Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 10 Απριλίου 2013

ΜΖ (47). ΠΕΡΙ ΤΟΥ "ΦΩΝΗ ΒΟΩΝΤΟΣ ΕΝ ΤΗ ΕΡΗΜΩ".


47. ΕΡΩΤΗΣΙΣ ΜΖ'

Τί ἐστι φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ καὶ τὰ ἑξῆς; Τίς ἡ ἔρημος καὶ τίς ἐνταῦθα ἡ ὁδὸς Κυρίου καὶ τίς ἡ ἑτοιμασία αὐτῆς; Τίνες τε αἱ τρίβοι αὐτοῦ καὶ τί τὸ εὐθῦναι αὐτάς; Τίνες αἱ φάραγγες, καὶ τί σημαίνει τὸ πληρωθήσεται πᾶσα φάραγξ; Τίνα τε τὰ ὄρη καὶ οἱ βουνοί, καὶ τίς ἡ τούτων ταπείνωσις; Τί τὰ σκολιά, καὶ πῶς ἔσται εἰς εὐθεῖαν; Τίνες αἱ τραχεῖαι, καὶ πῶς ἔσονται εἰς ὁδοὺς λείας; Καὶ τί τὸ μετὰ ταῦτα πάντα καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ;


Ἀπόκρισις.

Φωνὴ τοῦ ἐξ ἀρχῆς βοῶντος ἐν τῇ ἐρήμῳ, τῇ φύσει λέγω τῶν ἀνθρώπων ἢ τῷ κόσμῳ τούτῳ, Θεοῦ Λόγου προδήλως ἐστὶ πᾶς ἅγιος, εἴτε κατὰ τὸν Ἄβελ ὀρθῶς προσφέρων ἐξ εἰλικρινείας ἐστεατωμένα ταῖς ἀρεταῖς τὰ τῆς ψυχῆς πρῶτα τῆς θεωρίας κινήματα, εἴτε κατὰ τὸν Ἐνὼς ἐλπίδι πίστεως βεβαίᾳ τῶν μελλόντων ἀγαθῶν ἐπιδραξάμενος, ὑπὲρ ὧν ἤλπισεν, εὔτονον ἐκτήσατο τὴν ἐπίκλησιν, εἴτε κατὰ τὸν Ἐνώχ, διὰ πάσης εὐαρεστήσας ἀρετῆς, τῆς τῶν ὄντων σχέσεώς τε καὶ γνώσεως τὸν νοῦν παντελῶς ἀπάρας, πρὸς αὐτὴν τὴν ὑπὲρ νόησιν ἀσχέτως αἰτίαν μετέθηκεν, εἴτε κατὰ τὸν Νῶε, πίστει θεωρήσας τὰ μέλλοντα τῆς θείας κρίσεως εἴδη, κατεσκεύασεν ἑαυτῷ, κιβωτοῦ δίκην, τὴν ῥυομένην αὐτὸν ἀπὸ τῆς μελλούσης ὀργῆς πανταχόθεν ἠσφαλισμένην τῷ θείῳ φόβῳ πολιτείαν καὶ ἄσκησιν, εἴτε κατὰ τὸν Ἀβραάμ, καθαρῷ πίστεως ὀφθαλμῷ τῶν μελλόντων ἀγαθῶν ἰδὼν τὴν εὐπρέπειαν, ὑπήκουσε γῆς καὶ συγγενείας καὶ οἴκου πατρικοῦ προθύμως ἐξελθεῖν, καταλιπὼν τὴν πρὸς σάρκα καὶ αἴσθησιν καὶ αἰσθητὰ σχέσιν τε καὶ προσπάθειαν, καὶ φύσεως ἐν καιρῷ πειρασμοῦ καὶ ἀγώνων ὑψηλότερος ὤν, προτιμήσας τὴν αἰτίαν τῆς φύσεως, ὡς τοῦ Ἰσαὰκ τὸν Θεὸν ὁ μέγας Ἀβραάμ, εἴτε κατὰ τὸν Ἰσαάκ, δι᾽ ἄκραν ἀπάθειαν καὶ τὴν περὶ θεωρίαν καλὴν τῆς ψυχῆς ἀπληστίαν, ἀμετάβατον ἀπὸ τῆς ἀληθείας ἔσχεν, καὶ πολεμούμενος ὑπὸ τῶν πονηρῶν πνευμάτων, τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως, εἴτε κατὰ τὸν Ἰακὼβ τῆς τῶν ὑλικῶν δασύτητός τε καὶ τῆς περὶ αὐτὰ συγχύσεως τὸν νοῦν ἀποκαθάρας κατέστησε λεῖον, καὶ τῇ τῶν ἐριφείων ἐπιθέσει δερμάτων, τῇ περὶ τὴν σάρκα λέγω τοῦ κατὰ Θεὸν βίου τραχύτητι, τὴν κατὰ τοῦ φρονήματος τῆς σαρκὸς παρὰ τοῦ Θεοῦ κομισάμενος δυναστείαν, φόβῳ τε τῆς τῶν παθῶν ἐπαναστάσεως καὶ πόθῳ τῆς κατὰ πεῖραν ὑψηλοτέρας μαθήσεως μεταβὰς εἰς Χαρράν, τὴν φυσικήν φημι θεωρίαν, ἐξ ἧς λαβὼν διὰ πόνων πρακτικῶν πᾶσαν τοῦ φαινομένου κόσμου τὴν πνευματικὴν ἐπιστήμην, ἐν διαφόροις συλλεγεῖσαν λογισμοῖς τε καὶ νοήμασιν, ἐπανῆλθεν εἰς τὴν γῆν τὴν πατρικὴν καὶ οἰκείαν, φημὶ τὴν γνῶσιν τῶν νοητῶν, ἐπιφερόμενος καθάπερ γυναῖκας καὶ παιδίσκας τὰς ἐγγενομένας αὐτῷ τῆς τε πρακτικῆς καὶ τῆς θεωρητικῆς παγίας ἕξεις καὶ ἐνεργείας καὶ τοὺς ἐκ τούτων αὐτῷ γεννηθέντας υἱούς, οἵτινες οὗτοι τυγχάνουσι.

Καὶ ἁπλῶς—ἵνα μὴ πλέον τοῦ δέοντος ὁ λόγος μηκύνηται, τὸν ἑκάστου βίον διεξιών—πᾶς ἅγιος διὰ τῆς οἰκείας ἀναστροφῆς, ὡς ἐσχηκὼς βοῶντα τὸν λόγον τὰ οἰκεῖα τοῖς ἄλλοις ἀνθρώποις θελήματα, φωνὴ τοῦ Λόγου σαφῶς ὑπάρχει καὶ πρόδρομος κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ δικαιοσύνης καὶ πίστεως. Πάντων δὲ μάλιστα φωνὴ τοῦ Λόγου καὶ πρόδρομός ἐστιν Ἰωάννης ὁ μέγας καὶ τῆς ἄνευ τύπων καὶ συμβόλων ἀληθοῦς τοῦ Θεοῦ παρουσίας μηνυτής τε καὶ κήρυξ καὶ τοῖς ἀγνοοῦσιν ἐμφανιστής, δεικνὺς ἀναφανδὸν τὸν αἴροντα τοῦ κόσμου τὴν ἁμαρτίαν καὶ πρὸς τὴν οἰκονομίαν εἰς τὴν τῶν μυστηρίων ἐκπλήρωσιν κατὰ τὸ βάπτισμα συνεισφέρων τὴν ἑαυτοῦ λειτουργίαν.

Ἐπειδὴ δὲ διὰ τὸν πλοῦτον τῆς χάριτος πολυτρόπως δύναται ληφθῆναι πρὸς ὠφέλειαν τῶν ἀρετῆς τε καὶ γνώσεως ἐφιεμένων πᾶσα συλλαβή, καὶ ἡ τυχοῦσα, τῆς θείας Γραφῆς, φέρε, κατὰ τὸ δυνατὸν ἡμῖν καὶ ἑτέρως τὰ προτεθέντα θεωρήσωμεν.

Ἔρημος τοιγαροῦν, ὡς ἔφην, ἔστιν ἡ τῶν ἀνθρώπων φύσις καὶ ὁ κόσμος οὗτος καὶ ἡ τοῦ καθέκαστον ψυχὴ διὰ τὴν γενομένην ἐκ τῆς ἀρχαίας παραβάσεως τῶν ἀγαθῶν ἀκαρπίαν. Φωνὴ δὲ τοῦ βοῶντός ἐστι Λόγου ἡ κατὰ συνείδησιν ἐπὶ τοῖς ἑκάστῳ πλημμεληθεῖσι συναίσθησις οἱονεὶ βοῶσα κατὰ τὸ κρυπτὸν τῆς καρδίας ἑτοιμάσαι τὴν ὁδὸν Κυρίου. Σαφὴς δὲ καὶ πρόδηλος ἑτοιμασία τῆς θείας ὁδοῦ καθέστηκεν ἡ τῶν τρόπων τε καὶ λογισμῶν ἐπὶ τὸ κρεῖττον μεταβολὴ καὶ διόρθωσις καὶ ἡ τῶν προτέρων κάθαρσις μολυσμῶν.

Ὁδὸς δὲ καλή τε καὶ ἐπίδοξος ὁ κατ᾽ ἀρετὴν ὑπάρχει βίος· ἐν ᾧ καθάπερ ὁδῷ τὸν ἐν ἑκάστῳ ποιεῖται τῆς σωτηρίας δρόμον ὁ Λόγος, ἐνοικῶν τε διὰ τῆς πίστεως καὶ ἐμπεριπατῶν τοῖς κατ᾽ ἀρετήν τε καὶ γνῶσιν διαφόροις θεσμοῖς τε καὶ δόγμασι. Τρίβοι δὲ τοῦ Λόγου εἰσὶν οἱ διάφοροι τρόποι τῶν ἀρετῶν καὶ ἡ τοῦ κατὰ Θεὸν βίου διάφορος ἀγωγὴ ἤγουν τὰ κατὰ Θεὸν ἐπιτηδεύματα· ἃς εὐθύνουσιν οἱ μήτε δόξης ἕνεκεν μήτε προφάσει πλεονεξίας μήτε κολακείας χάριν καὶ ἀνθρωπαρεσκείας καὶ ἐπιδείξεως τὴν ἀρετὴν ἢ τὴν μελέτην τῶν θείων λόγων μετελθεῖν ἐπιτηδεύοντες, ἀλλὰ πάντα διὰ τὸν Θεὸν καὶ ποιοῦντες καὶ λέγοντες καὶ διανοούμενοι.

Τρίβοις γὰρ οὐκ εὐθείαις ὁ θεῖος οὐ πέφυκεν ἐμφιλοχωρεῖν Λόγος, κἂν εὕρῃ τὴν ὁδὸν ἔν τισιν ἕτοιμον. Οἷόν τι λέγω· νηστεύει τις καὶ ἀπέχεται τῆς ἐξαπτικῆς τῶν παθῶν διαίτης τὰ ἄλλα τε ποιεῖ, ὅσα πρὸς ἀπαλλαγὴν κακίας συμβάλλεσθαι δύναται, τὴν λεγομένην ὁδὸν οὗτος ἡτοίμασεν· κενοδοξίας δὲ ἢ πλεονεξίας ἢ κολακείας ἢ ἀνθρωπαρεσκείας ἢ ἄλλης τινὸς ἕνεκεν αἰτίας δίχα τῆς θείας εὐαρεστήσεως τοὺς τοιούτους ἐπιτηδεύει τρόπους, οὗτος εὐθείας οὐκ ἐποίησε τὰς τρίβους τοῦ Θεοῦ, καὶ τὸν μὲν τῆς ἑτοιμασίας τῆς ὁδοῦ πόνον ὑπέμεινε, τὸν δὲ Θεὸν οὐκ ἔσχε ταῖς αὐτοῦ τρίβοις ἐμπεριπατοῦντα. Ὁδὸς οὖν τοῦ Κυρίου ἐστὶν ἡ ἀρετή, εὐθεῖα δὲ τρίβος ὁ κατ᾽ ἀρετὴν ὀρθὸς ὑπάρχει τρόπος καὶ ἄδολος.

Πᾶσα φάραγξ πληρωθήσεται, τῶν ἑτοιμασαμένων δηλαδὴ καλῶς τὴν ὁδὸν Κυρίου καὶ εὐθείας ποιησαμένων τὰς αὐτοῦ τρίβους· οὐ γὰρ ἁπλῶς πᾶσα, οὐδὲ πάντων· οὔτε γὰρ τῶν μὴ ἑτοιμασάντων τὴν ὁδὸν τοῦ Κυρίου καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ. Φάραγξ δέ ἐστιν ἡ τοῦ καθέκαστον σάρξ, ἡ τῷ πολλῷ ῥεύματι τῶν παθῶν ἐκχαραδρωθεῖσα καὶ τὴν πρὸς τὴν ψυχὴν κατὰ τὸν τοῦ συνδήσαντος Θεοῦ νόμον πνευματικὴν διατμηθεῖσα συνέχειάν τε καὶ συνάφειαν.

Δυνατὸν δὲ καὶ τὴν ψυχὴν φάραγγα νοηθῆναι, τῷ πολλῷ χειμῶνι τῆς ἀγνοίας κοιλανθεῖσαν καὶ τῆς ἐν Πνεύματι καλῆς ὁμαλότητος διὰ τῆς κακίας τὸ κάλλος ἀποθεμένην. Πᾶσα τοίνυν φάραγξ, ἤγουν σὰρξ καὶ ψυχὴ τῶν ἑτοιμασάντων τὴν ὁδὸν τοῦ Κυρίου καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ, πληρωθήσεται διὰ τῆς ἀποβολῆς τῶν παθῶν, τῶν ποιούντων αὐταῖς φαράγγων δίκην τὴν ἀνωμαλίαν, καὶ τῆς τῶν ἀρετῶν ἐπαναγωγῆς ἀπολαβοῦσα τὴν φυσικὴν ἐπιφάνειαν, ὁμαλισθεῖσαν τῷ Πνεύματι.

Καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται. Ταῖς φάραγξιν, ὡς ἔοικεν, μάλιστα πεφύκασί πως συνίστασθαι τὰ ὄρη καὶ οἱ βουνοί. Ὄρος ἐστὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, βουνὸς δὲ πᾶσα κακία κατεπανισταμένη τῆς ἀρετῆς.

Εἰ γοῦν ὄρη μέν εἰσι τὰ ἐνεργητικὰ τῆς ἀγνωσίας πνεύματα, βουνοὶ δὲ τὰ ποιητικὰ τῆς κακίας, ὁπηνίκα προδήλως πᾶσα φάραγξ, ἤγουν σὰρξ ἢ ψυχὴ τῶν ἑτοιμασάντων, ὡς εἶπον, τὴν ὁδὸν τοῦ Κυρίου καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ, διὰ τῆς τοῦ περιπατοῦντος ἐν αὐτοῖς διὰ τῶν ἐντολῶν Θεοῦ Λόγου παρουσίας πληρωθῇ γνώσεώς τε καὶ ἀρετῆς, πάντα τὰ τῆς ψευδωνύμου γνώσεως καὶ τὰ τῆς κακίας πνεύματα ταπεινοῦται, πατοῦντος αὐτὰ τοῦ Λόγου καὶ ὑποτάσσοντος καὶ τὸ ἐπαιρόμενον κατὰ τῆς ἀνθρωπίνης φύσεως πονηρὸν κράτος καταβάλλοντος καὶ οἷον τὸ μέγεθος καὶ τὸ ὕψος τῶν ὀρέων καὶ τῶν βουνῶν κατασκάπτοντος καὶ εἰς τὴν τῶν φαράγγων ἄγοντος ἀναπλήρωσιν.

Τῷ ὄντι γάρ, εἰ πάντα λήψεταί τις διὰ τῆς τοῦ Λόγου δυνάμεως ὅσα παρὰ τῆς φύσεως λαβόντες οἱ δαίμονες τὴν παρὰ φύσιν ἀγνωσίαν τε καὶ κακίαν ἐδημιούργησαν, οὐδαμῶς ὑποστήσεται καθ᾽ οἱονδήποτε τρόπον ἀγνωσίας ἢ κακίας ὕψος, ὥσπερ οὐδὲ ὄρος ἢ βουνὸς τῶν αἰσθητῶς φαινομένων, εἰ μηχανή τις ἦν τοῖς ἀνθρώποις αὐτὰ μὲν κατασκάψαι τὰ ὄρη καὶ τοὺς βουνούς, τὰς δὲ φάραγγας ἀναπληρῶσαι.

Ταπείνωσις οὖν ἐστι τῶν νοητῶν καὶ πονηρῶν ὀρέων καὶ βουνῶν ἡ τῆς σαρκός τε καὶ τῆς ψυχῆς πρὸς ἑαυτὰς τῶν κατὰ φύσιν δυνάμεων ἀποκατάστασις· καθ᾽ ἣν φυσικῶς ἰθυνόμενος τῷ πλούτῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως ὁ φιλόθεος νοῦς ὁμαλῶς διαπορεύεται τὸν αἰῶνα τοῦτον καὶ πρὸς τὸν ἀγήρω καὶ ἄφθαρτον προτροπάδην φέρεται κόσμον τῶν νοητῶν καὶ ἁγίων δυνάμεων, μήτε τοῖς ἑκουσίοις τῆς σαρκὸς πάθεσι διὰ τῆς πολυτρόπως σκολιευομένης πλανώμενος ἡδονῆς, μήτε τοῖς ἀκουσίοις πειρασμοῖς διὰ τῆς ὀδύνης τραχυνόμενος, τῇ περὶ τὴν σάρκα φειδοῖ τὴν ὁδὸν τῶν ἐντολῶν ὡς δύσβατον διὰ τὴν τραχύτητα τῶν πόνων τῆς σαρκὸς παραιτούμενος.

Ἰθύνεται μὲν οὖν τὰ σκολιά, ὅταν ὁ νοῦς, τὰ μέλη τοῦ σώματος τῶν παθῶν ἐλευθερώσας, ἤγουν τὰ αἰσθητήρια καὶ τὰ λοιπὰ τῆς καθ᾽ ἡδονὴν ἐκκόψας ἐνεργείας, κατὰ τὸν ἁπλοῦν τῆς φύσεως λόγον αὐτὰ κινεῖσθαι διδάξειεν, ἰθύνων πρὸς τὴν ἐφ᾽ ᾗ γεγόνασιν αἰτίαν.

Αἱ δὲ τραχεῖαι, τουτέστιν αἱ τῶν ἀκουσίων πειρασμῶν ἐπιφοραί, ἔσονται εἰς ὁδοὺς λείας, ὅταν μάλιστα χαίρων καὶ εὐφραινόμενος ὁ νοῦς ἐν ἀσθενείαις εὐδοκῇ καὶ θλίψεσι καὶ ἀνάγκαις, διὰ τῶν ἀκουσίων πόνων τὴν ὅλην τῶν ἑκουσίων παθῶν ἀφαιρούμενος δυναστείαν.

Ὁ γὰρ τῆς ἀληθινῆς ἐφιέμενος ζωῆς, γνοὺς ὅτι πᾶς πόνος, εἴτε ἑκούσιος εἴτε ἀκούσιος, τῆς τοῦ θανάτου μητρὸς ἡδονῆς γίνεται θάνατος, πάσας τὰς τραχείας τῶν ἀκουσίων πειρασμῶν ἐπιφορὰς δέξεται μετ᾽ εὐφροσύνης, χαίρων διὰ τῆς ὑπομονῆς, ὁδοὺς εὐμαρεῖς τε καὶ λείας τὰς θλίψεις ποιούμενος καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἀπλανῶς παραπεμπούσας αὐτὸν εὐσεβῶς ἐν αὐταῖς τὸν θεῖον δρόμον ποιούμενον.

Πᾶς τοιγαροῦν τὴν πολυέλικτόν τε καὶ πολύπλοκον ἡδονὴν καὶ πᾶσιν ὁμοῦ τοῖς αἰσθητηρίοις πολυτρόπως συμπεπλεγμένην τῇ ἐγκρατείᾳ διαλύσας τὰ σκολιὰ εἰς εὐθεῖαν ἐποίησεν. Καὶ ὁ τὴν δύσβατον καὶ τραχεῖαν τῶν πόνων ἐπιφορὰν δι᾽ ὑπομονῆς πατήσας τὰς τραχείας ἐποίησεν εἰς ὁδοὺς λείας.

Ὅθεν, ὥσπερ ἔπαθλον ἀρετῆς καὶ τῶν ὑπὲρ αὐτῆς καμάτων, οἷα καλῶς τε καὶ νομίμως ἀθλήσας καὶ τὴν ἡδονὴν νικήσας τῷ πόθῳ τῆς ἀρετῆς καὶ τὴν ὀδύνην πατήσας τῷ τῆς γνώσεως ἔρωτι καὶ δι᾽ ἀμφοτέρων γενναίως τοὺς θείους διενέγκας ἀγῶνας, ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ. Καὶ ὄψεται γάρ φησιν πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ· πᾶσα σάρξ, δηλονότι πιστή, κατὰ τὸ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, δηλαδὴ τὴν πιστεύσασαν.

Οὐχ ἁπλῶς οὖν πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ, οὔτε γὰρ ἡ τῶν ἀσεβῶν σάρξ, εἴπερ ἀληθὴς ὁ ἀποφαινόμενος λόγος ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου, ἀλλὰ προσδιωρισμένως πᾶσα πιστὴ σάρξ.

Ἐκ μέρους δὲ τῆς σαρκὸς τὸν ὅλον ἄνθρωπον σημαίνει συνήθως ὁ γραφικὸς λόγος, οἱονεὶ βοῶν καὶ ὄψεται πᾶς ἄνθρωπος τὸ σωτήριον τοῦ Θεοῦ, πᾶς ἄνθρωπος ἀκούσας δηλαδὴ τῆς ἐν τῇ ἐρήμῳ βοώσης φωνῆς, καὶ κατὰ τὸν ἀποδοθέντα τῆς θεωρίας λόγον ἑτοιμάσας τὴν ὁδὸν Κυρίου, καὶ εὐθείας ποιήσας τὰς τρίβους αὐτοῦ, καὶ πληρώσας διὰ τῆς τῶν νοητῶν καὶ πονηρῶν ὀρέων καὶ βουνῶν καθαιρέσεως τὴν διὰ τοῦ ἰδίου κοιλώματος παρασχομένην κατὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς τοῖς εἰρημένοις πονηροῖς ὄρεσι καὶ βουνοῖς τὸ ὕψος καὶ τὸ ἀνάστημα φάραγγα ψυχήν, καὶ τὴν ταύτης ἀναπλήρωσιν τῶν πονηρῶν δυνάμεων ταπείνωσιν ἐργαζόμενος, καὶ τὰ σκολιὰ τῶν ἑκουσίων παθῶν, ἤγουν τῆς ἡδονῆς τὰ κινήματα, διὰ τῆς ἐγκρατείας εὐθύνας, καὶ τὰς τραχείας τῶν ἀκουσίων πειρασμῶν συμφοράς, ἤγουν τοὺς τρόπους τῆς ὀδύνης, διὰ τῆς ὑπομονῆς ὁμαλίσας καὶ εἰς ὁδοὺς λείας καταστήσας· ὁ τοιοῦτος εἰκότως ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ, καθαρὸς τῇ καρδίᾳ γενόμενος· καθ᾽ ἣν διὰ τῶν ἀρετῶν καὶ τῶν εὐσεβῶν θεωρημάτων ὁρᾷ τὸν Θεὸν ἐπὶ τέλει τῶν ἄθλων, κατὰ τὸ μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, τῶν ὑπὲρ ἀρετῆς πόνων τῆς ἀπαθείας τὴν χάριν ἀντιλαβών, ἧς οὐδὲν πλέον τὸν Θεὸν ἐμφανίζει τοῖς ἔχουσι.

Καθ᾽ ὃ τυχὸν τοῖς τὰ ὑψηλότερα ζητοῦσι τῶν θεωρημάτων καὶ ἄλλως πάρεστιν ὁρᾶν, ὡς ἐν ἐρήμῳ, τῇ ἐστερημένῃ παθῶν ψυχῇ τὴν διὰ τῶν ἀρετῶν φωνὴν τῆς ἀφανῶς βοώσης θείας σοφίας καὶ γνώσεως, ἐπειδὴ πάντα κατὰ τὴν ἀναλογίαν ἑκάστου πᾶσιν ὁ εἷς καὶ ὁ αὐτὸς γίνεται λόγος, χωρῶν δι᾽ ἑκάστου καὶ ὡς πρόδρομον φωνὴν τὴν προκατασκευάζουσαν ἕκαστον πρὸς τὴν αὐτοῦ παρουσίαν προδωρούμενος χάριν, ἐν μὲν τοῖς γινομένην μετάνοιαν ὡς μελλούσης δικαιοσύνης πρόδρομον, ἐν δὲ τοῖς ἀρετὴν ὡς προσδοκωμένης γνώσεως προκαταρτισμόν, ἐν ἄλλοις δὲ γνῶσιν ὡς τῆς παρεσομένης θεωτικῆς ἕξεως χαρακτῆρα.

Καὶ ἁπλῶς ἐπιλείψει τὸν θεωρητικὸν νοῦν ὁ χρόνος τὰς θείας ἀναβάσεις τοῦ λόγου γνωστικῶς ποιούμενον καὶ τὰς αὐτοῦ πρὸς ἕκαστον ὑπερφυεῖς ἁρμόζοντα καὶ φιλανθρώπους ἐπινοίας, καθ᾽ ἃς πάντα γίνεται πᾶσιν, ἵνα πάντας σώσῃ διὰ τὸν πλοῦτον τῆς αὐτοῦ χρηστότητος.

 
-------------------------
ΣΧΟΛΙΑ

1. Ὁ τήν γνῶσιν ἐστεατωμένην ταῖς ἀρεταῖς, τουτέστιν ἔμπρακτον, μετιών, οὗτος γέγονεν Ἄβελ, ἔχων τόν Θεόν ἐπ᾿ αὐτόν, καί ἐπί τοῖς δώροις αὐτοῦ ἐπιβλέποντα.

2. Ὁ γνούς καί ἀληθῶς ἐλπίσας τά μέλλοντα, τῆς κατά τήν πρᾶξιν, ὑπέρ ὧν ἤλπισεν, ἐπικλήσεως οὐδέποτε παύεται· καί γίνεται νέος Ἐνώς, τόν Θεόν ἐπικαλούμενος.

3. Ὁ διά πράξεως εὐαρεστήσας τῷ Θεῷ, διά θεωρίας πρός τήν τῶν νοητῶν χώραν, τόν νοῦν δηλαδή μετατίθησιν, ἵνα μή διά φαντασίας τινός τόν ἐν τοῖς πάθεσι κατά τήν αἴσθησιν θεάσηται θάνατον, ὡς ὑπὸ μηδενός τῶν ἑλεῖν βουλομένων παντελῶς εὑρισκόμενος.

4. Ὁ διά τήν μέλλουσαν ὀργήν, φησίν, τήν διά τῆς κακουχίας μετελθών ἀγωγήν, γέγονε Νῶε, τῇ μικρᾷ τῆς σαρκός στενοχωρίᾳ τήν μέλλουσαν τῶν ἀσεβῶν φεύγων κατάκρισιν.

5. Γῆν λέγει τήν σάρκα· συγγένειαν, τάς αἰσθήσεις· οἶκον πατρός, τόν αἰσθητόν κόσμον, ἀφ᾿ ὧν ὁ πατριάρχης ἐκβέβηκεν, τήν πρός αὐτά σχέσιν τῆς ψυχῆς ἀποθέμενος.

6. Μόνος ὁ Ἰσαάκ γέγραπται μή μεταβάς τῆς γῆς τῆς ἐπαγγελίας· τοῦ πατρός αὐτοῦ Ἀβραάμ, καί τοῦ υἱοῦ αὐτοῦ Ἰακώβ, τοῦ μέν ἐξελθόντος ἐκ Μεσοποταμίας, καί εἰσελθόντος εἰς Αἴγυπτον· τοῦ δέ διωχθέντος εἰς Μεσοποταμίαν, καί μετά ταῦτα παροικήσαντος εἰς Αἴγυπτον, ἐν ᾗ καί τέθνηκεν.

7. Τάς γυναῖκας εἰς τάς ἕξεις τῆς ἀρετῆς τε καί τῆς γνώσεως· τάς δέ παιδίσκας εἰς τάς τούτων ἐνεργείας ἔλαβεν· ἀφ᾿ ὧν γεννᾷ καθάπερ υἱούς, τούς ἐν φύσει καί χρόνῳ λόγους.

8. Ὥσπερ γίνεται φάραγξ ἡ σάρξ, ταῖς τῶν παθῶν βαλλομένη φοραῖς· οὕτω, φησίν, καί ἡ ψυχή γίνεται φάραγξ τοῖς τῶν πονηρῶν λογισμῶν ῥεύμασι κοιλαινομένη.

9. Ἡ τῶν παρά φύσιν ἀποβολή παθῶν, καί ἡ τῶν κατά φύσιν ἀρετῶν ἐπιβολή, τήν φαραγγωθεῖσαν ψυχήν ἀναπληροῖ, καί τήν ὀρινομένην τῶν πονηρῶν πνευμάτων ταπεινοῖ δυναστείαν.

10. Σκολιά κέκληκεν τά παρά φύσιν τῶν αἰσθήσεων κινήματα, ἰθυνόμενα ὅταν ὁ νοῦς αὐτά πρός τήν ἰδίαν αἰτίαν· λέγω δέ τόν Θεόν, κατά φύσιν κινεῖσθαι διδάξειεν.

11. Τάς τραχείας κέκληκεν, τάς τῶν ἀκουσίων πειρασμῶν συμβάσεις, εἰς ὁδούς λείας διά τῆς κατά τήν εὐχαριστίαν ὑπομονῆς μεταπιπτούσας.

12. Τοῦ μέν θανάτου μήτηρ ἐστίν ἡ ἡδονή· τῆς ἡδονῆς δέ θάνατός ἐστιν ὁ πόνος, ὅ τε προαιρετικός καί ὁ παρά προαίρεσιν.

13. Ὁ τήν ἀρετήν ἀγαπῶν, τήν τῶν ἡδονῶν ἑκουσίως ἀπομαραίνει κάμινον· ὁ δέ τῇ γνώσει τῆς ἀληθείας πεποιωμένος τόν νοῦν, ἀκουσίοις οὐκ ἐπέχεται πόνοις τῆς κατὰ τήν ἔφεσιν πρός τόν Θεόν φερούσης ἀεικινησίας.

14. Ὅτι διά τῆς παραβάσεως ἡ ψυχή κοιλανθεῖσα, τοῖς δαίμοσι καθάπερ ὄρεσιν τό ὕψος δέδωκεν· τουτέστι τό καθ᾿ ἑαυτῆς κράτος.

15. Ἀρετή κατά τήν πρᾶξιν ἐνεργουμένη, φωνή γίνεται τῆς βοώσης γνώσεως, ὡς ἐν ἐρήμῳ, τῇ παθῶν ἐστερημένῃ καταστάσει τῆς ψυχῆς. Πρόδρομος γάρ τῆς ἀληθοῦς σοφίας ἡ ἀρετή, μηνύουσα τήν μετ᾿ αὐτήν κατ᾿ οἰκονομίαν φανησομένην ἀλήθειαν, πρό αὐτῆς κατ᾿ αἰτίαν ὑπάρχουσαν.


Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets
y
e
n
o
m
4
k
c
i
l
C
-
g
o
l
B
o
m
e
D