14. ΕΡΩΤΗΣΙΣ ΙΔ'
Τί ἐστι καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα; Τί ἐστι σέβας καὶ τί ἐστι λατρεία;
Ἀπόκρισις.
Σέβας ἐστὶν ἡ μετὰ πίστεως προσκύνησις τοῦ θείου, λατρεία δὲ ἡ διὰ τῶν ἔργων θεραπεία. Τοῦτο δὲ τὸ σέβας, ἤγουν τὴν πίστιν, ἐπὶ τὴν κτίσιν μεταβιβάσαντες οἱ ἄνθρωποι παρὰ τὸν κτίσαντα προσεκύνουν, πιστεύοντες δαιμονίοις, καὶ ἐλάτρευον, τὴν διὰ τῶν πονηρῶν ἔργων αὐτοῖς θεραπείαν προσάγοντες. Ἡμεῖς δέ, τὸν Θεὸν σέβοντες διὰ τῆς εἰς αὐτὸν πίστεως, σπουδάσωμεν καὶ λατρείαν αὐτῷ προσαγαγεῖν καθαρὰν τὴν διὰ τῶν ἀρετῶν τετελειωμένην πολιτείαν.
