, ἀποκρουομένη τοῦ δίψους τὴν ὄχλησιν, καὶ ὕπνος, τὴν ἐκ τῆς ἐγρηγόρσεως δαπανηθεῖσαν ἀνανεούμενος δύναμιν, καὶ ὅσα τῶν καθ᾽ ἡμᾶς φυσικῶν ἕτερα τυγχάνει, πρὸς μὲν σύστασιν φύσεως ἀναγκαῖα, πρὸς δὲ κτῆσιν ἀρετῆς ὑπάρχοντα χρήσιμα τοῖς σπουδαίοις· ἅπερ κἂν μὴ συναριθμῆται τοῖς ἀνδράσιν, ἀλλὰ συνεκβαίνει παντὶ νοῒ φεύγοντι τῆς ἁμαρτίας τὴν σύγχυσιν, ἵνα μὴ δι᾽ αὐτὰ μείνῃ κρατούμενος εἰς δουλείαν τῶν ἐφ᾽ ἡμῖν καὶ διαβεβλημένων καὶ παρὰ φύσιν παθῶν, οὐκ ἐχόντων ἄλλην ἀρχὴν ἐν ἡμῖν πλὴν τῆς κινήσεως τῶν κατὰ φύσιν παθῶν. Οὐ συναριθμεῖται(11) δέ, ὅτι μὴ πέφυκε πρὸς τὴν ἀθάνατον καὶ μακραίωνα ζωὴν συμμεταβαίνειν ἡμῖν τὰ τὴν φύσιν πρὸς τὴν παροῦσαν ζωὴν συνέχοντα πάθη.
Τέσσαρες δὲ μυριάδες εἰσὶν ἡ τετρὰς τῶν γενικῶν ἀρετῶν· μεθ᾽ ὧν φύσιν καὶ χρόνον διαβὰς ὁ νοῦς πρὸς τὴν μακαρίαν τῆς ἀπαθείας ἀποκαθίσταται λῆξιν. Ὡς γὰρ ἡ μυριὰς τῷ τῆς μονάδος στοιχείῳ μόνη γνωρίζεται(12), παντελῶς δι᾽ ἄλλου γράμματος σημανθῆναι μὴ δυναμένη, ὡς ταὐτὸν οὖσα κατὰ τὸ ὑποκείμενον τῇ μονάδι, κἂν δέχεται μόνῃ τῇ ἐπινοίᾳ διαφοράν, ὡς πρὸς ἀρχὴν τέλος —τέλος γὰρ μονάδος ἐστὶν ἡ μυριὰς καὶ ἀρχὴ μυριάδος ἐστὶν ἡ μονάς, ἤ, κυριώτερον εἰπεῖν, κινουμένη μονάς ἐστιν ἡ μυριὰς καὶ ἀκίνητος μυριάς ἐστιν ἡ μονάς—, οὕτω καὶ πᾶσα τῶν γενικῶν ἀρετὴ τὴν θείαν καὶ ἄρρητον μονάδα, φημὶ τὸν Θεόν, ἀρχὴν ἔχει καὶ τέλος, ὡς ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν ἀρχομένη καὶ λήγουσα, καὶ ταὐτὸν ὑπάρχουσα τῷ Θεῷ, κατὰ μόνον τῆς ἐπινοίας διαφέρουσα τὸν Λόγον, παρ᾽ οὗ καὶ ἐν ᾧ καὶ εἰς ὃν πᾶσα γένεσις ἀρετῆς προδήλως ὑφέστηκεν.
῍Η τυχὸν τὰς τέσσαρας προκοπὰς τῶν ἐν τῇ δεκάδι τῶν θείων ἐντολῶν, εἰς μῆκος θεωρίας καὶ γνώσεως προβαινόντων, φησὶν εἶναι τὰς τέσσαρας μυριάδας ὁ λόγος.
Οἷον, πρώτη προκοπή ἐστιν ἡ ἁπλῶς ἐν τοῖς εἰσαγομένοις μετὰ τὴν ἀποφυγὴν τῆς κακίας(13) πρᾶξις τῶν ἐντολῶν, πλήρη ποιοῦσα τὴν πρώτην δεκάδα, τὴν αὐτὴν καὶ μονάδα. Δευτέρα προκοπή ἐστιν ἡ δι᾽ ἑκάστης ἐντολῆς ἐνεργουμένης τῶν λοιπῶν συμπερίληψις, τὴν αὐτὴν δεκάδα ποιουμένη καὶ ἑκατοντάδα τῇ δι᾽ ἀλλήλων ἑκάστης ἐντολῆς ἐνεργείᾳ συμπληρουμένην.
Ἡ γὰρ δεκὰς δεκαχῶς ἐνεργηθεῖσα ποιεῖ τὴν ἑκατοντάδα. Τρίτη προκοπή ἐστιν ἡ κατὰ τὸν νόμον τῆς φύσεως ταύτης τῆς ἑκατοντάδος δεκάπλωσις. Δεκαδικὸς γὰρ καὶ ὁ τῆς φύσεως νόμος ἐστίν, ὡς ἐκ δέκα συνεστηκώς, λέγω δὲ τῶν τριῶν τῆς ψυχῆς δυνάμεων καὶ τῶν πέντε αἰσθήσεων καὶ τῆς φωνητικῆς ἐνεργείας καὶ τῆς φυσικῆς γονιμότητος· κέχρηται γὰρ τῷ μὲν λογιστικῷ πρὸς τὴν τῆς αἰτίας καὶ τῶν περὶ τὴν αἰτίαν καλῶν ζήτησιν, τῷ ἐπιθυμητικῷ δὲ πρὸς πόθον τῶν ζητουμένων, τῷ δὲ θυμικῷ πρὸς φυλακὴν καὶ στοργήν, ταῖς αἰσθήσεσι δὲ πρὸς διάκρισιν πενταχῶς καὶ αὐτὴν διαιρουμένην, ἐξ ἧς ἐπιστήμη γίνεσθαι πέφυκε—διαιρεῖται γὰρ ἡ καθόλου διάκρισις τοῖς ἠργμένοις καὶ οὐκ ἠργμένοις(14), τοῖς νοητέοις καὶ οὐ νοητέοις, τοῖς ῥητέοις καὶ οὐ ῥητέοις, τοῖς ποιητέοις καὶ οὐ ποιητέοις, τοῖς φθαρτοῖς καὶ τοῖς ἀφθάρτοις—, τῷ δὲ φωνητικῷ πρὸς ἔκφανσιν, καὶ τῇ γονιμότητι πρὸς αὔξησιν τῶν ζητηθέντων καὶ ἐπιθυμηθέντων καὶ στερχθέντων καὶ γνωσθέντων καὶ ἐκφανθέντων καλῶν.
Γίνεται γοῦν ἡ ἑκατοντάς, κατὰ τὸν νόμον δεκαπλουμένη τῆς φύσεως, χιλιάς. Τετάρτη δὲ προκοπή ἐστιν ἡ διὰ θεωρίας καὶ γνώσεως τοῦ φυσικοῦ νόμου κατὰ τὴν ἀποδοθεῖσαν διαίρεσιν πρὸς τὸν ἑκάστης ἐντολῆς ἀρχικώτερον λόγον ἀνάβασις, καθ᾽ ἣν ἡ μυριὰς συναγομένη θεωρεῖται, τῷ τῆς πρώτης μονάδος στοιχείῳ γνωριζομένη.
Ὁ γὰρ ἁπλῶς ἐνεργήσας τὰς ἐντολάς, καὶ πάλιν κατὰ τὴν ἑκάστης ἐνέργειαν τὰς ἄλλας συμπαραλαβών, καὶ αὖθις τῇ περιλήψει τούτων τὴν τοῦ φυσικοῦ νόμου συζεύξας διάκρισιν, καὶ τοῦτον πάλιν πρὸς τὸν ἑκάστης ἐντολῆς λόγον γνωστικῶς ἀναβιβάσας τὰς τέσσαρας μυριάδας συνήγαγεν, καθ᾽ ἑκάστην προκοπὴν τῷ τῆς μονάδος τιμηθεὶς μυστηρίῳ, πρὸς ἣν ὁ τῆς μυριάδος συνάγεται λόγος.
῍Η πάλιν, τὰς λεγομένας τέσσαρας γενικὰς ἀπαθείας αἱ τέσσαρες μυριάδες σημαίνουσιν. Πρώτη γάρ ἐστιν ἀπάθεια(15) ἡ παντελὴς ἀποχὴ τῶν κατ᾽ ἐνέργειαν κακῶν, ἐν τοῖς εἰσαγομένοις θεωρουμένη, δευτέρα(16) δὲ ἡ παντελὴς κατὰ διάνοιαν περὶ τὴν τῶν κακῶν συγκατάθεσιν ἀποβολὴ λογισμῶν, ἐν τοῖς μετὰ λόγου τὴν ἀρετὴν μετιοῦσι γινομένη, τρίτη(17) ἡ κατ᾽ ἐπιθυμίαν περὶ τὰ πάθη παντελὴς ἀκινησία ἐν τοῖς διὰ τῶν σχημάτων τοὺς λόγους νοητῶς θεωμένοις τῶν ὁρωμένων, τετάρτη ἀπάθεια(18) ἡ καὶ αὐτῆς τῆς ψιλῆς τῶν παθῶν φαντασίας παντελὴς κάθαρσις, ἐν τοῖς διὰ γνώσεως καὶ θεωρίας καθαρὸν καὶ διειδὲς ἔσοπτρον τοῦ Θεοῦ ποιησαμένοις τὸ ἡγεμονικὸν συνισταμένη.
Ὁ τοίνυν καθάρας ἑαυτὸν ἐνεργείας παθῶν καὶ τῆς ἐπ᾽ αὐτοῖς κατὰ διάνοιαν συγκαταθέσεως ἐλευθερώσας καὶ τῆς περὶ αὐτὰ κατ᾽ ἐπιθυμίαν κινήσεως στάσιν λαβὼν καὶ τῆς αὐτῶν ψιλῆς φαντασίας τὸν νοῦν καταστήσας ἀμόλυντον τὰς τέσσαρας μυριάδας ἔχων ἐξέρχεται τῆς ὕλης καὶ τῶν ὑλικῶν, καὶ πρὸς τὴν θείαν καὶ εἰρηνικὴν τῶν νοητῶν ἐπείγεται λῆξιν.
Οὕτω μὲν οὖν νοείσθωσαν ἡμῖν αἱ τέσσαρες μυριάδες. Αἱ δὲ τρεῖς χιλιάδες(19) τὸν τέλειον καὶ ὀρθὸν καὶ εὐσεβῆ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος θεολογικὸν σημαίνουσιν λόγον, καθ᾽ ὃν ἡ ἁγία τρισυπόστατος μονὰς εἷς παρ᾽ ἡμῶν ὑμνεῖται Θεὸς καὶ πιστεύεται.
Οἱ δὲ τριακόσιοι τὸν περὶ προνοίας ἐνταῦθα παραδηλοῦσι λόγον, οὐχ ὅτι μόνον τῷ σχήματι τοῦ γράμματος(20) ἡ ἄνωθεν ἐπὶ τὰ κάτω διήκουσα καὶ τῶν ἑκατέρωθεν πλαγίων τὰ ἄκρα περιλαμβάνουσα σημαίνεται δύναμις—ὅπερ τὴν τὸ πᾶν διασφίγγουσαν ἀρρήτως δηλοῖ πρόνοιαν—, ἀλλ᾽ ὅτι καὶ τῷ τοῦ σταυροῦ τύπῳ τετίμηται, ἐν ᾧ τὸ μέγα καὶ πρῶτον καὶ ἀπόκρυφον τῆς προνοίας ἐπετελέσθη μυστήριον. Προνοίας γὰρ καθέστηκε τρόπος ἀπόρρητος τὸ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ μυστήριον· ᾧ τύπῳ μετὰ τοῦ ὀνόματος τοῦ ἐπ᾽ αὐτοῦ δι᾽ ἡμᾶς προσηλωθέντος τάχα θαρρήσας ὁ μέγας πατριάρχης Ἀβραὰμ μετὰ τριακοσίων δέκα καὶ ὀκτώ, τουτέστι τύπου καὶ ὀνόματος Ἰησοῦ, τὰς δηλουμένας διὰ τῶν βασιλέων ἀντικειμένας ἐξελθὼν κατεπάλαισε δυνάμεις. Πολλάκις γὰρ οἶδεν ἡ Γραφὴ καὶ ἐκ τῶν ἐν τοῖς γράμμασι σχημάτων τὸν ἴδιον φανερῶσαι σκόπον τοῖς ἐπὶ τούτῳ καθαιρομένοις.
Εἰ δὲ καὶ ἐκ τοῦ ἀριθμοῦ βούλεταί τις τὸ βούλημα σκοπῆσαι τῆς ἁγίας Γραφῆς, καὶ οὕτω τὴν πρόνοιαν δι᾽ αὐτοῦ μηνυομένην εὑρήσει προνοίας γὰρ ἔργον οὐ μόνον κατὰ τὸν ἑαυτῆς τοῦ εἶναι λόγον φυλάξαι τὴν φύσιν ἀμείωτον, ἀλλὰ καὶ κατὰ τὸν ἐπίκτητον τοῦ εὖ εἶναι χάριτι λόγον ἀνελλιπῶς ἔχουσαν δεῖξαι. Οὐκοῦν τοῖς διακοσίοις τὰ ἑκατὸν συνάψας τις ἀποτελεῖ τὸν τριακόσια, δηλοῦντα φύσιν καὶ ἀρετήν. Φασὶν γὰρ τὸν διακόσια πολλάκις σημαίνειν ἀριθμὸν τὴν φύσιν, ὡς ἐξ ὕλης καὶ εἴδους ὑπάρχουσαν, εἴπερ ἡ ὕλη τετραδικὴ διὰ τὰ τέσσαρα στοιχεῖα, τὸ δὲ εἶδος πενταδικὸν διὰ τὴν αἴσθησιν τὴν τὸ ὑλικὸν πρὸς εἶδος σχηματίζουσαν φύραμα. Πεντάκις γὰρ συνθεὶς τὸν τεσσαράκοντα ἢ τετράκις τὸν πεντήκοντα ποιεῖς τὸν διακόσια. Ὁ δὲ ἑκατὸν ἀριθμὸς(21) τὴν τελείαν ἀρετὴν σημαίνει, ὡς ἔχων δεκαπλουμένην τὴν θείαν δεκάδα τῶν ἐντολῶν· εἰς ἣν φθάσας ὁ Ἀβραὰμ πατὴρ γίνεται τοῦ μεγάλου Ἰσαάκ, νεκρὸς κατὰ φύσιν, ζωῆς καὶ χαρᾶς γεννήτωρ κατὰ Πνεῦμα γενόμενος. Συνθεὶς οὖν τοῖς διακοσίοις τὰ ἑκατόν, τὸν τριακόσια πληρώσαις ἂν ἀριθμόν, δηλοῦντα τὴν πρόνοιαν, κατὰ τὸν τοῦ εὖ εἶναι λόγον τὴν φύσιν συνέχουσαν.
Ὁ δὲ ἑξήκοντα τὴν κατὰ φύσιν ποιητικὴν τῶν ἐντολῶν σημαίνει δύναμιν τετελειωμένην τοῖς λόγοις τῶν ἀρετῶν. Εἰ γὰρ ὁ ἓξ τὴν ποιητικὴν σημαίνει τῆς φύσεως δύναμιν, ὡς τέλειος καὶ ἐκ τῶν ἰδίων μερῶν συνιστάμενος—διὸ καὶ ἐν ἓξ ἡμέραις πεποιηκέναι τὸν Θεὸν τὸν κόσμον γέγραπται —, ὁ δὲ δέκα τὸ τέλειον τῆς ἐν ταῖς ἐντολαῖς ἀρετῆς δηλοῖ, ἄρα ὁ ἑξήκοντα(22) τὴν κατὰ φύσιν δεκτικὴν τῶν ἐν ταῖς ἐντολαῖς θείων λόγων σαφῶς παραδηλοῖ δύναμιν.
Οὐκοῦν (43.360) αἱ τέσσαρες μυριάδες πρὸς τοῖς τρισχιλίοις τριακοσίοις καὶ ἑξήκοντα δηλοῦσι τὸν τέλειον περὶ ἀρετῆς λόγον καὶ τὸ σεπτὸν τῆς θεολογίας μυστήριον καὶ τὸν ἀληθῆ τῆς προνοίας σκοπὸν καὶ τὴν ἀρεταῖς ποιωθεῖσαν πρακτικὴν τῆς φύσεως δύναμιν· μεθ᾽ ὧν ὁ σαρκὸς αἰσθήσεώς τε καὶ κόσμου τῷ Πνεύματι διακρίνας τὸν νοῦν πάντως ἐξέρχεται, τὴν ἐν ἀλλήλοις τούτων ἀφείς, ὡς τὴν Βαβυλωνίαν οἱ πάλαι, φύρσιν καὶ σύγχυσιν, καὶ πρὸς τὴν ἄνω πόλιν ἐπείγεται, πάσης τὸν νοῦν ἔχων τῆς πρὸς ὁτιοῦν σχέσεως ἄνετον.
Παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι ἑπτά. Ὁ νόμος, ἐν τῷ περὶ παίδων καὶ παιδισκῶν τόπῳ διαγορεύων, φησὶ τοὺς ἑβραίους παῖδας καὶ παιδίσκας ἓξ ἔτη δουλεύειν καὶ τῷ ἑβδόμῳ ἀπολύεσθαι ἐλευθέρους, τοὺς δὲ ἀλλοφύλους παῖδας καὶ παιδίσκας δουλεύειν εἰς τὸν αἰῶνα, τὸ πεντηκοστὸν ἔτος οἶμαι τῆς ἀφέσεως αἰῶνα καλῶν. Ἑβραῖος δὲ παῖς καὶ ἑβραία παιδίσκη εἰσὶν οἱ τῷ πρακτικῷ φιλοσόφῳ δουλεύοντες ἓξ ἔτη λόγος καὶ διάνοια πρὸς ἐπίνοιαν τῆς ἠθικῆς εὐπρεπείας καὶ ἀρετῆς τρόπων ἐξεύρεσιν. Παντὶ γὰρ πρακτικῷ, παιδὸς καὶ παιδίσκης δίκην, ὁ λόγος καὶ ἡ διάνοια μοχθοῦσι, τοὺς κατ᾽ ἀρετὴν τῆς πράξεως τρόπους ἐπινοοῦντές τε καὶ δημιουργοῦντες, καὶ οἷον πᾶσαν ἑαυτῶν κατὰ τῶν ἀντικειμένων τῇ πρακτικῇ πνευμάτων τῆς πονηρίας τὴν δύναμιν ἔχοντες ἀντιτεταγμένην.
Πληρώσαντες οὖν τὴν πρακτικὴν φιλοσοφίαν, ἣν ὁ ἓξ τῶν ἐτῶν παρεδήλωσεν ἀριθμός—εἴρηται γὰρ ὡς ὁ ἓξ ἀριθμὸς τὴν πρακτικὴν σημαίνει φιλοσοφίαν—, ἐλεύθεροι πρὸς τὴν πνευματικὴν ἀπολύονται δηλονότι τῶν ἐν τοῖς οὖσι συγγενῶν λόγων θεωρίαν ἐπανερχόμενοι, ὅ τε λόγος καὶ ἡ διάνοια, ὁπηνίκα κατὰ τὸ ἕβδομον ἔτος(23) γένωνται, τουτέστι τῆς ἀπαθείας τὴν ἕξιν, καθ᾽ ἣν δαμασθέντα τῷ πολλῷ καμάτῳ τοῦ λόγου καὶ τῆς συνημμένης αὐτῷ διανοίας ὑποχωρεῖ τῆς ψυχῆς τὰ πάθη καὶ ὑπεξίσταται.
Ἀλλόφυλος δὲ παῖς ἐστι καὶ παιδίσκη ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, οὓς ὑποζεύγνυσι διαπαντὸς τῇ δεσποτείᾳ τοῦ λόγου πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν δι᾽ ἀνδρείας καὶ σωφροσύνης ὁ θεωρητικὸς νοῦς, μὴ διδοὺς αὐτοῖς παντελῶς τὴν πρὸς ἐλευθερίαν ἄφεσιν, ἕως ἂν καταποθῇ τῷ νόμῳ τοῦ Πνεύματος τελείως ὁ τῆς φύσεως νόμος, καθάπερ ὑπὸ ζωῆς ἀπείρου σαρκὸς δυστήνου θάνατος, καὶ πᾶσα δειχθῇ καθαρῶς ἡ τῆς ἀνάρχου βασιλείας(24) εἰκών, πᾶσαν ἔχουσα τοῦ ἀρχετύπου διὰ μιμήσεως τὴν μορφήν· καθ᾽ ἣν γενόμενος ὁ θεωρητικὸς νοῦς, ἐλευθέρους ποιεῖται τόν τε θυμὸν καὶ τὴν ἐπιθυμίαν(25), τὴν μὲν πρὸς τὴν ἀκήρατον τοῦ θείου ἔρωτος ἡδονὴν καὶ τὴν ἄχραντον θέλξιν μετασκευάζων, τὸν δὲ πρὸς ζέσιν πνευματικὴν καὶ διάπυρον ἀεικινησίαν καὶ σώφρονα μανίαν μεταβιβάζων· καθ᾽ ἥν, ὡς ἔοικεν, ἡ μεγάλη τοῦ ἀκηράτου φωτὸς ἀκτὶς ὁ μέγας ἀπόστολος Παῦλος γενόμενος ἐν ταῖς Πράξεσιν ἤκουσε παρὰ τοῦ βασιλέως Ἀγρίππα μαίνῃ, Παῦλε, καὶ πάλιν αὐτός, περὶ ἑαυτοῦ πρὸς Κορινθίους γράφων εἴτε ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν, τὴν κατὰ Θεὸν σώφρονα μανίαν ἔκστασιν δηλονότι καλέσας, ὡς ἔξω ποιουμένην τῶν ὄντων τὸν κατ᾽ αὐτὴν σώφρονα νοῦν.
Τὸν δὲ τούτων ἀριθμὸν (7.307) σημαίνειν ὑπονοῶ τὴν κατὰ τὸν λόγον χρονικὴν μετὰ τῆς ἀπαθείας τῶν τρόπων πρόνοιαν(26)· καθ᾽ ἣν καὶ λόγῳ καὶ διανοίᾳ καθάπερ ἑβραίοις παισὶ καὶ παιδίσκαις δουλεύουσι κατὰ τὴν πρᾶξιν ἐπικείμενος ὁ νοῦς ὁρίζει τὰ μέτρα τῆς κατ᾽ ἀρετὴν τούτων ὑπουργίας, μεταφέρων πρὸς θεωρίαν, καί, θυμοῦ καὶ ἐπιθυμίας ὡς ἀλλοφύλων παίδων καὶ παιδισκῶν ἐπιμελούμενος ὡς δούλων δεσπότης, πρὸς τὴν ἰσότιμον ἄγει κατὰ τὸ τέλος(27) ἐλευθερίαν, τὴν μὲν ἐπιθυμίαν ποιῶν ἔφεσιν τῶν θείων ἀπολαυστικήν, τὸν δὲ θυμόν, τόνον ἀπολαυστικῆς ἐφέσεως ἄληκτον, καὶ ἀποτελῶν ἑβραίους ἀληθινοὺς κατὰ τὴν χάριν τοὺς ἀλλοφύλους δούλους.
Ψάλται καὶ ψαλτῳδοὶ ὀκτακόσιοι πεντηκονταπέντε. Ψάλται(28) εἰσὶν οἱ τὸν θεῖον λόγον τοῖς τῶν ἀρετῶν τρόποις ἄνευ θεωρίας κατὰ τὴν πρᾶξιν ἀναφωνοῦντες. Ψαλτῳδοί(29) εἰσιν οἱ τὸν θεῖον λόγον τοῖς τῶν ἀρετῶν τρόποις μετὰ τῆς κατὰ τὴν θεωρίαν γνωστικῆς τερπνότητος τοῖς ἄλλοις μυσταγωγοῦντες καὶ τὰ νοητὰ αὐτῶν ὦτα καθηδύνοντες. Ὁ δὲ τούτων ἀριθμὸς δηλοῖ τὴν ἐφικτὴν ἀνθρώποις ἐπιστήμην τῶν αἰωνίων. Ὁ γὰρ ὀκτακόσια(30) καὶ ὁ πεντήκοντα ὁ μὲν τοὺς τῆς γνώσεως, ὁ δὲ τοὺς τῶν ἀρετῶν μέλλοντας λόγους ὑποφαίνει· ὁ δὲ πέντε τὴν ἐπὶ τούτοις ἐπιστήμην παρίστησι, καθὼς περὶ τοῦ πέντε μικρῷ πρόσθεν ἀποδεδώκαμεν ἀριθμοῦ.
Κάμηλοι τετρακόσιαι τριακονταπέντε. Κάμηλοι, συνεξιοῦσαι τοῖς υἱοῖς Ἰσραήλ, σὺν ἐλευθερίᾳ πολλῇ τῆς πικρᾶς ἀπολυομένοις αἰχμαλωσίας, εἰσὶν αἱ φυσικαὶ τῶν ὁρωμένων διάφοροι θεωρίαι, κατὰ τὴν κάμηλον ἔχουσαι πρὸς μὲν αἴσθησιν, ὥσπερ πόδας, ἀκαθάρτους τὰς ἐπιφανείας τῶν ὁρατῶν, πρὸς δὲ νοῦν, ὥσπερ κεφαλήν, καθαροὺς τοὺς ἐν αὐτοῖς ὑψηλοτέρους ἐν πνεύματι λόγους.
Καὶ τάχα περὶ τούτων τῶν καμήλων τὴν δόξαν τῆς νοουμένης Ἱερουσαλὴμ προφητικῶς ὁ μέγας προδεικνὺς Ἡσαΐας ἔφη καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ(31), τουτέστιν αἱ πνευματικαὶ θεωρίαι τῶν κατὰ φύσιν παθῶν. ‘Ἔκκρισις’ γὰρ Μαδιὰμ ἑρμηνεύεται ἢ ‘πηλὸς αἱματώδης ἢ ἱδρῶτες ἀνθρώπινοι καὶ μητρός,’ Γεφὰρ δὲ ‘κτῆσις νώτου,’ ὅπέρ ἐστι θεωρία εἰς ὕψος αἰρομένη τῶν περὶ σάρκα παθῶν, ψυχῆς δὲ νῶτον, ὡς ὀπίσθιον, ἡ σάρξ· οἷς, καθάπερ πόλιν ἁγίαν, τὴν πνευματικὴν τῆς εἰρηνικῆς καὶ ἀστασιάστου τῶν μυστικῶν θεαμάτων γνώσεως λῆξιν, οἷα τείχεσι, καλύπτεσθαί φησιν ὁ λόγος.
Δηλοῖ δὲ τὴν ἀποδοθεῖσαν δύναμιν καὶ αὐτὸς ὁ ἀριθμός(32), τὴν περὶ φύσιν καὶ χρόνον λογικὴν σημαίνων κίνησιν.
Καὶ ἵπποι ἑπτακισχίλιοι ἑπτακόσιοι τριακονταέξ. Ἵππος ἐστὶν ὁ ἐν τῷ δρόμῳ τῶν ἀρετῶν κατὰ τὸν βίον ἔχων ὅλην τοῦ θυμοῦ τὴν εὐτονίαν. Φασὶ γὰρ τοῦ ἵππου τὴν χολὴν εἰς τὰς κατὰ φύσιν τῶν ποδῶν ὠτειλὰς εἶναι. Διὸ καὶ πάντων τῶν λοιπῶν ἡμέρων ζῴων καὶ τῇ φύσει τῶν ἀνθρώπων ὑπεζευγμένων ἐκρίθη μᾶλλον πρὸς δρόμον ἐπιτηδειότερός τε καὶ δυνατώτερος· οἷς παρεικάσας τοὺς ἁγίους ἀποστόλους ὁ μέγας προφήτης Ἀμβακοὺμ διὰ τοῦ Πνεύματός φησι καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά, ἵππους καλέσας τοὺς ἁγίους καὶ μακαρίους ἀποστόλους, τὸν σωτήριον τῆς ἀληθείας λόγον βαστάζοντας ἐνώπιον ἐθνῶν καὶ βασιλέων ἐν παντὶ τῷ κόσμῳ, ὃν τροπικῶς ὠνόμασε θάλασσαν· καὶ τὰ ἔθνη παρείκασεν ὕδασι, διὰ τῆς ἐν τῷ λόγῳ τοῦ Πνεύματος μεγάλης δυνάμεως ταρασσόμενά τε καὶ σειόμενα, καὶ τῷ σωτηρίῳ σεισμῷ μεταβιβαζόμενα πρὸς πίστιν ἐξ ἀπιστίας καὶ πρὸς ἐπίγνωσιν ἐξ ἀγνωσίας καὶ ἀπὸ κακίας εἰς ἀρετήν.
Δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς τῶν ἵππων ὁ ἀριθμός (7.736)(33), τὴν κατ᾽ ἀρετὴν τῆς πρακτικῆς φιλοσοφίας ἕξιν τυπῶν. Ὁ γὰρ ἑπτακισχίλια ἑπτακόσια ἀριθμὸς ὡς χρονικὸς σημαίνει τὴν ἐν ἀρεταῖς ὀξεῖαν κίνησιν, ὁ δὲ τριακονταὲξ τὴν ταῖς ἀρεταῖς συντρέχουσαν τῆς φύσεως πρᾶξιν.
Ἡμίονοι δὲ ὀκτακόσιοι τεσσαρακονταπέντε. Ἡμίονός ἐστι κατὰ τὸν ἐπαινούμενον λόγον ἡ παντελῶς κατὰ κακίαν ἄγονος ἕξις. Διὸ πάνυ τῷ πνεύματι τῆς Γραφῆς προσφυῶς τε καὶ πρεπόντως ὁ βασιλεύειν λαχὼν τοῦ Ἰσραὴλ οὐχ ἵππῳ ἀλλ᾽ ἡμιόνῳ καθέζεσθαι προσετάγη, τοῦ λόγου δηλοῦντος ὅτι δεῖ τὸν θεωρητικὸν νοῦν, βασιλεύοντα τῶν ἐν τοῖς οὖσι νοημάτων τε καὶ θεαμάτων καὶ τῶν οἰκείων κινημάτων, ἕξιν ἄγονον ἔχειν κακίας, τουτέστι κακίαν μήτε συλλαμβάνουσαν παντελῶς μήτε τίκτουσαν· ἐφ᾽ ἧς αὐτὸν δεῖ περὶ θεωρίαν κινούμενον φέρεσθαι, μήπως, πνευματικὴν ποιούμενος τὴν τῶν ὄντων διάσκεψιν, λαθὼν περιπέσῃ τινὶ τῶν παραφθείρειν διά τινος τῶν αἰσθητῶν πεφυκότων πονηρῶν πνευμάτων τὴν ἁγνὴν τῆς καρδίας διάθεσιν.
Οἴδαμεν δὲ καὶ ἐπὶ ψόγῳ κειμένην τῇ Γραφῇ τὴν ἡμίονον, ὡς τὸ μὴ γίνεσθε ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, ἵππον καλέσαντος τοῦ λόγου τὴν χρεμετίζουσαν ἕξιν ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ἡμίονον τὴν τὸ καλὸν μήτε συλλαμβάνουσαν μήτε τίκτουσαν ἕξιν, ἃς ἀπηγόρευσεν ὁ λόγος ἰσοτίμως τοῖς σωτηρίας ἐφιεμένοις, τὴν μὲν ὡς ἐνεργητικὴν κακίας, τὴν δὲ ὡς ἀρετῆς ἀπραξίαν ἔχουσαν. Καὶ ἡ Ἀβεσσαλὼμ δὲ ἡμίονος ἐπὶ ψόγῳ λαμβάνεται· ἐφ᾽ ἧς καθίσας ἐξῆλθε τὸν θάνατον ἐπιζητῶν τοῦ γεννήσαντος, δηλοῦντος ἐν τούτοις τοῦ Πνεύματος ὡς ὁ κενοδοξίᾳ τινὶ δι᾽ ἀρετὴν ἢ γνῶσιν τρωθείς, τὴν κόμην ματαίως διατρέφων τῆς οἰήσεως ἐπιτετεχνασμένην τε καὶ μικτήν, ὥσπερ ἡμίονον πρὸς ἀπάτην τῶν θεωμένων τὴν ἠθικὴν ἐπιδείκνυται πολιτείαν· ἐφ᾽ ἧς αἰωρούμενος οἴεται τὸν γεννήσαντα διὰ τῆς διδασκαλίας τοῦ Λόγου πατέρα χειρώσασθαι, πᾶσαν βουλόμενος τὴν τῷ πατρὶ προσοῦσαν θεόθεν δόξαν τῆς ἀρετῆς καὶ τῆς γνώσεως, ὡς ὑπερήφανος, εἰς ἑαυτὸν τυραννικῶς ἐφελκύσασθαι.
Ἀλλ᾽ ὁ τοιοῦτος, ἐξελθὼν εἰς τὸ πλάτος(34) τῆς ἐν πνεύματι φυσικῆς θεωρίας πρὸς τὸν ὑπὲρ ἀληθείας λογικὸν πόλεμον, διὰ τὴν ζῶσαν αἴσθησιν τῷ δάσει τῆς δρυὸς τῶν ὑλικῶν θεαμάτων κρατεῖται τῆς κόμης, αὐτὴν ἔχων δεσμοῦσαν τὸν νοῦν πρὸς θάνατον τὴν διάκενον οἴησιν, τὴν κρεμνῶσαν αὐτὸν ἀναμέσον τοῦ οὐρανοῦ καὶ ἀναμέσον τῆς γῆς. Οὐ γὰρ ἔχει γνῶσιν ὁ κενόδοξος καθάπερ οὐρανὸν ἀνέλκουσαν αὐτὸν τῆς κατασπώσης οἰήσεως, οὐδ᾽ αὖ πάλιν γῆν—τὴν ἐν τῇ ταπεινώσει λέγω βάσιν τῆς πράξεως—καθέλκουσαν αὐτὸν τῆς ἀνασπώσης αὐτὸν φυσιώσεως· ὃν πενθεῖ καὶ θανόντα, διὰ φιλανθρωπίαν, ὡς φιλόθεος, ὁ γεννήσας διδάσκαλος μιμήσει Θεοῦ, μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.
Ἵνα δὲ καὶ κατ᾽ ἄλλον τρόπον θεωρήσωμεν τὸν τόπον, Δαβὶδ τὸν πρακτικὸν νοῦν σαφῶς παραδείκνυσιν, Ἀβεσσαλὼμ δὲ τὴν ἐκ τοῦ πρακτικοῦ κατὰ τὴν τοῦ νοῦ πρὸς αἴσθησιν συνουσίαν τικτομένην οἴησιν. Αἴσθησις γάρ ἐστιν ἡ θυγάτηρ τοῦ βασιλέως Γεσσούρ, ἣν λαβὼν ὁ Δαβὶδ τὸν Ἀβεσσαλὼμ ἐγέννησεν. Ἑρμηνεύεται δὲ Γεσσοὺρ ‘ὁδηγία τοίχου.’ Τοῖχος δὲ τὸ σῶμα προδήλως καθέστηκεν, ὁδηγία δὲ τοῦ σώματός ἐστιν ὁ νόμος τοῦ σώματος, ἤγουν ἡ αἴσθησις, ἐξ ἧς γεννᾶται Ἀβεσσαλώμ, ‘πατρὸς εἰρήνη νομιζομένη’ ἑρμηνευόμενος, ὅπέρ ἐστι σαφῶς ἡ οἴησις. Νομίζοντες γὰρ εἰρηνεύειν παθῶν, συνιστῶμεν τὴν οἴησιν· ἣν ἐπαναστᾶσαν αὐτῷ γνοὺς ὁ μέγας Δαβίδ, ἅτε γνώσει τὴν πρᾶξιν διατελῶν καὶ τὴν σκηνὴν καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν ἀφείς, φεύγει πέραν τοῦ Ἰορδάνου πρὸς τὴν γῆν Γαλαάδ, τουτέστιν εἰς τὴν ‘μετοικίαν τοῦ πένθους’ ἢ τὴν ‘μετοικίαν τῆς μαρτυρίας’ ἢ τὴν ‘ἀποκάλυψιν αὐτῶν,’ ἀνάξιον ἑαυτὸν κρίνας, διὰ τὴν ἐπαναστᾶσαν οἴησιν, τῆς ἁγίας σκηνῆς, τουτέστι τῆς μυστικῆς θεολογίας, καὶ τῆς Ἱερουσαλὴμ τουτέστι τῆς εἰρηνικῆς καὶ τῶν θείων ἐποπτικῆς γνώσεως, καὶ τῆς Ἰουδαίας, τουτέστι τῆς ἐπὶ χαρᾷ τῆς πράξεως ἐξομολογήσεως.
Πρὸς γὰρ τὸ πένθος μετοικίσας(35) ὁ νοῦς τὰς οἰκείας δυνάμεις καὶ τὴν τῶν πρώην πεπραγμένων καθάπερ μαρτυρίαν συνείδησιν καὶ τὴν μνήμην τῶν κατ᾽ εἶδος πλημμεληθέντων—τοῦτο γάρ ἐστιν ἀποκάλυψις αὐτῶν—καὶ ἁπλῶς εἰπεῖν εἰς τὸν πρὸ τῆς χάριτος χρόνον τῇ διανοίᾳ γενόμενος—τοῦτο γάρ ἐστι πέραν τοῦ Ἰορδάνου γενέσθαι—, καθ᾽ ὃν τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἠλλοτρίωτο χάριτος, καὶ τὴν ἰδίαν ἐπιγνοὺς ἀσθένειαν καὶ τὴν ἰσχυρὰν καὶ ἀντίθετον τῆς οἰήσεως κτησάμενος ταπεινοφροσύνην, διὰ τῆς τῶν οἰκείων συναισθήσεως διαπερῶσαν πρὸς αὐτόν, ὄντα ἐν πένθει καλῷ, τὴν τύραννον οἴησιν ἀποκτέννει καὶ πρὸς τὴν οἰκείαν πάλιν ἐπανέρχεται δόξαν καὶ τῆς γῆς κρατεῖ τοῦ Ἰούδα καὶ τῆς Ἱερουσαλήμ, βασιλεύει καὶ τῇ ἁγίᾳ σκηνῇ τοῦ Θεοῦ λατρεύει τὴν ἀκήρατον καὶ ἄμωμον λατρείαν.
Ἀλλ᾽ ἐπανέλθωμεν πρὸς τὸν ἀριθμὸν τῶν ἡμιόνων τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἀπολυθέντων Ἰουδαίων, τὸν ἐν αὐτῷ πνευματικὸν κατὰ δύναμιν ἐποψόμενοι λόγον. Ἡμίονοι, φησίν, ὀκτακόσιαι τεσσαρακονταπέντε. Δηλοῖ δὲ ὁ παρὼν ἀριθμὸς τὴν τοῦ νοῦ κατὰ τὴν ἄγονον ἕξιν τῆς κακίας, τουτέστι τὴν μὴ τίκτουσαν κακίαν ἕξιν, πρός τε τὰ αἰσθητὰ καὶ τὴν αἴσθησιν τελείαν ἀπάθειαν. Ὁ γὰρ ὀκτακόσια(36) σημαίνει τὴν χαρακτηριστικὴν τοῦ μέλλοντος αἰῶνος ἀπάθειαν, ἐπαινετῶς λαμβανόμενος, ὁ δὲ τεσσαράκοντα τὰ αἴσθητα, καὶ ὁ πέντε τὰς αἰσθήσεις.
Ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. Ὑποζύγιόν ἐστι τὸ ὑπεζευγμένον τῇ ψυχῇ σῶμα πρὸς ἀχθοφορίαν τῶν ὑπὲρ ἀρετῆς κατὰ τὴν πρᾶξιν καμάτων τε καὶ πόνων, ἤγουν ἡ κατ᾽ ἀρετὴν τοῦ σώματος ἕξις. Καὶ τάχα τοιούτους ὄνους ἔχοντες οἱ τοῦ μεγάλου Ἰακὼβ υἱοὶ πρὸς ἀποτροφὴν τὸν ἐξ Αἰγύπτου σῖτον μετέφερον πρὸς τὴν γῆν τῆς ἐπαγγελίας, τὴν ἐκ τῆς φυσικῆς θεωρίας, ὡς ἐξ Αἰγύπτου σῖτον, τοῖς μαρσίπποις τῶν διανοιῶν ἀποκλεισθεῖσαν πνευματικὴν γνῶσιν διὰ πράξεως ἐπιτιθέντες τοῖς σώμασι καὶ πρὸς τὴν μέλλουσαν ζωὴν μετακομίζοντες. Ὁ δὲ τούτων ἀριθμὸς (5.525) τῶν ὄνων, σφαιρικὸς(37) ὅλος ὑπάρχων, δηλοῖ τὴν ὡσαύτως ἔχουσαν κίνησιν τῆς κατ᾽ ἀρετὴν περὶ πρᾶξιν σωματικῆς ἕξεως, καὶ ἀτρέπτως τῷ λόγῳ τῆς γνώσεως συμφερομένην. Μόνην γὰρ καλοῦσιν ἄτρεπτον τὴν σφαιρικὴν κίνησιν, ὡς ὁμαλότητα διὰ πάντων παρὰ τὰς λοιπὰς τῶν ὄντων κινήσεις ἔχουσαν, οἱ περὶ ταῦτα δεινοί.
Ταῦτα μὲν κατὰ τόνδε τὸν τρόπον ἡμῖν εἰρήσθω, τῆς ἡμῶν κατὰ τὸ νοεῖν τε καὶ λέγειν οὐκ ἀπολειπόμενα δυνάμεως. Εἰ δέ τις βούλεται πάλιν τῆς Ἐκκλησίας ἐν τούτοις προδιατυποῦσθαι λέγειν τοὺς διαφόρους βαθμοὺς τῶν πιστευόντων, καὶ οἷον εἰπεῖν διαθέσεις, ἄνδρες εἰσὶν οἱ τὸ μέτρον ἐφθακότες κατὰ τὸ ἐφικτὸν τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ καὶ κατ᾽ ἀγάπην αὐθαιρέτῳ γνώμῃ τὴν ἀρετὴν κατορθοῦντες· παῖδές εἰσι καὶ παιδίσκαι οἱ φόβῳ τῶν ἠπειλημένων αἰωνίων κολάσεων ὑπερχόμενοι τὸ βάρος τῆς πρακτικῆς φιλοσοφίας· ψάλται δὲ οἱ καλῶς τὸν περὶ πρακτικῆς ἐξηγούμενοι λόγον καὶ τὰ πάθη τῶν ἄλλων ἐξιώμενοι· ψαλτῳδοὶ δὲ οἱ τὸ κάλλος τῆς γνώσεως τῶν θείων λόγων διὰ θεωρίας ἐκφαίνοντες καὶ τῶν ἄλλων ἀπελαύνοντες ὥσπερ ζόφον τὴν ἄγνοιαν· κάμηλοι δὲ οἱ τὸ σκολιὸν τῆς γνώμης ἐξημεροῦντες τῷ λόγῳ πρὸς ἀρετήν· ἵπποι δὲ οἱ· τὸ στάδιον τοῦ κατὰ Θεὸν βίου καλῶς διατρέχοντες· ἡμίονοι δὲ οἱ μιγάδες τὸ ἦθος καὶ ἐν τῷ κοινῷ τὸ φιλόσοφον ἀβλαβῶς ἐπιδεικνύμενοι· ὄνοι ἤγουν ὑποζύγια οἱ κατὰ τὴν πρᾶξιν ἔχοντες τὸ μοχθεῖν καὶ τὸν λόγον ἐπιβαίνοντα διὰ θεωρίας δεχόμενοι. Τούτους γάρ τις συναγαγὼν τῆς ἁγίας Ἐκκλησίας ἀθροίσει τὸ πλήρωμα, πολλοῖς καὶ διὰ πολλῶν ἀρετῆς ὡραϊσμένον κάλλεσι.
Τῆς μὲν οὖν τῶν ἀπορηθέντων πνευματικῆς θεωρίας ὁ λόγος ἐνταῦθα, κατ᾽ ἐμὲ φάναι, τὸ πέρας εἴληφεν. Εἰ δέ τις εὑρεθῇ πλούτῳ κομῶν χάριτος γνωστικῆς, καὶ κατὰ τὸν μέγαν Σαμουὴλ νοητῶς βλέπων τὰ ἔμπροσθεν, ἀποκαλύψει σαφῶς ἡμῖν τὴν τῷ ῥητῷ τῶν γεγραμμένων κεκαλυμμένην διάνοιαν τὸ ὑψηλὸν φῶς τῆς ἐν ὅλοις ἀληθείας γνωστικῶς ἀπαστράπτουσαν, πείθων τοὺς μαθεῖν δυναμένους ὡς οὐδὲν ἀκαίρως οὐδὲ μάτην τῷ ἁγίῳ Πνεύματι γέγραπται, κἂν ἡμεῖς χωρεῖν οὐ δυνάμεθα, πάντα δὲ μυστικῶς καὶ εὐκαίρως καὶ τῆς ἀνθρωπίνης ἕνεκα σωτηρίας, ἧς ἀρχὴ καὶ τέλος ἐστὶν ἡ σοφία, φόβον(38) μὲν ἀρχομένη πρῶτον δημιουργοῦσα καὶ πόθον ὕστερον τελειουμένη συνιστῶσα, μᾶλλον δὲ φόβος(39) αὐτὴ κατ᾽ ἀρχὰς δι᾽ ἡμᾶς οἰκονομικῶς γινομένη, ἵνα παύσῃ κακίας τὸν ἐραστήν, καὶ πόθος ὕστερον φυσικῶς εὑρισκομένη δι᾽ ἑαυτὴν κατὰ τὸ τέλος, ἵνα πληρώσῃ γέλωτος νοητοῦ τοὺς τὴν αὐτῆς πάντων τῶν ὄντων ἀλλαξαμένους συμβίωσιν.
Τοιούτους ἐγὼ ἀναγράφεσθαι ἄνδρας τῷ Πνεύματι πεπίστευκα, τοιούτους παῖδας καὶ παιδίσκας, τοιούτους ψάλτας καὶ ψαλτῳδούς, τοιαύτας καμήλους, τοιούτους ἵππους, τοιαύτας ἡμιόνους καὶ τοιούτους ὄνους, οὓς γράφειν οἷδε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ οὓς σωματικὴ περιγράφειν πέφυκεν αἴσθησις, ἀλλ᾽ οὓς ὑποδέχεται νοῦς καθαρὸς τῷ καλάμῳ τυπουμένους τῆς χάριτος.
ΣΧΟΛΙΑ
1. Πεπληρωμένη χάρις τοῦ Πνεύματος ἐστιν, ἡ κατά τήν δύναμιν καί τήν ἕξιν καί τήν ἐνέργειαν περιληπτική πασῶν τῶν εἰς ἀνθρώπους κατά Χριστόν τελείους φθανουσῶν γνώσεων σοφία· δι᾿ ἧς ὁ νοῦς τῶν κατ᾿ αἴσθησιν τύπων ἔξω γενόμενος, πάσης γυμνοῖς ποικιλίας προσβάλλει τοῖς τε τῶν γεγενημένων καί τῶν γεγραμμένων λόγοις, τούς ἐν αὐτοῖς θείους χαρακτῆρας εἰς μιᾶς περί ἑαυτόν θεοπρεποῦς μορφῆς συνάγων συμπλήρωσιν· καθ᾿ ἥν πάντων ὡς ἐφικτόν τῶν ὄντων ἑνοειδῶς τήν ἀδιαίρετον ὑποδέχεται γνῶσιν δι' ἧς ἀστράπτον ὑποφαίνεσθαι πέφυκε τῆς ἀληθείας τό φέγγος.
2. Οἱ κατ᾿ ἀλήθειαν γνωστικοί, τῶν ἐν ταῖς Γραφαῖς, φησί, μυστηρίων τούς λόγους διδάσκοντες, ὡς παραδείγμασι τοῖς καθ᾿ ἱστορίαν κέχρηνται τύποις, πρός τήν τῶν διδασκομένων ἀναγωγήν, ἁρμόζοντες τῷ τῆς ἱστορίας γράμματι τό πνεῦμα τῆς θεωρίας· ἵνα ὅ τε τύπος διά τήν αἴσθησιν, καί διά τόν νοῦν ὁ λόγος περί τόν ἄνθρωπον σώζωνται, τόν ἐκ ψυχῆς καί σώματος, περί ἅ πέφυκεν ὑπάρχειν ὅ τε νοῦς καί ἡ αἴσθησις, ὡς ἑνός ἀνθρώπου τυγχάνοντα.
3. Αἶνός ἐστι λόγος θείας μηνυτικός καλλονῆς· αἴνεσις δέ ἐστι, σχέσις αἰνοῦντος καί αἰνετοῦ, τουτέστιν ἀφήγησις τῶν μηνυτικῶν τῆς θείας εὐπρεπείας λόγων· καθ᾿ ἥν ἡ τῆς γνώσεως ἕξις συνίστασθαι πέφυκε, μεταποιοῦσα πρός τό αἰνετόν τό αἰνοῦν. Θυσία δέ ταύτης ἐστί τῆς αἰνέσεως, οὐ μόνον ἡ τῶν παρά φύσιν παθῶν τελεία νέκρωσις, καί τῶν κατά φύσιν ὑπέρθεσις, ἀλλά καί ἡ πρός Θεόν παντελής τοῦ αἰνοῦντος προσαγωγή.
4. Ἡ μή χαλινουμένη τῷ θείῳ φόβῳ κατά τήν πρᾶξιν γνῶσις, τῦφον ἐργάζεται, φησίν, ὡς οἰκεῖον τό δεδανεισμένον προβάλλεσθαι πείθουσα τόν ἐπ᾿ αὐτῇ τυφωθέντα, πρός οἰκεῖον ἔπαινον τόν ἔρανον τοῦ λόγου ποιούμενον. Ἡ δέ πρᾶξις τῷ θείῳ συναυξάνουσα πόθῳ, τῶν ὑπέρ τά πρακτά μή λαμβάνουσα γνῶσιν, τόν πρακτικόν ἐργάζεται ταπεινόφρονα, τοῖς ὑπέρ τήν οἰκείαν δύναμιν λόγοις πρός ἑαυτόν συστελλόμενον.
5. Ὁ τῶν παρά φύσιν παθῶν διά τῆς εἰς Θεόν πίστεως καί ἀγάπης νικήσας τάς παραλόγους κινήσεις, καί αὐτοῦ τοῦ κατά φύσιν ἔξω γίνεται νόμου, φησί, καί πρός τήν χώραν τῶν νοητῶν ὅλος μεταβιβάζεται, καί τό κατά φύσιν ὁμόφυλον, μετά τῶν προσγενομένων αὐτοῖς, τῆς ἀλλοτρίας ἑαυτῷ συνεκβάλλει δουλείας.
6. Ὑπό φύσιν μέν ἐστι πᾶν ὅ καθοτιοῦν ἤ ὑποκείμενον, ἤ καθ᾿ ὑποκειμένου, ἤ ἐν ὑποκεμένῳ εἶναι πέφυκεν· ἐξ ὧν οἱ ὅροι συνάγονται τῶν ὁριστῶν. Τά γάρ συμπληροῦντα τάς διαφόρους τῶν ὄντων φύσεις, εἰς τούς αὐτῶν συμπαραλαμβάνεσθαι πέφυκεν ὁρισμούς, πρός τήν ἀκριβῆ τοῦ σημαινομένου δήλωσιν, ὡς ἐν τῷ ὑποκειμένῳ, καί σύν τῷ ὑποκειμένῳ φυσικῶς ὑφιστάμενα· καί ἐξ ὧν τό ὑποκείμενον, καί ἐν οἷς ἔχει τήν γένεσιν· ἀλλ᾿ οὐκ ἔξωθεν ἐπιθεωρούμενα. Τά δέ περί φύσιν ἐστί τά προεπινοούμενά τε καί συνεπινοούμενα· τό μέν, ὅτι ποῦ καί πότε πάντως ἡ τῶν ὄντων ὑπέστη γένεσις· τό δέ, ὅτι ἅμα τῇ πρώτῃ γενέσει τῶν ὄντων, συνεπεθεωρήθη καί ἡ καθόλου τῶν ὄντων θέσις καί κίνησις, ἅπερ ἐστί χρόνος καί τόπος, ἐν οἷς κατά τήν ἔξωθεν θέσιν, καί τήν πρός ἀρχήν κίνησιν ἡ φύσις ἐστίν, ἀλλ᾿ οὐ καθ᾿ ὑπόστασιν· οὐ γάρ ἐξ αὐτῶν ἡ φύσις, ἀλλ᾿ ἐν αὐτοῖς ἔξωθεν ἔχει τήν ἀρχήν τοῦ εἶναι, καί τήν θέσιν. Ὅταν οὖν τῶν γενῶν καί εἰδῶν καί ἀτόμων μόνους τοῦ εἶναι σκοπῶμεν τούς λόγους, τάς τούτων συστατικάς τοῖς αὐτῶν κατ᾿ οὐσίαν λόγοις διαφοράς συμπαραλαμβάνομεν· ὅταν δέ γενεαλογῶμεν, τό ποῦ καί πότε πάντως, τουτέστι, χρόνον καί τόπον ἐξ ἀνάγκης τοῖς οὖσι συμπαραλαμβάνομεν, ἀρχήν καί θέσιν σκοποῦντες, ὧν ἄνευ τῶν γενητῶν οὐδέν καθάπαξ ὑφέστηκεν. Τῆς γάρ κατά τήν ἀρχήν καί τήν θέσιν περιγραφῆς οὐδέν ἐστι τῶν ὄντων ἐλεύθερον.
7. Ἱερουσαλήμ, καί οὐράνιον οἰκητήριόν ἐστιν, ἡ κατ᾿ ἀρετήν ἀπαθής ἕξις, καί ἡ μηδέν ἔχουσα πλάνης πολεμοῦν αὐτῇ νόημα, γνῶσις.
8. Ἡ γλῶσσα τῆς κατά ψυχήν γνωστικῆς ἐστιν ἐνεργείας, φησί, σύμβολον· ὁ δέ λάρυγξ, τῆς πρός τό σῶμα φυσικῆς φιλαυτίας τεκμήριον. Ὁ γοῦν ταύτας ψεκτῶς κολλήσας ἀλλήλοις, μνησθῆναι τῆς κατ᾿ ἀρετήν καί γνῶσιν εἰρηνικῆς ἕξεως οὐ δύναται, τῇ συγχύσει διά σπουδῆς τῶν σωματικῶν ἡδόμενος παθῶν.
9. Ὁ Δαρεῖος, φησίν, εἰς τόν νόμον ἐλήφθη τῆς φύσεως· ὁ δέ νόμος τῆς φύσεως περιέχει καί τήν φύσιν καί τόν χρόνον, ὡς πάντων ἔχων τήν ἐξουσίαν τῆς χρήσεως τῶν τε κατά φύσιν καί περί φύσιν. Ὁ τοίνυν ὡς ἀπό Δαρείου τοῦ νόμου τῆς φύσεως ἐξερχόμενος νοῦς, ὑπεράνω δηλαδή γίνεται χρόνου καί φύσεως· μηδενί τῶν ὑπό φύσιν καί χρόνον νοημάτων κρατούμενος, ἵνα μή τάς τῶν φθαρτῶν εἰκόνας περιφέρων γένηται ναός εἰδώλων, ἀνθ᾿ ἑνός Θεοῦ, πολλάς ἔχων παθῶν ἀκαθάρτων προσκυνουμένας μορφάς.
10. Παῖδας ἐθεώρησε μή συναριθμουμένους μέν, συνεξιόντας δέ τοῖς κεκτημένοις, τούς τῶν οὐκ ἐφ᾿ ἡμῖν παθῶν λογισμούς, ὧν, κἄν εἰ μή ἡ γένεσις, ἀλλ᾿ ἡ χρῆσις ἐφ᾿ ἡμῖν ὡς δεσπόταις οὖσα, καθέστηκε, γυναῖκας δέ τάς ἐκ τῶν οὐκ ἐφ᾿ ἡμῖν παθῶν ἐπιγινομένας χωρίς διαβολῆς τῶν κατά φύσιν ὀρέξεις· ἅς ἑαυτῷ συνεξάγει πρός τήν κατά Θεόν ἐλαύνων ζωήν, ἵνα μή γένωνται τῇ τῶν παρά φύσιν δουλείᾳ κατάσχετοι παθῶν.
11. Τήν αἰτίαν λέγει, δι᾿ ἥν οὐ συνηρίθμησε τοῖς ἀνδράσιν ὁ λόγος τούς παῖδας καί τάς γυναῖκας.
12. Ὥσπερ τέλος κινηθείσης μονάδος ἐστίν ἡ μυριάς, καί ἀρχή μή κινηθείσης μυριάδος ἐστίν ἡ μονάς (ἀρχή γάρ παντός τέλους, ἡ κατ᾿ αὐτό σαφῶς ἀκινησία καθέστηκε· καί τέλος πάσης ἀρχῆς, ἡ τῆς κατ᾿ αὐτήν κινήσεως ὑπάρχει συμπλήρωσις) οὕτω καί ἡ πίστις ἀρετῶν ἀρχή κατά φύσιν ὑπάρχουσα, τέλος ἔχει τοῦ δι᾿ αὐτῶν ἀγαθοῦ τήν συμπλήρωσιν· καί τό κατά φύσιν ἀγαθόν, ὡς ἀρετῶν τέλος ἀρχήν ἔχον τήν πίστιν, πρός αὐτήν ἐνδιαθέτως συνάγεται. Πίστις γάρ ἐστιν ἐνδιάθετον ἀγαθόν καί ἀγαθόν ἐστιν ἐνεργηθεῖσα πίστις. Πιστός δέ κατά φύσιν καί ἀγαθός ἐστιν ὁ Θεός· τό μέν, ὡς πρῶτον ἀγαθόν· τό δέ, ὡς ἔσχατον ὀρεκτόν. Ταὐτόν δέ ταῦτα παντί τρόπῳ καθέστηκεν ἀλλήλοις ὄντα, μηδενί λόγῳ πλήν τοῦ κατ᾿ ἐπίνοιαν ἀλλήλων παντελῶς διαιρούμενα, διά τήν ἀπ᾿ αὐτοῦ τῶν ἀρχομένων, καί εἰς αὐτόν ληγόντων κίνησιν. Ἄρα ἡ μυριάς ἐσχάτου ὀρεκτοῦ φέρουσα τύπον, τῶν πρός αὐτό κινουμένων τελείαν περιγράφει τήν ἔφεσιν· καί ἡ μονάς πρώτου ἀγαθοῦ φέρουσα σύμβολον, τῶν ἀπ᾿ αὐτοῦ κινουμένων τελείαν ἐπιφέρεται βάσιν. Οὐκοῦν τέσσαρες μυριάδες εἰσί, τό καθ᾿ ἑκάστην γενικήν ἀρετήν ἀναλόγως κατ᾿ ἐνέργειαν δεικνύμενον τέλειον ἀγαθόν.
13. Ὁ μετά τήν φυγήν τῆς κακίας ἁπλῶς τῇ ἀργίᾳ τῆς ἁμαρτίας φυλάξας, φησί, τήν δεκάδα τῶν ἐντολῶν· καί πάλιν τήν ἑκάστης πρᾶξιν ἐντολῆς τελείαν τῶν ἄλλων δείξας περίληψιν, ὡς πασῶν ἐν ἑκάστῃ κατά τήν ἑκάστης πρᾶξιν θεωρουμένων, τήν δεκάδα πεποίηκεν ἑκατοντάδα (ἡ γάρ ἑκάστης ἐντολῆς τελεία κατ᾿ ἐνέργειαν τήρησις τῶν λοιπῶν ἐστι πρᾶξις πεπληρωμένη), καί πάλιν τήν κατά φύσιν τούτων τελείαν ἐπιστημονικῶς διάκρισιν ἐσχηκώς, τήν ἑκατοντάδα πεποίηκε χιλιάδα. Καί τέλος τοῖς τούτων κατά νοῦν γυμνοῖς προσβαλών κατά τήν θεωρίαν λόγοις, πεποίηκε μυριάδα τήν χιλιάδα, ἀπό τῆς κατά τήν πρᾶξιν διαστολῆς, ἐπί τήν κατά τήν θεωρίαν ἑναδικήν συναγόμενος μονάδα. Καί συντόμως εἰπεῖν, ὁ τῇ τελείᾳ τῆς κακίας ἀποφυγῇ τηρήσας ἀπαραβάτους τάς ἐντολάς, καί τελείαν αὐτῶν τήν πρᾶξιν ἐπιδειξάμενος, καί πληρεστάτην αὐτῶν κατορθώσας τήν κατά φύσιν διάκρισιν, καί τελείαν αὐτῶν διανύσας τήν πνευματικήν θεωρίαν, οὗτος τάς τέσσαρας ἔσχε μυριάδας, τῷ καθ᾿ ἑκάστην προκοπήν τελείῳ λόγῳ συναγομένας· τό γάρ τέλειον ἀδιαστάτως ὁμοῦ, τούς τε τῆς ἀρχῆς καί τοῦ τέλους ἔχει τούς λόγους.
14. Ἠργμένον λέγει τό κακόν (ἀρχήν γάρ ἔχει τήν ἡμῶν παρά φύσιν κίνησιν), οὐκ ἠργμένον δέ, τό ἀγαθόν (πρό παντός γάρ αἰῶνος καί χρόνου φύσει τό ἀγαθόν)∙ νοητόν λέγει τό ἀγαθόν, ὅπερ δεῖ μόνον νοεῖν· οὐ νοητόν δέ τό κακόν, ὅπερ δεῖ μόνον μή νοεῖν. Ῥητόν λέγει τό ἀγαθόν (αὐτό γάρ δεῖ μόνον λαλεῖσθαι), οὐ ῥητόν δέ κακόν (αὐτό γάρ δεῖ μόνον μή λαλεῖσθαι). Καί γινόμενον λέγει τό ἀγαθόν (κατά φύσιν γάρ ὑπάρχον ἀγέννητον κατά χάριν διά φιλανθρωπίαν παρ᾿ ἡμῶν ἀνέχεται γίνεσθαι, πρός τήν ἡμῶν τῶν ποιούντων καί λαλούντων καί νοούντων ἐκθέωσιν), ὅπερ δεῖ μονώτατον γίνεσθαι· οὐ ποιούμενον δέ τό κακόν, ὅπερ δεῖ μόνον μή γίνεσθαι. Φθαρτόν λέγει τό κακόν (φθορά γάρ ἐστιν ἡ τοῦ κακοῦ φύσις οὐδαμῶς κατ᾿ οὐδέν ὕπαρξιν ἔχουσα), ἄφθαρτον δέ τό ἀγαθόν, ὡς ἀεί ὄν, καί μήποτε τοῦ εἶναι παυόμενον καί πάντων οἷς ἄν ἐγγένηται φρουρητικόν. Τοῦτο γοῦν, τῷ μέν λογιστικῷ ζητοῦμεν· τῷ δέ ἐπιθυμητικῷ, ποθοῦμεν· τῷ δέ θυμικῷ, φυλάττομεν ἄσυλον· τῷ δ' αἰσθητικῷ, κατ᾿ ἐπιστήμην ἀμιγές αὐτό τῶν ἐναντίων διακρίνομεν· τῷ δέ φωνητικῷ λαλοῦντες αὐτό ποιοῦμεν φανερόν τοῖς ἀγνοοῦσι· καί τῷ γονίμῳ, πληθύνομεν αὐτό, μᾶλλον δέ, ἀληθές εἰπεῖν, ἡμεῖς κατ᾿ αὐτό πληθυνόμεθα.
15. Πρώτην ἀπάθειαν λέγει, τήν πρός ἁμαρτίαν τοῦ σώματος κατ᾿ ἐνέργειαν ἀνέπαφον κίνησιν.
16. Δευτέραν ἀπάθειαν λέγει, τήν κατά ψυχήν τῶν ἐμπαθῶν λογισμῶν τελείαν ἀποβολήν· δι᾿ ἧς ἡ τῶν παθῶν ἀπομαραίνεται κατά τήν πρώτην ἀπάθειαν κίνησις, ἐξάπτοντας αὐτήν πρός ἐνέργειαν οὐκ ἔχουσαν τούς ἐμπαθεῖς λογισμούς.
17. Τρίτην ἀπάθειαν λέγει, τήν περί τά πάθη τελείαν τῆς ἐπιθυμίας ἀκινησίαν· δι᾿ ἥν καί ἡ δευτέρα γίνεσθαι πέφυκεν, τῇ τῶν λογισμῶν καθαρότητι συνισταμένη.
18. Τετάρτην ἀπάθειαν λέγει, τήν κατά διάνοιαν πασῶν τῶν αἰσθητῶν φαντασιῶν τελείαν ἀπόθεσιν· καθ᾿ ἥν ἡ τρίτη τήν γένεσιν εἴληφεν, οὐκ ἔχουσα τάς φαντασίας τῶν αἰσθητῶν εἰδοποιούσας αὐτῇ τῶν παθῶν τάς εἰκόνας.
19. Ἡ χιλιάς ἀπροσδεής τελειότητος ὑπάρχει μονάς· πασῶν γάρ τῶν πρό αὐτῆς μονάδων, καί ἑαυτῆς τόν λόγον ἔχει πληρέστατον. Διό καί συντιθεμένη μονάδος πάλιν, ἀλλ' οὐ δεκάδος ἐστί ποιητική. Μονάς γάρ τήν τῆς χιλιάδος διαδέχεται σύνθεσιν, ὥς φασιν οἱ τῶν ἀριθμῶν ἠκριβωκότες τήν δύναμιν. Εἰκότως οὖν τόν κατά θεολογίαν τριαδικόν σημαίνει λόγον, ἡ τῶν χιλίων τριάς· ὅν μετά τῆς τελείας ἀρετῆς ὁ τήν νοουμένην Βαβυλωνίαν ἀφείς ἔχων ἐξέρχεται.
20. Τό Ταῦ γράμμα σταυροῦ τύπος ἐστίν, ἐν τῷ σχήματι σώζων τοῦ σταυροῦ τήν ἐκτύπωσιν. Τό δέ Ἰῶτα, ὡς ἀκροστίχιον τοῦ Ἰησοῦ, τό φοβερόν ὄνομα σημαίνει. Τό δέ Ἦτα, ὡς ἀκροστίχιον καί αὐτό, ἀρετῆς ἦθος παραδηλοῖ παγιώτατον· ἅπερ πρός ἀριθμόν μυστικῶς μετεγκλώσας, θαῤῥῶν ἐξῆλθε κατά τῶν ἐναντίων δυνάμων Ἀβραάμ ὁ πατριάρχης, ὡς οἰκογενεῖς ἔχων τριακοσίους δέκα καί ὀκτώ· τουτέστι τόν τό πᾶν περιγράφοντα τῆς θεολογίας λόγον διά τοῦ τριακόσια, καί τό ἄῤῤητον μυστήριον τῆς θείας τοῦ Λόγου σαρκώσεως διά τούς δέκα· καί τόν τέλειον τῆς κατ᾿ ἀρετήν παγίας ἕξεως τρόπον διά τοῦ ὀκτώ· ἅπερ οἰκογενεῖς προσηγόρευσεν ὁ λόγος, ὡς τῆς καρδίας ὄντα τοῦ κτησαμένου θεῖα κατά χάριν γεννήματα.
21. Ὁ ἑκατόν ἀριθμός, τῆς θείας τῶν ἐντολῶν δεκάδος ἐστί δεκαπλασιασμός· πασῶν γάρ ἐστι καθ᾿ ἑκάστην ἐνεργουμένην δι᾿ ἀλλήλων τελεία περίληψις. Ἡ δέ δι᾿ ἀλλήλων τῶν θείων ἐντολῶν καθ᾿ ἑκάστην ἐνεργουμένη περίληψίς ἐστιν, ἡ παντελής καί ὁλόκληρος ἀρετή. Ἀρετή δέ τελεία ἐστίν ἡ σοφία. Σοφία δέ ἐστιν ἄπταιστος γνῶσις τῆς ἀληθείας. Ὁ τοίνυν ἀπταίστως γνοὺς τήν ἀλήθειαν ἑκατονταετής γέγονε κατά τόν μέγαν Ἀβραάμ, κατανοῶν καί αὐτός τό ἑαυτοῦ σῶμα νενεκρωμένον· τουτέστιν, ἀπογενομένην ὁρᾷ τήν κατ᾿ αἴσθησιν ζωήν, καί γεννᾷ τήν ἐν Πνεύματι ζῶσαν χαράν. Τοῦτο γάρ Ἰσαάκ ἑρμηνεύεται. Προνοίας οὖν ἐστι μή μόνον φυλάξαι κατά τὸν ἑαυτῆς λόγον τήν φύσιν, ἀλλά καί ποιῆσαι θείαν, ταῖς ἀρεταῖς τελείως ποιωθεῖσαν τήν γνώμην κατά τήν ἐπίκτητον σοφίαν, μεθ᾿ ἧς ἡ φύσις θεωρουμένη, τόν τριακόσια πέφυκεν ἀποτελεῖν ἀριθμόν.
22. Ὁ ἕξ ἀριθμός τήν τελείαν ἔχει τοῦ εἶναι τῶν ὄντων δήλωσιν. Ὁ δέ δέκα τήν τοῦ εὖ εἶναι σημαίνει τῶν ὄντων σύστασιν. Δεκαπλασιάσας οὖν τόν ἕξ, ἤ ἑξαπλασιάσας τόν δέκα τις, ποιεῖ τόν ἑξήκοντα, δηλοῦντα τήν κατ᾿ ἐνέργειαν τοῦ εὖ εἶναι τῶν ὄντων κατάστασιν.
23. Τῆς ἀπαθείας, φησίν, ἥν τό ἕβδομον ἔτος δηλοῖ, παραγενομένης, πρός τήν τῶν συγγενῶν ἐπανέρχονται θεωρίαν, ὅ τε λόγος καί ἡ διάνοια, λαβόντες ἐλευθερίαν, τῆς ἐπί τοῖς σωματικοῖς τρόποις τῶν ἀρετῶν ὑπουργίας.
24. Ἀνάρχου βασιλείας ἐστίν εἰκών ἡ τοῦ νοῦ περί τήν ἀληθῆ γνῶσιν ἀτρεψία καί ἡ τῆς αἰσθήσεως περί τήν ἀρετήν ἀφθαρσία, τῆς ψυχῆς καί τοῦ σώματος κατά τήν ἐν πνεύματι πρός τόν νοῦν τῆς αἰσθήσεως μεταποίησιν μόνῳ τῷ θείῳ νόμῳ τοῦ πνεύματος ἀλλήλοις συνδεδεμένων, καθ' ὅν τήν ἀεικίνητον τοῦ λόγου καί ζῶσαν διαπαντός ἔχουσι διϊκνουμένην ἐνέργειαν, ἐν ᾗ πᾶσα παντελῶς ἄπεστι πρός τό θεῖον ἀπέμφασις.
25. Ἐνεργουμένην ἐπιθυμίαν φασίν εἶναι τήν ἡδονήν, εἴπερ παρόν ἀγαθόν κατά τόν αὐτῆς ἐστιν ὁρισμόν. Ἀνενέργητον δέ ἡδονήν τήν ἐπιθυμίαν, εἴπερ μέλλον ἀγαθόν κατά τόν αὐτῆς ἐστιν ὁρισμόν. Τόν δέ θυμόν, μανίας μελετωμένης κίνησιν· καί τήν μανίαν θυμόν ἐνεργούμενον. Ὁ γοῦν ταύτας συνυποτάξας τῷ λόγῳ τάς δυνάμεις, εὑρήσει τήν μέν ἐπιθυμίαν αὐτῷ γινομένην ἡδονήν κατά τήν ἐν χάριτι πρός τό θεῖον τῆς ψυχῆς ἄχραντον συμπλοκήν· τόν δέ θυμόν, ζέσιν ἀκήρατον τῆς περί τό θεῖον ἡδονῆς φρουρητικήν, καί σώφρονα μανίαν, τῆς κατά τήν ἔφεσιν τῆς ψυχῆς περί τό θεῖον θελκτικῆς δυνάμεως ἀπό τῶν ὄντων τελείως ἐκστατικήν.
Οὐκοῦν ἕως ἐν ἡμῖν ὁ κόσμος ζῇ κατά τήν πρός τά ὑλικά τῆς ψυχῆς ἑκούσιον σχέσιν, οὐ δεῖ ταύταις παρέχειν ἐλευθερίαν ταῖς δυνάμεσι· μήπως μιγεῖσαι τοῖς αἰσθητοῖς ὡς ὁμοφύλοις, πολεμήσωσι τήν ψυχήν, καί λάβωσιν αὐτήν δορυάλωτον γεγενημένην τοῖς πάθεσιν, ὡς πάλαι τήν Ἱερουσαλήμ οἱ Βαβυλώνιοι. Τόν γάρ αἰῶνα, καθ᾿ ὅν τούς ἀλλοφύλους παῖδας ὁ νόμος δουλεύειν ἐκέλευσε, τήν πρός τόν κόσμον τοῦτον, ἤγουν τήν παροῦσαν ζωήν γνωμικήν τῆς ψυχῆς ἐσήμανε σχέσιν ὁ λόγος, διά τῶν ἱστορουμένων παραδεικνύς τά νοούμενα.
26. Ὁ ἑπτακισχίλια ἀριθμός ἐπαινετῶς ἐνταῦθα κείμενος, τήν χρονικήν καί παροῦσαν ζωήν ἀρετῇ καί λόγῳ σημαίνει κεκοσμημένην. Εἰ γάρ γραπτόν καί φυσικόν νόμον ὁ χίλια ἀριθμός, κατά τήν ἀποδοθεῖσαν ἐν ταῖς μυριάσιν ἔννοιαν, περί τόν βίον ἀλλήλοις σημαίνει τοῦ φιλοθέου συμπρέποντας, δῆλον ἐντεῦθεν ὡς ὁ ἑπτακισχίλια πᾶσαν τούτοις φρουρουμένην τήν ὑπό χρόνου δηλοῖ τοῦ φιλοθέου ζωήν∙ ὁ δέ τριακόσια, τήν ἐπί τό εἶναι κατά φύσιν, καί εὖ εἶναι κατά χάριν τῶν προνοουμένων δηλοῖ πρόνοιαν. Ὁ δέ ἑπτά, τήν ἐν τοῖς τρόποις ἀπάθειαν. Ὁ τοίνυν διά τῶν κατά φύσιν οἰκείων δυνάμεων ἀπαθῆ, καθώς ἡ πρόνοια βούλεται, διατηρήσας τήν οἰκείαν ζωήν, παῖδας ἔχων καί παιδίσκας ἑπτακισχιλίους τριακοσίους ἑπτά, τήν τῶν παθῶν ἐξέρχεται σύγχυσιν.
27. Τέλος λέγει, καί τήν ἐνταῦθα κατά τήν πρᾶξιν ἀπάθειαν, καί τήν ἐκεῖσε κατά χάριν ἐκθέωσιν.
28. Ψάλτας λέγει, τούς κατά τήν πρᾶξιν τόν βίον ἔχοντας κράζοντα τοῦ Θεοῦ τά θελήματα.
29. Ψαλτῳδούς εἶναί φησι, τούς οὐ μόνον ποιητάς τῶν θείων θελημάτων, ἀλλά καί τῶν ἐν αὐτοῖς μυστηρίων ἄλλοις γινομένους ἐξηγητάς.
30. Ὁ ὀκτώ ἀριθμός, καί στάσιν ἔχει καί κίνησιν· στάσιν μέν καθ᾿ ἑαυτόν θεωρούμενος (πᾶς γάρ ἄρτιος ἀριθμός ἀκίνητος, κέντρον οὐκ ἔχων), κίνησιν δέ, τῷ πρό αὐτοῦ, ἤ τῷ μετ᾿ αὐτόν συντιθέμενος· ποιεῖ γάρ περιττόν ἀριθμόν. Πᾶς γάρ περιττός καθ᾿ ἑαυτόν κινητός, κατά τήν τῶν ἄκρων αὐτοῦ πρός τό μέσον ἴσην ἀπόστασιν. Ὅπερ οὖν ποιεῖ ἐν τοῖς ὑπό δέκα ἀριθμοῖς ὁ ὀκτώ, τοῦτο ποιεῖ καί ὁ ὀγδοήκοντα ἐν τοῖς ὑπό τήν ἑκατοντάδα ἀριθμοῖς· ὡσαύτως δέ καί ὁ ὀκτακόσια ἐν τοῖς ὑπό χιλιάδα ταττόμενος ἀριθμοῖς. Καθ᾿ ἑαυτόν οὖν θεωρούμενος στάσιν ἔχει, περιγράφων τοῦ πρό αὐτοῦ περιττοῦ ὄντος τήν κίνησιν. Ὁ γάρ ἑπτά καί ὁ ἑβδομήκοντα καί ὁ ἑπτακόσια, χρονικῆς ἐμφαντικοί τυγχάνουσιν ἰδιότητος. Οὐκοῦν ἐπειδή τῶν ὑπό χρόνον καί γένεσιν ἔχει μᾶλλον ἡ αἴσθησις τήν κατάληψιν, λείπεται τήν τῶν αἰωνίων καί νοητῶν τόν τελειούμενον νοῦν ἄπταιστον ὑποδέχεσθαι γνῶσιν ἤγουν ἐπιστήμην· τήν γάρ ἐπιστήμην ἄπταιστον ὁρίζονται τοῦ ὑποκειμένου γνῶσιν.
Ὁ δέ πεντήκοντα ἀριθμός, μονάδα φέρων περιττήν μετά τόν εἰς ἑαυτήν τῆς ἑβδομάδος ἑπταπλασιασμόν, τό πέρας δηλοῖ τῆς τῶν ἀρετῶν ἐν τοῖς ἀξίοις ποιήσεως. Οὐ γάρ ἔτι κινεῖται περί τήν τῶν ἀρετῶν ποίησιν, ὁ τό κατά φύσιν φθάσας ἀγαθόν, καί ἐν αὐτῷ τήν στάσιν λαβών· ἀρχή γάρ καί τέλος πάσης κινήσεως ἡ μονάς. Ὁ δέ πέντε ἀριθμός, τήν ἐπί τούτοις ἐπιστήμην δηλοῖ· περιέχει γάρ νοητῶν τε καί λογικῶν, αἰσθητικῶν τε καί ζώντων καί ὄντων τούς λόγους· οὕς μόνη περιγράφειν ἡ θεία πέφυκε σοφία, ἥν ἄπταιστον ἐπιστήμην τῆς ἀληθείας ὁρίζονται.
31. Καμήλους Μαδιάν φησιν, ὡς μέν ἐκκρίσεως ἑρμηνευομένης, τάς τῶν γινομένων καί ἀπογινομένων ἀληθεῖς θεωρίας· ὡς δέ πηλοῦ αἱματώδους, τούς κατά ταύτην τήν παροδικήν καί ἄστατον ζωήν τῆς προνοίας νενόηκε λόγους· ὡς δέ ἱδρώτων ἀνθρωπίνων καί μητρός, τούς ἐπί τῇ παρούσῃ ζωῇ τῆς θείας κρίσεως λόγους, οὕς συνάγουσιν, οἵ τε κατά διάνοιαν λογισμοί, καί ἡ κατ᾿ αἴσθησιν φαντασία τῶν ὁρατῶν· ἐξ ὧν, λογισμῶν φημι καί φαντασίας, ἡ τῶν ὄντων ἀληθής συνάγεται δόξα, τῆς ἐπ᾿ αἰσθήσεσι διανοίας ὑπάρχουσα καρπός. Ἀνθρωπίνους οὖν καί μητρός λέγει ἱδρῶτας, τούς μετά πόνου προβληθέντας τῆς διανοίας λογισμούς, καί τάς φαντασίας, τῆς μητρός δίκην ἡμᾶς τιθηνούσης αἰσθήσεως.
Κάμηλοι δέ Γεφάρ, τουτέστι τῆς κτήσεως τοῦ νώτου· νῶτος δέ ἐστι, τῆς ψυχῆς ἡ σάρξ, ὡς διά τήν ψυχήν γινομένη. Ἐάν οὖν κτησώμεθα τήν σάρκα καλῶς, ἔχομεν αὐτήν δουλεύουσαν τῇ ψυχῇ πρός γένεσιν ἀρετῶν, καί μόνους κατανοοῦμεν αὐτῆς τούς ἐφ᾿ οἷς γέγονε θείους λόγους· μεθ᾿ ὧν καί τούς τῶν ὁρατῶν ὡς καμήλους Μαδιάμ ἀθροίσαντες λόγους, καλύπτομεν τήν ἡμετέραν Ἱερουσαλήμ, τήν ψυχήν, περιβάλλοντες τοῖς θείοις τῶν ὄντων θεωρήμασι, καί ἀθέατον αὐτήν ποιοῦντες τοῖς πάθεσι καί ἀνάλωτον.
32. Ὁ τετρακόσια ἀριθμός τήν τοῦ σωματικοῦ κόσμου φύσιν δηλοῖ. Τέσσαρα γάρ αὐτήν στοιχεῖα συμπληροῦσιν. Ὁ δέ τριακονταπέντε, τήν κατά χρόνον τῶν ἐναρέτων σύν λόγῳ σημαίνει κίνησιν. Ὁ γάρ ἑπτά πεντάκις εἰς ἑαυτόν συντεθείς, τόν τριακονταπέντε ποιεῖ ἀριθμόν. Ἔστιν οὖν ὁ ἑπτά κινήσεως χρονικῆς· ὁ δέ πέντε, λογικῆς ἐπιστήμης σημαντικός. Συνάψας οὖν τόν τετρακόσια καί τριάκοντα καί πέντε, τήν κατά φύσιν καί χρόνον τῶν ἐν αὐτοῖς ζώντων θείων ἀνδρῶν λογικήν ἐπιστήμην ἐδήλωσας.
33. Συμφωνεῖ τοῖς ἀριθμοῖς τά ἀριθμούμενα. Ὁ ἵππος περί τόν δρόμον ταχύς, τό ἀεικίνητον καί ἀνωφερές στοιχεῖον ἔχων ἐν τοῖς ποσίν· ὁ χρόνος περί τήν κίνησιν ὀξύς, ἀδιάστατον τήν οἰκείαν ποιούμενος φθοράν, ἡ πρᾶξις τῶν ἀριθμουμένων δραστική· κυκλικός γάρ αὐτήν ἀριθμός ποιεῖται κατάδηλον. Ὁ γάρ ἕξ ὑφ᾿ ἑαυτόν ἑξάκις συντεθείς, ἑαυτόν γεννᾷ ἑξαπλάσιον. Οὐκοῦν τό ταχύ καί ἰξύ καί δραστικόν τῆς κατ᾿ ἀρετήν ἕξεως, μυστικῶς δηλουμένων θείων ἀνδρῶν, διά τῶν ἵππων καί τοῦ αὐτῶν ἀριθμοῦ δεδήλωκεν ὁ λόγος τοῦ πνεύματος.
34. Ὁ πρόληψιν περί ἑαυτοῦ γνώσεως, φησίν, τοῖς θεωμένοις διδούς κατά μόνην τήν προφοράν ὧν σεσύληκε λόγων, τάς τῶν ἀσυνέτων ἀκοάς ὡς Ἀβεσαλώμ παραπείθων, καί τῇ συνουσίᾳ τυραννικῶς τάς καλάς τοῦ διδάξαντος θεοφιλεῖς ὥσπερ γυναῖκας, εἰς ἀκοάς ἀμύστους μιαίνων θεωρίας κατά τήν Ἀχιτόφελ συμβουλήν, ὅπερ ἐστίν ἑρμηνευόμενον ἀδελφός κονιάζων· τουτέστιν ἀδελφός δόλῳ φιλιάζων, ἐλέγχεται δοξομανῶν, ὑπό τήν χεῖρα πίπτων τῶν παίδων Δαβίδ, ἐν τῷ πλάτει τῆς τῶν φυσικῶν θεωρημάτων ποικιλίας, τῷ κρείττονι μετά τῆς οἰκείας αὐθαδείας παραταττόμενος. Δείκνυται γάρ μήτε γῆς ἐπιβαίνων, ὡς ἤθους ἀρετῆς πῆξιν οὐκ ἔχων· μήτε μήν οὐρανοῦ παντελῶς ἐπιλαβόμενος, ὡς τῆς ἀληθῶς ὑψηλῆς κατά τήν γνῶσιν ἕξεως οὐδ᾿ ὅλως ἁψάμενος· καί θνήσκει τρία βέλη κατά τῆς καρδίας δεχόμενος, τήν τε τῆς εἰς τόν διδάξαντα παρανομίας φημί μνήμην, καί τήν ἐπί τῇ οἰήσει τῆς οὐκ οὔσης γνώσεως αἰσχύνην· καί τήν ἐπί τούτοις ἄφυκτον τῆς μελλούσης κρίσεως ἐκδοχήν. Ταύταις γάρ φωραθείς ὁ κενόδοξος ταῖς ἀκίσι, θνήσκει βαλλόμενος, ὅν προλαμβάνει τόν δι᾿ ἀγχόνης, ὡς δίκαιον ἦν, ἀποφερόμενος θάνατον, ὁ κακός σύμβουλος Ἀχιτόφελ, διδάσκων πατράσιν ἐπανίστασθαι παῖδας, καί τήν κακήν βουλήν διασκεδαζομένην ὁρῶν. Οὐ φέρει γάρ ἔτι ζῇν, τῆς τε πρός Δαβίδ ψεκτῆς φιλίας ἄρας τό πέπλον, καί τόν δοξομανῆ καί ψευδώνυμον γνωστικόν, ἔχοντα τοῦ λόγου τό κράτος ἀποδεῖξαι μή δυνηθείς.
35. Γαλαάδ, ὡς μέν μετοικία πένθους ἑρμηνευομένη, φησίν, τήν τῆς μετανοίας δηλοῖ κακοπάθειαν· ὡς δέ μετοικία μαρτυρίας, τόν ἐπί τοῖς πλημμεληθεῖσιν ἔλεγχον σημαίνει τῆς συνειδήσεως· ὡς δι' ἀποκάλυψις αὐτῶν, τήν κατ᾿ εἶδος τυποῖ τῶν ἁμαρτηθέντων ἐξαγόρευσιν. Ταύτην ὑπελθών τήν κατάστασιν, ὁ τήν οἴησιν ἐπί τινι καλῷ διώκουσαν ἔχων νοῦς, τήν ἐξ αὐτοῦ κατά τήν πρός τήν ἀλλόφυλον αἴσθησιν ἕνωσιν γεννηθεῖσαν οἴησιν ἀποκτέννει· καί πάλιν πρός τήν Ἰουδαίαν καί τήν Ἱερουσαλήμ καί τήν σκηνήν ἐπανέρχεται· λέγω δέ, τήν ἐξομολόγησιν τῶν ἐπ᾿ αὐτῷ θείων οἰκτιρμῶν· καί τήν ἐπ᾿ ἀρεταῖς τελείαν ἀπάθειαν· καί τήν εἰρηνικήν ἐν πνεύματι θεωρίαν τῶν ὄντων· καί τήν ἐπ᾿ αὐταῖς, οἷα δή θείαν σκηνήν μυστικήν θεολογίαν· ἐν ᾗ μυστικῶς τά παντελῶς τοῖς ἄλλοις ἀθέατα περικαλύπτεται κάλλη.
36. Ὁ ὀκτώ εἷς ὤν τῶν ἐντός δεκάδος ἀριθμῶν· καί ὁ ὀγδοήκοντα, τῶν ἐντός ἑκατοντάδος· καί ὁ ὀκτακόσια, τῶν ἐντός χιλιάδος· καί ὁ ὀκτακισχίλια, τῶν ἐντός μυριάδος, ἀκινησίαν καθ᾿ ἑαυτούς θεωρούμενοι δηλοῦσι, κατά μέντοι τήν ἄνεσιν τοῦ ποσοῦ καί τήν ἐπίτασιν. Οὐκοῦν ἐπαινετῶς τῇ Γραφῇ κείμενοι, τήν πρός τά πάθη τελείαν ἀκινησίαν δηλοῦσι· τουτέστι, παθῶν ἀπογένεσιν. Τοῦτο δέ τήν τοῦ μέλλοντος αἰῶνος χαρακτηρίζει κατάστασιν, ἐν ᾧ παθῶν γένεσις οὐκ ἔστιν. Ὁ δέ τεσσαράκοντα, τῶν αἰσθητῶν εἰκόνα φέρει· καί ὁ πέντε, τῶν αἰσθήσεων· αἷς κατ᾿ ἐπιστήμην φυσικήν ὁ αἰσθητός ὑποπέπτωκε κόσμος. Εἰκότως οὖν τήν περί κακίαν ἄγονον ἕξιν, καί τήν πρός τά αἰσθητά κατά τήν πρός αὐτά τῶν αἰσθήσεων σχέσιν τελείαν τῶν θείων ἀνδρῶν ἀποδιάθεσιν ὁ παρών ἀριθμός δηλοῖ.
37. Σφαιρικόν τόν πέντε φησίν ἀριθμόν, ὡς κυκλικόν καί εἰς ἑαυτόν κατά πᾶσαν αὐτοῦ πρός πάντα περιττόν ἀριθμόν γινομένην σύνθεσιν, ἀποκαθιστάμενον. Ἑκάστῳ γάρ περιττῷ τόν πέντε πενταπλασίως συνθείς, εἰς τόν πέντε λήγοντα τόν συναγόμενον εὑρήσεις ἀριθμόν. Οἷον πεντάει τρεῖς, δεκαπέντε· πεντάει πέντε, εἰκοσιπέντε· πεντάει ἑπτά, τριακονταπέντε· πεντάει ἐννέα, τεσσαρακονταπέντε. Οὕτως οὖν ἐπ᾿ ἄπειρον προϊών, εὑρήσεις ἑκάστῳ περιττῷ ἀριθμῷ συντιθέμενον πεντάκις τόν πέντε, καί πεντηκοντάκις τόν πεντήκοντα· καί πεντακοσιοντάκις τόν πεντακόσια· καί πεντακισχιλιοντάκις τόν πεντακισχίλια, πρός ἑαυτόν κατά τόν συναγόμενον ἀριθμόν ἀποκαθιστάμενον ὅπερ κυκλικῆς ἴδιον καί σφαιρικῆς ὑπάρχει κινήσεως. Εἰκότως οὖν σφαιρικόν τε καί κυκλικόν οἱ τά τοιαῦτα σοφοί τόν πέντε κεκλήκασιν ἀριθμόν· ὡς μηδέποτε παντελῶς ἑαυτοῦ κατά τήν πρός τούς λεγομένους περιττούς ἀριθμούς σύνθεσιν ἐξιστάμενον. Σημαίνει δέ καί τήν γενικήν ἐπιστήμην, τήν μηδαμῶς τῇ περί τό πᾶν ἀλήκτῳ κινήσει κατά τήν γνῶσιν ἑαυτῆς ἐξισταμένην, καί πάντα τῇ δυνάμει τοῦ λόγου περιλαμβάνουσαν.
38. Ἐλπίδι κολάσεως παθῶν ἀπαλλάσσουσα, φόβον ἡ σοφία ποιεῖ· τῆ δέ τῶν ἀρετῶν ἐπικτήσει τόν νοῦν ἐθίζουσα, βλέπειν τά μέλλοντα πόθον ἐργάζεται.
39. Ἡ σοφία φόβος ἐστίν, κατά τήν ἀποφυγήν γινομένη στέρησις, τοῖς οὐκ ὀρεγομένοις αὐτῆς· καί πόθος ἐστίν, ἕξις ἀπολαυστικῆς ἐνεργείας εὑρισκομένη, τοῖς ἀγαπῶσιν αὐτήν.