Τῷ ὁσιωτάτῳ δούλῳ τοῦ Θεοῦ κυρίῳ Θαλασσίῳ πρεσβυτέρῳ καὶ ἡγουμένῳ
Μάξιμος ταπεινὸς μονάζων
χαίρειν
Τῆς σαρκὸς κατὰ τὴν σχέσιν λογικῶς τὴν ψυχὴν ἀποχωρίσας καὶ τῆς αἰσθήσεως ὁλικῶς διὰ τοῦ Πνεύματος ἐκσπάσας τὸν νοῦν, ἄνθρωπε τοῦ Θεοῦ, τὴν μὲν ἀρετῶν κατέστησας μητέρα πολύγονον, τὸν δὲ θείας πηγὴν ἀένναον ἀπέδειξας γνώσεως, εἰς χρῆσιν μόνον τῆς τῶν κρειττόνων οἰκονομίας τὴν πρὸς τὴν σάρκα τῆς ψυχῆς συζυγίαν ποιησάμενος καὶ πρὸς κατανόησιν τῆς τῶν ὁρωμένων μεγαλουργίας ὄργανον κεκτημένος τὴν αἴσθησιν, τὴν μὲν πρακτικῶς διὰ τοῦ ἤθους πρὸς εἶδος τυπούμενον τὸ κατ᾽ ἀρετὴν τῆς ψυχῆς δεχομένην κλέος καὶ τοῖς ἔξω προφαίνουσαν, ἵν᾽ ἔχωμεν ἀρετῆς εἰκόνα, πρὸς μίμησιν προβεβλημένον, τὸν ὑμέτερον βίον, τὴν δέ, τοῖς τῶν ὁρωμένων σχήμασι τοὺς λόγους τῶν νοητῶν συμβολικῶς ἐγχαράττουσαν καὶ δι᾽ αὐτῶν πρὸς τὴν ἁπλότητα τῶν νοητῶν θεαμάτων τὸν νοῦν ἀναβιβάζουσαν, πάσης καθαρῶς ἀπολυθέντα τῆς ἐν τοῖς ὁρωμένοις ποικιλίας τε καὶ συνθέσεως, ἵν᾽ ἔχωμεν ἀληθείας ὁδὸν ἀπλανῆ τὴν ὑμετέραν γνῶσιν τῆς πρὸς τὰ νοητὰ διαβάσεως.
Ἐντεῦθεν, μετὰ τὴν τελείαν τῆς πρὸς αἴσθησίν τε καὶ σάρκα σχετικῆς προσπαθείας ἀπόθεσιν, τῷ ἀπείρῳ πελάγει τῶν λογίων τοῦ Πνεύματος μετ᾽ ἐπιστήμης κατὰ νοῦν εὐτόνως διανηχόμενος, ἐρευνᾷς μετὰ τοῦ Πνεύματος τὰ βάθη τοῦ Πνεύματος· παρ᾽ οὗ δεξάμενος τὴν τῶν κεκρυμμένων μυστηρίων φανέρωσιν, διὰ πολλήν, ὡς ἔοικεν, ταπεινοφροσύνην, πολλῶν τῆς ἁγίας Γραφῆς ἀπορουμένων κεφαλαίων χάρτην πληρώσας ἀπέστειλας, ζητῶν καὶ παρ᾽ ἐμοῦ τοῦ πάσης ἀρετῆς ἐρήμου καὶ γνώσεως ἑκάστου κεφαλαίου κατὰ τὴν ἀναγωγικὴν θεωρίαν τὴν ἀπόκρισιν ἔγγραφον.
Ὃν δεξάμενος καὶ ἀναγνούς, καταπλαγεὶς καὶ νοῦν καὶ ἀκοὴν καὶ διάνοιαν, ᾔτουν ὑμᾶς ἐκλιπαρῶν περὶ τούτου συγγνώμην τῆς παραιτήσεως, μόλις εἶναι λέγων προσιτὰ τὰ ζητούμενα καὶ τοῖς ἄγαν ἐπὶ πλεῖστον ἐν θεωρίᾳ διαβεβηκόσι καὶ περὶ τὸ τέλος που τῆς ὑψηλοτάτης καὶ ἀνεφίκτου τοῖς ἄλλοις ἐφθακόσι γνώσεως, μὴ ὅτι γε ἐμοὶ τῷ κατὰ γῆν ἐρριμμένῳ καὶ κατὰ τὸν ὄφιν ἄλλην, ὡς ἡ παλαιὰ κατάρα, μετὰ τὴν γῆν τῶν παθῶν βρῶσιν οὐκ ἔχοντι καὶ σκώληκος δίκην ἱλυσπωμένῳ τῇ σήψει τῶν ἡδονῶν. Καὶ τοῦτο πολλάκις καὶ ἐπὶ πολὺ ποιήσας, ὡς εὗρον μὴ δεχομένους ὑμᾶς τὴν ἐμὴν περὶ τούτου παράκλησιν, δείσας μή τι πάθῃ τὸ χρῆμα τῆς ἀγάπης, καθ᾽ ἣν ἀλλήλοις συγκραθέντες μίαν ἔχομεν ψυχήν, κἂν δύο σώματα φέρωμεν, εἰς πρόφασιν ἀπειθείας, ὡς εἰκός, νομισθείσης ὑμῖν τῆς ἐμῆς παραιτήσεως, κατετόλμησα καὶ μὴ θέλων τῶν ὑπὲρ δύναμιν, κατηγορηθῆναι μᾶλλον προπέτειαν καὶ γελᾶσθαι κρεῖττον ἡγούμενος παρὰ τῶν βουλομένων ἢ τὴν ἀγάπην κατά τι δέξασθαι σάλον καὶ μείωσιν, ἧς οὐδὲν τῶν μετὰ Θεόν ἐστι τοῖς νοῦν ἔχουσι τιμιώτερον, μᾶλλον δὲ τῷ Θεῷ προσφιλέστερον, ὡς τοὺς διῃρημένους εἰς ἓν συναγούσης καὶ μίαν ἐν τοῖς πολλοῖς ἢ τοῖς πᾶσιν ἀστασίαστον κατὰ τὴν γνώμην δημιουργῆσαι δυναμένης ταὐτότητα.
Καί μοι σύγγνωθι πρῶτος αὐτός, τίμιε πάτερ, τῆς ἐγχειρήσεως, καὶ τοὺς ἄλλους αἴτει προπετείας ἀφίεσθαί με, καὶ ἵλεώ μοι τὸν Θεὸν ταῖς εὐχαῖς κατάστησον καὶ τῶν λεγομένων συλλήπτορα, μᾶλλον δὲ τῆς ὅλης καὶ ὀρθῆς γενέσθαι περὶ ἑκάστου κεφαλαίου χορηγὸν ἀποκρίσεως· παρ᾽ αὐτοῦ γάρ ἐστι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ὡς πηγῆς καὶ Πατρὸς τῶν ἀναλόγως τοῖς ἀξίοις χορηγουμένων πασῶν φωτιστικῶν γνώσεών τε καὶ δυνάμεων. Ὑμῖν γὰρ θαρρῶν τὸ ὑμέτερον κατεδεξάμην ἐπίταγμα, τῆς εὐπειθείας μισθὸν ἐκδεχόμενος τὴν δι᾽ ὑμῶν θείαν εὐμένειαν.
Ἕκαστον δὲ τῶν κεφαλαίων εἱρμῷ τε καὶ τάξει, καθὼς παρ᾽ ὑμῶν ἐγράφη, προθείς, πρὸς ἔπος ποιήσομαι τὴν ἀπόκρισιν ὡς οἷόν τε σύντομον καὶ ὁριστικήν, καθ᾽ ὅσον οἷός τε ὦ καὶ τὴν πρὸς τὸ νοεῖν τε καὶ λέγειν εὐσεβῶς θεόθεν χορηγοῦμαι χάριν καὶ δύναμιν, ἵνα μὴ πλήθει λόγων βαρήσωμεν τῶν ἐντευξομένων τὴν ἀκοήν, καὶ μάλιστα πρὸς ὑμᾶς γε τὸν λόγον ποιούμενος τοὺς γνωστικοὺς ὄντως καὶ ἀκριβεῖς τῶν θείων θεάμονας καὶ τῶν παθῶν διαβάντας τὴν ὄχλησιν καὶ τὴν ὅλην παρελθόντας σχέσιν τῆς φύσεως καὶ τῶν καθηκόντων κεκτημένους τὸν λόγον ἡγεμόνα καὶ δικαστὴν δικαιότατον, καὶ τὸν νοῦν διὰ τῆς κατὰ τὸ κρεῖττον ἀνοησίας εἰς τὸν ἐνδότατον τῆς θείας ἀφθεγξίας καταστήσαντας τόπον, ἔνθα μόνης ἐστὶν ἀγνώστως εὐφροσύνης θείας ἀντιλαμβάνεσθαι, τὴν τῶν ἀξιουμένων αὐτῆς πεῖραν μόνην ἐχούσης τοῦ οἰκείου μεγέθους διδάσκαλον, καὶ διὰ τοῦτο μόνης χρῄζοντας μικρᾶς περὶ τῶν ζητουμένων ἐμφάσεως προδεικτικῆς τοῦ παμφαοῦς κάλλους τῶν ἐμφερομένων τοῖς θείοις λογίοις μυστικῶν θεαμάτων καὶ τῆς ἐπ᾽ αὐτοῖς πνευματικῆς μεγαλονοίας, εἴπερ καὶ τοῦτο θεμιτὸν ἐμοὶ πρὸς ὑμᾶς εἰπεῖν, τοὺς ἅλας ἤδη τῆς γῆς καὶ φῶς τοῦ κόσμου, κατὰ τὸν κυριακὸν λόγον, διὰ τὸν πλοῦτον τῆς ἀρετῆς καὶ τὴν πολλὴν χύσιν τῆς γνώσεως γεγενημένους καὶ τὴν ἐν ἄλλοις σηπεδόνα τῶν παθῶν τρόποις ἀρετῶν ἐκκαθαίροντας καὶ τὴν ἄγνοιαν, ψυχῆς ὑπάρχουσαν τύφλωσιν, τῷ τῆς γνώσεως φωτὶ καταυγάζοντας.
Παρακαλῶ δὲ τοὺς ἁγιωτάτους ὑμᾶς καὶ πάντας τούς, ὡς εἰκός, ἐντευξομένους τῷδε τῷ γράμματι μὴ τοῦτο ὅρον ποιεῖσθαι τῆς τῶν κεφαλαίων πνευματικῆς ἑρμηνείας τὰ λεγόμενα παρ᾽ ἐμοῦ· πολὺ γὰρ τῆς τῶν θείων λογίων ἀπολιμπάνομαι διανοίας καὶ τῆς ἄλλων πρὸς τοῦτο χρῄζω διδασκαλίας. Ἀλλ᾽ εἴ τι καὶ παρ᾽ ἑαυτῶν ἢ παρ᾽ ἄλλων ἐπιβαλεῖν ἢ μαθεῖν δυνηθείητε, μᾶλλον ἐκεῖνο δικαίως ἐγκρίνατε καὶ τῆς ὑψηλοτέρας καὶ ἀληθοῦς γένεσθε διανοίας, ἧς ἔργον ἐστὶν ἡ τῆς καρδίας πληροφορία τῶν ἐφιεμένων τῆς τῶν ἀπορηθέντων πνευματικῆς διαγνώσεως.
Ὕδατι γὰρ ὁ θεῖος ἔοικε λόγος, ὥσπερ φυτοῖς παντοδαποῖς καὶ βλαστήμασι καὶ διαφόροις ζῴοις—τοῖς αὐτόν φημι τὸν λόγον ποτιζομένοις ἀνθρώποις—ἀναλόγως αὐτοῖς ἐκφαινόμενός τε γνωστικῶς καὶ πρακτικῶς διὰ τῶν ἀρετῶν ὡς καρπὸς προδεικνύμενος κατὰ τὴν ἐν ἑκάστῳ ποιότητα τῆς ἀρετῆς καὶ τῆς γνώσεως καὶ γινόμενος δι᾽ ἄλλων ἄλλοις ἐπίδηλος· ἑνὶ γὰρ οὐδέποτε περιγράφεται καὶ μιᾶς ἐντὸς οὐκ ἀνέχεται διανοίας γενέσθαι διὰ τὴν φυσικὴν ἀπειρίαν κατάκλειστος.
Ἐπειδὴ δὲ περὶ τῶν διοχλούντων ἡμῖν παθῶν πρῶτον εἰπεῖν ἐκελεύσατε, πόσα τε καὶ ποῖα τυγχάνει, καὶ ἐκ ποίας ἀρχῆς καὶ εἰς οἷον διὰ τῆς οἰκείας μεσότητος καταντᾷ πέρας, καὶ ποίας ἕκαστον δυνάμεως ψυχῆς ἢ μέλους σώματος ἐμφυόμενον πρὸς ἑαυτὸ ἀοράτως μορφοῖ τὸν νοῦν καὶ τὸ σῶμα ποιοῖ, βαφῆς δίκην, ὅλην διὰ τῶν λογισμῶν πρὸς τὴν ἁμαρτίαν χρῶσαν τὴν ἀθλίαν ψυχήν, τῆς τε προσηγορίας ἑκάστου τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, τούς τε καιροὺς καὶ τὰ σχήματα καὶ τοὺς δι᾽ αὐτῶν δόλους τῶν ἀκαθάρτων δαιμόνων καὶ τὰς ἀοράτους συμπλοκὰς καὶ τὰς ὑποκρίσεις, καὶ πῶς δι᾽ ἄλλων ἄλλα λεληθότως προβάλλονται καὶ ἐπ᾽ ἄλλα δι᾽ ἄλλων πιθανῶς ὑποσύρουσιν, τάς τε λεπτότητας καὶ τὰς σμικρότητας καὶ τὰ μεγέθη καὶ τοὺς ὄγκους αὐτῶν, ὑφέσεις τε καὶ ἐφέσεις ἐπαγωγάς τε καὶ καταδρομάς, καὶ ὑποχωρήσεις καὶ συστολὰς ἐπιμονάς τε καὶ προσεδρείας ταχυτέρας ἢ βραδυτέρας, καὶ οἷον τὰς ὡς ἐν δικαστηρίῳ πρὸς τὴν ψυχὴν δικαιολογίας καὶ τὰς δῆθεν κατὰ διάνοιαν γινομένας ψήφους τάς τε φαινομένας ἥττας ἢ νίκας, τίς τε ἡ ἐφ᾽ ἑκάστῳ διάθεσις καὶ διὰ ποίαν αἰτίαν ἓν ἢ πολλὰ πάθη τῇ ψυχῇ συγχωροῦνται προσβάλλειν καὶ τοῦτο ἢ καθ᾽ ἑαυτοὺς ἢ σὺν ἀλλήλοις, καὶ ποίῳ λόγῳ συναναφέρουσιν ἑαυτοῖς ἀχρόνως τὰς οἰκείας ὕλας, δι᾽ ὧν κεκρυμμένως πρὸς ἡμᾶς τὸν πικρὸν συμπλέκουσι πόλεμον, ὡς ἐπὶ παροῦσιν ἐργωδῶς τοῖς μηδαμῶς οὖσι διαπονουμένους καὶ οἷον ὁρμῶντας ταῖς ὕλαις ἢ φεύγοντας, τὸ μὲν δι᾽ ἡδονήν, τὸ δὲ δι᾽ ὀδύνην πάσχοντας, τόν τε τρόπον τῆς ἐν ἡμῖν ὑπάρξεως αὐτῶν καὶ τῆς πολυπλόκου καὶ διαφόρου κατὰ τὸν ὕπνον αὐτῶν ἐν ὀνείροις φαντασίας, καὶ εἰ ἔν τινι μέρει καθείργνυνται τῆς ψυχῆς ἢ τοῦ σώματος ἢ ἐν ὅλῃ τῇ ψυχῇ καὶ ὅλῳ τῷ σώματι, καὶ εἰ, ἐντὸς ὄντες, διὰ τῶν φυσικῶν παθῶν τὰ ἐκτὸς ἐπισπᾶσθαι πείθουσι τὴν ψυχὴν διὰ μέσου τοῦ σώματος καὶ πλανῶσι τῆς αἰσθήσεως μόνης ὅλην γενέσθαι, τῶν κατὰ φύσιν οἰκείων ἀφεμένην, ἤ, ἐκτὸς ὄντες, διὰ τῆς ἔξωθεν ἐπαφῆς τοῦ σώματος τὴν ἀόρατον ψυχὴν πρὸς τὰ ὑλικὰ σχηματίζουσι, σύνθετον αὐτῇ μορφὴν ἐπιτιθέντες, τῆς ἀναληφθείσης κατὰ τὴν φαντασίαν ὕλης τὸ εἶδος προσπλάττοντες, καὶ εἰ τάξις ἐστὶν ἐν αὐτοῖς καὶ εἱρμὸς κακούργως ἐπινενοημένος διὰ τῶνδε τῶν παθῶν πρότερον ἀπόπειραν λαβεῖν τῆς ψυχῆς καὶ οὕτως διὰ τῶν ἄλλων ἀκολούθως αὐτῇ μάχεσθαι, καὶ τίνες τίνων προηγοῦνται, τίνες τε τίσι συνέπονται πάλιν ἢ παρέπονται, ἢ φύρδην ἀτάκτως, ὡς ἔτυχεν, δι᾽ οἱωνδήποτε παθῶν τὴν ψυχὴν ἐκταράσσουσιν, καὶ εἰ προνοίας δίχα τὰ τοιαῦτα πάσχειν ὑπ᾽ αὐτῶν ἡ ψυχὴ συγχωρεῖται ἢ κατὰ πρόνοιαν, καὶ τίς ὁ τῆς προνοίας ἐφ᾽ ἑκάστῳ πάθει τῆς ἐγκαταλείψεως τῆς ψυχῆς λόγος, τίς τε τῆς ἑκάστου τῶν ἀπηριθμημένων παθῶν ἀναιρέσεως ὁ τρόπος, καὶ ποίοις ἔργοις ἢ λόγοις ἢ λογισμοῖς ἡ ψυχὴ τούτων ἐλευθεροῦται καὶ τῆς συνειδήσεως τὸν μολυσμὸν ἐκτινάσσεται, ποίῳ δὲ πάθει ποίαν ἀρετὴν ἀντιθεῖσα νικήσει, τὸν πονηρὸν φυγαδεύσασα δαίμονα, συναφανίσασα παντελῶς αὐτῷ καὶ αὐτὴν τοῦ πάθους τὴν κίνησιν, καὶ πῶς μετὰ τὴν τῶν παθῶν ἀπαλλαγὴν τὰ οἰκεῖα καλῶς διασκοπῆσαι δυνήσεται, καὶ διὰ ποίων λόγων ἢ τρόπων, τὰς ἀπαθεῖς τῶν αἰσθητῶν πρὸς τὰς αἰσθήσεις οἰκειωσαμένη διὰ τοῦ κατὰ φύσιν λόγου σχέσεις, μορφώσει πρὸς ἀρετάς, ὡς διὰ τῶν παθῶν αὐτὴ πρότερον ἐμορφοῦτο πρὸς ἁμαρτίαν, καὶ πῶς τὴν καλὴν ποιήσηται δεόντως ἀντιστροφήν, τοῖς δι᾽ ὧν τὸ πρὶν ἐπλημμέλει χρωμένη πρὸς γένεσιν ἀρετῶν καὶ ὑπόστασιν, πῶς τε, τούτων πάλιν ἀπαλλαγεῖσα τῶν σχέσεων, τοὺς τῶν γεγονότων λόγους, διὰ τῆς ἐν πνεύματι φυσικῆς θεωρίας ἀφέτους τῶν ἐπ᾽ αὐτοῖς αἰσθητῶν συμβόλων γενομένους, ἐπιστημονικῶς ἀναλέξηται, πῶς τε αὖ, μετὰ τούτους πάλιν τοῖς νοητοῖς προσβαλοῦσα, καθαρῷ τῆς ἐπ᾽ αἰσθήσεσι διανοίας γενομένῳ τῷ νῷ τὰς ἁπλᾶς δέξηται νοήσεις καὶ τὴν τὰ ὅλα συνδέουσαν ἀλλήλοις κατὰ τὸν ἀρχικὸν τῆς σοφίας λόγον ἁπλῆν ἀναλήψηται γνῶσιν, μεθ᾽ ἥν, ὡς πάντα τὰ ὄντα περάσασα μετὰ τῶν αὐτοῖς προσφυῶν νοημάτων, πάσης ἀπολελυμένη καθαρῶς καὶ αὐτῆς τῆς πρὸς τὸ νοεῖν οἰκείας δυνάμεως, πρὸς αὐτὸν πάθῃ τὸν Θεὸν τὴν ὑπὲρ νόησιν ἕνωσιν, καθ᾽ ἥν, ἀφράστως παρ᾽ αὐτοῦ δεχομένη τῆς ὄντως ἀληθείας, σπέρματος δίκην, τὴν μάθησιν, πρὸς ἁμαρτίαν οὐκέτι τραπήσεται, χώρας οὐκ οὔσης ἔτι τῷ διαβόλῳ πρὸς κακίαν αὐτὴν πιθανῶς ὑποσύρεσθαι διὰ τὴν ἄγνοιαν τοῦ φύσει καλοῦ καὶ πάντα τὰ μετέχειν αὐτοῦ δυνάμενα καλλωπίζοντος.
Ἐπειδὴ τούτων καὶ τῶν τοιούτων ἐζητήσατε τοὺς λόγους καὶ τοὺς τρόπους καὶ τὰς αἰτίας, ἐγγράφως ὑμῖν καταθέσθαι, κελευόντων ὑμῶν, ἀναμεινάτω μικρὸν τέως ὁ περὶ τούτων λόγος, ἂν διδῷ Θεός, ἐν ἄλλοις εὐκαιρότερον ἐξετασθησόμενος καὶ φιλοπονώτερον βασανισθησόμενος, εἴπερ ὅλως αἴσθομαι δυνάμεως κατὰ νοῦν νηκτικῆς καὶ τούτου τοῦ μεγάλου καὶ βαθέος κατατολμῆσαι πελάγους ἀνεχομένης.
Οὐ γὰρ αἰσχύνομαι λέγειν ὡς οὐδέπω τὰς δυσεκλύτους ἔγνων τῶν ἀκαθάρτων δαιμόνων μεθοδείας τε καὶ τέχνας, ἅτε δὴ τὸν τῆς ὕλης κονιορτὸν ἔχων ἐπισκοτοῦντα τοῖς ὄμμασι τῆς ψυχῆς καὶ οὐκ ἐῶντα καθαρῶς θεωρῆσαι τὴν τῶν γεγονότων φύσιν καὶ διακρῖναι τῶν ὄντων σὺν λόγῳ τὰ εἶναι δοκοῦντα καὶ μόνην φενακίζοντα τὴν ἄλογον αἴσθησιν, ὅτι μόνων ὡς ἀληθῶς ἐστι τὰ τοιαῦτα διερευνᾶσθαι καὶ εἰπεῖν τῶν ἄγαν θεωρητικῶν καὶ ὑψηλῶν τὴν διάνοιαν καὶ διὰ πείρας πολλῆς εἰληφότων τήν τε τῶν καλῶν καὶ μὴ τοιούτων διάγνωσιν καί, τὸ δὴ τῶν ἄλλων ἁπάντων κρεῖττον καὶ τιμιώτερον, τὴν πρὸς τὸ νοεῖν τε καλῶς καὶ λέγειν σαφῶς τὰ νοηθέντα παρὰ τοῦ Θεοῦ δεξαμένων χάριν καὶ δύναμιν.
Πλὴν ὡς ἂν μὴ παντελῶς ἀπαραμύθητος κατὰ τὴν παροῦσαν ὑπόθεσιν ὁ περὶ τούτων λόγος καταλειφθῇ, μικρὰ περὶ τῆς γενέσεως τῶν παθῶν εἰπὼν καὶ ὅσον παραδεῖξαι τοῖς καθ᾽ ὑμᾶς γνωστικοῖς τὸ τέλος ἐκ τῆς ἀρχῆς, τῶν ἐφεξῆς ἀκολούθως ποιοῦμαι κεφαλαίων τὴν ἐξήγησιν.
Τὸ κακὸν οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται κατ᾽ οἰκείαν φύσιν ὑφεστώς—οὔτε γὰρ ἔχει καθοτιοῦν οὐσίαν ἢ φύσιν ἢ ὑπόστασιν ἢ δύναμιν ἢ ἐνέργειαν ἐν τοῖς οὖσιν—, οὔτε ποιότης ἐστὶν οὔτε ποσότης οὔτε σχέσις οὔτε τόπος οὔτε χρόνος οὔτε θέσις οὔτε ποίησις οὔτε κίνησις οὔτε ἕξις οὔτε πάθος, φυσικῶς τῶν ὄντων τινὶ ἐνθεωρούμενον—οὔτε μὴν ἐν τούτοις πᾶσιν τὸ παράπαν κατ᾽ οἰκείωσιν φυσικὴν ὑφέστηκεν—, οὔτε ἀρχὴ οὔτε μεσότης οὔτε τέλος ἐστίν, ἀλλ᾽ ἵνα ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, τὸ κακὸν τῆς πρὸς τὸ τέλος τῶν ἐγκειμένων τῇ φύσει δυνάμεων ἐνεργείας ἐστὶν ἔλλειψις, καὶ ἄλλο καθάπαξ οὐδέν.
῍Η πάλιν, τὸ κακὸν τῶν φυσικῶν δυνάμεων κατ᾽ ἐσφαλμένην κρίσιν ἐστὶν ἐπ᾽ ἄλλο παρὰ τὸ τέλος ἀλόγιστος κίνησις· τέλος δέ φημι τὴν τῶν ὄντων αἰτίαν, ἧς φυσικῶς ἐφίεται πάντα, κἂν εἰ τὰ μάλιστα τὸν φθόνον εὐνοίας πλάσματι καλύψας ὁ πονηρός, πρὸς ἄλλο τι τῶν ὄντων παρὰ τὴν αἰτίαν κινῆσαι τὴν ἔφεσιν παραπείσας δόλῳ τὸν ἄνθρωπον, τὴν τῆς αἰτίας ἐδημιούργησεν ἄγνοιαν.
Τῆς οὖν πρὸς τὸ τέλος ἐνεργείας τῶν κατὰ φύσιν δυνάμεων ὁ πρῶτος ἄνθρωπος ἐλλείψας τὴν κίνησιν, τὴν τῆς οἰκείας αἰτίας ἐνόσησεν ἄγνοιαν, ἐκεῖνο νομίσας εἶναι Θεὸν διὰ τῆς συμβουλῆς τοῦ ὄφεως, ὅπερ ἔχειν ἀπώμοτον ὁ τῆς θείας ἐντολῆς διετάξατο λόγος. Οὕτω δὲ παραβάτης γενόμενος καὶ τὸν Θεὸν ἀγνοήσας, πρὸς ὅλην τὴν αἴσθησιν ὅλην ἀπρὶξ ἀναμίξας τὴν νοερὰν δύναμιν, τὴν σύνθετον καὶ ὀλέθριον πρὸς πάθος ἐνεργουμένην τῶν αἰσθητῶν ἐπεσπάσατο γνῶσιν, καὶ παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς, τὰ αὐτὰ αὐτοῖς κατὰ πάντα τρόπον καὶ ἐνεργῶν καὶ ζητῶν καὶ βουλόμενος, καὶ πλέον εἰς ἀλογίαν ἔχων τοῦ κατὰ φύσιν λόγου πρὸς τὸ παρὰ φύσιν τὴν ἄμειψιν.
Ὅσον οὖν κατὰ μόνην τὴν αἴσθησιν τῆς τῶν ὁρωμένων ἐπεμελεῖτο γνώσεως ὁ ἄνθρωπος, τοσοῦτον ἐπέσφιγγεν ἑαυτῷ τοῦ Θεοῦ τὴν ἄγνοιαν· ὅσον δὲ ταύτης τῆς ἀγνοίας συνέσφιγγε τὸν δεσμόν, τοσοῦτον τῆς πείρας ἀντείχετο τῆς τῶν γνωσθέντων ὑλικῶν αἰσθητικῆς ἀπολαύσεως· ὅσον δὲ ταύτης ἐνεφορεῖτο, τοσοῦτον τῆς ἐκ ταύτης γεννωμένης φιλαυτίας ἐξῆπτε τὸν ἔρωτα· ὅσον δὲ πεφροντισμένως περιεποιεῖτο τῆς φιλαυτίας τὸν ἔρωτα, τοσοῦτον τῆς ἡδονῆς, ὡς τῆς φιλαυτίας οὔσης καὶ γεννήματος καὶ τέλους, πολλοὺς ἐπενόει τρόπους συστάσεως· καὶ ἐπειδὴ πᾶσα κακία πέφυκε τοῖς συνιστῶσιν αὐτὴν συμφθείρεσθαι τρόποις, εὑρίσκων δι᾽ αὐτῆς τῆς πείρας πάσης ἡδονῆς εἶναι πάντως τὴν ὀδύνην διάδοχον, πρὸς μὲν τὴν ἡδονὴν τὴν ὅλην ἔσχεν ὁρμήν, πρὸς δὲ τὴν ὀδύνην τὴν ὅλην ἀποφυγήν, τῆς μὲν κατὰ πᾶσαν ὑπεραγωνιζόμενος δύναμιν, τῆς δὲ κατὰ πᾶσαν σπουδὴν καταγωνιζόμενος, οἰόμενος, ὅπερ ἀμήχανον ἦν, διὰ τῆς τοιαύτης μεθοδείας ἀλλήλων ταύτας διαστῆσαι καὶ μόνῃ τῇ ἡδονῇ συνημμένην τὴν φιλαυτίαν ἔχειν παντελῶς ὀδύνης ἀπείρατον, ἀγνοήσας ὑπὸ τοῦ πάθους, ὡς ἔοικεν, ὡς οὐκ ἐνδέχεταί ποτε χωρὶς ὀδύνης εἶναι τὴν ἡδονήν.
Ἐγκέκραται γὰρ τῇ ἡδονῇ τῆς ὀδύνης ὁ πόνος, κἂν λανθάνειν δοκῇ τοὺς ἔχοντας διὰ τὴν κατὰ τὸ πάθος τῆς ἡδονῆς ἐπικράτειαν, ἐπειδὴ τὸ ἐπικρατοῦν ἀεὶ διαφαίνεσθαι πέφυκεν, καλύπτον τοῦ παρακειμένου τὴν αἴσθησιν.
Ἐντεῦθεν ὁ πολὺς ὄχλος τῶν παθῶν καὶ ἀναρίθμητος εἰσεφθάρη τῷ βίῳ τῶν ἀνθρώπων· ἐντεῦθεν πολυστένακτος γέγονεν ἡμῶν ἡ ζωή, τῆς οἰκείας ἀναιρέσεως τιμῶσα τὰς ἀφορμὰς καὶ τῆς φθορᾶς τὰς προφάσεις ἑαυτῇ διὰ τὴν ἄγνοιαν ἐξευρίσκουσά τε καὶ περιέπουσα· ἐντεῦθεν ἡ μία φύσις εἰς μυρία κατεμερίσθη τμήματα καὶ οἱ τῆς αὐτῆς φύσεως ἀλλήλων ἐσμὲν δίκην ἑρπετῶν θηρίων παραναλώματα.
Ἡδονῆς γὰρ διὰ τὴν φιλαυτίαν ἀντιποιούμενοι καὶ ὀδύνην διὰ τὴν αὐτὴν αἰτίαν πάλιν φεύγειν σπουδάζοντες, τὰς ἀμυθήτους τῶν φθοροποιῶν παθῶν ἐπινοοῦμεν γενέσεις.
Οἷον, εἰ μὲν δι᾽ ἡδονῆς τῆς φιλαυτίας φροντίζομεν, γεννῶμεν τὴν γαστριμαργίαν τὴν ὑπερηφανίαν τὴν κενοδοξίαν τὴν φυσίωσιν τὴν φιλαργυρίαν τὴν πλεονεξίαν τὴν τυραννίδα τὸ γαῦρον τὴν ἀλαζονείαν τὴν ἀπόνοιαν τὴν μανίαν τὴν οἴησιν τὸν τῦφον τὴν καταφρόνησιν τὴν ὕβριν τὸ βάκηλον τὸ εὐτράπελον τὴν ἀσωτίαν τὴν ἀκολασίαν τὴν περπερίαν τὸν μετεωρισμὸν τὴν βλακείαν τὸν ἀκκισμὸν τὸν ἐκμυκτηρισμὸν τὴν πολυλογίαν τὴν ἀκαιρολογίαν τὴν αἰσχρολογίαν καὶ ὅσα ἄλλα τοῦ τοιούτου γένους ἐστίν· εἰ δὲ μᾶλλον δι᾽ ὀδύνης ὁ τῆς φιλαυτίας αἰκίζεται τρόπος, γεννῶμεν τὸν θυμὸν τὸν φθόνον τὸ μῖσος τὴν ἔχθραν τὴν μνησικακίαν τὴν λοιδορίαν τὴν καταλαλιὰν τὴν συκοφαντίαν τὴν λύπην τὴν ἀνελπιστίαν τὴν ἀπόγνωσιν τὴν τῆς προνοίας διαβολὴν τὴν ἀκηδίαν τὴν ὀλιγωρίαν τὴν δυσθυμίαν τὴν ἀθυμίαν τὴν ὀλιγοψυχίαν τὸ ἄκαιρον πένθος τὸν κλαυθμὸν τὴν κατήφειαν τὸν ὀλοφυρμὸν τὸν ζῆλον τὴν ζηλοτυπίαν τὴν παραζήλωσιν καὶ ὅσα ἄλλα τῆς τῶν καθ᾽ ἡδονὴν ἀφορμῶν ἐστερημένης ἐστὶ διαθέσεως.
Ἐκ δὲ τῆς γινομένης δι᾽ ἄλλας τινὰς αἰτίας καθ᾽ ἡδονὴν καὶ ὀδύνην μίξεως ἤγουν μοχθηρίας—οὕτω γὰρ καλοῦσι τινὲς τὴν ἐκ τῶν ἐναντίων μερῶν τῆς κακίας σύνθεσιν—γεννῶμεν τὴν ὑπόκρισιν τὴν εἰρωνείαν τὸν δόλον τὴν προσποίησιν τὴν κολακείαν τὴν ἀνθρωπαρεσκείαν καὶ ὅσα ἄλλα τῆς μικτῆς εἰσι πανουργίας ἐπινοήματα. Πάντα γὰρ ἀπαριθμεῖσθαι τὰ νῦν καὶ λέγειν μετὰ τῶν οἰκείων σχημάτων τε καὶ τρόπων καὶ αἰτιῶν καὶ καιρῶν οὐκ ἀνεκτόν, τῆς ἐπ᾽ αὐτοῖς ἐξετάσεως, Θεοῦ χαριζομένου δύναμιν, κατ᾽ ἰδίαν ὑπόθεσιν ἐρευνηθησομένης.
Τὸ τοίνυν κακόν ἐστιν, ὡς προέφην, ἡ ἄγνοια τῆς ἀγαθῆς τῶν ὄντων αἰτίας· ἥτις, τὸν μὲν νοῦν πηρώσασα τὸν ἀνθρώπινον, τὴν αἴσθησιν δὲ τρανῶς διανοίξασα, τῆς μὲν θείας γνώσεως παντελῶς αὐτὸν ἀπεξένωσεν, τῆς δὲ τῶν αἰσθητῶν ἐμπαθοῦς ἐπλήρωσε γνώσεως· ἧς πρὸς μόνην τὴν αἴσθησιν ἀνέδην μεταλαμβάνων, κτηνῶν ἀλόγων δίκην, ὁ ἄνθρωπος καὶ εὑρὼν διὰ τῆς πείρας τῆς φαινομένης αὐτοῦ σωματικῆς φύσεως συστατικὴν τῶν αἰσθητῶν τὴν μετάληψιν, εἰκότως, οἷα τοῦ νοητοῦ κάλλους ἤδη τῆς θείας ὡραιότητος διαμαρτήσας, τὴν φαινομένην κτίσιν εἰς Θεὸν παρεγνώρισεν, διὰ τὴν αὐτῆς πρὸς σύστασιν σώματος χρείαν θεοποιήσας, καὶ τὸ σῶμα τὸ ἴδιον, οἰκείως ἔχον κατὰ φύσιν πρὸς τὴν νομισθεῖσαν εἶναι Θεὸν κτίσιν, κατὰ τὸ εἰκὸς ἠγάπησεν, κατὰ πᾶσαν σπουδὴν διὰ τῆς περὶ μόνον τὸ σῶμα φροντίδος τε καὶ ἐπιμελείας λατρεύων τῇ κτίσει παρὰ τὸν κτίσαντα.
Οὐ γὰρ ἄλλως δύναταί τις λατρεύειν τῇ κτίσει, μὴ τὸ σῶμα περιποιούμενος, ὥσπερ οὔτε τῷ Θεῷ τις λατρεύειν, μὴ τὴν ψυχὴν ἀρεταῖς ἐκκαθαίρων· καθ᾽ ὃ σῶμα τὴν φθοροποιὸν ἐπιτελῶν λατρείαν ὁ ἄνθρωπος καὶ κατ᾽ αὐτὸ γενόμενος φίλαυτος ἡδονὴν εἶχεν ἀπαύστως καὶ ὀδύνην ἐνεργουμένην, ἐσθίων ἀεὶ τὸ ξύλον τῆς παρακοῆς, τὸ καλοῦ τε καὶ κακοῦ κατὰ ταὐτὸν μεμιγμένην κατὰ τὴν αἴσθησιν διὰ τῆς πείρας ἔχον τὴν γνῶσιν. Καὶ τάχα ξύλον εἶναι γνωστὸν καλοῦ καὶ πονηροῦ τὴν φαινομένην κτίσιν εἰπών τις οὐχ ἁμαρτήσει τῆς ἀληθείας· ἡδονῆς γὰρ καὶ ὀδύνης ποιητικὴν ἔχει φυσικῶς τὴν μετάληψιν.
῍Η πάλιν· ἐπειδὴ καὶ λόγους ἔχει πνευματικοὺς τῶν ὁρωμένων ἡ κτίσις καὶ νοῦν διατρέφοντας, καὶ δύναμιν πάλιν φυσικήν, τὴν μὲν αἴσθησιν τέρπουσαν, τὸν δὲ νοῦν διαστρέφουσαν, ξύλον γνωστὸν καλοῦ τε καὶ κακοῦ προσηγορεύθη, τοῦ καλοῦ μὲν ἔχουσα γνῶσιν, θεωρουμένη πνευματικῶς, κακοῦ δὲ γνῶσιν, λαμβανομένη σωματικῶς. Παθῶν γὰρ γίνεται διδάσκαλος τοῖς σωματικῶς αὐτῆς μεταλαμβάνουσιν, τῶν θείων αὐτοῖς λήθην ἐπάγουσα.
Διὸ τῷ ἀνθρώπῳ τυχὸν καὶ ἀπηγόρευσεν ἀναβαλόμενος αὐτῆς τέως τὴν μετάληψιν ὁ Θεός, ἵνα πρότερον, ὡς ἦν μάλιστα δίκαιον, διὰ τῆς ἐν χάριτι μετοχῆς τὴν οἰκείαν ἐπιγνοὺς αἰτίαν καὶ τὴν δοθεῖσαν κατὰ χάριν ἀθανασίαν διὰ τῆς τοιαύτης μεταλήψεως πρὸς ἀπάθειαν στομώσας καὶ ἀτρεψίαν, ὡς θεὸς ἤδη τῇ θεώσει γενόμενος, ἀβλαβῶς ἐπ᾽ ἀδείας μετὰ τοῦ Θεοῦ τὰ τοῦ Θεοῦ διασκέψηται κτίσματα καὶ τὴν αὐτῶν ἀναλήψηται γνῶσιν ὡς θεὸς ἀλλ᾽ οὐκ ἄνθρωπος, τὴν αὐτὴν ἔχων τῷ Θεῷ κατὰ χάριν τῶν ὄντων μετὰ σοφίας εἴδησιν διὰ τὴν πρὸς θέωσιν τοῦ νοῦ καὶ τῆς αἰσθήσεως μεταποίησιν.
Οὕτω μὲν οὖν ἐνταῦθα ληπτέον περὶ τοῦ ξύλου κατὰ τὴν πᾶσιν ἁρμόσαι δυναμένην ἀναγωγήν, τοῦ μυστικωτέρου λόγου καὶ κρείττονος φυλαττομένου τοῖς μυστικοῖς τὴν διάνοιαν καὶ παρ᾽ ἡμῶν διὰ τῆς σιωπῆς τιμωμένου.
Τοῦ ξύλου δὲ νῦν τῆς παρακοῆς ἐμνήσθην παροδικῶς, δεῖξαι θέλων ὡς ἡ περὶ Θεοῦ ἄγνοια τὴν κτίσιν ἐθεοποίησεν, ἧς ὑπάρχει λατρεία σαφὴς ἡ κατὰ τὸ σῶμα τοῦ γένους τῶν ἀνθρώπων φιλαυτία, περὶ ἥν ἐστιν ὥσπέρ τις μικτὴ γνῶσις ἡ τῆς ἡδονῆς πεῖρα καὶ τῆς ὀδύνης, δι᾽ ἃς ἡ πᾶσα τῶν κακῶν ἐπεισήχθη τῷ βίῳ τῶν ἀνθρώπων ἰλὺς διαφόρως τε καὶ ποικίλως καί, ὡς οὐκ ἄν τις ἐφίκοιτο λόγος, πολυμόρφως συνισταμένη, καθόσον ἕκαστος τῶν τῆς ἀνθρωπίνης μετειληφότων φύσεως κατὰ τὸ ποσόν τε καὶ ποιὸν ἐν ἑαυτῷ ζῶσαν ἔχει καὶ πράττουσαν τὴν περὶ τὸ φαινόμενον αὐτοῦ μέρος, λέγω δὲ τὸ σῶμα, φιλίαν, ἀναγκάζουσαν αὐτὸν δουλοπρεπῶς διά τε τὴν ἐπιθυμίαν τῆς ἡδονῆς καὶ τὸν φόβον τῆς ὀδύνης πολλὰς ἰδέας ἐπινοῆσαι παθῶν, καθὼς οἵ τε καιροὶ συμπίπτουσι καὶ τὰ πράγματα, καὶ ὁ τῶν τοιούτων ἐπιδέχεται τρόπος, ἐφ᾽ ᾧ τὴν μὲν ἡδονὴν ἑλεῖν δυνηθῆναι διὰ παντὸς πρὸς συμβίωσιν, τῆς ὀδύνης δὲ παντελῶς ἀνέπαφον διαμεῖναι, τὸ ἀμήχανον ἐπιτηδεύειν διδάσκουσαν καὶ εἰς πέρας κατὰ σκοπὸν ἐλθεῖν μὴ δυνάμενον.
Φθαρτῆς γὰρ οὔσης τῆς ὅλης φύσεως τῶν σωμάτων καὶ σκεδαστῆς, δι᾽ ὅσων τις ἐπιτηδεύει τρόπων ταύτην συστήσασθαι, τὴν αὐτῆς φθορὰν ἰσχυροτέραν μᾶλλον καθίστησιν, δεδοικὼς καὶ μὴ θέλων ἀεὶ τὸ στεργόμενον καὶ παρὰ γνώμην περιέπων ἀνεπαισθήτως διὰ τοῦ στεργομένου τὸ μὴ στεργόμενον, ἐξηρτημένος τῶν φύσει στῆναι μὴ δυναμένων καὶ διὰ τοῦτο συνεξαλλοιῶν τοῖς σκεδαστοῖς τῆς ψυχῆς τὴν διάθεσιν συνδιανηχομένην ἀστάτως τοῖς ῥέουσι καὶ τὴν οἰκείαν ἀπώλειαν οὐ κατανοῶν διὰ τὴν παντελῆ τῆς ψυχῆς πρὸς τὴν ἀλήθειαν τύφλωσιν. Πάντων δὲ τούτων τῶν κακῶν ἐστιν ἀπαλλαγὴ καὶ σύντομος πρὸς σωτηρίαν ὁδὸς ἡ ἀληθὴς τοῦ Θεοῦ κατ᾽ ἐπίγνωσιν ἀγάπη καὶ ἡ καθόλου τῆς κατὰ ψυχὴν πρός τε τὸ σῶμα καὶ τὸν κόσμον τοῦτον στοργῆς ἐξάρνησις, καθ᾽ ἥν, τῆς μὲν ἡδονῆς τὴν ἐπιθυμίαν, τῆς ὀδύνης δὲ τὸν φόβον ἀποβαλόμενοι, τῆς κακῆς ἐλευθερούμεθα φιλαυτίας, πρὸς τὴν γνῶσιν ἀναβιβασθέντες τοῦ κτίσαντος, καί, πονηρᾶς ἀγαθὴν ἀντιλαβόντες νοερὰν φιλαυτίαν, σωματικῆς κεχωρισμένην στοργῆς, οὐ παυόμεθα λατρεύοντες τῷ Θεῷ διὰ ταύτης τῆς καλῆς φιλαυτίας, ἐκ Θεοῦ τῆς ψυχῆς ἀεὶ ζητοῦντες τὴν σύστασιν. Αὕτη γάρ ἐστιν ἀληθὴς λατρεία καὶ ὄντως θεάρεστος ἡ τῆς ψυχῆς διὰ τῶν ἀρετῶν ἀκριβὴς ἐπιμέλεια.
Ὁ τοίνυν σωματικῆς ἡδονῆς μὴ ἐφιέμενος καὶ ὀδύνην παντελῶς μὴ φοβούμενος γέγονεν ἀπαθὴς ταύταις, μετὰ τῆς τεκούσης αὐτὰς φιλαυτίας πάντα τὰ δι᾽ αὐτάς τε καὶ ἐξ αὐτῶν μετὰ τῆς ἀρχηγικωτάτης τῶν κακῶν ἀγνοίας ὁμοθυμαδὸν συναπέκτεινε πάθη, καὶ ὅλος γέγονεν τοῦ ἑστῶτός τε καὶ μένοντος καὶ ἀεὶ ὡσαύτως ἔχοντος φύσει καλοῦ, παντάπασιν αὐτῷ συνδιαμένων ἀκίνητος καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Θεοῦ κατοπτριζόμενος, ἐκ τῆς ἐν ἑαυτῷ φωτοειδοῦς λαμπρότητος τὴν θείαν καὶ ἀπρόσιτον δόξαν θεώμενος.
Δειχθείσης τοιγαροῦν ἡμῖν ὑπὸ τοῦ λόγου τῆς ὀρθῆς καὶ ῥᾳδίας ὁδοῦ τῶν σῳζομένων, τὴν ἡδονὴν τῆς παρούσης ζωῆς καὶ τὴν ὀδύνην ὅση δύναμις ἀρνησώμεθα καὶ τοὺς ὑφ᾽ ἡμᾶς τοῦτο ποιεῖν διδάξωμεν παρακλήσει πολλῇ, καὶ πάσης παθῶν ἐπινοίας καὶ δαιμονιώδους κακουργίας παντελῶς ἀπηλλάγημέν τε καὶ ἀπηλλάξαμεν· καὶ μόνης ἀντιποιηθῶμεν τῆς θείας ἀγάπης, καὶ οὐδεὶς ἡμᾶς τοῦ Θεοῦ χωρίσαι δυνήσεται, οὐ θλίψις οὐ στενοχωρία οὐ λιμὸς οὐ κίνδυνος οὐ μάχαιρα οὐδ᾽ ὅσα τῷ ἁγίῳ ἀπηρίθμηται ἀποστόλῳ κατὰ τὸν τόπον, διὰ τῆς κατ᾽ ἐνέργειαν γνώσεως, τῆς ἀγάπης ἐν ἡμῖν ἀκινήτου μενούσης, τῆς ψυχῆς ἀΐδιόν τε καὶ ἄρρητον ἐξ αὐτοῦ χορηγούμενοι εὐφροσύνην καὶ σύστασιν· ἧς ἀξιωθέντες, πρὸς μὲν τὸν κόσμον τοῦτον τὴν σῴζουσαν ἕξομεν ἄγνοιαν, μηκέτι δίχα λογισμοῦ σώφρονος, ὡς τὸ πρότερον, ἀνακεκαλυμμένῳ προσώπῳ τῆς αἰσθήσεως ὡς δόξαν τὴν τῶν αἰσθητῶν ἐπιφάνειαν βλέποντες, περὶ ἣν τὰ πάθη προδήλως ἔχει τὴν γένεσιν, ἀλλὰ μᾶλλον ἀνακεκαλυμμένῳ τῆς διανοίας προσώπῳ, παντὸς αἰσθητοῦ καλύμματος ἀπηλλαγμένῳ, τὴν ἐν ἀρεταῖς καὶ γνώσει πνευματικῇ δόξαν τοῦ Θεοῦ κατοπτριζόμενοι, καθ᾽ ἣν ἡ κατὰ χάριν πρὸς Θεὸν γίνεσθαι πέφυκεν ἕνωσις, πάσης ἀγνοίας καὶ πτώσεως τὸν νοῦν διεγείρουσα.
Ὡς γάρ, ἀγνοήσαντες τὸν Θεόν, τὴν ἀπολαυστικῶς τῇ αἰσθήσει γνωσθεῖσαν κτίσιν διὰ τὴν ἐξ αὐτῆς τοῦ σώματος σύστασιν Θεὸν ἐποιήσαμεν, οὕτω τὴν ἐφικτὴν τῇ νοήσει κατ᾽ ἐνέργειαν γνῶσιν τοῦ Θεοῦ λαμβάνοντες, διὰ τὴν ἐξ αὐτοῦ τῆς ψυχῆς πρός τε τὸ εἶναι καὶ εὖ εἶναι καὶ ἀεὶ εἶναι σύστασιν, πᾶσαν πάσης αἰσθήσεως ἀγνοήσομεν πεῖραν.
ΣΧΟΛΙΑ.
1. Τήν σάρκα φησίν διά τῶν φαινομένων ἠθῶν εἶναι δεκτικὸν τῆς κατ᾿ ἀρετήν τῆς ψυχῆς διαθέσεως, ὄργανον πρός ἔμφασιν αὐτῇ τῇ ψυχῇ συνεζευγμένην.
2. Τήν αἴσθησιν λέγει παραπέμπουσαν τῷ νῷ τήν τῶν ὁρατῶν φαντασίαν, πρός κατανόησιν τῶν ἐν τοῖς οὖσιν λόγων, ὡς ὄργανον τῆς τοῦ νοῦ πρός τά νοητά διαβάσεως.
3. Τῆς ἀγάπης ἴδιόν φησι τῶν κατ᾿ αὐτήν ζώντων μίαν ἐνδεῖξαι γνώμην.
4. Ὅτι τῶν ὄντων διαβάς τήν οὐσίαν ὁ νοῦς, ἀνόητος γίνεται Θεῷ προσβάλλων ὑπέρ πᾶσαν ὄντι κατ' οὐσίαν καί γνῶσιν καί νόησιν.
5. Ὅτι πρός τὰς διαθέσεις τῶν ψυχῶν ὁ τοῦ Θεοῦ Λόγος ἐν τοῖς δεχομένοις αὐτόν ποιεῖται τήν τῶν χαρισμάτων διαφοράν.
6. Ὅτι κατά διάνοιαν ὡς ὑπέρ παρουσῶν τῶν ὑλῶν τούς ἀφανεῖς ἐν ἡμῖν συμπλέκουσι πολέμους οἱ δαίμονες.
7. Ὅτι διά τήν ἡδονήν φησὶν ἀγαπῶμεν τά πάθη· καί διά τήν ὀδύνην τήν ἀρετήν ἀποφεύγομεν.
8. Ὅτι καθάπερ ὁ λόγος κρατῶν τῶν παθῶν ἀρετῆς ὄργανον ποιεῖται τάς αἰσθήσεις, οὕτω καί τά πάθη κρατοῦντα τοῦ λόγου, μορφοῦσι τάς αἰσθήσεις πρός ἁμαρτίαν.
9. Ὅτι καθ᾿ ἕξιν μετά τήν ἀπαλλαγήν τῆς πρός τά ὄντα φυσικῆς σχέσεως ἑνωθεῖσα τῷ Θεῷ ἡ ψυχή, τήν περί τό καλόν παγιότητα λαμβάνει ἀμετακίνητον.
10. Ὄντα λέγει τάς τῶν ὄντων οὐσίας· εἶναι δέ δοκοῦντα τάς κατά ποιὸν καί ποσὸν ῥοάς τε καί ἀποῤῥοάς, περί ἅς ἡ τῶν αἰσθήσεων πλάσις συνέστηκε τήν ἁμαρτίαν δημιουργοῦσα.
11. Ὅτι μέσος ὤν Θεοῦ καί ὕλης ὁ ἄνθρωπος, πρός τόν Θεόν ὡς αἰτίαν καί τέλος τῆς οἰκείας γενέσεως μή κινηθεὶς ἀλλά πρός τήν ὕλην, εἰκότως τόν Θεόν ἠγνόησε, τῇ πρός τήν ὕλην ῥοπῇ τόν νοῦν ἀπογεώσας.
12. Σύνθετον γνῶσιν εἶπεν, τήν κατ᾿ αἴσθησιν πεῖραν τῶν αἰσθητῶν, ὡς κατά φύσιν ἔχουσαν ἡδονήν διά τήν γένεσιν, καί πόνον διά τήν φθοράν.
13. Ἡ κτίσις τῶν ὁρατῶν, φησιν, καί πρός νοῦν ἔχει λόγους πνευματικούς, καί φυσικήν πρός αἴσθησιν δύναμιν· ὧν τά νοήματα καθάπερ ξύλον ἐν μέσῳ τῆς καρδίας, παραδείσου τροπικῶς νοουμένης, ὑπάρχουσι.
14. Ἀγνοεῖ τις τήν καθ᾿ ἡδονήν καί ὀδύνην τῆς αἰσθήσεως πεῖραν, ὅταν τῷ Θεῷ προσδήσει τόν νοῦν, τῆς σωματικῆς γενόμενον ἐλεύθερον σχέσεως.
Ἐπειδὴ ἠγάθυνέ σε ὁ Θεὸς κελεῦσαί μοι ἅπερ εἶχον σεσημειωμένα τῶν ἀπορουμένων μοι κεφαλαίων γράψαι καὶ πέμψαι σοι, τὰ ἀναγκαιότερά μοι φανέντα προέταξα.