45. ΕΡΩΤΗΣΙΣ ΜΕ'
Τί σημαίνει τὸ ἐν τῷ Λευϊτικῷ στηθύνιον τοῦ ἐπιθέματος καὶ ὁ βραχίων τοῦ ἀφαιρέματος, εἰς τιμὴν Θεοῦ τοῖς ἱερεῦσιν ἀφιερούμενον;
Ἀπόκρισις.
Οἶμαι τὴν ἀμείνω καὶ ὑψηλὴν θεωρίαν δηλοῦσθαι διὰ τοῦ στηθυνίου, καὶ τὴν πρᾶξιν διὰ τοῦ βραχίονος, ἤγουν τοῦ διανοητικοῦ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν, ἢ τὴν γνῶσιν καὶ τὴν ἀρετήν, ὡς τῆς μὲν γνώσεως αὐτῷ προσαγούσης ἀμέσως τὸν νοῦν τῷ Θεῷ, τῆς ἀρετῆς δὲ κατὰ τὴν πρᾶξιν πάσης αὐτὸν ἀφαιρουμένης τῆς τῶν ὄντων γενέσεως· ἅπερ ἱερεῦσιν ἀφώρισεν ὁ λόγος, τοῖς μόνον τὸν Θεὸν διὰ πάντων κτησαμένοις κληρονομίαν, καὶ μηδὲν τὸ σύνολον κεκτημένοις ἐπίγειον.
῍Η πάλιν, ἐπειδὴ τὰς ἄλλων καρδίας διὰ τοῦ λόγου τῆς διδασκαλίας οἱ γνώσει καὶ ἀρετῇ διόλου ποιωθέντες τῷ Πνεύματι εὐσεβείας καὶ πίστεως ποιοῦνται δεκτικάς, καὶ τὴν πρακτικὴν αὐτῶν ἕξιν καὶ δύναμιν ἀφαιρούμενοι τῶν ἐπὶ τῇ φθαρτῇ φύσει σπουδασμάτων πρὸς τὴν τῶν ὑπὲρ φύσιν ἀφθάρτων ἐνέργειαν ἀγαθῶν μεταφέρουσιν, εἰκότως τῶν προσαγομένων εἰς θυσίαν Θεοῦ τὸ στηθύνιον τοῦ ἐπιθέματος, τουτέστι τῶν προσαγομένων τὴν καρδίαν, καὶ τὸν βραχίονα, τῶν αὐτῶν δηλονότι τὴν πρᾶξιν, προσέταξεν ἀφιεροῦσθαι τοῖς ἱερεῦσιν ὁ λόγος.
ΣΧΟΛΙΑ
1. Θεωρίας μέν τό στηθύνιον, πράξεως δέ ὁ βραχίων σύμβολον. Ἕξις γάρ τοῦ διανοητικοῦ πέφυκεν ὑπάρχειν ἡ θεωρία, καί ἡ πρᾶξις ἐνέργεια. Δι᾿ ἀμφοτέρων δέ τούτων ἡ ἀληθής ἱερωσύνη χαρακτηρίζεται.
2. Ὁ ἱερουργῶν τῷ Θεῷ δι᾿ εὐσεβοῦς λόγου τάς ἄλλων καρδίας, αἷς ἀναλογεῖ τό στηθύνιον· καί τήν πρακτικήν αὐτῶν δύναμιν, ᾗ ἀναλογεῖ ὁ βραχίων, ἀφορίζων ταῖς ἐνεργείαις τῶν ἐντολῶν, γέγονεν ἱερεύς λαμβάνων παρά τῶν ἑαυτούς θυσίαν τῷ Θεῷ προσαγόντων, τό στῆθος καί τόν βραχίονα.