Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 13 Μαρτίου 2013

Περί Κατασκευής του Ανθρώπου - Κεφάλαια 1-10



Ἐν ᾧ τίς ἐστι μερικὴ περὶ τοῦ κόσμου φυσιολογία καί τις ἁβροτέρα διήγησις περὶ τῶν προγεγονότων τῆς τοῦ ἀνθρώπου γενέσεως

 

Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς͵ φησὶν ἡ Γραφή· ὅτε συνετελέσθη πᾶν τὸ φαινόμενον καὶ πρὸς τὴν οἰκείαν θέσιν ἕκαστον τῶν ὄντων ἀποκριθὲν ἀνεχώρησεν· ὅτε περιέσχεν ἐν κύκλῳ τὰ πάντα τὸ οὐράνιον σῶμα͵ τὴν δὲ μέσην τοῦ παντὸς ἀπέλαβε χώραν τὰ βαρέα καὶ κατωφερῆ τῶν σωμάτων͵ γῆ τε καὶ ὕδωρ͵ ἐν ἀλλήλοις διακρατούμενα. Σύνδεσμος δέ τις καὶ βεβαιότης τῶν γεγενημένων ἡ θεία τέχνη καὶ δύναμις τῇ φύσει τῶν ὄντων ἐναπετέθη͵ διπλαῖς ἐνεργείαις ἡνιοχοῦσα τὰ πάντα. Στάσει γὰρ καὶ κινήσει τὴν γένεσιν τοῖς μὴ οὖσι καὶ τὴν διαμονὴν τοῖς οὖσιν ἐμηχανήσατο͵ περὶ τὸ βαρὺ καὶ ἀμετάθετον τῆς ἀκινήτου φύσεως͵ οἷον περί τινα πάγιον ἄξονα͵ τὴν ὀξυτάτην τοῦ πόλου κίνησιν τροχοῦ δίκην ἐν κύκλῳ περιελαύνουσα καὶ δι' ἀλλήλων ἀμφοτέροις συντηροῦσα τὸ ἀδιάλυτον, τῆς τε κυκλοφορουμένης οὐσίας διὰ τῆς ὀξείας κινήσεως τὸ ναστὸν τῆς γῆς ἐν κύκλῳ περισφιγγούσης͵ τοῦ τε στεῤῥοῦ καὶ ἀνενδότου διὰ τῆς ἀμεταθέτου παγιότητος ἀδιαλείπτως ἐπιτείνοντος τῶν περὶ αὐτὴν κυκλουμένων τὴν δίνησιν. Ἴση δὲ καθ' ἑκάτερον τῶν ταῖς ἐνεργείαις διεστηκότων ἡ ὑπερβολὴ ἐναπειργάσθη͵ τῇ τε στασίμῳ φύσει καὶ τῇ ἀστάτῳ περιφορᾷ. Οὔτε γὰρ ἡ γῆ τῆς ἰδίας βάσεως μετατίθεται͵ οὔτε ὁ οὐρανός ποτε τὸ σφοδρὸν ἐνδίδωσι καὶ ὑποχαλᾷ τῆς κινήσεως.

 

Ταῦτα δὲ καὶ πρῶτα [129] κατὰ τὴν τοῦ πεποιηκότος σοφίαν͵ οἷόν τις ἀρχὴ τοῦ παντὸς μηχανήματος προκατεσκευάσθη τῶν ὄντων͵ δεικνύντος͵ οἶμαι͵ τοῦ μεγάλου Μωσέως διὰ τοῦ ἐν ἀρχῇ τὸν οὐρανὸν καὶ τὴν γῆν παρὰ τοῦ Θεοῦ γεγενῆσθαι εἰπεῖν͵ ὅτι κινήσεώς τε καὶ στάσεως ἔκγονα τὰ ἐν τῇ κτίσει φαινόμενα πάντα͵ τὰ κατὰ τὸ θεῖον βούλημα παραχθέντα εἰς γένεσιν. Τοῦ τοίνυν οὐρανοῦ καὶ τῆς γῆς ἐκ διαμέτρου πρὸς ἄλληλα κατὰ τὸ ἐναντίον τῆς ἐνεργείας διεστηκότων͵ ἡ μεταξὺ τῶν ἐναντίων κτίσις ἐν μέρει τῶν παρακειμένων μετέχουσα. δι' ἑαυτῆς μεσιτεύει τοῖς ἄκροις͵ ὡς ἂν ἐπίδηλον γενέσθαι τὴν πρὸς ἄλληλα τῶν ἐναντίων διὰ τοῦ μέσου συνάφειαν. Τὸ γὰρ ἀεικίνητον καὶ λεπτὸν τῆς πυρώδους οὐσίας μιμεῖται μέν πως ὁ ἀήρ͵ ἔν τε τῷ κούφῳ τῆς φύσεως καὶ τῷ πρὸς τὴν κίνησιν ἐπιτηδείως ἔχειν. Οὐ μὴν τοιοῦτός ἐστιν͵ οἷος τῆς πρὸς τὰ πάγια συγγενείας ἀλλοτριοῦσθαι͵ οὔτε ἀεὶ μένων ἀκίνητος͵ οὔτε διαπαντὸς ῥέων καὶ σκεδαννύμενος· ἀλλὰ τῇ πρὸς ἕτερον οἰκειότητι οἷόν τι μεθόριον τῆς τῶν ἐνεργειῶν ἐναντιότητος γίνεται͵ μιγνὺς ἅμα καὶ διαιρῶν ἐν αὐτῷ τὰ διεστῶτα τῇ φύσει.  Κατὰ τὸν αὐτὸν λόγον καὶ ἡ ὑγρὰ οὐσία διπλαῖς ποιότησι πρὸς ἑκάτερον τῶν ἐναντίων ἁρμόζεται. Τῷ μὲν γὰρ βαρεῖά τε καὶ κατωφερὴς εἶναι͵ πολλὴν πρὸς τὸ γεῶδες τὴν συγγένειαν ἔχει. Τῷ δὲ μετέχειν ῥοώδους τινὸς καὶ πορευτικῆς ἐνεργείας͵ οὐ πάντη τῆς κινουμένης ἠλλοτρίωται φύσεως͵ ἀλλά τίς ἐστι καὶ διὰ τούτου μίξις τῶν ἐναντίων καὶ σύνοδος͵ τῆς τε βαρύτητος εἰς κίνησιν μετατεθείσης καὶ τῆς κινήσεως ἐν τῷ βάρει μὴ πεδηθείσης͵ ὥστε συμβαίνειν πρὸς ἄλληλα τὰ κατὰ τὸ ἀκρότατον τῇ φύσει διεστηκότα διὰ τῶν μεσιτευόντων ἀλλήλοις ἑνούμενα.

 

Μᾶλλον δὲ κατὰ τὸν ἀκριβῆ λόγον οὐδὲ αὐτὴ τῶν ἀντικειμένων ἡ φύσις ἀμίκτως πάντη πρὸς τὴν ἑτέραν τοῖς ἰδιώμασιν ἔχει͵ ὡς ἄν͵ οἶμαι͵ πάντα πρὸς ἄλληλα νεύοι τὰ κατὰ τὸν κόσμον φαινόμενα καὶ συμπνέοι πρὸς ἑαυτὴν ἡ κτίσις ἐν τοῖς τῶν ἀντικειμένων ἰδιώμασιν εὑρισκομένη. Τῆς γὰρ κινήσεως οὐ μόνον κατὰ τὴν τοπικὴν μετάστασιν νοουμένης͵ ἀλλὰ καὶ ἐν τροπῇ καὶ ἀλλοιώσει θεωρουμένης· πάλιν δ' αὖ͵ τῆς ἀμεταθέτου φύσεως τὴν κατὰ τὸ ἀλλοιοῦσθαι κίνησιν οὐ προσιεμένης· ἐναλλάξασα τὰς ἰδιότητας ἡ τοῦ Θεοῦ σοφία͵ τῷ μὲν ἀεικινήτῳ τὸ ἄτρεπτον͵ τῷ δὲ ἀκινήτῳ τὴν τροπὴν ἐνεποίησε͵ προμηθείᾳ τινὶ τάχα τὸ τοιοῦτον οἰκονομήσασα͵ ὡς ἂν μὴ τὸ τῆς φύσεως ἴδιον͵ ὅπερ ἐστὶ τὸ ἄτρεπτόν τε καὶ ἀμετάθετον͵ ἐπί τινος τῶν κατὰ τὴν κτίσιν βλεπομένων͵ Θεὸν νομίζεσθαι τὸ κτίσμα ποιήσειεν. Οὐ γὰρ ἔτι θεότητος ὑπόληψιν σχοίη͵ ὅπερ ἂν κινούμενον ἢ ἀλλοιούμενον τύχῃ. Διὰ τοῦτο ἡ μὲν γῆ στάσιμός ἐστι καὶ οὐκ ἄτρεπτος· ὁ δὲ οὐρανὸς τοῦ ἐναντίου τὸ τρεπτὸν οὐκ ἔχων͵ οὐδὲ στάσιμον ἔχει͵ ἵνα τῇ μὲν φύσει ἑστώσῃ τὴν τροπήν͵ τῇ δὲ μὴ τρεπομένῃ τὴν κίνησιν ἡ θεία συμπλέξασα δύναμις, καὶ ἀλλήλαις ἀμφοτέρας τῇ ἐναλλάξει τῶν ἰδιωμάτων προσοικειώσῃ͵ καὶ τῆς περὶ τὸ θεῖον ὑπολήψεως ἀλλοτριώσῃ. [132] Οὐδέτερον γὰρ ἂν τούτων͵ καθὼς εἴρηται͵ τῆς θειοτέρας φύσεως νομισθείη· οὔτε τὸ ἄστατον͵ οὔτε τὸ ἀλλοιούμενον.

 

῎Ηδη τοίνυν τὰ πάντα πρὸς τὸ ἴδιον ἔφθασε τέλος. Συνετελέσθη γάρ͵ καθώς φησι Μωϋσῆς͵ ὅ τε οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ διὰ μέσου πάντα͵ καὶ τῷ καταλλήλῳ κάλλει τὰ καθέκαστον διεκοσμήθη· ὁ οὐρανὸς μὲν ταῖς τῶν φωστήρων αὐγαῖς͵ θάλαττα δὲ καὶ ἀὴρ τοῖς νηκτοῖς τε καὶ ἐναερίοις τῶν ζώων͵ γῆ δὲ ταῖς παντοίαις τῶν φυτῶν τε καὶ βοσκημάτων διαφοραῖς͵ ἅπερ ἀθρόως ἅπαντα θείῳ βουλήματι δυναμωθεῖσα κατὰ ταὐτὸν ἀπεκύησε. Καὶ πλήρης μὲν ἦν τῶν ὡραίων ἡ γῆ͵ ὁμοῦ τοῖς ἄνθεσι τοὺς καρποὺς ἐκβλαστήσασα· πλήρεις δὲ οἱ λειμῶνες τῶν ὅσα τοὺς λειμῶνας ἐπέρχεται. Πᾶσαί τε ῥαχίαι καὶ ἀκρώρειαι καὶ πᾶν ὅσον πλάγιόν τε καὶ ὕπτιον καὶ ὅσον ἐν κοίλοις τῇ νεοθαλεῖ πόᾳ καὶ τῇ ποικίλῃ τῶν δένδρων ὥρᾳ κατεστεφάνωτο͵ ἄρτι μὲν τῆς γῆς ἀνισχόντων͵ εὐθὺς δὲ πρὸς τὸ τέλειον κάλλος ἀναδραμόντων. Ἐγεγήθει δὲ πάντα κατὰ τὸ εἰκὸς καὶ διεσκίρτα τὰ τῷ προστάγματι τοῦ Θεοῦ ζωογονηθέντα βοτὰ κατ' ἀγέλας τε καὶ κατὰ γένη ταῖς λόχμαις ἐνδιαθέοντα. Ταῖς δὲ τῶν μουσικῶν ὀρνίθων ᾠδαῖς ἁπανταχῆ περιηχεῖτο πᾶν ὅσον κατηρεφές τε καὶ σύσκιον. ῞Η τε κατὰ θάλατταν ὄψις͵ ὡς εἰκὸς ἄλλη τοιαύτη τις ἦν͵ ἄρτι πρὸς ἡσυχίαν τε καὶ γαλήνην ἐν ταῖς συναγωγαῖς τῶν κοίλων καθισταμένη͵ καθ' ἣν ὅρμοι καὶ λιμένες θείᾳ βουλήσει ταῖς ἀκταῖς αὐτομάτως ἐγκοιλανθέντες͵ προσημέρουν τῇ ἠπείρῳ τὴν θάλατταν. Αἵ τε ἠρεμαῖαι τῶν κυμάτων κινήσεις τῷ κάλλει τῶν λειμώνων ἀνθωραΐζοντο͵ ὑπὸ λεπταῖς καὶ ἀπήμοσιν αὔραις κατ' ἄκραν τὴν ἐπιφάνειαν γλαφυρῶς ἐπιφρίσσουσαι. Καὶ ἅπας ὁ κατὰ τὴν κτίσιν πλοῦτος͵ κατὰ γῆν τε καὶ θάλατταν ἕτοιμος ἦν͵ ἀλλ' ὁ μετέχων οὐκ ἦν.

 

 

 

Διὰ τί μετὰ τὴν κτίσιν τελευταῖος ὁ ἄνθρωπος

 

Οὔπω γὰρ τὸ μέγα τοῦτο καὶ τίμιον χρῆμα ὁ ἄνθρωπος τῷ κόσμῳ τῶν ὄντων ἐπεχωρίαζεν. Οὐδὲ γὰρ ἦν εἰκὸς τὸν ἄρχοντα πρὸ τῶν ἀρχομένων ἀναφανῆναι͵ ἀλλὰ τῆς ἀρχῆς πρότερον ἑτοιμασθείσης ἀκόλουθον ἦν ἀναδειχθῆναι τὸν βασιλεύοντα͵ ἐπειδὴ τοίνυν οἷόν τινα βασίλειον καταγωγὴν τῷ μέλλοντι βασιλεύειν ὁ τοῦ παντὸς ποιητὴς προηυτρέπισεν. Αὕτη δὲ ἦν γῆ τε καὶ νῆσοι καὶ θάλαττα καὶ οὐρανὸς ὑπὲρ τούτων ὀρόφου δίκην ἐπικυρτούμενος· πλοῦτος δὲ παντοδαπὸς τοῖς βασιλείοις τούτοις ἐναπετέθη. Πλοῦτον δὲ λέγω πᾶσαν τὴν κτίσιν͵ ὅσον ἐν φυτοῖς καὶ βλαστήμασι͵ καὶ ὅσον αἰσθητικόν τε καὶ ἔμπνουν καὶ ἔμψυχον. [133] Εἰ δὲ χρὴ καὶ τὰς ὕλας εἰς πλοῦτον καταριθμήσασθαι͵ ὅσαι διά τινος εὐχροίας τίμιαι τοῖς ἀνθρωπίνοις ὀφθαλμοῖς ἐνομίσθησαν͵ οἷον χρυσίον τε καὶ ἀργύριον καὶ τῶν λίθων δὴ τούτων ἃς ἀγαπῶσιν οἱ ἄνθρωποι· καὶ τούτων πάντων τὴν ἀφθονίαν καθάπερ τισὶ βασιλικοῖς θησαυροῖς τοῖς τῆς γῆς κόλποις ἐγκατακρύψας͵ οὕτως ἀναδείκνυσιν ἐν τῷ κόσμῳ τὸν ἄνθρωπον͵ τῶν ἐν τούτῳ θαυμάτων τῶν μὲν θεατὴν ἐσόμενον͵ τῶν δὲ κύριον͵ ὡς διὰ μὲν τῆς ἀπολαύσεως τὴν σύνεσιν τοῦ χορηγοῦντος ἔχειν͵ διὰ δὲ τοῦ κάλλους τε καὶ μεγέθους τῶν ὁρωμένων τὴν ἄῤῥητόν τε καὶ ὑπὲρ λόγον τοῦ πεποιηκότος δύναμιν ἀνιχνεύειν.

 

Διὰ ταῦτα τελευταῖος μετὰ τὴν κτίσιν εἰσήχθη ὁ ἄνθρωπος͵ οὐχ ὡς ἀπόβλητος ἐν ἐσχάτοις ἀποῤῥιφθεὶς͵ ἀλλ' ὡς ἅμα τῇ γενέσει βασιλεὺς εἶναι τῶν ὑποχειρίων προσήκων. Καὶ ὥσπερ τις ἀγαθὸς ἑστιάτωρ οὐ πρὸ τῆς παρασκευῆς τῶν ἐδωδίμων τὸν ἑστιώμενον εἰσοικίζεται͵ ἀλλ' εὐπρεπῆ τὰ πάντα παρασκευάσας καὶ φαιδρύνας τοῖς καθήκουσι κόσμοις τὸν οἶκον͵ τὴν κλισίαν͵ τὴν τράπεζαν͵ ἐφ' ἑτοίμοις ἤδη τοῖς πρὸς τὴν τροφὴν ἐπιτηδείοις͵ ἐφέστιον ποιεῖται τὸν δαιτυμόνα, κατὰ τὸν αὐτὸν τρόπον ὁ πλούσιός τε καὶ πολυτελὴς τῆς φύσεως ἡμῶν ἑστιάτωρ παντοίοις κάλλεσι κατακοσμήσας τὴν οἴκησιν καὶ τὴν μεγάλην ταύτην καὶ παντοδαπῆ πανδαισίαν ἑτοιμασάμενος͵ οὕτως εἰσάγει τὸν ἄνθρωπον͵ ἔργον αὐτῷ δοὺς οὐ τὴν κτῆσιν τῶν μὴ προσόντων͵ ἀλλὰ τὴν ἀπόλαυσιν τῶν παρόντων. Καὶ διὰ τοῦτο διπλᾶς αὐτῷ τῆς κατασκευῆς τὰς ἀφορμὰς καταβάλλεται τῷ γηΐνῳ τὸ θεῖον ἐγκαταμίξας, ἵνα δι' ἀμφοτέρων συγγενῶς τε καὶ οἰκείως πρὸς ἑκατέραν ἀπόλαυσιν ἔχῃ τοῦ Θεοῦ μὲν διὰ τῆς θειοτέρας φύσεως͵ τῶν δὲ κατὰ τὴν γῆν ἀγαθῶν διὰ τῆς ὁμογενοῦς αἰσθήσεως ἀπολαύων.

 

 

 

Ὅτι τιμιωτέρα πάσης τῆς φαινομένης κτίσεως ἡ τοῦ ἀνθρώπου φύσις

 

Ἄξιον δὲ μηδὲ τοῦτο παριδεῖν ἀθεώρητον͵ ὅτι τοῦ τηλικούτου κόσμου καὶ τῶν κατ' αὐτὸν μερῶν στοιχειωδῶς πρὸς τὴν τοῦ παντὸς σύστασιν ὑποβληθέντων͵ ἀποσχεδιάζεταί πως ἡ κτίσις ὑπὸ τῆς θείας δυνάμεως ὁμοῦ τῷ προστάγματι ὑφισταμένη. Τῆς δὲ τοῦ ἀνθρώπου κατασκευῆς βουλὴ προηγεῖται καὶ προτυποῦται παρὰ τοῦ τεχνιτεύοντος διὰ τῆς τοῦ λόγου γραφῆς τὸ ἐσόμενον͵ καὶ οἷον εἶναι προσήκει καὶ πρὸς ποῖον ἀρχέτυπον τὴν ὁμοιότητα φέρειν καὶ ἐπὶ τίνι γενήσεται καὶ τί ἐνεργήσει γενόμενον καὶ τίνων ἡγεμονεύσει· πάντα προδιασκοπεῖται ὁ λόγος͵ ὡς πρεσβυτέραν αὐτὸν τῆς γενέσεως τὴν ἀξίαν λαχεῖν͵ πρὶν παρελθεῖν εἰς τὸ εἶναι τὴν τῶν ὄντων ἡγεμονίαν κτησάμενον. Εἶπε γάρ͵ φησίν͵ ὁ Θεός͵ Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν͵ καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν θηρίων τῆς γῆς καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς.

 

Ὢ τοῦ θαύματος· ἥλιος κατασκευάζεται καὶ οὐδεμία προηγεῖται βουλή· οὐρανὸς ὡσαύτως͵ ὧν οὐδέν τι τῶν κατὰ τὴν κτίσιν ἴσον ἐστί͵ [136] ῥήματι μόνῳ τὸ τοιοῦτον θαῦμα συνίσταται͵ οὔτε ὅθεν͵ οὔτε ὅπως͵ οὔτε ἄλλο τι τοιοῦτον παρασημηναμένου τοῦ λόγου. Οὕτω καὶ τὰ καθ' ἕκαστον πάντα͵ αἰθήρ͵ ἀστέρες͵ ὁ διὰ μέσου ἀήρ͵ θάλαττα͵ γῆ͵ ζῶα͵ φυτά͵ πάντα λόγῳ πρὸς γένεσιν ἄγεται. Μόνῃ δὲ τῇ τοῦ ἀνθρώπου κατασκευῇ περιεσκεμμένως πρόσεισιν ὁ τοῦ παντὸς ποιητής͵ ὡς καὶ ὕλην αὐτῷ τῆς συστάσεως προετοιμάσαι καὶ ἀρχετύπῳ τινὶ κάλλει τὴν μορφὴν ὁμοιῶσαι καὶ προθέντα τὸν σκοπόν͵ οὗ χάριν γενήσεται͵ κατάλληλον αὐτῷ καὶ οἰκείαν ταῖς ἐνεργείαις δημιουργῆσαι τὴν φύσιν͵ ἐπιτηδείως πρὸς τὸ προκείμενον ἔχουσαν.

 

 

 

 

Ὅτι διὰ πάντων ἐπισημαίνει τὴν ἀρχικὴν ἐξουσίαν ἡ τοῦ ἀνθρώπου κατασκευή

 

Καθάπερ γὰρ ἐν τῷ βίῳ τούτῳ καταλλήλως τῇ χρείᾳ σχηματίζεται παρὰ τῶν τεχνιτευόντων τὸ ὄργανον· οὕτως οἷόν τι σκεῦος εἰς βασιλείας ἐνέργειαν ἐπιτήδειον τὴν ἡμετέραν φύσιν ὁ ἀριστοτέχνης ἐδημιούργησε͵ τοῖς τε κατὰ τὴν ψυχὴν προτερήμασι καὶ αὐτῷ τῷ τοῦ σώματος σχήματι τοιοῦτον εἶναι παρασκευάσας͵ οἷον ἐπιτηδείως πρὸς βασιλείαν ἔχειν. Ἡ μὲν γὰρ ψυχὴ τὸ βασιλικόν τε καὶ ἐπηρμένον αὐτόθεν δείκνυσι πόῤῥω τῆς ἰδιωτικῆς ταπεινότητος κεχωρισμένον͵ ἐκ τοῦ ἀδέσποτον αὐτὴν εἶναι καὶ αὐτεξούσιον͵ ἰδίοις θελήμασιν αὐτοκρατορικῶς διοικουμένην. Τίνος γὰρ ἄλλον τοῦτο καὶ οὐχὶ βασιλέως ἐστίν; Καὶ ἔτι πρὸς τούτοις͵ τὸ τῆς δυναστευούσης τῶν πάντων φύσεως εἰκόνα γενέσθαι͵ οὐδὲν ἕτερόν ἐστιν ἢ εὐθὺς βασιλίδα δημιουργηθῆναι τὴν φύσιν. Ὥσπερ γὰρ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν οἱ τὰς εἰκόνας τῶν κρατούντων κατασκευάζοντες͵ τόν τε χαρακτῆρα τῆς μορφῆς ἀναμάσσονται καὶ τῇ περιβολῇ τῆς πορφυρίδος τὴν βασιλικὴν ἀξίαν συμπαραγράφουσι͵ καὶ λέγεται κατὰ συνήθειαν καὶ ἡ εἰκὼν βασιλεύς, οὕτω καὶ ἡ ἀνθρωπίνη φύσις͵ ἐπειδὴ πρὸς τὴν ἀρχὴν ἄλλων κατεσκευάζετο͵ διὰ τῆς πρὸς τὸν βασιλέα τοῦ παντὸς ὁμοιότητος͵ οἷόν τις ἔμψυχος εἰκὼν ἀνεστάθη͵ κοινωνοῦσα τῷ ἀρχετύπῳ καὶ τῆς ἀξίας καὶ τοῦ ὀνόματος· οὐ πορφυρίδα περικειμένη͵ οὐδὲ σκήπτρῳ καὶ διαδήματι τὴν ἀξίαν ἐπισημαίνουσα (οὐδὲ γὰρ τὸ ἀρχέτυπον ἐν τούτοις ἐστὶν)͵ ἀλλ' ἀντὶ μὲν τῆς ἁλουργίδος τὴν ἀρετὴν ἠμφιεσμένη͵ ὃ δὴ πάντων βασιλικώτατον ἐσθημάτων ἐστίν· ἀντὶ δὲ τοῦ σκήπτρου τῇ μακαριότητι τῆς ἀθανασίας ἐρειδομένη· ἀντὶ δὲ τοῦ βασιλικοῦ διαδήματος τῷ τῆς δικαιοσύνης στεφάνῳ κεκοσμημένη͵ ὥστε διὰ πάντων ἐν τῷ τῆς βασιλείας ἀξιώματι δείκνυσθαι δι' ἀκριβείας πρὸς τὸ ἀρχέτυπον κάλλος ὁμοιωθεῖσαν.

 

 

 

 

Ὅτι ὁμοίωμα τῆς θείας βασιλείας ὁ ἄνθρωπος

 

Τὸ δὲ θεῖον κάλλος οὐ σχήματί τινι καὶ μορφῆς εὐμοιρίᾳ διά τινος εὐχροίας ἀγλαΐζεται͵ ἀλλ' ἐν ἀφράστῳ μακαριότητι κατ' ἀρετὴν θεωρεῖται. Ὥσπερ τοίνυν τὰς ἀνθρωπίνας μορφὰς διὰ χρωμάτων τινῶν ἐπὶ τοὺς πίνακας οἱ γραφεῖς μεταφέρουσι͵ τὰς οἰκείας τε καὶ καταλλήλους βαφὰς ἀπαλείφοντες τῷ μιμήματι͵ ὡς ἂν δι' ἀκριβείας τὸ ἀρχέτυπον κάλλος μετενεχθείη πρὸς τὸ ὁμοίωμα· οὕτω μοι νόει καὶ τὸν ἡμέτερον πλάστην͵ οἷόν τισι βαφαῖς τῇ τῶν ἀρετῶν ἐπιβολῇ πρὸς τὸ ἴδιον κάλλος τὴν εἰκόνα περιανθίσαντα͵ ἐν ἡμῖν δεῖξαι τὴν ἰδίαν ἀρχήν. Πολυειδῆ δὲ καὶ ποικίλα τὰ οἱονεὶ χρώματα τῆς εἰκόνος͵ δι' ὧν ἡ ἀληθινὴ ἀναζωγραφεῖται μορφὴ͵ οὐκ ἐρύθρημα καὶ λαμπρότης͵ καὶ ἡ ποιὰ τούτων πρὸς ἄλληλα μίξις͵ οὐδέ τινος μέλανος ὑπογραφὴ ὀφρύν τε καὶ ὀφθαλμοὺς ὑπαλείφουσα καὶ κατά τινα κρᾶσιν τὰ κοῖλα τοῦ χαρακτῆρος ὑποσκιάζουσα καὶ ὅσα τοιαῦτα ζωγράφων χεῖρες ἐπετεχνήσαντο, ἀλλ' ἀντὶ τούτων καθαρότης͵ ἀπάθεια͵ μακαριότης͵ κακοῦ παντὸς ἀλλοτρίωσις͵ καὶ ὅσα τοῦ τοιούτου γένους ἐστί͵ δι' ὧν μορφοῦται τοῖς ἀνθρώποις ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις. Τοιούτοις ἄνθεσιν ὁ δημιουργὸς τῆς ἰδίας εἰκόνος τὴν ἡμετέραν διεχάραξε φύσιν.

 

Εἰ δὲ καὶ τὰ ἄλλα συνεξετάζοις͵ δι' ὧν τὸ θεῖον κάλλος χαρακτηρίζεται, εὑρήσεις καὶ πρὸς ἐκεῖνα δι' ἀκριβείας σωζομένην ἐν τῇ καθ' ἡμᾶς εἰκόνι τὴν ὁμοιότητα. Νοῦς καὶ λόγος ἡ θειότης ἐστίν· ἐν ἀρχῇ τε γὰρ ἦν ὁ Λόγος. Καὶ οἱ προφῆται κατὰ Παῦλον νοῦν Χριστοῦ ἔχουσι͵ τὸν ἐν αὐτοῖς λαλοῦντα. Οὐ πόῤῥω τούτων καὶ τὸ ἀνθρώπινον. Ὁρᾷς ἐν σεαυτῷ καὶ τὸν λόγον καὶ διάνοιαν͵ μίμημα τοῦ ὄντως νοῦ τε καὶ λόγου. Ἀγάπη πάλιν ὁ Θεὸς͵ καὶ ἀγάπης πηγή. Τοῦτο γάρ φησιν Ἰωάννης ὁ μέγας͵ ὅτι Ἀγάπη ἐκ τοῦ Θεοῦ, καὶ Ὁ Θεὸς ἀγάπη ἐστί· τοῦτο καὶ ἡμέτερον πεποίηται πρόσωπον ὁ τῆς φύσεως πλάστης. Ἐν τούτῳ γάρ͵ φησί͵ γνώσονται πάντες ὅτι μαθηταί μου ἐστέ͵ ἐὰν ἀγαπᾶτε ἀλλήλους. Οὐκοῦν μὴ παρούσης ταύτης͵ ἅπας ὁ χαρακτὴρ τῆς εἰκόνος μεταπεποίηται. Πάντα ἐπιβλέπει καὶ πάντα ἐπακούει τὸ Θεῖον καὶ πάντα διερευνᾶται. Ἔχεις καὶ σὺ τὴν δι' ὄψεως καὶ ἀκοῆς τῶν ὄντων ἀντίληψιν καὶ τὴν ζητητικήν τε καὶ διερευνητικὴν τῶν ὄντων διάνοιαν.

 

 

 

 

Ἐξέτασις τῆς τοῦ νοῦ πρὸς τὴν φύσιν συγγενείας͵ ἐν ᾧ καὶ ἐκ παρόδου τὸ τῶν Ἀνομοίων διελέγχεται δόγμα

 

Καί με μηδεὶς οἰέσθω καθ' ὁμοιότητα τῆς ἀνθρωπίνης ἐνεργείας ἐν διαφόροις δυνάμεσι τὸ Θεῖον λέγειν τῶν ὄντων ἐφάπτεσθαι. Οὐ γάρ ἐστι δυνατὸν ἐν τῇ ἁπλότητι τῆς θειότητος τὸ ποικίλον τε καὶ πολυειδὲς τῆς ἀντιληπτικῆς ἐνεργείας κατανοῆσαι. Οὐδὲ γὰρ ἡμῖν πολλαί τινές εἰσιν αἱ ἀντιληπτικαὶ τῶν πραγμάτων δυνάμεις͵ εἰ καὶ πολυτρόπως διὰ τῶν αἰσθήσεων [140] τῶν κατὰ ζωὴν ἐφαπτώμεθα. Μία γάρ τίς ἐστι δύναμις͵ αὐτὸς ὁ ἐγκείμενος νοῦς͵ ὁ δι' ἑκάστου τῶν αἰσθητηρίων διεξιὼν καὶ τῶν ὄντων ἐπιδρασσόμενος. Οὗτος θεωρεῖ διὰ τῶν ὀφθαλμῶν τὸ φαινόμενον, οὗτος συνιεῖ διὰ τῆς ἀκοῆς τὸ λεγόμενον͵ ἀγαπᾷ τε τὸ κατευθύμιον καὶ τὸ μὴ καθ' ἡδονὴν ἀποστρέφεται καὶ τῇ χειρὶ χρῆται πρὸς τὸ ὅ τι βούλεται͵ κρατῶν δι' αὐτῆς καὶ ἀπωθούμενος ἅπερ ἂν λυσιτελεῖν κρίνῃ͵ τῇ τοῦ ὀργάνου συνεργίᾳ εἰς τοῦτο συγχρώμενος.

Εἰ τοίνυν ἐν τῷ ἀνθρώπῳ κἂν διάφορα τύχῃ τὰ πρὸς αἴσθησιν κατεσκευασμένα παρὰ τῆς φύσεως ὄργανα͵ ὁ διὰ πάντων ἐνεργῶν καὶ κινούμενος καὶ καταλλήλως ἑκάστῳ πρὸς τὸ προκείμενον κεχρημένος͵ εἷς ἐστι καὶ ὁ αὐτός͵ ταῖς διαφοραῖς τῶν ἐνεργειῶν οὐ συνεξαλλάσσων τὴν φύσιν, πῶς ἄν τις ἐπὶ τοῦ Θεοῦ διὰ τῶν ποικίλων δυνάμεων τὸ πολυμερὲς τῆς οὐσίας κατοπτεύσειεν; Ὁ γὰρ πλάσας τὸν ὀφθαλμόν͵ καθώς φησιν ὁ Προφήτης͵ καὶ ὁ φυτεύσας τὸ οὗς͵ πρὸς τὰ ἐν αὐτῷ παραδείγματα τὰς ἐνεργείας ταύτας οἶόν τινας γνωριστικοὺς χαρακτῆρας τῇ φύσει τῶν ἀνθρώπων ἐνεσημήνατο. Ποιήσωμεν γάρ͵ φησίν͵ ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν.

 

Ἀλλὰ ποῦ μοι τῶν Ἀνομοίων ἡ αἵρεσις, τί πρὸς τὴν τοιαύτην ἐροῦσι φωνήν, πῶς διασώσουσιν ἐν τοῖς εἰρημένοις τοῦ δόγματος αὐτῶν τὴν κενότητα; ἆρα δυνατὸν εἶναι, φήσουσι͵ μίαν εἰκόνα διαφόροις ὁμοιωθῆναι μορφαῖς; Εἰ ἀνόμοιος κατὰ τὴν φύσιν τῷ Πατρὶ ὁ Υἱός͵ πῶς μίαν κατασκευάζει τῶν διαφόρων φύσεων τὴν εἰκόνα; Ὁ γάρ͵ Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν͵ εἰπών͵ καὶ διὰ τῆς πληθυντικῆς σημασίας τὴν ἁγίαν Τριάδα δηλώσας͵ οὐκ ἂν τῆς εἰκόνος μοναδικῶς ἐπεμνήσθη͵ εἴπερ ἀνομοίως ἔχοι πρὸς ἄλληλα τὰ ἀρχέτυπα. Οὐ γὰρ ἦν δυνατὸν τῶν ἀλλήλοις μὴ συμβαινόντων εἰς ἒν ἀναδειχθῆναι ὁμοίωμα· ἀλλ' εἰ διάφοροι ἦσαν αἱ φύσεις͵ διαφόρους πάντως καὶ τὰς εἰκόνας αὐτῶν ἐνεστήσατο͵ τὴν κατάλληλον ἑκάστῃ δημιουργήσας. Ἀλλ' ἐπειδὴ μία μὲν ἡ εἰκών͵ οὐχ ἓν δὲ τὸ τῆς εἰκόνος ἀρχέτυπον· τίς οὕτως ἔξω διανοίας ἐστὶν ὡς ἀγνοεῖν͵ ὅτι τὰ τῷ ἑνὶ ὁμοιούμενα καὶ πρὸς ἄλληλα πάντως ὁμοίως ἔχει; Διὰ τοῦτό φησι, τάχα τὴν κακίαν ταύτην ἐν τῇ κατασκευῇ τῆς ἀνθρωπίνης ζωῆς ὁ λόγος ὑποτεμνόμενος͵ Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν.

 

 

 

 

Διὰ τί γυμνὸς τῶν ἐκ φύσεως ὅπλων τε καὶ προκαλυμμάτων ὁ ἄνθρωπος

 

Ἀλλὰ τί βούλεται τὸ τοῦ σχήματος ὄρθιον; Τί δέ, οὐχὶ συμφυεῖς εἰσιν αἱ πρὸς τὸν βίον δυνάμεις τῷ σώματι; ἀλλὰ γυμνὸς μὲν τῶν φυσικῶν σκεπασμάτων͵ ἄοπλος δέ τις καὶ πένης ὁ ἄνθρωπος καὶ τῶν πρὸς τὴν χρείαν ἐνδεὴς ἁπάντων ἐπὶ τὸν βίον παράγεται͵ ἐλεεῖσθαι μᾶλλον ἢ μακαρίζεσθαι κατὰ τὸ φαινόμενον ἄξιος͵ οὐ προβολαῖς κεράτων καθωπλισμένος͵ οὐκ ὀνύχων ἀκμαῖς͵ οὐχ ὁπλαῖς ἢ ὀδοῦσιν ἤ τινι κέντρῳ θανατηφόρον ἰὸν ἐκ φύσεως ἔχοντι͵ οἷα δὴ τὰ [141] πολλὰ τῶν ζώων ἐν ἑαυτοῖς πρὸς τὴν τῶν λυπούντων ἄμυναν κέκτηται· οὐ τῇ τῶν τριχῶν περιβολῇ τὸ σῶμα καλύπτεται, καίτοιγε ἴσως τὸν εἰς ἀρχὴν τῶν ἄλλων προτεταγμένον͵ οἰκείοις ὅπλοις ἔδει περιπεφράχθαι παρὰ τῆς φύσεως͵ ὡς ἂν μὴ τῆς παρ' ἑτέρων ἐπικουρίας πρὸς τὴν ἰδίαν ἀσφάλειαν δέοιτο. Νυνὶ δὲ λέων μὲν καὶ σῦς καὶ τίγρις καὶ πάρδαλις καὶ εἴ τι τοιοῦτον ἕτερον͵ ἀρκοῦσαν ἔχει πρὸς σωτηρίαν τὴν ἐκ φύσεως δύναμιν. Καὶ τῷ ταύρῳ μὲν τὸ κέρας καὶ τῷ λαγωῷ τὸ τάχος καὶ τῇ δορκάδι τὸ πήδημα καὶ τὸ κατ' ὀφθαλμὸν ἀσφαλὲς καὶ ἄλλῳ τινὶ ζώῳ τὸ μέγεθος καὶ ἑτέροις ἡ προνομαία καὶ τοῖς πετεινοῖς τὸ πτερὸν καὶ τῇ μελίσσῃ τὸ κέντρον καὶ πᾶσι πάντως ἕν τι εἰς σωτηρίαν παρὰ τῆς φύσεως ἐμπέφυκε, μόνος δὲ πάντων ὁ ἄνθρωπος τῶν μὲν ταχυδρομούντων ἀργότερος͵ τῶν δὲ πολυσαρκούντων βραχύτερος͵ τῶν δὲ τοῖς συμφύτοις ὅπλοις ἠσφαλισμένων εὐαλωτότερος. Καὶ πῶς͵ ἐρεῖ τις͵ ὁ τοιοῦτος τὴν ἀρχὴν τὴν κατὰ πάντων κεκλήρωται;

 

Ἀλλ' οὐδὲν οἶμαι χαλεπὸν δεῖξαι͵ ὅτι τὸ δοκοῦν ἐπιδεὲς τῆς φύσεως ἡμῶν͵ ἀφορμὴ πρὸς τὸ κρατεῖν τῶν ὑποχειρίων ἐστίν. Εἰ γὰρ οὕτω δυνάμεως εἶχεν ὁ ἄνθρωπος͵ ὡς τῇ μὲν ὠκύτητι παρατρέχειν τὸν ἵππον͵ ἄτριπτον δὲ ὑπὸ στεῤῥότητος ἔχειν τὸν πόδα͵ ὁπλαῖς τισιν ἢ χηλαῖς ἐρειδόμενον͵ κέρατα δὲ καὶ κέντρα καὶ ὄνυχας ἐν ἑαυτῷ φέρειν, πρῶτον μὲν θηριώδης τις ἂν ἦν καὶ δυσάντητος͵ τοιούτων αὐτοῦ τῷ σώματι συμπεφυκότων. Ἔπειτα δὲ παρεῖδεν ἂν τὴν τῶν ἄλλων ἀρχήν͵ οὐδὲν τῆς συνεργίας τῶν ὑποχειρίων δεόμενος. Νυνὶ δὲ τούτου χάριν ἐφ' ἕκαστον τῶν ὑπεζευγμένων ἡμῖν αἱ τοῦ βίου χρεῖαι κατεμερίσθησαν͵ ὡς ἀναγκαίαν ποιεῖν τὴν κατ' ἐκείνων ἀρχήν.

 

Τὸ μὲν βραδὺ τοῦ σώματος δυσκίνητον͵ τὸν ἵππον τῇ χρείᾳ προσήγαγέ τε καὶ ἐδαμάσατο. Ἡ δὲ τῆς σαρκὸς γυμνότης ἀναγκαίαν τὴν τῶν προβάτων ἐπιστασίαν ἐποίησεν͵ ἐκ τῆς ἐτησίου τῶν ἐρίων φορᾶς τῆς ἡμετέρας φύσεως ἀναπληροῦσαν τὸ λεῖπον. Τὸ δὲ τὰς ἀφορμὰς ἡμῖν τὰς πρὸς τὸν βίον καὶ ἐξ ἑτέρων εἰσάγεσθαι͵ τὰ ἀχθοφόρα τῶν ζώων ταῖς τοιαύταις ὑπηρεσίαις ὑπέζευξεν. Ἀλλὰ μὴν τὸ μὴ δύνασθαι καθ' ὁμοιότητα τῶν βοσκημάτων ποηφαγεῖν͵ ὑποχείριον τῷ βίῳ τὸν βοῦν ἀπειργάσατο͵ τοῖς ἰδίοις πόνοις τὴν ζωὴν ἡμῖν ἐξευμαρίζοντα. Ἐπεὶ δὲ καὶ ὀδόντων καὶ δήγματος ἦν χρεία πρὸς τὸ καταγωνίζεσθαί τινα τῶν ἄλλων ζώων͵ διὰ τῆς τῶν ὀδόντων βλάβης͵ παρέσχεν ὁ κύων μετὰ τοῦ τάχους τὴν ἰδίαν γένυν τῇ ἡμετέρᾳ χρείᾳ͵ οἷόν τις ἔμψυχος μάχαιρα τῷ ἀνθρώπῳ γενόμενος. Κεράτων δὲ προβολῆς καὶ ὀνύχων ἀκμῆς ἰσχυρότερός τε καὶ τομώτερος ἐπινενόηται τοῖς ἀνθρώποις ὁ σίδηρος͵ οὐκ ἀεὶ συμπεφυκὼς ἡμῖν͵ ὥσπερ τοῖς θηρίοις ἐκεῖνα͵ ἀλλ' ἐπὶ καιροῦ συμμαχήσας͵ τὸ λοιπὸν ἐφ' ἑαυτοῦ μένει. Καὶ ἀντὶ τῆς τοῦ κροκοδείλου φωλίδος͵ ἔστι μὲν καὶ αὐτὸν ἐκεῖνον ὅπλον ποιήσασθαι͵ κατὰ καιρὸν τὴν δορὰν περιθέμενον. Εἰ δὲ μή͵ σχηματίζεται καὶ πρὸς τοῦτο παρὰ τῆς τέχνης ὁ σίδηρος͵ ὃς ἐπὶ καιροῦ πρὸς τὸν πόλεμον ὑπηρετήσας͵ πάλιν ἐλεύθερον τοῦ ἄχθους ἐπ' εἰρήνης τὸν ὁπλίτην κατέλιπεν. Ὑπηρετεῖ δὲ τῷ βίῳ καὶ τὸ πτερὸν τῶν ὀρνέων͵ ὡς μηδὲ τοῦ πτηνοῦ τάχους δι' ἐπινοίας [144] ἡμᾶς ἀπολείπεσθαι. Τὰ μὲν γὰρ ἐξ αὐτῶν τιθασσὰ γίνεται καὶ συνεργεῖ τοῖς θηρεύουσι, τὰ δὲ δι' ἐκείνων ταῖς χρείαις ἡμῶν δι' ἐπινοίας ὑπάγεται. Ἀλλὰ καὶ πτερόεντας ἡμῖν τοὺς ὀϊστοὺς ἡ τέχνη δι' ἐπινοίας ποιησαμένη͵ τὸ πτηνὸν τάχος ταῖς ἡμετέραις χρείαις διὰ τοῦ τόξου χαρίζεται. Τὸ δὲ εὐπαθεῖς καὶ εὐτρίπτους ἡμῖν πρὸς τὴν πορείαν εἶναι τὰς βάσεις͵ ἀναγκαίαν ποιεῖ τὴν ἐκ τῶν ὑποχειρίων συνεργίαν. Ἐκεῖθεν γάρ ἐστι τοῖς ποσὶ περιαρμόσαι τὰ πέδιλα.

 

 

 

 

Διὰ τί ὄρθιον τοῦ ἀνθρώπου τὸ σχῆμα͵ καὶ ὅτι διὰ τὸν λόγον αἱ χεῖρες· ἐν ᾧ τις καὶ περὶ διαφορᾶς ψυχῶν φιλοσοφία

 

Ὄρθιον δὲ τῷ ἀνθρώπῳ τὸ σχῆμα καὶ πρὸς τὸν οὐρανὸν ἀνατείνεται καὶ ἄνω βλέπει. Ἀρχικὰ καὶ ταῦτα καὶ τὴν βασιλικὴν ἀξίαν ἐπισημαίνοντα. Τὸ γὰρ μόνον ἐν τοῖς οὖσι τοιοῦτον εἶναι τὸν ἄνθρωπον͵ τοῖς δὲ ἄλλοις ἅπασι πρὸς τὸ κάτω νενευκέναι τὰ σώματα͵ σαφῶς δείκνυσι τὴν τῆς ἀξίας διαφοράν͵ τῶν τε ὑποκυπτόντων τῇ δυναστείᾳ καὶ τῆς ὑπερανεστώσης αὐτῶν ἐξουσίας. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασι τὰ ἔμπροσθεν κῶλα τοῦ σώματος πόδες εἰσί͵ διότι τὸ κεκυφὸς ἐδεῖτο πάντως τοῦ ὑπερείδοντος· ἐπὶ δὲ τῆς τοῦ ἀνθρώπου κατασκευῆς χεῖρες τὰ κῶλα ἐγένοντο. Τοῦ γὰρ ὀρθίου σχήματος αὐτάρκης ἦν πρὸς τὴν χρείαν μία βάσις͵ διπλοῖς ποσὶν ἐν ἀσφαλείᾳ τὴν στάσιν ἐρείδουσα.

 

 Ἄλλως δὲ καὶ τῇ τοῦ λόγου χρείᾳ συνεργός ἐστιν ἡ τῶν χειρῶν ὑπουργία. Καί τις ἴδιον τῆς λογικῆς φύσεως τὴν τῶν χειρῶν ὑπηρεσίαν εἰπών͵ οὐ τοῦ παντὸς ἁμαρτήσεται͵ οὐ μόνον πρὸς τὸ κοινὸν τοῦτο καὶ πρόχειρον ἀποτρέχων τῇ διανοίᾳ͵ ὅτι γράμμασι τὸν λόγον διὰ τῆς τῶν χειρῶν εὐφυΐας ἐνσημαινόμεθα (ἔστι μὲν γὰρ οὐδὲ τοῦτο λογικῆς χάριτος ἄμοιρον͵ τὸ φθέγγεσθαι διὰ γραμμάτων ἡμᾶς͵ καὶ τρόπον τινὰ διὰ χειρὸς διαλέγεσθαι͵ τοῖς τῶν στοιχείων χαρακτῆρσι τὰς φωνὰς διασώζοντας)· ἀλλ' ἐγὼ πρὸς ἕτερον βλέπων συνεργεῖν φημι τὰς χεῖρας τῇ ἐκφωνήσει τοῦ λόγου· μᾶλλον δὲ πρὶν περὶ τούτων διεξετάσαι͵ τὸν παρεθέντα λόγον κατανοήσωμεν. Μικροῦ γὰρ ἡμᾶς τὸ κατὰ τὴν τάξιν τῶν γεγονότων διέλαθεν· τίνος χάριν προηγεῖται μὲν ἡ βλάστη τῶν ἐκ τῆς γῆς φυομένων͵ ἐπιγίνεται δὲ τὰ ἄλογα τῶν ζώων͵ καὶ οὕτω μετὰ τὴν κατασκευὴν τούτων ὁ ἄνθρωπος. Τάχα γὰρ οὐ μόνον τὸ ἐκ τοῦ προχείρου νοούμενον διὰ τούτου μανθάνομεν. ὅτι τῶν ζώων ἕνεκεν ἡ πόα χρήσιμος ἐφάνη τῷ κτίσαντι͵ διὰ δὲ τὸν ἄνθρωπον τὰ βοτά· οὗ χάριν πρὸ μὲν τῶν βοσκημάτων͵ ἐκείνων τροφή͵ πρὸ δὲ τοῦ ἀνθρώπου τὸ ὑπηρετεῖν μέλλον τῇ ἀνθρωπίνῃ ζωῇ.

 

Ἀλλ' ἐμοὶ δοκεῖ δόγμα τι τῶν κεκρυμμένων παραδηλοῦν διὰ τούτων ὁ Μωϋσῆς͵ καὶ τὴν περὶ ψυχῆς φιλοσοφίαν δι' ἀποῤῥήτων παραδιδόναι͵ ἣν ἐφαντάσθη μὲν καὶ ἡ ἔξωθεν παίδευσις͵ οὐ μὴν τηλαυγῶς κατενόησε. Διδάσκει γὰρ ἡμᾶς διὰ τούτων ὁ λόγος͵ ἐν τρισὶ διαφοραῖς τὴν ζωτικὴν καὶ ψυχικὴν δύναμιν θεωρεῖσθαι. Ἡ μὲν γάρ τίς ἐστιν αὐξητική τε μόνον καὶ θρεπτικὴ͵ τὸ κατάλληλον εἰς προσθήκην τῶν τρεφομένων προσάγουσα͵ ἣ φυσικὴ λέγεται καὶ περὶ τὰ φυτὰ θεωρεῖται. Ἔστι γὰρ καὶ ἐν τοῖς φυομένοις ζωτικήν τινα δύναμιν αἰσθήσεως [145] ἄμοιρον κατανοῆσαι. Ἕτερον δὲ παρὰ τοῦτο ζωῆς εἶδός ἐστιν͵ ὃ καὶ τοῦτο ἔχει͵ καὶ τὸ κατ' αἴσθησιν οἰκονομῆσαι προσείληφεν͵ ὅπερ ἐν τῇ φύσει τῶν ἀλόγων ἐστίν. Οὐ γὰρ μόνον τρέφεται καὶ αὔξεται͵ ἀλλὰ καὶ τὴν αἰσθητικὴν ἐνέργειάν τε καὶ ἀντίληψιν ἔχει. Ἡ δὲ τελεία ἐν σώματι ζωὴ ἐν τῇ λογικῇ͵ τῇ ἀνθρωπίνῃ λέγω͵ καθορᾶται φύσει͵ τρεφομένη τε καὶ αἰσθανομένη καὶ λόγου μετέχουσα καὶ νῷ διοικουμένη.

 

Γένοιτο δ' ἂν ἡμῖν τοιαύτη τις ἡ τοῦ λόγου διαίρεσις· Τῶν ὄντων τὸ μέν τι νοητόν͵ τὸ δὲ σωματικὸν πάντως ἐστίν. Ἀλλὰ τοῦ μὲν νοητοῦ παρείσθω νῦν ἡ πρὸς τὰ οἰκεῖα τομή· οὐ γὰρ τούτων ὁ λόγος. Τοῦ δὲ σωματικοῦ τὸ μὲν ἄμοιρον καθόλου ζωῆς͵ τὸ δὲ μετέχει ζωτικῆς ἐνεργείας. Πάλιν τοῦ ζωτικοῦ σώματος τὸ μὲν αἰσθήσει συζῇ͵ τὸ δὲ ἀμοιρεῖ τῆς αἰσθήσεως. Εἶτα τὸ αἰσθητικὸν τέμνεται πάλιν εἰς λογικόν τε καὶ ἄλογον. Διὰ τοῦτο πρῶτον μετὰ τὴν ἄψυχον ὕλην οἷον ὑποβάθραν τινὰ τῆς τῶν ἐμψύχων ἰδέας τὴν φυσικὴν ταύτην ζωὴν συστῆναι λέγει ὁ νομοθέτης͵ ἐν τῇ τῶν φυτῶν βλάστῃ προϋποστᾶσαν· εἶθ' οὕτως ἐπάγει τῶν κατ' αἴσθησιν διοικουμένων τὴν γένεσιν. Καὶ ἐπειδὴ κατὰ τὴν αὐτὴν ἀκολουθίαν τῶν διὰ σαρκὸς τὴν ζωὴν εἰληχότων τὰ μὲν αἰσθητικὰ καὶ δίχα τῆς νοερᾶς φύσεως ἐφ' ἑαυτῶν εἶναι δύναται͵ τὸ δὲ λογικὸν οὐκ ἂν ἑτέρως γένοιτο ἐν σώματι͵ εἰ μὴ τῷ αἰσθητῷ συγκραθείη· διὰ τοῦτο τελευταῖος μετὰ τὰ βλαστήματα καὶ τὰ βοτὰ κατεσκευάσθη ὁ ἄνθρωπος͵ ὁδῷ τινι πρὸς τὸ τέλειον ἀκολούθως προϊούσης τῆς φύσεως. Διὰ πάσης γὰρ ἰδέας τῶν ψυχῶν κατακιρνᾶται τὸ λογικὸν τοῦτο ζῶον ὁ ἄνθρωπος. Τρέφεται μὲν γὰρ κατὰ τὸ φυσικὸν τῆς ψυχῆς εἶδος, τῇ δὲ αὐξητικῇ δυνάμει ἡ αἰσθητικὴ προσεφύη͵ μέσως ἔχουσα κατὰ τὴν ἰδίαν φύσιν τῆς τε νοερᾶς καὶ τῆς ὑλωδεστέρας οὐσίας, τοσούτῳ παχυμερεστέρα ταύτης͵ ὅσῳ καθαρωτέρα ἐκείνης. Εἶτά τις γίνεται πρὸς τὸ λεπτὸν καὶ φωτοειδὲς τῆς αἰσθητικῆς φύσεως ἡ τῆς νοερᾶς οὐσίας οἰκείωσίς τε καὶ ἀνάκρασις͵ ὡς ἐν τρισὶ τούτοις τὸν ἄνθρωπον τὴν σύστασιν ἔχειν, καθὼς καὶ παρὰ τοῦ Ἀποστόλου τὸ τοιοῦτον ἐμάθομεν͵ ἐν οἷς πρὸς τοὺς Ἐφεσίους ἔφη͵ προσευχόμενος αὐτοῖς τὴν ὁλοτελῆ χάριν τοῦ σώματος καὶ τῆς ψυχῆς καὶ τοῦ πνεύματος ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου φυλαχθῆναι͵ ἀντὶ τοῦ θρεπτικοῦ μέρους τὸ σῶμα λέγων͵ τὸ δὲ αἰσθητικὸν τῇ ψυχῇ διασημαίνων͵ τὸ νοερὸν δὲ τῷ πνεύματι. Ὡσαύτως καὶ τὸν γραμματέα διὰ τοῦ Εὐαγγελίου παιδεύει ὁ Κύριος πάσης ἐντολῆς προτιθέναι τὴν εἰς Θεὸν ἀγάπην͵ τὴν ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ διανοίας ἐνεργουμένην. Καὶ γὰρ ἐνταῦθα τὴν αὐτὴν δοκεῖ μοι διαφορὰν ἑρμηνεύειν ὁ λόγος͵ τὴν μὲν σωματικωτέραν κατάστασιν καρδίαν εἰπών͵ ψυχὴν δὲ τὴν μέσην͵ διάνοιαν δὲ τὴν ὑψηλοτέραν φύσιν͵ τὴν [148] νοεράν τε καὶ ποιητικὴν δύναμιν.

 

Ὅθεν καὶ τρεῖς διαφορὰς προαιρέσεως ὁ Ἀπόστολος οἶδε͵ τὴν μὲν σαρκικὴν κατονομάζων͵ ἣ περὶ γαστέρα καὶ τὰς περὶ ταύτην ἡδυπαθείας ἠσχόληται, τὴν δὲ ψυχικήν͵ ἣ μέσως πρὸς ἀρετὴν καὶ κακίαν ἔχει͵ τῆς μὲν ὑπερανεστῶσα͵ τῆς δὲ καθαρῶς οὐ μετέχουσα, τὴν δὲ πνευματικήν͵ ἣ τὸ τέλειον ἐνθεωρεῖ τῆς κατὰ Θεὸν πολιτείας. Διό φησι πρὸς Κορινθίους͵ τὸ ἀπολαυστικὸν αὐτῶν καὶ ἐμπαθὲς ὀνειδίζων͵ ὅτι Σάρκινοί ἐστε καὶ τῶν τελειοτέρων δογμάτων ἀχώρητοι· ἑτέρωθι δὲ σύγκρισίν τινα τοῦ μέσου πρὸς τὸ τέλειον ποιούμενος͵ λέγει· Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα͵ αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. Ὡς οὖν ἀναβέβηκεν ὁ ψυχικὸς τὸν σαρκικόν͵ κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ ὁ πνευματικὸς τούτου ὑπερανέστηκεν. 

 

Εἰ οὖν τελευταῖον μετὰ πᾶν ἔμψυχον ἡ Γραφὴ γεγενῆσθαι λέγει τὸν ἄνθρωπον͵ οὐδὲν ἕτερον ἢ φιλοσοφεῖ τὰ περὶ ψυχῆς ἡμῖν ὁ νομοθέτης͵ ἐπ' ἀναγκαίᾳ τινὶ τῇ τάξεως ἀκολουθίᾳ τὸ τέλειον ἐν τελευταίοις βλέπων. Ἐν μὲν γὰρ τῷ λογικῷ καὶ τὰ λοιπὰ περιείληπται, ἐν δὲ τῷ αἰσθητικῷ καὶ τὸ φυσικὸν εἶδος πάντως ἐστίν. Ἐκεῖνο δὲ περὶ τὸ ὑλικὸν θεωρεῖται μόνον. Οὐκοῦν εἰκότως͵ καθάπερ διὰ βαθμῶν ἡ φύσις͵ τῶν τῆς ζωῆς λέγω ἰδιωμάτων͵ ἀπὸ τῶν μικροτέρων ἐπὶ τὸ τέλειον ποιεῖται τὴν ἄνοδον.

 

Ἐπειδὴ τοίνυν λογικόν τι ζῶόν ἐστιν ὁ ἄνθρωπος͵ κατάλληλον ἔδει τῇ χρείᾳ τοῦ λόγου κατασκευασθῆναι τὸ τοῦ σώματος ὄργανον. Καθάπερ τοὺς μουσικοὺς ἔστιν ἰδεῖν πρὸς τὸ τῶν ὀργάνων εἶδος τὴν μουσικὴν ἑκπονοῦντας͵ καὶ οὔτε διὰ βαρβίτων αὐλοῦντας͵ οὔτε ἐν αὐλοῖς κιθαρίζοντας· κατὰ τὸν αὐτὸν τρόπον ἔδει τῷ λόγῳ κατάλληλον εἶναι τὴν τῶν ὀργάνων κατασκευὴν͵ ὡς ἂν προσφυῶς ἐνηχοίη πρὸς τὴν τῶν ῥημάτων χρείαν ὑπὸ τῶν φωνητικῶν μορίων τυπούμενος. Διὰ τοῦτο συνηρτήθησαν αἱ χεῖρες τῷ σώματι. Εἰ γὰρ καὶ μυρίας ἔστιν ἀπαριθμήσασθαι τὰς κατὰ τὸν βίον χρείας͵ πρὸς ἃς τὰ εὐμήχανα ταῦτα καὶ πολυαρκῆ τῶν χειρῶν ὄργανα χρησίμως ἔχει πρὸς πᾶσαν τέχνην καὶ πᾶσαν ἐνέργειαν͵ τὸν κατὰ πόλεμόν τε καὶ εἰρήνην εὐαφῶς μετιόντα· ἀλλὰ καὶ πρὸ τῶν ἄλλων διαφερόντως τοῦ λόγου χάριν προσέθηκεν αὐτὰς ἡ φύσις τῷ σώματι. Εἰ γὰρ ἄμοιρος τῶν χειρῶν ὁ ἄνθρωπος ἦν͵ πάντως ἂν αὐτῷ καθ' ὁμοιότητα τῶν τετραπόδων καταλλήλως τῇ τῆς τροφῆς χρείᾳ διεσκεύαστο τοῦ προσώπου τὰ μόρια͵ ὥστε προμήκη τε τὴν μορφὴν εἶναι͵ καὶ ἐπὶ μυκτῆρας ἀπολεπτύνεσθαι͵ καὶ προβεβλῆσθαι τὰ χείλη τοῦ στόματος τυλώδη καὶ σταθερὰ καὶ παχέα͵ πρὸς τὴν ἀναίρεσιν τῆς πόας ἐπιτηδείως ἔχοντα͵ ἐγκεῖσθαι δὲ τοῖς ὀδοῦσι τὴν γλῶσσαν ἄλλην· τινὰ τοιαύτην͵ πολύσαρκον͵ καὶ ἀντιτυπῆ καὶ τραχεῖαν καὶ συγκατεργαζομένην τοῖς ὀδοῦσι τὸ ὑπὸ τὸν ὀδόντα γινόμενον· ἢ ὑγράν τε καὶ διακεχυμένην [149] κατὰ τὰ πλάγια͵ οἵα ἡ τῶν κυνῶν τε καὶ τῶν λοιπῶν τῶν ὠμοβόρων ἐστὶ͵ τῷ καρχάρῳ τῶν ὀδόντων μεταξὺ τῶν διαστημάτων ἐνδιαῤῥέουσα. Εἰ οὖν μὴ παρῆσαν αἱ χεῖρες τῷ σώματι͵ πῶς ἂν ἔναρθρος τούτῳ ἐνετυπώθη φωνή͵ τῆς κατασκευῆς τῶν κατὰ τὸ στόμα μορίων οὐ συνδιασχηματιζομένης πρὸς τὴν χρείαν τοῦ φθόγγου; ὡς ἐπάναγκες εἶναι ἢ βληχᾶσθαι πάντως ἢ μηκάζειν ἢ ὑλακτεῖν ἢ χρεμετίζειν τὸν ἄνθρωπον͵ ἢ βουσὶν ἢ ὄνοις βοᾷν παραπλήσιον ἤ τινα θηριώδη μυκηθμὸν ἀφιέναι. Νυνὶ δὲ τῆς χειρὸς ἐντεθείσης τῷ σώματι͵ εὔσχολόν ἐστι τὸ στόμα τῇ ὑπηρεσίᾳ τοῦ λόγου. Οὐκοῦν ἴδιον τῆς λογικῆς φύσεως αἱ χεῖρες ἀναπεφήνασιν͵ οὕτω τοῦ πλάστου διὰ τούτων ἐπινοήσαντος τῷ λόγῳ τὴν εὐκολίαν.

 

 

 

Ὅτι ὀργανικὸν κατεσκευάσθη τοῦ ἀνθρώπου τὸ σχῆμα πρὸς τὴν τοῦ λόγου χρείαν

 

Ἐπειδὴ τοίνυν θεοειδῆ τινὰ χάριν τῷ πλάσματι ἡμῶν ὁ ποιήσας δεδώρηται͵ τῶν ἰδίων ἀγαθῶν ἐνθεὶς τῇ εἰκόνι τὰς ὁμοιότητας· διὰ τοῦτο τὰ μὲν λοιπὰ τῶν ἀγαθῶν ἔδωκεν ἐκ φιλοτιμίας τῇ ἀνθρωπίνῃ φύσει. Νοῦ δὲ καὶ φρονήσεως οὐκ ἔστι κυρίως εἰπεῖν ὅτι δέδωκεν͵ ἀλλ' ὅτι μετέδωκε͵ τὸν ἴδιον αὐτοῦ τῆς φύσεως κόσμον ἐπιβαλὼν τῇ εἰκόνι. Ἐπεὶ οὖν νοερόν τι χρῆμα καὶ ἀσώματόν ἐστιν ὁ νοῦς͵ ἀκοινώνητον ἂν ἔσχε τὴν χάριν καὶ ἄμικτον͵ μὴ διά τινος ἐπινοίας φανερουμένης αὐτοῦ τῆς κινήσεως. Τούτου χάριν τῆς ὀργανικῆς ταύτης προσεδεήθη κατασκευῆς͵ ἵνα πλήκτρου δίκην τῶν φωνητικῶν μορίων ἁπτόμενος͵ διὰ τῆς ποιᾶς τῶν φθόγγων τυπώσεως ἑρμηνεύσῃ τὴν ἔνδοθεν κίνησιν.

 

Καὶ ὥσπερ τις μουσικῆς ἔμπειρος ὤν͵ ἂν ἰδίαν ἐκ πάθους μὴ ἔχοι φωνήν͵ βουλόμενος δὲ φανερὰν ποιῆσαι τὴν ἐπιστήμην͵ ἀλλοτρίαις ἐμμελῳδοίη φωναῖς͵ δι' αὐλῶν ἢ λύρας δημοσιεύων τὴν τέχνην· οὕτω καὶ ὁ ἀνθρώπινος νοῦς͵ παντοδαπῶν νοημάτων εὑρετὴς ὤν͵ τῷ μὴ δύνασθαι διὰ σωματικῶν αἰσθήσεων ἐπαϊούσῃ τῇ ψυχῇ δεικνύειν τὰς τῆς διανοίας ὁρμάς͵ καθάπερ τις ἁρμοστὴς ἔντεχνος τῶν ἐμψύχων τούτων ὀργάνων ἁπτόμενος͵ διὰ τῆς ἐν τούτοις ἠχῆς φανερὰ ποιεῖ τὰ κεκρυμμένα νοήματα.

 

Σύμμικτος δέ τις ἡ μουσικὴ περὶ τὸ ἀνθρώπινον ὄργανον αὐλοῦ καὶ λύρας͵ ὥσπερ ἐν συνῳδίᾳ τινὶ κατὰ ταὐτὸν ἀλλήλοις συμφθεγγομένων. Τὸ μὲν γὰρ πνεῦμα διὰ τῆς ἀρτηρίας͵ ἀπὸ τῶν πνευματοδόχων ἀγγείων ἀνωθούμενον͵ ὅταν ἡ ὁρμὴ τοῦ φθεγγομένου πρὸς φωνὴν τονώσῃ τὸ μέρος͵ ταῖς ἔνδοθεν προσαρασσόμενον προσβολαῖς͵ αἳ κυκλοτερῶς τὸν αὐλοειδῆ τοῦτον διειλήφασι πόρον͵ μιμεῖταί πως τὴν διὰ τοῦ αὐλοῦ γινομένην φωνήν͵ ταῖς ὑμενώδεσιν ἐξοχαῖς ἐν κύκλῳ περιδονούμενον. Ὑπερῴα δὲ τὸν κάτωθεν φθόγγον ἐκδέχεται τῷ κατ' αὐτὴν κενώματι͵ διδύμοις αὐλοῖς τοῖς ἐπὶ τοὺς μυκτῆρας διήκουσι καὶ οἷον λεπίδων τισὶν ἐξοχαῖς τοῖς περὶ τὸν ἠθμὸν χόνδροις τὴν φωνὴν περισχίζουσα͵ γεγωνοτέραν τὴν ἠχὴν ἀπεργάζεται. Παρειὰ δὲ καὶ γλῶσσα καὶ ἡ περὶ τὸν φάρυγγα διασκευή͵ καθ' ἣν ὁ ἀνθερεὼν ὑποχαλᾶται κοιλαινόμενος καὶ ὀξυτονῶν ἐπιτείνεται· [152] ταῦτα πάντα τὴν ἐν ταῖς νευραῖς τοῦ πλήκτρου κίνησιν ὑποκρίνεται ποικίλως καὶ πολυτρόπως͵ ἐπὶ καιροῦ σὺν πολλῷ τῷ τάχει μεθαρμόζοντα πρὸς τὴν χρείαν τοὺς τόνους. Χειλέων δὲ διαστολὴ καὶ ἐπίμυσις ταὐτὸν ποιεῖ τοῖς διὰ τῶν δακτύλων ἐπιλαμβάνουσι τοῦ αὐλοῦ τὸ πνεῦμα καὶ τὴν ἁρμονίαν τοῦ μέλους.

 

 

 

Ὅτι διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐνεργεῖ

 

Οὕτω τοίνυν τοῦ νοῦ διὰ τῆς ὀργανικῆς ταύτης κατασκευῆς ἐν ἡμῖν μουσουργοῦντος τὸν λόγον͵ λογικοὶ γεγόναμεν͵ οὐκ ἄν͵ ὡς οἶμαι͵ ἔχοντες τὴν τοῦ λόγου χάριν͵ εἰ τὸ βαρύ τε καὶ ἐπίπονον τῆς κατὰ τὴν βρῶσιν λατρείας τοῖς χείλεσι πρὸς τὴν χρείαν τοῦ σώματος ἐπορίζομεν. Νυνὶ δὲ τὴν τοιαύτην λειτουργίαν αἱ χεῖρες εἰς ἑαυτὰς μετενέγκασαι͵ εὔθετον τῇ ὑπηρεσίᾳ τοῦ λόγου τὸ στόμα κατέλιπον.

 

Διπλῆ δὲ περὶ τὸ ὄργανον ἡ ἐνέργεια· ἡ μὲν πρὸς ἐργασίαν ἠχῆς͵ ἡ δὲ πρὸς ὑποδοχὴν τῶν ἔξωθεν νοημάτων͵ Καὶ οὐκ ἐπιμίγνυται πρὸς τὴν ἑτέραν ἡ ἄλλη͵ ἀλλὰ παραμένει τῇ ἐνεργείᾳ͵ ἐφ' ᾗ ἐτάχθη παρὰ τῆς φύσεως͵ οὐκ ἐνοχλοῦσα τῇ γείτονι͵ οὔτε τῆς ἀκοῆς λαλούσης͵ οὔτε τῆς φωνῆς ἀκουούσης. Ἡ μὲν γὰρ ἀεί τι πάντως προΐεται͵ ἡ δὲ ἀκοὴ δεχομένη διηνεκῶς οὐκ ἐμπίμπλαται͵ καθώς φησί που Σολομών· ὅ μοι δοκεῖ καὶ μάλιστα τῶν ἐν ἡμῖν ἄξιον εἶναι καὶ θαυμάζεσθαι· τί τὸ πλάτος ἐκείνου τοῦ ἔνδοθεν χωρήματος͵ εἰς ὃ πάντα συῤῥεῖ τὰ διὰ τῆς ἀκοῆς εἰσχεόμενα; τίνες οἱ ὑπομνηματογράφοι τῶν εἰσαγομένων ἐν αὐτῇ λόγων καὶ ποῖα δοχεῖα τῶν ἐντιθεμένων τῇ ἀκοῇ νοημάτων καὶ πῶς͵ πολλῶν καὶ παντοδαπῶν ἀλλήλοις ἐπεμβαλλομένων͵ σύγχυσις καὶ πλάνη κατὰ τὴν ἐπάλληλον θέσιν τῶν ἐγκειμένων οὐ γίνεται; Τὸ ἴσον δ' ἄν τις καὶ ἐπὶ τῆς τῶν ὄφεων ἐνεργείας θαυμάσειεν. Ὁμοίως γὰρ καὶ διὰ τούτων ὁ νοῦς τῶν ἔξω τοῦ σώματος ἐπιδράσσεται καὶ πρὸς ἑαυτὸν ἕλκει τῶν φαινομένων τὰ εἴδωλα͵ τοὺς χαρακτῆρας τῶν ὁρατῶν ἐν ἑαυτῷ καταγράφων.

 

Καὶ ὥσπερ εἴ τις πολύχωρος εἴη πόλις ἐκ διαφόρων εἰσόδων τοὺς πρὸς αὐτὴν συμφοιτῶντας εἰσδεχομένη͵ οὐκ ἐπὶ τὸ αὐτὸ κατά τι τῶν ἐν τῇ πόλει συνδραμόντες οἱ πάντες͵ ἀλλ' οἱ μὲν κατὰ τὴν ἀγοράν͵ οἱ δὲ κατὰ οἰκήσεις͵ ἄλλοι κατὰ τὰς ἐκκλησίας ἢ τὰς πλατείας ἢ τοὺς στενωποὺς ἢ τὰ θέατρα͵ κατὰ τὴν ἰδίαν ἕκαστος γνώμην μεταχωροῦσι· τοιαύτην τινὰ βλέπω καὶ τὴν τοῦ νοῦ πόλιν τὴν ἔνδοθεν ἐν ἡμῖν συνῳκισμένην͵ ἢν διάφοροι μὲν αἱ διὰ τῶν αἰσθήσεων εἴσοδοι καταπληροῦσιν· ἕκαστον δὲ τῶν εἰσιόντων φιλοκρινῶν τε καὶ διεξετάζων ὁ νοῦς͵ τοῖς καταλλήλοις τῆς γνώσεως τόποις ἐναποτίθεται.

 

Καὶ ὥσπερ ἐπὶ τοῦ κατὰ τὴν πόλιν ὑποδείγματος͵ ἔστι πολλάκις ὁμοφύλους τινὰς ὄντας καὶ συγγενεῖς μηδὲ τῆς αὐτῆς πύλης ἐντὸς γενέσθαι͵ ἄλλου κατ' ἄλλην εἴσοδον κατὰ τὸ συμβὰν εἰσδραμόντος͵ οὐδὲν δὲ ἧττον ἐντὸς τῆς περιβολῆς τοῦ τείχους γενόμενοι͵ πάλιν μετ' ἀλλήλων εἰσί͵ [153] πρὸς ἀλλήλους οἰκείως ἔχοντες· καὶ τὸ ἔμπαλιν ἔστιν εὑρεῖν γινόμενον· οἱ γὰρ ἀπεξενωμένοι τε καὶ ἄγνωστοι ἀλλήλων μιᾷ χρῶνται πρὸς τὴν πόλιν εἰσόδῳ πολλάκις͵ ἀλλ' οὐ συνάπτει τούτους ἀλλήλοις ἡ κατὰ τὴν εἴσοδον κοινωνία· δύνανται γὰρ καὶ ἐντὸς γενόμενοι διακριθῆναι πρὸς τὸ ὁμόφυλον· τοιοῦτόν τι βλέπω καὶ ἐπὶ τῆς κατὰ τὸν νοῦν εὐρυχωρίας. Πολλάκις γὰρ καὶ ἐκ διαφόρων αἰσθητηρίων μία γνῶσις ἡμῖν συναγείρεται͵ τοῦ αὐτοῦ πράγματος πολυμερῶς πρὸς τὰς αἰσθήσεις μεριζομένου. Πάλιν δ' αὖ τὸ ἐναντίον͵ ἔστιν ἐκ μιᾶς τινος τῶν αἰσθήσεων πολλὰ καὶ ποικίλα μαθεῖν͵ οὐδὲν ἀλλήλοις κατὰ τὴν φύσιν συμβαίνοντα, οἷον (κρεῖττον γὰρ ἐν ὑποδείγματι διασαφηνίσαι τὸν λόγον)͵ προκείσθω ζητεῖσθαί τι περὶ χυμῶν ἰδιότητος͵ τί μὲν ἡδὺ πρὸς τὴν αἴσθησιν͵ τί δὲ φευκτὸν τοῖς γευομένοις ἐστίν. Οὐκοῦν εὑρέθη διὰ τῆς πείρας ἤ τε τῆς χολῆς πικρότης καὶ τὸ προσηνὲς τῆς κατὰ τὸ μέλι ποιότητος. Διαφόρων δὲ ὄντων τούτων͵ μίαν εἰσάγει γνῶσιν τὸ αὐτὸ πρᾶγμα͵ πολυμερῶς τῇ διανοίᾳ εἰσοικιζόμενον, ἢ γεύσει ἢ ὀσφρήσει ἢ ἀκοῇ͵ πολλάκις δὲ καὶ τῇ ἀφῇ καὶ τῇ ὄψει. Καὶ γὰρ ἰδών τις τὸ μέλι͵ καὶ τοῦ ὀνόματος ἀκούσας καὶ τῇ γεύσει λαβὼν καὶ τὸν ἀτμὸν διὰ τῆς ὀσφρήσεως ἐπιγνοὺς καὶ τῇ ἀφῇ δοκιμάσας τὸ αὐτὸ πρᾶγμα δι' ἑκάστου τῶν αἰσθητηρίων ἐγνώρισε.

 
Ποικίλα δὲ πάλιν καὶ πολυειδῆ διὰ μιᾶς τινος αἰσθήσεως διδασκόμεθα· τῆς τε ἀκοῆς παντοίας δεχομένης φωνάς͵ τῆς τε διὰ τῶν ὀφθαλμῶν ἀντιλήψεως ἀδιάκριτον ἐχούσης τὴν ἐνέργειαν ἐπὶ τῆς τῶν ἑτερογενῶν θεωρίας. Ὁμοίως γὰρ λευκῷ τε προσπίπτει καὶ μέλανι καὶ πᾶσι τοῖς κατὰ τὸ ἐναντίον διεστῶσι τῷ χρώματι. Οὕτως ἡ γεῦσις͵ οὕτως ἡ ὄσφρησις͵ οὕτως ἡ διὰ τῆς ἁφῆς κατανόησις͵ παντοδαπῶν πραγμάτων ἑκάστη διὰ τῆς οἰκείας ἀντιλήψεως τὴν γνῶσιν ἐντίθησιν.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets