Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τρίτη 9 Απριλίου 2013

ΚΗ (28). ΠΕΡΙ ΤΟΥ "ΔΕΥΤΕ ΚΑΙ ΚΑΤΑΒΑΝΤΕΣ ΣΥΓΧΕΩΜΕΝ ΑΥΤΩΝ ΤΑΣ ΓΛΩΣΣΑΣ".


28. ΕΡΩΤΗΣΙΣ ΚΗ'

Τὸ δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας πρὸς τίνας ἔλεγεν ὁ Θεός;


Ἀπόκρισις.

Πρὸς τὴν ὑποκειμένην τῶν προνοουμένων διάθεσιν εὑρίσκομεν τὴν ἁγίαν Γραφὴν τὸν Θεὸν διαπλάττουσαν, ὅθεν καὶ λέοντα καὶ ἄρκον καὶ πάρδαλιν καὶ πάνθηρα καὶ ἄνθρωπον καὶ βοῦν καὶ πρόβατον καὶ ἥλιον καὶ ἀστέρα καὶ πῦρ καὶ πνεῦμα καὶ ἄλλα μυρία, ἅπερ μηδαμῶς ὑπάρχων, λέγεται, κατὰ τὴν ἑκάστης φωνῆς ἐπίνοιαν θεωρούμενος.

Τῷ γοῦν Ἀβραὰμ φανεὶς ὁ Θεὸς ὄντι τελείῳ κατὰ τὴν γνῶσιν, ἐν τῷ περὶ μονάδος λόγῳ τὸν ἄϋλον περὶ Τριάδος εἶναι λόγον ἐδίδασκεν ἤδη τὸν νοῦν ἔχοντα τῆς ὕλης παντελῶς καὶ τῶν κατ᾽ αὐτὴν τύπων ἐκβεβηκότα, καὶ διὰ τοῦτο καὶ ὡς τρεῖς ἐφαίνετο καὶ ὡς εἷς διελέγετο.

Τῷ δὲ Λώτ, μήπω τῆς τῶν σωμάτων καθαρὸν τὸν νοῦν ποιησαμένῳ συνθέσεως, ἀλλ᾽ ἔτι τῆς ἐξ ὕλης καὶ εἴδους τῶν σωμάτων γενέσεως ἐξηρτημένῳ καὶ μόνης δημιουργὸν εἶναι πιστεύοντι τὸν Θεὸν τῆς ὁρατῆς κτίσεως, ἐμφανιζόμενος ὁ Θεὸς δυϊκῶς ἀλλ᾽ οὐ τριαδικῶς ἐφάνη, δεικνὺς δι᾽ ὧν αὐτὸς ἑαυτὸν ἐσχημάτιζε μήπω τῆς ὕλης καὶ τοῦ εἴδους ἐκβεβηκέναι τὸν ἀναγόμενον νοῦν.

Οὕτως, ἐφ᾽ ἑκάστῳ τόπῳ τῆς τὸν Θεὸν πολυτρόπως διαπλαττούσης Γραφῆς τοὺς λόγους μετ᾽ ἐπιστήμης διασκοπούμενος, εὑρήσεις αἰτίαν εἶναι τῆς πολλῆς τῶν θείων πλασμάτων ἐξαλλαγῆς τὴν τῶν προνοουμένων διάθεσιν.

Ἐπειδὴ τοίνυν καὶ οἱ τὸν πύργον οἰκοδομήσαντες, πρότερον τῆς τοῦ φωτὸς χώρας τῆς ἀνατολῆς κινηθέντες, λέγω δὲ τῆς μιᾶς καὶ ἀληθοῦς περὶ θεὸν γνώσεως, ἦλθον εἰς γῆν Σενναάρ, τὴν ἑρμηνευομένην βλασφήμους ὀδόντας, καὶ εἰς πολλὰς περὶ θεότητος δόξας κατέπεσον καί, τὸν ἑκάστης δόξης λόγον οἱονεὶ πλίνθους τινὰς συνθήσαντες, ᾠκοδόμησαν καθάπερ πύργον τὴν πολύθεον ἀθεΐαν, εἰκότως ὁ τῆς κακῆς συμφωνίας τῶν πλανηθέντων ἀνθρώπων διασκεδάζων τὴν ὁμολογίαν Θεὸς ἐκ τῆς τῶν προνοουμένων διαθέσεως, εἰς ἀπείρους δόξας διασκεδασθείσης τε καὶ διασπασθείσης, πληθυντικῶς ἑαυτὸν ὀνομάζει, δεικνὺς ὅτι, εἷς ὤν, εἰς πολλοὺς ἐν ἐκείνοις ἐμερίσθη, ὥσπερ καὶ ἐπὶ τοῦ Ἀδὰμ φαίνεται λέγων ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν.

Πρὸς οὖν τὸ ὑποκείμενον αἴτιον ἢ πληθύνεται ταῖς τῶν Γραφῶν ἐκφωνήσεσιν ὁ Θεὸς ἢ συνάγεται.

Τὸ δὲ πρὸς τίνας ὁ Θεὸς διαλέγεται· ἔθος ἐστὶ τῇ Γραφῇ τὰς ἀλαλήτους καὶ κρυφίας βουλὰς τοῦ Θεοῦ σωματικῶς διαπλάττειν, ἵν᾽ ἡμεῖς ἐκ τῶν συγγενῶν ῥημάτων τε καὶ φωνῶν νοῆσαι τὰ θεῖα δυνηθῶμεν, ἐπεὶ ὁ Θεὸς νοῦς ἐστι ἄγνωστος καὶ λόγος ἄρρητος καὶ ζωὴ ἀκατάληπτος, καὶ οὔτε λαλεῖ οὔτε λαλεῖται, αὐτόλογος ὢν καὶ αὐτοβουλὴ κατ᾽ οὐσίαν ὑπάρχων. Καὶ εἰ οὕτω νοήσομεν τὰς τῶν θείων Λογίων φωνάς, οὐδενὶ τῶν γεγραμμένων ἐκ τῆς ἀσαφείας προσκόψομεν.

Εἰ δέ τις φαίη μὴ πάντως ἐπὶ διαβολῆς κεῖσθαι τῇ Γραφῇ τὴν περὶ Θεοῦ πληθυντικὴν σημασίαν καὶ προφέρει πρὸς τὴν τοῦ οἰκείου λόγου βεβαίωσιν τὸ καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν καὶ οὐ δήπου διὰ ταύτης, εἴποι, τῆς φωνῆς πολυθεΐας ὑπόνοιαν εἰσηγεῖσθαι νοοῦμεν τὸν λόγον, φαμὲν ὡς, ὁπόταν μὲν πρὸς τοὺς εὐσεβεῖς εὐσεβῶς ἡ ἁγία Γραφὴ τῷ πληθυντικῷ περὶ Θεοῦ κέχρηται λόγῳ, τὴν δήλωσιν ποιεῖται τῶν παναγίων τριῶν ὑποστάσεων, μυστικῶς τὸν τῆς ὑπάρξεως σημαίνουσα τρόπον τῆς παναγίας καὶ ἀνάρχου μονάδος, ἐπειδὴ μονὰς κατ᾽ οὐσίαν ἐστὶν ἡ πάνσεπτος καὶ προσκυνητὴ καὶ πανεύφημος τριὰς τῶν ὑποστάσεων— μονὰς γὰρ ἐν τριάδι καὶ ἐν μονάδι τριάς ἐστιν ὁ Θεὸς ἡμῶν—, ἡνίκα δὲ πρὸς τοὺς ἀσεβεῖς πληθυντικὸν περὶ Θεοῦ ποιεῖται τὸν λόγον, τὴν ψεκτὴν ἐκείνων, ὡς οἶμαι, διελέγχει περὶ θεότητος ἔννοιαν, φυσικὴν ἀλλ᾽ οὐχ ὑποστατικὴν εἶναι τὴν ἐν τοῖς ἰδιώμασιν ὑπειληφότων διαφοράν, ὅπερ σαφῶς τὴν πολύθεον εἰσηγεῖται πλάνην τοῖς οὕτως περὶ θεότητος ἔχουσιν.

Εἰ δὲ μηδὲ τοῦτο λέγοντες πείθομεν, ἐπειδὴ φίλον τῷ Πνεύματι καὶ τοῖς τὸ Πνεῦμα φιλοῦσιν ἀγαπητὸν τὸ μὴ μάχεσθαι, δεξώμεθα συμφώνως ἀλλήλοις τὴν ἁγίαν Γραφήν, τὴν ἐν μονάδι παναγίαν Τριάδα ποτὲ μὲν ὡς δημιουργὸν εἰσηγουμένην, ὡς τὸ ποιήσωμεν ἄνθρωπον—Πατρὸς γὰρ καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἔργον ὑπάρχει σαφῶς ἡ τῶν ὄντων ὑπόστασις—, ποτὲ δὲ ὡς ἀποδεκτικὴν τῶν τοῖς αὐτῆς εὐσεβῶς νόμοις πολιτευσαμένων, ὡς προνοητικὴν τῶν ὑπ᾽ αὐτῆς εἰληφότων τοῦ εἶναι τὴν γένεσιν, ὡς τῷ Ἀβραὰμ τριαδικῶς φαινομένην καὶ μοναδικῶς διαλεγομένην, ποτὲ δὲ ὡς τιμωρητικὴν ἤγουν κριτικὴν τῶν τοὺς νόμους παραφθειράντων τῆς φύσεως καὶ διορθωτικὴν τῶν παρασφαλέντων τοῦ καθήκοντος νόμου τῆς φύσεως, ὡς τὸ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας.

Οὐ γὰρ δημιουργικὴ μόνον ὑπάρχει τῶν ὄντων ἡ ἁγία καὶ ὁμοούσιος Τριάς, ἀλλὰ καὶ συνεκτικὴ καὶ τῶν πρὸς ἀξίαν ἑκάστου διανεμητική, οἷα δὴ Θεὸς εἷς ὑπάρχουσα κατὰ φύσιν δημιουργὸς προνοητής τε καὶ κριτὴς τῶν ὑπ᾽ αὐτοῦ πεποιημένων. Κοινὸν γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὥσπερ τὸ δημιουργεῖν, οὕτω δὴ καὶ τὸ κρίνειν καὶ τῶν πεποιημένων σοφῶς προνοεῖν.

 
---------------------------
ΣΧΟΛΙΑ

1. Ἑκάστῳ φησίν, κατά τήν ὑποκειμένην αὐτῷ περί Θεοῦ δόξαν ὁ Θεός ἐμφανίζεται. Τοῖς μέν κατ᾿ ἔφεσιν τήν ὑλικήν περάσασι σύνθεσιν, καί τάς δυνάμεις τῆς ψυχῆς ἰσονομούσας ἀλλήλαις κατά μίαν καί τήν αὐτήν περί Θεόν ἀεικινησίαν κεκτημένοις, ὡς μονάς ἐμφαίνεται καί Τριάς· ἵνα τήν οἰκείαν ὕπαρξιν παραδείξειεν, καί τόν αὐτῆς τρόπον μυστικῶς ἐκδιδάξειεν. Τοῖς δέ περί μόνην τήν ὑλικήν διάθεσιν ἔχουσι κινουμένην τήν ἔφεσιν, καί ἀλλήλαις ἀσυνδέτους τάς τῆς ψυχῆς δυνάμεις κεκτημένοις, οὐχ ὡς ἔστιν, ἀλλ᾿ ὡς εἰσίν ἐμφανίζεται· δεικνύς ὅτι τῆς ὑλικῆς δυάδος ἀμφοῖν ἐπελάβοντο ταῖν χεροῖν, καθ᾿ ἥν ὁ σωματικός ἐξ ὕλης καί εἴδους συνέστηκε κόσμος.

2. Ὁ φυσικήν εἶναι λέγων, φησίν, ἐπί Θεοῦ τήν τῶν ἰδιωμάτων, ἀλλ᾿ οὐχ ὑποστατικήν διαφοράν, οὐκ ἔνθεος ὁ τοιοῦτος, ἀλλά πολύθεος, οὐσιῶν ἰδιότησιν, ἀλλ᾿ οὐχ ὑποστάσεων ἐπιδέχεσθαι φάσκων τό θεῖον τήν ἐξαρίθμησιν.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets
y
e
n
o
m
4
k
c
i
l
C
-
g
o
l
B
o
m
e
D