Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 10 Απριλίου 2013

ΜΔ (44). ΠΕΡΙ ΤΟΥ "ΙΔΟΥ ΑΔΑΜ ΓΕΓΟΝΕΝ ΩΣ ΕΙΣ ΕΞ ΗΜΩΝ".


44. ΕΡΩΤΗΣΙΣ ΜΔ'

Πρὸς τίνα λέγει ὁ Θεὸς ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν; Εἰ μὲν πρὸς τὸν Υἱόν, καὶ πῶς συγκρίνεται Ἀδὰμ Θεῷ, μὴ ὢν τῆς οὐσίας αὐτοῦ; Εἰ δὲ πρὸς ἀγγέλους, πῶς τὸν ἄγγελον πάλιν ἑαυτῷ συγκρίνει, ὡς πρὸς ἴσον κατὰ τὴν οὐσίαν λέγων τὸ ὡς εἷς ἐξ ἡμῶν;


Ἀπόκρισις.

῎Ηδη μὲν εἶπον ἐν τῷ περὶ τῆς πυργοποιΐας κεφαλαίῳ ὅτι κατὰ τὴν ὑποκειμένην τῇ ψυχῇ τῶν προνοουμένων διάθεσιν ἡ Γραφὴ λαλοῦντα τὸν Θεὸν διαπλάττεται, διὰ τῶν κατὰ φύσιν ἡμῖν συμφυῶν τρόπων τὴν θείαν αἰνιττομένη βουλήν.

Καὶ ἐνταῦθα τοίνυν οὐχ ἁπλῶς λέγοντα τὸν Θεὸν ἡ Γραφὴ δείκνυσι τὸ ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, ἀλλά, δηλονότι μετὰ τὴν παράβασιν, προσθεῖσα καὶ τὴν αἰτίαν τῆς λέξεως, ἣν ὑμεῖς ἐντάξαι τῷ κεφαλαίῳ παρελίπετε, τῆς ὅλης σαφηνιστικὴν ὑπάρχουσαν ἐννοίας.

Εἰπὼν γὰρ ὁ λόγος ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, προσέθηκε τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ ἅμα τῇ συμβουλῇ πολυθεΐαν αὐτὸν ἐδίδαξεν ὁ διάβολος εἰπὼν ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν, διὰ τοῦτο μεθ᾽ ὑποκρίσεως καὶ οἷον εἰπεῖν εἰρωνευτικήν τε καὶ ὀνειδιστικήν, εἰς ἔλεγχον τοῦ πεισθέντος ἀνθρώπου τῷ διαβόλῳ, τὴν τὸ γέγονεν ὡς εἷς ἐξ ἡμῶν πρὸς τὴν ἐντεθεῖσαν διὰ τῆς ἀπάτης παρὰ τοῦ ὄφεως τῷ Ἀδὰμ περὶ θεότητος ἔννοιαν πληθυντικῶς ποιεῖται φωνὴν ὁ Θεός.

Καὶ μή τις δόξῃ τῆς γραφικῆς εἶναι συνηθείας ἀλλότριον τὸ εἶδος τῆς κατ᾽ εἰρωνείαν λέξεως, ἀκούων τῆς Γραφῆς ἐκ προσώπου τοῦ Θεοῦ λεγούσης πρὸς τὸν Ἰσραὴλ ἐὰν πορευθῆτε πρός με πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς πλάγιος, εἰδὼς μηδὲν διαφέρειν εἰρωνείας πλαγιασμόν, καὶ πάλιν εὑρίσκων πῶς τὴν τοῦ Ἀχαὰβ συνεσκεύασεν ἀπάτην, ὡς ἀλήθειαν αὐτῷ προβαλλόμενος τὸ ψεῦδος δι᾽ ὧν ἥμαρτεν φέρων αὐτῷ δικαίως τὴν κόλασιν.

Εἰ γὰρ μὴ πρὸς τὴν πλάνην τοῦ Ἀδὰμ ἡ Γραφὴ τὸν Θεὸν λέγοντα τὸ ὡς εἷς ἐξ ἡμῶν εἰσήγαγεν, πῶς ἐπέφερε τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, ὡς σύνθετον ἔχοντα γνῶσιν καὶ ἐξ ἐναντίων συγκειμένην· ὅπερ ἀμήχανον ἐπὶ Θεοῦ κἂν ἐννοῆσαι, μήτι γε εἰπεῖν τολμῆσαι, τοῦ μόνου ἁπλοῦ τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν γνῶσιν, καὶ μόνην τὴν τοῦ καλοῦ γνῶσιν ἔχοντος, μᾶλλον δὲ αὐτοουσία καὶ δύναμις καὶ γνῶσις ὄντος. Ἀλλ᾽ οὐδέ τι τῶν ἐκ Θεοῦ καὶ μετὰ Θεὸν λογικῶν οὐσιῶν ἔχει ὁμοῦ τε καὶ κατὰ ταὐτὸν ἐν τῷ τῆς διανοίας ἁπλῷ κινήματι κατὰ σύνθεσιν ἐκ τῶν ἐναντίων ὑφισταμένην τὴν γνῶσιν.

Διότι πέφυκεν ἡ θατέρου τῶν ἀλλήλοις ἀντικειμένων γνῶσις τῆς τοῦ ἑτέρου ποιεῖσθαι γνώσεως ἄγνοιαν. Ἀμιγὴς γὰρ τῶν ἀντικειμένων ἡ γνῶσις καὶ παντάπασιν ἀσυνύπαρκτος, ἐπείπερ ἡ τοῦδε γνῶσις τὴν θατέρου τῶν ἀντικειμένων συνίστησιν ἄγνοιαν, ὥσπερ οὔτε ὀφθαλμὸς τοῦ ἄνω τε ὁμοῦ καὶ τοῦ κάτω, καὶ τῶν ἐφ᾽ ἑκάτερα κατὰ ταὐτόν, χωρὶς τῆς πρὸς θάτερον ἰδιαζούσης ἐπιστροφῆς καὶ τῶν ἄλλων πάντῃ κεχωρισμένης, ἀντιλαμβάνεσθαι.

Τὸ τοίνυν πάθος τοῦ Ἀδὰμ οἰκειούμενον ἡ Γραφὴ τὸν Θεὸν παραδείκνυσιν ἢ τὸν Ἀδὰμ ἐπὶ τῇ συμβουλῇ τοῦ ὄφεως διελέγχει, πρὸς συναίσθησιν ἄγουσα τῶν ἐκ τῆς ἀπάτης ἐπιτριβέντων αὐτῷ περὶ πολυθεΐας ὕθλων. Καὶ εἰ μὲν οὕτως ἔχει καλῶς, ἅλις τῶν ζητημάτων. Ἐπείτοι γε αὐτὸς παρ᾽ ἑαυτοῦ τὸ μεῖζον ἐξευρίσκων, μετάδος κἀμοὶ τῆς χορηγουμένης σοι περὶ τῶν ὄντων θεόθεν χάριτος.

Τὸ δὲ καὶ νῦν μήπως ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα τὴν κατὰ τὴν πρᾶξιν, ὡς οἶμαι, τῶν ἀμίκτων προνοητικῶς ποιεῖται διαίρεσιν, ἵνα μὴ ἀθάνατον γένηται τὸ κακόν, τῇ μετοχῇ τοῦ καλοῦ συντηρούμενον. Ἄμικτον γὰρ εἶναι βούλεται περὶ τὸν αὐτὸν ἄνθρωπον κατὰ τὴν σχέσιν τῶν ἀντικειμένων τὴν γνῶσιν ὁ ποιήσας τὸν ἄνθρωπον.

 
-----------------------
ΣΧΟΛΙΑ

1. Ὅτι πρός ἥν ἔσχεν περί θεότητος ἔννοιαν ὑπό τοῦ διαβόλου διδαχθείς ὁ Ἀδάμ, διαλέγεται πρός αὐτόν ὁ Θεός.

2. Ὁ τό ψεῦδος ἀγαπῶν, αὐτῷ παραδίδοται πρός ἀπώλειαν, ἵνα γνῷ πάσχων, ὅπερ ἐκών περιεῖπεν, καί μάθῃ κατά τήν πεῖραν γενόμενος, ὡς ἐλάνθανεν ἀντί ζωῆς περιπτυσσόμενος θάνατον.

3. Ὅτι μόνον ἔχει τοῦ καλοῦ τήν γνῶσιν ὁ Θεός, ὡς καί τοῦ καλοῦ φύσις τε καί γνῶσις ὑπάρχων· τοῦ δέ κακοῦ τήν ἄγνοιαν, ὡς τήν αὐτοῦ ἔχων ἀδυναμίαν. Ὧν γάρ ἔχει τήν δύναμιν φυσικῶς, τούτων οὐσιωδῶς κέκτηται γνῶσιν.

4. Ὅτι κατά πάθος παρά φύσιν ἐπισυμβαῖνον, ἀλλ᾿ οὐ κατά δύναμιν φυσικήν τοῖς λογικοῖς ἐνθεωρεῖται κακία.

5. Ἀνὰ μέρος, φησίν, ἡ τῶν ἀντικειμένων ἐν τοῖς δεκτικοῖς θεωρεῖσθαι πέφυκε ὕπαρξις.

6. Ὁ πείσας τό συνειδός ὡς φύσει καλόν πραττόμενον ἔχειν τό κάκιστον, οὗτος χειρός δίκην τῆς ψυχῆς ἐκτείνας τό πρακτικόν, ἔλαβεν ψεκτῶς τοῦ ξύλου τῆς ζωῆς, ἀθάνατον ἡγησάμενος φύσει τό κάκιστον. Διόπερ τήν κατά τό συνειδός τοῦ κακοῦ διαβολήν τῷ ἀνθρώπῳ φυσικῶς ἐνθέμενος ὁ Θεός, διέκρινεν αὐτόν τῆς ζωῆς κακόν τῇ προαιρέσει γενόμενον· ἵνα μή, τό κακόν πράττων, δύνηται πεῖσαι τήν ἰδίαν συνείδησιν, ὅτι φύσει καλόν ὑπάρχει τό κάκιστον.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets