Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 10 Απριλίου 2013

Μ (40). ΠΕΡΙ ΤΩΝ ΕΞ ΥΔΡΙΩΝ ΤΩΝ ΕΝ ΚΑΝΑ ΤΗΣ ΓΑΛΙΛΑΙΑΣ.


40. ΕΡΩΤΗΣΙΣ Μ'

Τί σημαίνει ὁ ἀριθμὸς τῶν ἓξ ὑδριῶν τῶν ἐν τῷ γάμῳ τῷ ἐν Κανᾷ τῆς Γαλιλαίας;


Ἀπόκρισις.

Ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας Θεός, ἅμα βουλήσει τὸ εἶναι αὐτῇ δέδωκεν, συνήρμοσεν αὐτῇ καὶ δύναμιν τῶν καθηκόντων ποιητικήν. Αἱ τοίνυν ἓξ ὑδρίαι ἡ κατὰ φύσιν ποιητικὴ τῶν θείων ἐντολῶν ἐστι δύναμις· ἧς κενώσαντες τὴν γνῶσιν οἱ ἄνθρωποι περὶ τὴν ματαίαν τῶν ὑλικῶν πραγμάτων σπουδήν, κενὴν τὴν τοιαύτην δύναμιν εἶχον καὶ ἄνυδρον, καὶ διὰ τοῦτο πῶς τῆς κακίας καθᾶραι τὸν ῥύπον οὐκ ᾔδεισαν.

Ὁ γὰρ γνώσεως ἄμοιρος τὸν κατ᾽ ἀρετὴν ῥυπτικὸν τῆς κακίας οὐδαμῶς ἐπίσταται τρόπον, ἕως ἐλθὼν ὁ τῆς φύσεως δημιουργὸς Λόγος ἐπλήρωσε πρότερον τὴν προειρημένην ποιητικὴν τῶν καθηκόντων δύναμιν τῆς κατὰ φύσιν γνώσεως καὶ οὕτως μετέβαλεν εἰς οἶνον, φημὶ δὲ τὸν ὑπὲρ φύσιν τῆς γνώσεως λόγον, τόν τε νόμον καὶ λόγον τῆς φύσεως· ὃν οἱ πίνοντες τῆς τῶν ὄντων ἁπάντων ἐξίστανται φύσεως καὶ εἰς τὸν κρύφιον τῆς θείας ἐνδότητος ἀφίπτανται τόπον· καθ᾽ ὃν τὴν πασῶν ὑπερκειμένην τῶν γνώσεων εὐφροσύνην δέχονται καὶ ἀγαλλίασιν, τὸν καλὸν οἶνον, τουτέστι τὸν ποιητικὸν τῆς θεώσεως, πάντων ὕστερον τῶν κατὰ πρόνοιαν περὶ τὸ ἀνθρώπινον οἰκονομιῶν πίνοντες ἀπόρρητον λόγον.

Εἰς δὲ τὸν ἓξ ἀριθμὸν ἡ ποιητικὴ τῆς φύσεως λαμβάνεται δύναμις, οὐ μόνον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀλλ᾽ ὅτι καὶ μόνος τῶν ἐντὸς δεκάδος ἀριθμῶν ἐστι τελειότατος καὶ ἐκ τῶν ἰδίων συνιστάμενος μερῶν οὗτος ὁ ἀριθμός. Χωρούσας δὲ τὰς ὑδρίας φησὶν ὁ λόγος ἀνὰ μετρητὰς δύο ἢ τρεῖς, ὡς τῆς κατὰ φύσιν πρακτικῆς δυνάμεως χωρούσας κατὰ μὲν τὴν φυσικὴν θεωρίαν, ὥσπερ δύο μετρητάς, τὴν ὅλην τῶν γεγονότων γνῶσιν, τῶν τε ἐξ ὕλης καὶ εἴδους σωματικῶν φύσεων, τῶν τε ἐξ οὐσίας καὶ συμβεβηκότος νοητῶν οὐσιῶν, ἤγουν τὴν τῶν σωμάτων καὶ ἀσωμάτων περιληπτικὴν γνῶσιν, κατὰ δὲ τὴν ἐφικτὴν τῇ φύσει θεολογικὴν μυσταγωγίαν, ὡς μετρητὰς τρεῖς, τὴν περὶ τῆς ἁγίας Τριάδος, ἤγουν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, γνῶσιν καὶ φωταγωγίαν.

Ὑμεῖς οὖν, ὡς γνωστικοί, τὸ λειπόμενον θεωρήσατε πῶς ἡ ποιητικὴ τῶν κρειττόνων γενικὴ τῆς φύσεως δύναμις εἰς ἓξ διαιρεῖται, καὶ αὐτοὺς γενικούς, τῶν ἀρετῶν τρόπους, καὶ τίς ἡ πρὸς τὴν καθόλου ποιητικὴν τῶν ἀρετῶν τῆς φύσεως δύναμίς ἐστιν ἡ καθόλου καὶ γενικωτέρα τῶν ἄλλων ἀρετή, καὶ εἰς ἓξ εἴδη, καὶ αὐτὰ γενικά, διαιρουμένη, ἵνα, τῇ δυνάμει τῆς φύσεως ἁρμοσθεῖσα, χωρηθῇ διὰ τῶν ἐκείνης τρόπων ἑξαχῶς εἰδοποιουμένη, τίνες δὲ πρὸς τούτοις οἱ τὸ ὕδωρ ἠντληκότες ὑπηρέται, τίς ὁ νυμφίος, τίς ἡ νύμφη, τίς ὁ ἀρχιτρίκλινος, τίς ἡ τῷ λόγῳ παρρησιαστικῶς ἀπαγγείλασα μήτηρ ὅτι οἶνον οὐκ ἔχουσιν.

Ταῦτα γὰρ πάντα λείπεται πρὸς ἐξέτασιν τῷ μύστῃ καὶ μυσταγωγῷ τῶν θείων καὶ λόγων καὶ νοημάτων, εἴπερ πάντως τῷ τῆς ἀναγωγῆς κατὰ νοῦν ἥδεται τρόπῳ. Πλὴν ἵνα μὴ παντελῶς ἐπὶ τοῦ παρόντος ἄφωνος καταλειφθεὶς ἡμῖν ὁ περὶ τούτων οἰχήσεται λόγος, μὴ διδοὺς τοῖς καλῶς πεινῶσι κἂν ἀπὸ μέρους τὴν πνευματικὴν πανδαισίαν, ἐρῶ κατὰ δύναμιν, οὐχ ὅλην ἀποκαλύπτειν ἐπαγγελλόμενος τὴν ἐν τοῖς εἰρημένοις διάνοιαν—ἀσθενὴς γὰρ πρὸς περίληψιν τῶν ἐν τούτοις νοητῶν θεαμάτων ὁ ἐμὸς καθέστηκε νοῦς— ἀλλ᾽ ὅσην ἡ τῆς ἐμῆς διανοίας χωρεῖν πέφυκε δύναμις.

Γενικωτάτην οὖν τῶν ἀρετῶν φασιν εἶναι τὴν ἀγάπην, τὴν δὲ ταύτης ποιητικὴν γενικωτάτην τῆς φύσεως δύναμίν φασιν εἶναι τὸν λόγον· ὅς, τῆς οἰκείας ἀπρὶξ ἐπιλαβόμενος αἰτίας, ἐνεργούμενος εἰς ἓξ διακρίνεται γενικωτέρους τρόπους περιληπτικοὺς τῶν οἷς ὁ τῆς ἀγάπης διακρίνεσθαι πέφυκε λόγος εἰδῶν, πεινῶντας καὶ διψῶντας καὶ ξένους καὶ γυμνοὺς ἀσθενοῦντάς τε καὶ τοὺς ἐν φυλακῇ περιποιούμενος σωματικῶς τε καὶ πνευματικῶς.

Οὐ γὰρ μόνοις τοῖς σώμασιν ὁ τῆς ἀρετῆς περιγράφεται λόγος, οὐδὲ περὶ μόνην τὴν αἴσθησιν ἡ τῆς φύσεως καταγίνεται δύναμις. Εἰδοποιὸς οὖν τῆς γενικωτάτης καθέστηκεν ἀρετῆς ἡ γενικωτάτη τῆς φύσεως δύναμις, τοῖς οἰκείοις ἓξ τρόποις εἰς εἴδη τοσαῦτα τὴν ἀρετὴν διακρίνουσα, δι᾽ ὧν ἡ φύσις ἑνοῦται τῷ τῆς γνώμης μοναδικῷ, τὸν ἐν πᾶσιν ἰσοτίμως ἀδιαίρετον τῆς πλάσεως δεικνῦσα λόγον, ἐν τῷ ποιεῖν εὖ καὶ πάσχειν πρὸς ἑαυτὸν συναγόμενον· ὃν ἐρρωμένον ἐπαναλαβὼν διὰ τῶν καθηκόντων πόνων ὁ νοῦς πάσας περιτέμνει τῆς φύσεως τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις, ἃς ἡ φιλαυτία τῆς ἑκάστου γνώμης ἐπινοήσασα τὴν ἡμερωτάτην ἐθηρίωσε φύσιν καὶ τὴν μίαν οὐσίαν εἰς πολλὰς καὶ ἀντιθέτους, οὐδὲν δὲ χεῖρον εἰπεῖν, καὶ φθαρτικὰς ἀλλήλων κατέτεμε μοίρας, καὶ τὴν σταθερὰν μεσότητα φέρων δείκνυσιν, καθ᾽ ἣν τῶν ἀρετῶν οἱ νόμοι κατὰ φύσιν ἐξ ἀρχῆς θεόθεν ἐγράφησαν.

Καὶ τοῦτο τυχὸν παραδεικνὺς τὸ μυστήριον ὁ Λόγος τὰς ἓξ ὑδρίας εἰσάγει κενὰς καὶ ἀνύδρους, ὑποφαινούσας τῆς κατὰ φύσιν γενικωτάτης δυνάμεως τὴν περὶ τὸ καλὸν ἀπραξίαν.

Οὕτω μὲν οὖν ἡ κατὰ φύσιν γενικωτάτη δύναμις, εἰς ἓξ διαιρουμένη κατὰ τὴν πρᾶξιν τρόπους, εἰς εἴδη τοσαῦτα μορφοῖ τὴν γενικωτάτην τῶν ἀρετῶν, ὅλην ὅλη περιλαμβάνουσα· καθ᾽ ἣν γενομένη, τὸν ἑαυτῆς γενικώτατον δέχεται νόμον ἡ φύσις ἄπταιστον τῆς ἀληθείας κριτήν, ὃν ὁ λόγος προσηγόρευσεν ἀρχιτρίκλινον, διεγνωκότα σαφῶς ὅτι τὸν καλὸν οἶνον, ὃν ὕστερον διὰ τῆς ἰδίας παρουσίας ὁ Λόγος ἐκέρασεν, ἔδει κατ᾽ ἀρχὰς πρῶτον πιεῖν καὶ μεθυσθῆναι τὴν ἀνθρωπείαν φύσιν, λέγω δὲ τὸν περὶ Θεοῦ κρείττονα καὶ ὑψηλότερον Λόγον, καὶ οὕτως ὕστερον, καθάπερ οἴνους, τοὺς ὅσον πρὸς τὸν πρῶτον Λόγον ἥττονας, τῶν γεγονότων μυηθῆναι λόγους.

Δικαιότατον γὰρ ἦν, ὡς ἀληθῶς καὶ πρεπωδέστατον τὸν δι᾽ ὃν γέγονε λόγον μυηθῆναι πρότερον τὴν φύσιν, καὶ οὕτως ὕστερον ζητῆσαι τῶν δι᾽ αὐτὴν γενομένων τοὺς λόγους.

Οἱ ἠντληκότες δὲ τὸ ὕδωρ εἰσὶν οἱ διάκονοι τῆς τε Παλαιᾶς καὶ τῆς Καινῆς Διαθήκης, φημὶ δὲ τοὺς ἁγίους πατριάρχας καὶ τοὺς νομοθέτας καὶ τοὺς στρατηγοὺς τοὺς κριτάς τε καὶ τοὺς βασιλεῖς καὶ τοὺς προφήτας καὶ τοὺς εὐαγγελιστὰς καὶ ἀποστόλους, δι᾽ ὧν ἠντλήθη τὸ ὕδωρ τῆς γνώσεως καὶ ἀπεδόθη τῇ φύσει πάλιν· ὅπερ μετέβαλεν εἰς τὴν τῆς θεώσεως χάριν ὁ τὴν φύσιν ὡς ἀγαθὸς δημιουργήσας καὶ θεώσας διὰ φιλανθρωπίαν τῇ χάριτι Λόγος.

Εἰ δὲ καὶ τοὺς κατὰ φύσιν ἐπιστημονικούς τε καὶ εὐσεβεῖς λογισμοὺς εἴποι τις εἶναι διακόνους, ἐκ τῆς τῶν ὄντων διακοσμήσεως κελεύσει τοῦ Λόγου ἀντλοῦντας τὸ ὕδωρ τῆς γνώσεως, οὐ διαπέπτωκεν, ὡς οἶμαι, τῆς ἀληθείας.

Νυμφίος δὲ προδήλως ἐστὶν ὁ ἀνθρώπινος νοῦς, ὡς νύμφην ἀγόμενος πρὸς συζυγίαν τὴν ἀρετήν· ὧν τιμῶν τὴν συμβίωσιν παραγίνεται προθύμως καλούμενος ὁ Λόγος, διασφίγγων αὐτῶν τὴν τοῦ πνευματικοῦ γάμου συναλλαγὴν καὶ τῷ ἰδίῳ οἴνῳ πνευματικῶς διαθερμαίνων αὐτῶν πρὸς πνευματικὴν πολυγονίαν τὴν ἔφεσιν.

Μήτηρ δὲ τοῦ Λόγου καθέστηκεν ἡ ἀληθὴς καὶ ἀμόλυντος πίστις. Ὡς γὰρ τῆς τεκούσης αὐτὸν κατὰ σάρκα μητρός, ὡς Θεός, ὑπάρχει κατὰ φύσιν δημιουργὸς ὁ Λόγος, ἣν ἐποιήσατο μητέρα διὰ φιλανθρωπίαν, ἐξ αὐτῆς ὡς ἄνθρωπος γεννηθῆναι καταδεξάμενος, οὕτως ἐν ἡμῖν πρότερον τὴν πίστιν δημιουργῶν ὁ Λόγος ὕστερον γίνεται τῆς ἐν ἡμῖν πίστεως υἱός, ἐξ αὐτῆς κατὰ τὴν πρᾶξιν ταῖς ἀρεταῖς σωματούμενος, δι᾽ ἧς πάντα διανύομεν, παρὰ τοῦ Λόγου λαμβάνοντες τὰ πρὸς σωτηρίαν χαρίσματα.

Χωρὶς γὰρ τῆς πίστεως, ἧς καὶ Θεὸς κατὰ φύσιν ὑπάρχει καὶ Υἱὸς κατὰ χάριν ὁ Λόγος, οὐδεμίαν ἔχομεν παρρησίαν τὰς πρὸς αὐτὸν ποιεῖσθαι δεήσεις.

Ἀλλὰ γένοιτο διαπαντὸς ἡμᾶς τε τὸν τοιοῦτον συγκροτεῖν γάμον, καὶ μετὰ τῆς ἰδίας μητρὸς παραγίνεσθαι τὸν Ἰησοῦν, ἵνα τὴν ἀπορρυεῖσαν ἡμῶν διὰ τὴν ἁμαρτίαν ἀποκαταστήσῃ γνῶσιν, καὶ μεταβάλῃ ταύτην πρὸς τὴν ἐξοικίζουσαν τὸν νοῦν τῆς τῶν ὄντων γενέσεως θέωσιν, τὴν στομοῦσαν καὶ οἱονεὶ νευροῦσαν πρὸς ἀτρεψίαν, καθάπερ ὕδωρ τονούμενον οἴνου ποιότητι, τὴν γνῶσιν τῆς φύσεως.

 
-------------------------
ΣΧΟΛΙΑ

1. Δύναμιν λέγει, τήν οὐσιωδῶς μέν κατεσπαρμένην τῇ φύσει πρός ἀρετῶν ἐνέργειαν κίνησιν, γνωμικῶς δέ πρός τήν τοῦ κεκτημένου βούλησιν, κατά τήν χρῆσιν ἐκφαινομένην.

2. Τήν κενωθεῖσαν τῆς δοθείσης γνώσεως φύσιν, γενόμενος ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, πάλιν ἐπλήρωσε γνώσεως· καί στομώσας πρός ἀτρεψίαν, οὐ φύσει, ποιότητι δέ ταύτην ἐθέωσεν, ἀνελλιπῶς αὐτήν τῷ οἰκείῳ χαρακτηρίσας Πνεύματι, καθάπερ ὕδωρ οἴνου ποιότητι πρός τόνον μετακεράσας. Διά τοῦτο γάρ καί γίνεται κατ᾿ ἀλήθειαν ἄνθρωπος, ἵνα κατά χάριν ἡμᾶς καταστήσῃ θεούς.

3. Καλόν οἶνον λέγει τόν πρός θέωσιν ἐκστατικόν τῆς φύσεως λόγον· ὅν ἡ παράβασις μέν τῷ Ἀδάμ πιεῖν οὐ συνεχώρησεν· αὐτός δέ χάριτι διά φιλανθρωπίαν ὡς Θεός ἑαυτόν κενώσας, ὕστερον διά τῆς σαρκώσεως, ὡς οἶδεν μόνος αὐτός, κατέστησεν πότιμον. Αὐτός γάρ ἐστι καί πρόνοια, ὡς συνοχή τῶν ὄντων· καί προνοίας Λόγος, ὡς μέθοδος τῆς τῶν προνοουμένων ἰατρείας· καί προνοητής, ὡς πάντα τοῖς ἑαυτῶν τοῦ εἶναι λόγοις συνέχων.

4. Τῆς μέν τῶν σωματικῶν καί ἀσωμάτων γνώσεως δεκτική κατά φύσιν ἐστίν ἡ τοῦ νοῦ δύναμις, φησίν· τῆς δέ τῆς ἁγίας Τριάδος κατά μόνην τήν χάριν δέχεται τάς ἐμφάσεις, ὅτι ἔστι μόνον πιστεύουσα· ἀλλ᾿ οὐ, τίποτε κατ᾿ οὐσίαν ἐστί, ζητεῖν αὐθαδιζομένη.

5. Ὅτι καί ἡ καθ᾿ ὅλου δύναμιν τῆς φύσεως, εἰς ἕξ διαιρεῖται τρόπους καί ἐνεργείας· καί ἡ καθ᾿ ὅλου ἀγάπη, εἰς ἕξ ἀρετῶν εἴδη μερίζεται. Πεῖναν γάρ, καί δίψαν, καί γύμνωσιν, καί ξενιτείαν, καί ἀσθένειαν, καί φυλακήν, τῶν τούτοις κατειλημμένων, εἴτε σωματικῶς, εἴτε πνευματικῶς ὁ παραμυθούμενος, τήν ἐκ τῶν ἕξ ἀρετῶν συνισταμένην πεπλήρωκεν πρός τε τόν Θεόν καί τόν πλησίον ἀγάπην· ὡς μόνῳ Θεῷ πεποιωμένην τῆς ψυχῆς διατηρήσας τήν ἔφεσιν.

6. Αἰτίαν τοῦ Λόγου φησί τόν Θεόν· ὅν ζητεῖν, τοῦ λόγου τήν δύναμιν ὁ ἄνθρωπος εἴληφεν.

7. Εἰς ταῦτα τὸ τῆς ἀγάπης διαιρεῖται χρῆμα, ἐν οἷς καὶ συνίσταται.

8. Ὁ κατ᾿ ἀρετήν τῇ γνώμῃ, φησίν, ἴσος πρός πάντας γενόμενος, ἀπροσωπόληπτον ἐν ἑαυτῷ δείκνυσι τόν Θεόν, ὥσπερ πάντων καθ᾿ ἕνα καί τόν αὐτόν Λόγον μίαν δημιουργήσαντα τήν φύσιν, οὕτω καί πᾶσι νομοθετήσαντα μίαν τῆς γνώμης τήν κίνησιν, καθ᾿ ἥν ὁ δοκῶν ἐσκορπίσθαι τῆς φύσεως συνάγεσθαι πέφυκε λόγος.

9. Μεσότητα λέγει τήν ἀπηλλαγμένην μέν τῶν παρά φύσιν παθῶν, οὔπω δέ τῶν ὑπέρ φύσιν ἀγαθῶν ἐπειλημμένην κατάστασιν. Ἰσονομοῦσαν γάρ τῇ φύσει τήν γνώμην δείκνυσι, μηδέν ἔχουσαν αὐτοῤῥεπές, καί τῷ λόγῳ τῆς φύσεως ἀντιφερόμενον· καί διά τοῦτο πάντας ἀνθρώπους ἕνα γινώσκουσαν, ἅτε δή βίβλον θεόγραφον ἔχουσαν τόν νόμον τῆς φύσεως.

10. Ὅτι φυσικόν ἔχομεν κριτήριον τόν κατά φύσιν νόμον, διδάσκοντα ἡμᾶς, ὅτι πρό τῆς ἐν ὅλοις σοφίας ἔδει πρός τήν τοῦ Ποιητοῦ τῶν ὅλων μυσταγωγίαν ἡμῶν κινηθῆναι τήν ἔφεσιν.

11. Πίστις, ἡ τοῦ Λόγου Μήτηρ, κατά τήν ἀναγωγήν· ἥτις δημιουργουμένη πρότερον, γεννᾷ σωματούμενον ὕστερον ταῖς ἀρεταῖς τόν αὐτήν δημιουργήσαντα Λόγον.

 

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets