30. ΕΡΩΤΗΣΙΣ Λ'
Τί ἐστι τὸ δύνασθε τὸ ποτήριον ὃ ἐγὼ πίνω πιεῖν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Τίς ἡ διαφορὰ τοῦ ποτηρίου καὶ τοῦ βαπτίσματος;
Ἀπόκρισις.
Τὸ τοῦ Κυρίου βάπτισμα τῶν ὑπὲρ ἀρετῆς κατὰ πρόθεσιν ἑκουσίων καὶ ἡμετέρων πόνων τύπος ὑπάρχει· δι᾽ ὧν τὰς κατὰ συνείδησιν ἀπορρύπτοντες κηλίδας τὸν πρὸς τὰ φαινόμενα τῆς προαιρέσεως ἑκούσιον καταδεχόμεθα θάνατον. Τὸ δὲ ποτήριον τῶν ἐκ περιστάσεως παρὰ προαίρεσιν ἐπανισταμένων ἡμῖν ὑπὲρ τῆς ἀληθείας ἀκουσίων πειρασμῶν τύπος ἐστί· δι᾽ ὧν καὶ αὐτῆς προκρίνοντες τὸν θεῖον πόθον τῆς φύσεως, ἑκόντες τὸν περιστατικὸν ὑπερχόμεθα τῆς φύσεως θάνατον.
Ταύτην οὖν ἔχει τὴν διαφορὰν τὸ βάπτισμα πρὸς τὸ ποτήριον, ὅτι τὸ μὲν βάπτισμα ὑπὲρ ἀρετῆς πρὸς τὰ ἡδέα τοῦ βίου νεκρὰν ἐργάζεται τὴν προαίρεσιν, τὸ δὲ ποτήριον τὴν ἀλήθειαν καὶ αὐτῆς προκρίνειν πείθει τῆς φύσεως τοὺς εὐσεβεῖς. Πρότερον δὲ τοῦ βαπτίσματος ἔθετο τὸ ποτήριον, ὅτι διὰ τὴν ἀλήθειάν ἐστιν ἡ ἀρετὴ ἀλλ᾽ οὐ διὰ τὴν ἀρετὴν ἡ ἀλήθεια. Ὅθεν ὁ διὰ τὴν ἀλήθειαν πράττων τὴν ἀρετὴν κενοδοξίας οὐ τιτρώσκεται βέλεσιν, ὁ δὲ τὴν ἀλήθειαν ἀρετῆς ἕνεκεν ἐπιτηδεύων σύνοικον ἔχει τῆς κενοδοξίας τὴν οἴησιν.
ΣΧΟΛΙΑ
1. Τό τοῦ Κυρίου βάπτισμα, φησίν, ἐστίν ἡ παντελής πρός τόν αἰσθητόν κόσμον τῆς ἡμῶν προαιρέσεως νέκρωσις· τό δέ ποτήριον, καί αὐτῆς ἡμῶν τῆς παρούσης ζωῆς ὑπέρ ἀληθείας καθέστηκεν ἄρνησις.
2. Ἀλήθειαν μέν εἶναι λέγει τήν θείαν γνῶσιν· ἀρετήν δέ, τούς ὑπέρ αὐτῆς τῶν αὐτῶν ἐφιεμένων ἀγῶνας. Ὁ τοίνυν γνώσεως ἕνεκεν ἀρετῆς ὑπομένων πόνους, οὐ κενοδοξεῖ, γινώσκων ἀπερίληπτον εἶναι φύσει τοῖς πόνοις τήν ἀλήθειαν. Τοῖς δευτέροις γάρ οὐ περιγράφεται φύσει τό πρῶτον. Ὁ δέ τήν γνῶσιν διά τούς ὑπέρ αὐτῆς ἀγῶνας ἐπιτηδεύων, πάντως κενόδοξος, ὡς εἰληφέναι δοκῶν τούς στεφάνους πρό τῶν ἱδρώτων· οὐκ εἰδώς, ὅτι διά τούς στεφάνους οἱ πόνοι, ἀλλ᾿ οὐ διά τούς πόνους οἱ στέφανοι. Φύσει γάρ ἀμελέτητος πᾶσα καθέστηκε μέθοδος, τοῦ δι᾿ ὅ πέφυκεν ἐπιτηδεύεσθαι ἐξανυσθέντος, ἤ ἐξανυσθῆναι δόξαντος.