Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τρίτη 9 Απριλίου 2013

ΛΑ (31). ΠΕΡΙ ΤΟΥ "ΕΙ ΟΥΚ ΕΝ ΧΕΙΡΟΠΟΙΗΤΟΙΣ ΝΑΟΙΣ Ο ΘΕΟΣ ΚΑΤΟΙΚΕΙ".


31. ΕΡΩΤΗΣΙΣ ΛΑ'

Εἰ οὐκ ἐν χειροποιήτοις ναοῖς ὁ Θεὸς κατοικεῖ, πῶς κατῴκει ἐν τῷ ναῷ τῶν Ἰουδαίων;


Ἀπόκρισις.

Ὁ τῆς ἀναλογίας σοφῶς τῶν προνοουμένων φροντίζων Θεός, πρότερον διὰ τῶν τύπων συμφυῶς τοῖς δι᾽ αἰσθήσεως οἰκονομουμένοις πρὸς τὴν ἀλήθειαν ποδηγῶν, πᾶσιν ἑαυτὸν τοῖς δοθεῖσι τῷ παλαιῷ λαῷ τύποις ἀφανῶς ἐγκατέμιξεν, ἐνεργῶν τὴν τῶν παιδαγωγουμένων ἀνάβασιν. Ὤικει τοίνυν ἐν τῷ ναῷ τῶν Ἰουδαίων ὁ Θεὸς τυπικῶς ἀλλ᾽ οὐκ ἀληθῶς, περιγράφων τῇ τοιᾷδε κατὰ τὸν ναὸν οἰκήσει πάσης τῆς μυσταγωγουμένης τῶν προνοουμένων παιδαγωγίας τὴν ἄρρητον βουλήν.

Ἐπιτηδειότατος γὰρ πρὸς κατοικητήριον Θεοῦ μόνος ὁ καθαρὸς ὑπάρχει νοῦς· δι᾽ ὃν τὸν τυπικὸν οἰκοδομηθῆναι ναὸν συνεχώρησε, διὰ τῶν ἄγαν παχυτέρων συμβόλων τὸν πολὺ πλέον τῶν ἀναισθήτων τύπων παχυνθέντα νοῦν τῶν Ἰουδαίων ἀνασπάσαι τῆς ὕλης βουλόμενος, συνιδόντα τὸ πρὸς κατοίκησιν Θεοῦ ἀνεπιτήδειον ἐκ τοῦ προσύλου καὶ ἀπεμφαίνοντος, κἀκ τούτου τῆς τῶν προσόντων αὐτῷ φυσικῶς γενέσθαι διόλου συναισθήσεως.

Ὅπερ μὴ διαγνοὺς ὁ μόνον τὸν κατ᾽ εὐσέβειαν τῦφον ἐξ ὑπερηφανίας διατρέφειν εἰδὼς Ἰουδαῖος καὶ τοῦ τύπου καλῶς ἐστερήθη καὶ τῆς ἀληθείας ἑαυτὸν κακῶς ἀπεξένωσεν.


---------------------------
ΣΧΟΛΙΟΝ

1. Οὐκ ἔστι, φησί, πρέπον οἰκοδομεῖσθαι ναὸν τῷ Θεῷ ἐκ δωματικῆς ὕλης καὶ ψυχῆς σαρκικῆς. Ταῦτα γὰρ σύμβολα παχύτερά εἰσι καὶ ἀνεπιτήδεια τῷ Θεῷ· διὸ δεῖ οἰκοδομεῖσθαι Αὐτῷ ναὸν ἐξ ἐπιτηδείων καὶ πρεπόντων τῇ φύσει Αὐτοῦ στοιχείων.

2. Ὁ μόνην τῆς γνώσεως τήν μορφήν, ὅπερ ἐστίν ὁ ψιλός λόγος· καί ὁ τήν εἰκόνα τῆς ἀρετῆς, ὅπερ ἐστί, τό ψιλόν ἦθος ἐπιτηδεύων, Ἰουδαῖός ἐστι, φησί, καί αὐτός ἀληθείας τύποις φυσιούμενος.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets