Φυσικὸν μὲν τοῖς λογικοῖς πέφυκε κάλλος ὁ λόγος· λόγου δὲ κάλλος ἡ κατὰ τὸν λόγον ἀκριβὴς τῶν λογικῶν ἐστι σύνεσις· συνέσεως δὲ κάλλος ἐστὶν ἡ κατὰ τὴν ἀρετὴν σὺν λόγῳ τῶν λογικῶν γόνιμος ἕξις· ταύτης δὲ κάλλος τῆς ἕξεως ἡ περὶ τὴν ἀληθῆ γνῶσιν ἀπλανὴς θεωρία καθέστηκεν, ἧς τέλος ἐστὶν ἡ σοφία, συνέσεως ὑπάρχουσα σαφεστάτη συμπλήρωσις, οἷα δὴ λόγος τυγχάνουσα κατὰ φύσιν τετελεσμένος, ὅστις ἐστὶ νοῦς καθαρός, τῇ περὶ τὴν αἰτίαν ἑνώσει σχέσιν λαβὼν ὑπὲρ νόησιν· καθ᾽ ἥν, ἀποπαύσας τὴν πολυποίκιλον πρὸς τὰ μετὰ τὴν αἰτίαν φυσικὴν αὐτοῦ κίνησίν τε καὶ σχέσιν, μόνης ἀγνώστως ἀντέχεται, κατὰ τὴν ἄφθεγκτον λῆξιν γεγενημένος, τῆς ὑπὲρ νόησιν παμμακαρίστου σιγῆς, ἣν δηλῶσαι παντελῶς οὐ δύναται λόγος ἢ νόησις, ἀλλὰ μόνη κατὰ τὴν μέθεξιν ἡ πεῖρα τῶν ἀξιωθέντων τῆς ὑπὲρ νόησιν ἀπολαύσεως, ἧς σημεῖόν ἐστιν εὔγνωστόν τε καὶ πᾶσι κατάδηλον ἡ κατὰ διάθεσιν πρὸς τὸν αἰῶνα τοῦτον παντελὴς ἀναισθησία τῆς ψυχῆς καὶ διάστασις.
Ἐντεῦθεν, εἰδὼς μηδὲν λόγου κατὰ φύσιν εἶναι τοῖς λογικοῖς οἰκειότερον, μήτε μὴν τῆς περὶ αὐτὸν τριβῆς καὶ συνέσεως τοῖς φιλοθέοις πρὸς εὐδοξίαν ἁρμοδιώτερον —φημὶ δὲ λόγον, οὐ τὸν ἐκ τέχνης ἐν προφορᾷ κατ᾽ εὐγλωττίαν πρὸς ἀκοῆς ἡδονὴν κομψῶς γεγοητευμένον, ὃν ἀσκεῖσθαι καὶ μοχθηροὶ δύναιντ᾽ ἂν ἄνδρες ἐπιτηδεύοντες, ἀλλ᾽ ὃν ἡ φύσις οὐσιωδῶς καὶ δίχα μαθήσεως κατὰ διάθεσιν ἔχει κρυπτόμενον πρός τε τὴν ἄπταιστον τῶν ὄντων διάσκεψιν καὶ τῆς ἐν ὅλοις ἀληθείας διάληψιν, ὃν καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον, καλῶς ταῖς ἀρεταῖς διαπλασθέντα, πρὸς συμβίωσιν πέφυκεν ἄγεσθαι καὶ θεῖον ἄγαλμα τῆς καθ᾽ ὁμοίωσιν ὡραιότητος αὐτοῦ κατασκευάζειν μηδενὶ τῶν προσόντων φυσικῶς τῇ θεότητι κατὰ τὴν χάριν λειπόμενον (ὄργανον γάρ ἐστιν ὅλην ἐπιστημόνως συλλεγόμενον τὴν νοητῶς ἐν τοῖς οὖσι ἀπαστράπτουσαν τῆς θείας ἀγαθότητος ἔμφασιν, δι᾽ ἧς, ἐμβατεύων τῇ τῶν ὄντων μεγαλουργίᾳ, πρὸς τὴν γενέτην φέρει τε καὶ φέρεται τῶν ὄντων αἰτίαν τοὺς αὐτῷ διόλου ποιώσαντας τὴν ὅλην ὁρμὴν τῆς ἐνούσης αὐτοῖς κατὰ φύσιν ἐφέσεως, μηδενὶ τῶν μετὰ τὴν αἰτίαν παντελῶς κρατουμένους), ὃν ἡμεῖς περιέποντες πάντων μὲν καθιστάμεθα τῶν πονηρῶν παθῶν πανδαμάτορες, μηδενὶ τῶν παρὰ φύσιν δουλούμενοι, πασῶν δὲ τῶν θείων ἀναδεικνύμεθα πράκτορες ἀρετῶν, παντὶ δηλονότι καλῷ τὸ κατὰ τὴν ὕλην αἶσχος τῆς ψυχῆς πρὸς κάλλος πνευματικὸν ἀποξέοντες· ἔνθα γὰρ λόγος κρατεῖ, τὸ κατ᾽ αἴσθησιν πέφυκεν ἀπογίνεσθαι κράτος, ἐν ᾧ τῆς ἁμαρτίας πέφυρταί πως ἡ δύναμις, πρὸς οἶκτον τῆς συγγενοῦς καθ᾽ ὑπόστασιν σαρκὸς τὴν ψυχὴν δι᾽ ἡδονῆς ὑποσύρουσα· καθ᾽ ἥν, ὡς ἔργον αὐτῇ φυσικὸν ἐγχειρίσασα τὴν ἐμπαθῆ καὶ καθ᾽ ἡδονὴν τῆς σαρκὸς ἐπιμέλειαν, ἀπάγει τῆς κατὰ φύσιν ζωῆς καὶ πείθει τῆς ἀνυποστάτου κακίας αὐτὴν γενέσθαι δημιουργόν· κακία γάρ ἐστι ψυχῆς νοερᾶς ἡ λήθη τῶν κατὰ φύσιν καλῶν, ἥτις ἐκ τῆς περὶ τὴν σάρκα τε καὶ κόσμον ἐμπαθοῦς ἐπιγίνεται σχέσεως, ἣν ἀφανίζει στρατηγῶν ὁ λόγος, καὶ κατ᾽ ἐπιστήμην πνευματικὴν τήν τε τοῦ κόσμου καὶ τῆς σαρκὸς διερευνώμενος γένεσίν τε καὶ φύσιν, καὶ πρὸς τὴν συγγενῆ τῶν νοητῶν τὴν ψυχὴν χώραν ἐλαύνων, πρὸς ἣν ὁ νόμος τῆς ἁμαρτίας οὐδεμίαν ποιεῖται διάβασιν, οὐκ ἔχων καθάπερ γέφυραν πρὸς τὸν νοῦν διαβιβάζουσαν αὐτὸν ἔτι τὴν αἴσθησιν, διαλυθεῖσαν ἤδη πρὸς τὴν ψυχὴν κατὰ τὴν σχέσιν καὶ τοῖς αἰσθητοῖς ἐναπορριφεῖσαν θεάμασιν, ὧν διαβὰς τὴν σχέσιν καὶ τὴν φύσιν ὁ νοῦς παντελῶς οὐκ αἰσθάνεται.
Τοῦτο, καθάπερ ἔφην, εἰδώς, δεῖν ᾠήθην ἑτέραν τινὰ τῷ παρόντι λόγῳ τῆσδε τῆς συγγραφῆς δοῦναι βοήθειαν τὴν τῶν παρατεθέντων ἐν τοῖς μετωπίοις σχολίων γραφήν, αὐτόν τε πρὸς κάλλος συμπληροῦσαν τὸν λόγον καὶ τοῖς ἐντευξομένοις ἡδυτέραν τὴν ἐν τοῖς νοήμασι παρεχομένην ἑστίασιν καὶ πάσης ἁπλῶς γινομένην τῆς ἐμφερομένης τῇ συγγραφῇ διανοίας σαφήνειαν. Μετὰ γὰρ τὴν ἔκδοσιν ἀναγνοὺς τὴν ὅλην πραγματείαν, εὑρών τέ τινας μὲν τόπους δεομένους σαφηνείας, τινὰς δὲ προσθήκης διανοίας, καὶ ἄλλους μετρίας τινὸς ἐπὶ τῷ κειμένῳ κατὰ τὴν ἔκδοσιν ἐπενθυμήσεως, ταύτην ἐποιησάμην, ὡς ἔφην, τὴν τῶν σχολίων γραφήν, ἁρμόσας ἑκάστῳ τόπῳ τὸ προσῆκον ἐνθύμημα.
Διὸ παρακαλῶ πάντας τοὺς ἐντευξομένους ἢ καὶ μεταγράψοντας καὶ τὴν τῶν σχολίων ἔξωθεν ἀναγνῶναι καὶ παραθέσθαι γραφὴν κατὰ τὴν ἑκάστου σημείωσιν, ἵν᾽ ἄρτιος ᾖ κατὰ πάντα τρόπον ὁ λόγος, μηδενὶ παρημελημένῳ παντελῶς κολοβούμενος.
ΣΧΟΛΙΑ
1. Σχόλια λέγονται τὰ λαμβανόμενα ἐκ τῆς Γραφῆς καὶ εὑρισκόμενα τρόπῳ τινὶ ἔξωθεν τοῦ βιβλίου ὡς προμετωπίδες, ὧν ἡ ἔκθεσις ἔχει ἐσωτερικὴν συνάφειαν. Ἰδίᾳ δὲ σχόλια λέγεται ἡ ὑμνολογία, τουτέστιν οἱ ἐπίσημοι λόγοι.
2. Ἐπίσημον ρητορείαν φησὶ τὴν δημιουργηθεῖσαν μᾶλλον ἐκ τῆς τέχνης, παρὰ ἐκ τῆς φύσεως.
3. Ἐπεὶ ὁ λόγος διαφθείρεται ὑπό τῆς αἰσθήσεως, ὑφέλκει τὴν ψυχὴ ἐκ τῆς συγγενοῦς αὐτῆς σαρκός ὅσῃ δυνάμει καὶ ποιεῖ αὐτὴν οἰκείαν τῷ Θεῷ. Ἡ ψυχὴ λέγεται ὅτι συγγενής ἐστι τῆς σαρκός δυσὶ τρόποις· ἤ ὡς συναποτελεοῦσα ἡ ψυχή μετά τῆς σαρκὸς μίαν ὑπόστασιν ἤ ὡς δεικνύουσα ἀνυπακοὴν τῷ λόγῳ καὶ συνδεόμενη μετὰ τῆς σαρκὸς μέσῳ τῆς αἰσθήσεως.
4. Δύναμίν φησι αὐτὸν τὸν θεῖον φωτισμόν, ἥτις ἀεί, ὡς τὸ φῶς τοῖς ὁφθαλμοῖς, παροῦσά ἐστι τῷ λόγῳ, διδάσκουσα τὴν ψυχὴν τὰς φυσικὰς ἀρετὰς καὶ ἀνακαλοῦσα αὐτὴν διὰ τῆς σαρκικῆς ἐπιθυμίας.
5. Ὁ νόμος τῆς ἁμαρτίας ἐστὶ ἡ ἐμπαθής διάθεσις τῆς ψυχῆς πρὸς τὴν ὕλην, τουτέστι πρὸς τὰ σωματικὰ.
6. Γέφυρα τῆς ψυχῆς ἐστι ἡ αἴσθησις ἡ ἀποχωρισμένη τῶν αἰσθητῶν, δι' ἧς αὕτη ἀναβαίνει τῷ λόγῳ, διὰ τοῦ λόγου τῷ διανοίᾳ καὶ διὰ τῆς διανοίας τῷ Θεῷ.
7. Ἐντευξομένους φησὶ τοὺς προσηλωμένους εἰς τὰς σπουδὰς τῆς πνευματικῆς φιλοσοφίας.
8. Πραγματείαν λέγει ἅπαντα τὰ ἐρωτήματα τοῦ Θαλασσίου, εἰς ἅ, ἀπαντῶν κατὰ σειράν, παρέθεσε ἑκάστην τῶν ἀπαντήσεων, τουτέστι τα σχόλια, εἰς ἑκάστην ἔκθεσιν, ὅπερ ἔδειξε πᾶσι τοῖς ἀναγνώσταις καὶ ἀντιγραφοῖς ὅτι ποιεῖ τὸ βιβλίον τοῦτο.
9. Σαφήνειαν λέγει, ὡς οἶμαι, τὸν ἑρμηνευτικὸν τρόπον τῆς ἐκθέσεως· προσθήκην ὄχι μόνον ἅπερ ὁ Θαλάσσιος προβάλλει ἐκ τῆς Γραφῆς, ἀλλὰ καὶ ὅσα ἔτι προστίθησι καὶ ἑρμηνεύει ὁ ἴδιος· ὑπενθύμισις ὑπάρχει ἔνθα μετ' ἐξαίρετου σαφηνείας καὶ τῷ τρόπῳ τῆς ἐκθέσεως εἰσάγει ὑψηλοτάτας ἐννοίας.