Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 10 Απριλίου 2013

ΛΘ (39). ΠΕΡΙ ΤΩΝ ΤΡΙΩΝ ΗΜΕΡΩΝ ΑΣ ΠΡΟΣΕΜΕΙΝΑΝ ΟΙ ΟΧΛΟΙ ΤΩ ΚΥΡΙΩ.


39. ΕΡΩΤΗΣΙΣ ΛΘ'

Τίνες αἱ τρεῖς ἡμέραι ἃς προσμένουσι τῷ Κυρίῳ οἱ ὄχλοι ἐν τῇ ἐρήμῳ;


Ἀπόκρισις.

Ἡ ἔρημός ἐστιν ἡ φύσις τῶν ἀνθρώπων ἢ ὁ κόσμος οὗτος, ἐν ᾧ προσμένουσι τῷ λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως οἱ διὰ τῆς πίστεως καὶ τῆς τῶν μελλόντων ἀγαθῶν ἐλπίδος κακοπαθοῦντες. Αἱ δὲ τρεῖς ἡμέραι εἰσί, καθ᾽ ἕνα τρόπον τῆς ἐπ᾽ αὐταῖς θεωρίας, αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς, καθ᾽ ἃς προσμένουσι τῷ θείῳ Λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως· τῇ μὲν ζητοῦντες, τῇ δὲ ποθοῦντες, τῇ δὲ ὑπεραγωνιζόμενοι δέχονται τροφὴν ἄφθαρτον καὶ τὸν νοῦν πιαίνουσαν τὴν γνῶσιν τῶν γεγονότων.

Καθ᾽ ἕτερον δὲ τρόπον, τοὺς τρεῖς γενικωτέρους νόμους αἱ τρεῖς ἡμέραι σημαίνουσι, τὸν γραπτόν φημι καὶ τὸν φυσικὸν καὶ τὸν πνευματικὸν ἤγουν τὸν τῆς χάριτος. Πᾶς γὰρ νόμος οἰκείως ἑαυτῷ τῆς ἀνθρωπίνης φύσεως ὑπάρχει φωτιστικός, τοῦ φωτὸς ἔχων δημιουργὸν τὸν τῆς δικαιοσύνης ἥλιον.

Ὡς γὰρ ἡλίου χωρὶς ἡμέραν γενέσθαι παντελῶς ἀμήχανον, οὕτω δίχα τῆς οὐσιώδους καὶ ὑφεστώσης σοφίας νόμος εἶναι δικαιοσύνης οὐ δύναται, τῆς ἐν ἑκάστῳ νόμῳ τὴν οἰκείαν ποιουμένης ἀνατολὴν καὶ τοὺς νοεροὺς τῶν ψυχῶν ὀφθαλμοὺς νοητοῦ φωτὸς ἐμπιπλώσης.

Ὅπερ εἰδὼς Δαβὶδ ὁ μακάριός φησι· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου· λύχνον τὸν γραπτὸν καλέσας νόμον, ὡς τεχνικῶς τοῖς τῶν σωματικῶν συμβόλων αἰνιγμάτων τε καὶ τύπων διαφόροις συνθήμασι τὸ καυστικὸν φῶς τῆς τῶν παθῶν μοχθηρίας πυρσεύοντα τοῖς διὰ πράξεως κατὰ τῶν ἐναντίων δυνάμεων πλατύνουσι τῆς ψυχῆς τὰ διαβήματα, φῶς δὲ τὸν πνευματικὸν τῆς χάριτος νόμον, ὡς ἀτέχνως δίχα τῶν αἰσθητῶν συμβόλων τὰς αἰωνίους δεικνύοντα τρίβους· ἐν αἷς τὸν δρόμον ὁ θεωρητικὸς ποιούμενος νοῦς πρὸς τὸ ἀκρότατον τῶν ἀγαθῶν πέρας ἄγεται, τὸν Θεόν, μηδενὶ τῶν ὄντων ὁρίζων τῆς διανοίας τὴν κίνησιν. Ἀνέσπερον γὰρ τὸ φῶς ὑπάρχει τοῦ νόμου τῆς χάριτος, οὐκ ἔχον τὴν οἱανοῦν γνῶσιν τὰς αὐτοῦ παμφαεῖς ἀκτῖνας ὁρίζουσαν.

῍Η τυχὸν πόδας ἐκάλεσεν ὁ προφήτης ὅλον τοῦ κατὰ Θεὸν βίου τὸν δρόμον ἢ τὰς κατὰ ψυχὴν κινήσεις τῶν ἀγαθῶν λογισμῶν, ὁδηγουμένας καθάπερ λύχνῳ τῷ ἐν τῷ γράμματι τοῦ νόμου φωτί, τρίβους δὲ τοὺς κατὰ τὸν φυσικὸν νόμον τρόπους τῶν ἀρετῶν καὶ τοὺς κατὰ τὸν πνευματικὸν νόμον τῆς γνώσεως λόγους, τῇ παρουσίᾳ τοῦ Θεοῦ Λόγου δεικνυμένους καὶ πρὸς ἑαυτὴν τὴν φύσιν καὶ τὴν αἰτίαν δι᾽ ἀρετῆς τε καὶ γνώσεως ἐπανάγοντας.

Ταύτας τὰς τρεῖς ἡμέρας ἤγουν νόμους τῷ Θεῷ Λόγῳ προσμείναντες καὶ τοὺς ὑπὲρ ἑκάστου προθύμως ὑπομείναντες πόνους οἱ πρὸς σωτηρίαν τετραμμένην τὴν ἔφεσιν ἔχοντες οὐκ ἀπολύονται νήστεις, ἀλλὰ δέχονται τροφὴν δαψιλῆ τε καὶ θείαν, ὑπὲρ μὲν τοῦ γραπτοῦ νόμου τὴν τῶν παρὰ φύσιν παθῶν τελείαν ἀπαλλαγήν, ὑπὲρ δὲ τοῦ φυσικοῦ τὴν ἄπταιστον τῶν κατὰ φύσιν ἐνέργειαν, καθ᾽ ἣν ἡ ἀλληλοῦχος σχέσις συνίσταται, πᾶσαν ἀπωθουμένη τῆς φύσεως σκεδαστὴν ἑτερότητά τε καὶ διαίρεσιν, ὑπὲρ δὲ τοῦ πνευματικοῦ τὴν πρὸς αὐτὸν ἕνωσιν τὸν Θεόν, καθ᾽ ἥν, πάντων ἐκβάντες τῶν γενητῶν, τὴν ὑπὲρ φύσιν δέχονται δόξαν, δι᾽ ἧς ὁ Θεὸς μόνος ἐν αὐτοῖς ἀπαστράπτων γνωρίζεται.

Ἔχετε δὲ περὶ τούτου πλατύτερον ἐν τοῖς Ἀπόροις εἰς τὸν περὶ τῆς ἁγίας Πεντηκοστῆς λόγον τοῦ ἁγίου Γρηγορίου.

 
----------------------------
ΣΧΟΛΙΑ

1. Λόγον, θυμόν, ἐπιθυμίαν λέγει. Τῷ γάρ λόγῳ ζητοῦμεν· τῇ ἐπιθυμίᾳ δέ, ποθοῦμεν τό ζητηθέν ἀγαθόν· τῷ δέ θυμῷ, ὑπεραγωνιζόμεθα.

2. Καί τάς δυνάμεις τῆς ψυχῆς κέκληκεν ἡμέρας, ὡς δεκτικάς τοῦ φωτός τῶν θείων προσταγμάτων· καί τούς τρεῖς γενικωτέρους νόμους, φωτιστικούς τῶν δεκτικῶν, δηλονότι τῶν ψυχῶν. Ὥσπερ γάρ τό φῶς ἐκάλεσεν ἡμέραν ἡ Γραφή τῆς Γενέσεως, φάσκουσα· Καί ἴδεν ὁ Θεός τό φῶς ὅτι καλόν, καί ἐκάλεσεν ὁ Θεός τό φῶς ἡμέραν· καί πάλιν τόν πεφωτισμένον ἀέρα, φήσασα· Καί ἐγένετο ἑσπέρα, καί ἐγένετο πρωΐ ἡμέρα μία· οὕτως οὐ μόνον τάς δυνάμεις τῆς ψυχῆς ἐκάλεσεν ἡμέρας, ἀλλά καί τούς ταύτας φωτίζοντας νόμους. Ἡ γάρ διόλου τούτων εἰς ἄλληλα περιχώρησις, τήν σύνθετον ποιεῖ τῶν ἀρετῶν ἡμέραν, μή διακρίνουσα τοῦ κατά τόν λόγον θείου φωτός, τάς ποιωθείσας αὐτῷ δι᾿ ὅλου δυνάμεις.

3. Λύχνος ἐστί κατά ταυτόν ὁμοῦ καί φῶς ὁ τοῦ Θεοῦ Λόγος, ὡς καί φωτίζων τούς κατά φύσιν λογισμούς τῶν πιστῶν, καί ὡς καίων τούς παρά φύσιν, καί ὡς λύων τόν ζόφον τῆς κατ᾿ αἴσθησιν ζωῆς τοῖς διά τῶν ἐντολῶν πρός τήν ἐλπιζομένην ἐπειγομένοις ζωήν, καί ὡς κολάζων τῇ καύσει τῆς κρίσεως τούς ταύτης τῆς σκοτεινῆς τοῦ βίου νυκτός κατά γνώμην διά φιληδονίαν σαρκός ἀντεχομένους.

4. Ὁ νόμος, φησίν, μετὰ τῶν συμβόλων νοούμενος, λύχνος ἐστίν, διὰ πράξεως τῶν παθῶν φθείρων τὴν μοχθηρίαν, δίχα δὲ τῶν συμβόλων κατανοούμενος, φῶς ἐστιν, διὰ θεωρίας πρὸς τὴν θείαν ἀναβιβάζων ἐν χάριτι τοὺς ἀγομένους συγγένειαν.

5. Ὁ μή πρός ἑαυτόν, φησί, πρότερον ἀναχθείς διά τῆς ἀποβολῆς τῶν παρά φύσιν παθῶν πρός τήν ἰδίαν αἰτίαν, ἤγουν τόν Θεόν, διά τῆς ἐν χάριτι τῶν ὑπέρ φύσιν ἀγαθῶν ἐπικτήσεως οὐκ ἀναχθήσεται. Τῶν γάρ πεποιημένων χωρισθῆναι δεῖ κατά διάνοιαν, τόν πρός Θεόν ἀληθῶς συναγόμενον.

6. Τοῦ μέν γραπτοῦ νόμου φησίν ἔργον ἐστίν ἡ τῶν παθῶν ἀπαλλαγή· φυσικοῦ δέ νόμου, ἡ κατ' ἰσοτιμίαν πρός πάντας ἀνθρώπους ἰσονομία· πνευματικοῦ δέ νόμου τελείωσις, ἡ πρός τόν Θεόν, ὡς ἔστιν ἀνθρώπῳ δυνατόν, ἐξομοίωσις.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets