27. ΕΡΩΤΗΣΙΣ ΚΖ'
Τοῦ Κυρίου μετὰ τὴν ἀνάστασιν φανερῶς ἐντειλαμένου μαθητεῦσαι πάντα τὰ ἔθνη, πῶς ἐδεῖτο ὁ Πέτρος τῆς ἐπὶ τοῦ Κορνηλίου ἀποκαλύψεως διὰ τὰ ἔθνη; ἢ πῶς οἱ ἐν Ἱεροσολύμοις ἀκούσαντες ἀπόστολοι τὰ κατὰ τὸν Κορνήλιον διεκρίνοντο πρὸς τὸν Πέτρον;
Ἀπόκρισις.
Πάνυ μὲν οὖν ἐδεῖτο τῆς περὶ τῶν ἐθνῶν θείας ἀποκαλύψεως ὁ τῶν ἀποστόλων ἔξαρχος Πέτρος ὁ πανάγιος.
Οὐ γὰρ ἐγίνωσκεν ὅτι περιτομῆς καὶ ἀκροβυστίας οὐκ ἔστι διαστολὴ κατὰ τὴν πίστιν, οὔτε μὴν ᾔδει σαφῶς ὅτι δίχα τῆς κατὰ νόμον φαινομένης λατρείας μαθητευθῆναι τὰ ἔθνη ὁ Κύριος εἶπεν, ἕως οὗ τῆς ἀπορρήτου βουλῆς αὐτῷ δι᾽ ἀποκαλύψεως ἐφανέρωσε τὸ μυστήριον, διά τε τοῦ κατὰ τὴν σινδόνα παραδείγματος πείσας, διά τε τῆς ἴσως αὐτῷ κατὰ μόνην τὴν πίστιν δοθείσης καὶ τοῖς ἔθνεσι χάριτος τοῦ ἁγίου Πνεύματος, ὡς οὐκ ἔστιν ἐν Χριστῷ διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὅπερ καὶ οἱ ἐν Ἱεροσολύμοις ἀγνοοῦντες ἀπόστολοι διεκρίνοντο πρὸς αὐτόν, ἕως ἔμαθον καὶ αὐτοὶ τὸν ἐν ἀποκρύφοις πλοῦτον τῆς ἐπὶ πάντας ἀνθρώπους θείας χρηστότητος.
Θείας γὰρ ζωῆς ἦν καὶ καινῆς λατρείας παρὰ τὴν νομικὴν ἐπεισαγωγή, καὶ ψυχῆς ἑκουσίως σώματος ἑαυτὴν ἀπολυούσης κατὰ τὴν γνώμην ὑπῆρχε διδαχὴ καὶ ἄλλης ἀρχῆς θειοτέρας γενέσεως ὑποτύπωσις ἡ τοῦ κηρύγματος χάρις. Καὶ διὰ τοῦτο τῆς τοῦ προστάξαντος ἔχρῃζον ἐφ᾽ ἑκάστῳ λόγῳ διδαχῆς οἱ ταύτην πιστευθέντες τὴν διακονίαν.
Εἰ δέ τῳ μὴ δοκῶ τοῦ δέοντος εἶναι περιεργότερος, πᾶς λόγος θείας ἐντολῆς χρῄζει πάντως τοῦ ἐπ᾽ αὐτῷ πρὸς ἐνέργειαν ὁρισθέντος τρόπου διδαχῆς καὶ ἀποκαλύψεως. Οὐ γάρ ἐστι τὸ παράπαν ὁ διαγινώσκων τόν τινος λόγου τρόπον χωρὶς τῆς τοῦ φαμένου τὸν λόγον ἀποκαλύψεως· ὅπερ εἰδὼς καὶ ὁ πανεύφημος Πέτρος, λαβὼν ἤδη παρὰ τοῦ Κυρίου τὸν περὶ τῶν ἐθνῶν τοῦ κηρύγματος λόγον, οὐκ ἐνεχείρησεν, ἀναμένων διδαχθῆναι παρὰ τοῦ δόντος τὸν λόγον τοῦ λόγου τὸν τρόπον.
Τάχα δὲ καὶ ἕτερα πρὸς τούτοις ἦν, ἅπερ διὰ τῆς καθιεμένης οὐρανόθεν ὀθόνης καὶ τῶν ἐν αὐτῇ διαφόρων ζῴων ὁ μέγας ἐδιδάσκετο Πέτρος, μᾶλλον δὲ τὸ πᾶν γένος τῶν ἀνθρώπων ἢ ὁ κατ᾽ αὐτὸν ἐπειλημμένος τῆς κατὰ τὴν πίστιν θείας ἀκρότητος, μανθάνων διαρρήδην πᾶσαν ἑαυτοῦ παντελῶς ἀποσβέσαι τὴν αἴσθησιν· καθ᾽ ἣν ἕως ὁρᾷ τὰ φαινόμενα, φθαρτικὴν ἑαυτῆς τὴν τοῦ Θεοῦ κτίσιν ἐπίσταται, μὴ δυναμένην φθορᾶς εἶναι καθαρὰν καὶ συγχύσεως. Διὰ μὲν οὖν τῆς ὀθόνης καὶ τῶν ἐν αὐτῇ ζῴων τὸν φαινόμενον προεδείκνυε διὰ τοῦ ἀοράτου κόσμον τοῖς λόγοις νοούμενον ἢ τὸν ἀόρατον τοῖς τῶν αἰσθητῶν τύποις φαινόμενον ὁ πρὸς αὐτὸν χρηματίζων καὶ πρὸς ἐδωδὴν πνευματικὴν ἐπιτήδειον. Διό φησιν ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
Πόθεν ἀναστῆναι κελεύεται; Πόθεν ἄλλοθεν ἢ τῆς κατ᾽ αἴσθησιν ἕξεώς τε καὶ σχέσεως καὶ τῆς περὶ τῶν ὄντων χθαμαλωτέρας προλήψεως ἢ τῆς νομιζομένης κατὰ νόμον δικαιοσύνης, ἵνα, κατὰ μόνον τὸν νοῦν, πάσης ἀπολελυμένον τῆς κατ᾽ αἴσθησιν φαντασίας, δυνηθεὶς σχημάτων γυμνοὺς θεάσασθαι τοὺς λόγους τῶν αἰσθητῶν, ἐπιγνῷ τοὺς τύπους τῶν νοητῶν καὶ μάθῃ μηδὲν τῶν ὑπὸ Θεοῦ γεγονότων ἀκάθαρτον εἶναι.
Ὁ γὰρ θεωρήσας ἐκ τοῦ νοητοῦ κόσμου προφαινομένην τοῖς λόγοις τὴν ὁρωμένην κτίσιν ἢ τοὺς τύπους τῶν νοητῶν ἐκ τῆς τῶν φαινομένων διακοσμήσεως, καθάπερ οὐρανόθεν ὀθόνην καθιεμένην, οὐδὲν ἀκάθαρτον εἶναι πιστεύσειε τῶν ὁρατῶν, μηδεμίαν τοῖς τῶν ὄντων λόγοις ἐμφαινομένην θεωρῶν ἀντιπάθειαν. Ἡ φθορὰ γὰρ ἐν τῇ αἰσθήσει καθέστηκε καὶ ὁ τῶν γεγονότων πρὸς ἄλληλα πόλεμος· ἐν δὲ τοῖς λόγοις οὐδὲν ὑπάρχει καθάπαξ ἐναντίον.
Ἔστι μὲν οὖν ἡ ὀθόνη ὁ αἰσθητὸς κόσμος ἐκ τεσσάρων ἀρχῶν, καθάπερ στοιχείων, καὶ αὐτὸς κρατούμενος· τὰ δὲ ἑρπετὰ καὶ τὰ θηρία καὶ τὰ πετεινὰ οἱ διάφοροι λόγοι τῶν γεγονότων εἰσίν, πρὸς μὲν αἴσθησιν ὄντες ἀκάθαρτοι, πρὸς δὲ νοῦν καθαροί τε καὶ τρόφιμοι καὶ τῆς νοουμένης συστατικοὶ τυγχάνοντες ζωῆς· ἡ δὲ ἐκ τρίτου γενομένη φωνὴ πρακτικὴν καὶ φυσικὴν καὶ θεολογικὴν διδάσκει φιλοσοφίαν.
Δεῖ γὰρ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἀναστάντα, θῦσαι τὴν κτίσιν τῶν φαινομένων καὶ φαγεῖν αὐτὴν γνωστικῶς τὸν τῷ Θεῷ διόλου γνησίως ἑψόμενον.
Ὁ γὰρ ἀναστὰς τῆς ἐμπαθοῦς περὶ τὰ φαινόμενα διαθέσεως τὴν τῶν φαινομένων ἔθυσε κίνησιν καὶ τὴν πρακτικὴν κατορθώσας ἔφαγεν ἀρετήν· ὁ δὲ τῆς ψευδοῦς περὶ τῶν ὄντων δόξης ἀναστὰς τὰ μὲν τῶν φαινομένων ἔθυσε σχήματα, τοὺς δὲ μὴ φαινομένους λόγους φαγὼν τὴν ἐν πνεύματι φυσικὴν θεωρίαν κατώρθωσεν· ὁ δὲ τῆς πολυθέου πλάνης ἀναστὰς αὐτὴν μὲν τῶν ὄντων τὴν οὐσίαν κατέθυσε, τὴν δὲ τῶν ὄντων αἰτίαν κατὰ πίστιν φαγὼν θεολογικῆς ἐνεφορήθη δυνάμεως.
Πᾶς οὖν θεωρητικὸς νοῦς, ἔχων τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἐν ἑαυτῷ τῆς φαινομένης κτίσεως ἀποκτείνας τὴν κίνησιν, κατώρθωσεν ἀρετὴν καί, τῶν αἰσθητῶν σχημάτων ἑαυτοῦ τὴν φαντασίαν ἀποτεμών, τὴν ἐν τοῖς λόγοις τῶν ὄντων εὗρεν ἀλήθειαν, καθ᾽ ἣν ἡ φυσικὴ θεωρία συνέστηκε, καί, τῆς οὐσίας τῶν ὄντων ὑπεράνω γενόμενος, τὸν τῆς θείας καὶ ἀμάχου μονάδος δέχεται φωτισμόν, καθ᾽ ὃν τῆς ἀληθοῦς θεολογίας συνέστηκε τὸ μυστήριον.
῍Η τυχὸν ἐκελεύετο θεόθεν ἡ τῶν ἀποστόλων ἀκρότης, Πέτρος ὁ πανένδοξος, ἀναστὰς τῆς συμμεμετρημένης τῇ φύσει δυνάμεως ἐπὶ τὴν κατὰ χάριν θείαν εὐκληρίαν, μετὰ Θεοῦ καταθῦσαι τῇ μαχαίρᾳ τοῦ λόγου τὰ ἐν ἀνθρώποις πάθη τῆς μοχθηρίας καὶ ποιῆσαι βρῶμα καλὸν καὶ τῷ λόγῳ πρόσφορον καὶ εἰς πέψιν πνευματικὴν ἀναδιδόμενον τῇ ἀποθέσει τῆς προτέρας ἐμπαθοῦς καὶ θηριώδους ζωῆς. Φασὶ γὰρ ζωῆς σύμβολον εἶναι τὸ αἷμα, ὅπερ πάντως ἀπορρεῖν σφαττομένου ζῴου πέφυκεν.
Καὶ δηλοῖ τάχα τῶν δειχθέντων ζῴων ἡ διαφορὰ τὴν ἐν ἀνθρώποις τῶν παθῶν ποικιλίαν. Τὰ μὲν γὰρ ἑρπετὰ τοὺς ἅπαν τὸ ἐπιθυμητικὸν τοῖς γηΐνοις ἐπισυρόμενον ἔχοντας προδείκνυσι, τὰ δὲ θηρία τοὺς ὅλον τὸ θυμικὸν εἰς τὴν ἀλλήλων φθορὰν ἐκμανῶς διεγείραντας, τὰ δὲ πετεινὰ τοὺς ὅλον τὸ λογικὸν πρὸς τὴν ὕβριν τῆς ὑπερηφανίας ἀνώσαντας καὶ τὴν ἐξ αὐτῆς ὑψηλοφροσύνην καὶ ἀδικίαν λαλοῦντας εἰς τὸ ὕψος καὶ θεμένους εἰς οὐρανὸν τὸ στόμα αὐτῶν· ἅπερ οἷα Θεῷ συνεργὸς ὁ μέγας Πέτρος καταθύσας τῷ λόγῳ τοῦ Πνεύματος, τοὺς μὲν ἐποίησε τῶν οὐρανίων ἐπιθυμητάς, τοὺς δὲ ἡμέρους καὶ φιλανθρώπους καὶ ἀλλήλων ἀνθεκτικούς, τοὺς δὲ φιλοθέους καὶ ταπεινόφρονας.
Τί δὲ καὶ Ἰόππη βούλεται δηλοῦν διὰ τῆς ἑρμηνείας τοῦ οἰκείου ὀνόματος, ἐν ᾗ ταύτην εἶδε τὴν ὀπτασίαν ἡ μεγάλη τῆς Ἐκκλησίας κρηπίς, Πέτρος ὁ πανάγιος, κατίδωμεν. Ἰόππη κατασκοπὴ ἑρμηνεύεται, τὴν πρακτικοῖς πρέπουσαν φυλακὴν σημαίνουσα.
Παρ᾽ αὐτὴν γὰρ κειμένη τῆς θαλάσσης τὴν ὄχθαν, πολλοῖς ἂν ἐβάλλετο κύμασιν, εἰ μὴ ἐφ᾽ ὕψους εἶχε τὴν θέσιν ἡ πόλις.
Ὅθεν μοι φαίνεται δηλοῦν τὸν ἐπὶ τοῦ ὕψους τῆς γνώσεως, καθάπερ πόλιν, οἰκοδομοῦντα τὴν ἀρετήν, οὐ μακρὰν δὲ τῶν ἀκουσίων ὄντα πειρασμῶν, ἔχοντα παρακειμένην ἐγγύθεν, καθάπερ θάλασσαν, τὴν μήπω τελείως ἀπορραπισθεῖσαν σχέσιν τῶν αἰσθητῶν καὶ διὰ τοῦτο κατασκοπῆς δεόμενον, μήπως, λαθόντες διὰ τῶν ἀκουσίων πειρασμῶν, ποιήσωνται τὴν τῶν ἑκουσίων παθῶν ἐπιδρομὴν οἱ ἀκάθαρτοι δαίμονες.
Ἀλλὰ καὶ τῆς μερίδος τυγχάνουσα τῆς φυλῆς Ἰσσάχαρ Ἰόππη—μισθὸς δὲ καὶ κάματος οὗτος ἑρμηνεύεται— δίδωσι πλέον νοεῖν ὅτι πρακτικῆς ἐστιν ἕξις φυλακτικὴ Ἰόππη, τὰς ἀοράτους ἐφόδους φυλαττομένη τῶν πνευμάτων τῆς πονηρίας. Ταύτης οὖν ἀναστάντα πρὸς τὴν τῶν ὑψηλῶν γνῶσιν μεταθεῖναι τὸν νοῦν ἴσως ἐκελεύετο ὁ μέγας ἀπόστολος.
Ὁ τοίνυν τῆς πρακτικῆς φιλοσοφίας οἰκῶν τὸ τῆς κατασκοπῆς ὕψος ἐν Ἰόππῃ λεγέσθω εἶναι, ὁ δὲ τὴν ἐν Ἱεροσολύμοις Σιὼν κατοικῶν, τουτέστι τὸ σκοπευτήριον τὸ κατὰ τὴν ὅρασιν τῆς εἰρήνης ἰδρυμένον—τοῦτο γὰρ Ἱερουσαλὴμ ἑρμηνεύεται—, πάσης μακρὰν γέγονε τῆς κατ᾽ αἴσθησιν σχέσεως, ὅσον ἱστορικῶς τοῦ τόπου τῆς Σιὼν κατὰ τὴν θέσιν ἡ θάλασσα, καὶ σκοπεύει μόνον κατὰ τὸ ὕψος ὑπάρχων τῆς γνώσεως τὰ νοητὰ τῶν ὄντων θεάματα τῇ κατὰ νοῦν περιαιρέσει τῶν φαινομένων ἐν τοῖς οὖσι σχημάτων, καὶ δέχεται τὰς τῶν θείων ἐμφάσεις κατὰ τὸ θεμιτὸν ἐκφανεῖς, τυποῦσας αὐτοῦ τὸ ἡγεμονικὸν πρὸς τὸ θειότερον.
Ὁ γοῦν οἰκῶν Ἰόππην πρακτικός ἐστι, καταθεωρῶν τῶν ἐναντίων τὰ θήρατρα, ὁ δὲ κατοικῶν ἐν Σιὼν γνωστικός ἐστι, μόνην κατὰ νοῦν τῶν θείων θεωρῶν τὴν εὐπρέπειαν.
Εἰ δὲ πάλιν εἰς οὐρανὸν ἀνεσπάσθη τὸ σκεῦος τῆς ὀθόνης, νοήσωμεν ὅτι μετὰ τὸ δειχθῆναι τῷ μεγάλῳ Πέτρῳ τοὺς τῶν αἰσθητῶν πνευματικοὺς λόγους τοῖς νοητοῖς συνυπάρχοντας, πάλιν ἀνέλκει πρὸς ἑαυτὸν τούτους ὁ Θεός, διδάσκων ὡς οὐδὲν ὧν οἱ λόγοι παρ᾽ αὐτῷ μένουσιν, ἔστι καθάπαξ ἀκάθαρτον.
Διό, γνοὺς τῶν ὁραθέντων τὴν δύναμιν ὁ μέγας ἀπόστολος, ἔμαθε μηδένα λέγειν ἀκάθαρτον ἄνθρωπον, μηδὲ προσωποληψίαν εἶναι παρὰ Θεῷ, ποιουμένην ἄδικον τὴν τῶν ὄντων διαίρεσιν.
Ὅθεν, μηδὲν μελλήσας, τὸ θεῖον ἐπλήρωσε πρόσταγμα, καταθύσας πρὸς ζωὴν πνευματικὴν τοὺς τὴν καρδίαν ἑκουσίως περιτεμνομένους τῷ λόγῳ τῆς χάριτος, καὶ πᾶσαν ἀπιστίας κακίας τε καὶ ἀγνωσίας ἀκαθαρσίαν καθάπερ ἀκροβυστίαν ἀποβαλλομένους, τῆς δὲ σαρκὸς μηδὲν τῶν προσόντων αὐτῇ φυσικῶν περιτέμνοντας ὧν οὐκ ἐξ ἐμπαθοῦς γνώμης ἡ σύστασις, ἀλλ᾽ ἐκ θείας δημιουργίας ἡ γένεσις.
Οὐδὲν γὰρ τῶν κατὰ φύσιν ἀκάθαρτον, ὅτι Θεὸν ἔχει τῆς ὑπάρξεως αἴτιον.
ΣΧΟΛΙΑ
1. Ζωῆς μετάθεσίν φησι καί λατρείαν ἀγγελικήν, καί πρός σῶμα ψυχῆς ἑκούσιον ἀλλοτρίωσιν· καί τῆς ἐν Πνεύματι θείας μεταποιήσεως γένεσιν, τό τῆς νέας Διαθήκης καταγγέλλει μυστήριον.
2. Ἕτερος, φησίν, ὁ τῆς ἐντολῆς ἐστι λόγος, καί ἕτερος ὁ τοῦ γίνεσθαι τὴν ἐντολὴν τρόπος. Λαβών οὖν ὁ μέγας Πέτρος τὴν περί τῶν ἐθνῶν τοῦ κηρύγματος ἐντολήν, ἀγνοῶν διά τῆς ὀθόνης τῆς ἐντολῆς ἐδιδάσκετο τόν τρόπον· ὅτι δίχα περιτομῆς, καί τῶν λοιπῶν τοῦ νόμου σωματικωτέρων, ἐθῶν χρή τῶν ἐθνῶν γενέσθαι τήν κλῆσιν. Πνευματικήν γάρ οἶδεν ὁ λόγος περιτομήν, ἐμπαθοῦς σχέσεως πρός σῶμα τῆς ψυχῆς ἐκτομήν.
3. Ὁ μή τοῖς σχήμασι τῶν ὁρατῶν ἐναπομένων διά τήν αἴσθησιν, ἀλλά κατά νοῦν τούς λόγους αὐτῶν ἀναζητῶν, ὡς νοητῶν τύπους, ἤ λόγους αἰσθητῶν θεώμενος κτισμάτων, οὐδέν ἀκάθαρτον εἶναι τῶν ὁρωμένων διδάσκεται. Πάντα γάρ φύσει καλά λίαν καθέστηκεν.
4. Ὁ τῇ κινήσει φησίν τῶν αἰσθητῶν μή συναλλοιούμενος, ἀκίβδηλον τήν τῶν ἀρετῶν μετέρχεται πρᾶξιν. Ὁ δέ τοῖς αὐτῶν σχήμασι μή διατυπώσας τόν νοῦν, τήν ἀληθῆ περί τῶν ὄντων ἀπείληφε δόξαν. Ὁ δέ καί αὐτήν τήν οὐσίαν τῶν ὄντων τῇ διανοίᾳ παραδραμών ὡς ἄριστος θεολόγος μετά ταύτην ἀγνώστως τῇ μονάδι προσέβαλεν. Οὐκοῦν ὁ τρίτον ἐν ἑαυτῷ καταθύσας τήν κτίσιν τῶν ὁρωμένων, τῆς τῶν τελείων ἄξιος γέγονε τάξεως.
5. Ἰόππη μέν ἕξις ἐστίν ἀρετῆς, φησίν, τήν ἐκ τῶν παρακειμένων αἰσθητῶν φυλαττομένη βλάβην. Ἡ δέ Σιών ἕξις ἐστί γνωστική, τήν τῶν νοητῶν σκοπεύουσα χαρισμάτων ὑποδοχήν.