23. ΕΡΩΤΗΣΙΣ ΚΓ'
Εἰ Δαβὶδ τοῦ κατὰ σάρκα μόνου Ἰσραὴλ ἐβασίλευσεν, ὁ δὲ κατὰ σάρκα Ἰσραὴλ τὴν τοῦ Χριστοῦ ἀπώσατο βασιλείαν—διὸ καὶ μετῆλθεν ἐπὶ τὰ ἔθνη—, πῶς κατὰ τὴν φωνὴν τοῦ ἀρχαγγέλου σταθήσεται τὸ καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας;
Ἀπόκρισις.
Τοῦτο πάνυ μοι φαίνεται τὸ ἄπορον δήλην ἔχον καὶ φανερὰν τὴν διασάφησιν. Εἰ γὰρ οὐ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ, οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται ὁ Θεὸς εἰς σπέρμα, καὶ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται, δῆλον ὡς ὁ πιστὸς λαὸς καὶ δι᾽ ἔργων δικαιοσύνης καὶ ἀληθοῦς τῆς κατὰ τὴν πίστιν γνώσεως ὁρῶν τὸν Θεόν ἐστιν Ἰσραήλ, εἴτε κατὰ σάρκα φέρει τὸ γένος ἐξ Ἰσραήλ, εἴτε τῆς ἐθνικῆς ὑπάρχει μερίδος. Ὁ γὰρ τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν ἑαυτῷ φέρων τρανὸν καὶ ἄχραντον τὸν χαρακτῆρα τῆς πίστεως τῆς τοῦ ἀληθινοῦ Ἰσραὴλ οὐκ ἀπηλλοτρίωται κλήσεώς τε καὶ χάριτος.
Ἀλλὰ καὶ Δαβὶδ αὐτὸς ὁ μακάριος τῶν ἐν Ἰσραὴλ πιστῶν εἶχε τὴν βασιλείαν. Ὅθεν ἅμα τῆς πίστεως κατέσβεσεν ἑαυτῷ τὸ φέγγος ὁ Ἰσραήλ, ἅμα καὶ τῆς τοῦ Δαβὶδ εὐθὺς ἀπέστη βασιλείας.
Ἄρ᾽ οὖν τὸν τοῦ Δαβὶδ πνευματικὸν θρόνον καὶ τὴν νοητὴν τῶν λογικῶν ψυχῶν βασιλείαν καὶ τὸν πιστὸν οἶκον τοῦ Ἰακὼβ καὶ τὸ ἅγιον καὶ μέγα ἔθνος, ἐφ᾽ ὃν ἀντὶ τοῦ σωματικοῦ καὶ παραπικραίνοντος Ἰσραὴλ προφητικῶς χρηματίζων ὁ Θεὸς τῷ Μωυσῇ καταστήσειν αὐτὸν ἤτοι τὸν δι᾽ αὐτοῦ τυπικῶς νοούμενον ἐπηγγείλατο εἰπὼν "ἄφες με καὶ ἐξαλείψω τὸ ἔθνος τοῦτο εἰσάπαξ καὶ καταστήσω σε εἰς ἔθνος μέγα καὶ φοβερὸν ἢ τοῦτο", ἀλλ᾽ οὐ τὸν ἄπιστον οἶκον τοῦ Ἰακὼβ καὶ παραπικραίνοντα, καὶ τὸ ἁμαρτωλὸν ἔθνος καὶ τὸ πονηρὸν σπέρμα καὶ τοὺς ἀνόμους υἱοὺς καὶ τοὺς ἄρχοντας Σοδόμων καὶ τὸν λαὸν Γομόρρας καὶ τοὺς ἀποστραφέντας ἀποστροφὴν πονηρὰν καὶ τὸν Κύριον ἐγκαταλιπόντας καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παροξύναντας καὶ τὸν Θεὸν οὐκ ἐπεγνωκότας οὐδὲ συνιέντας καὶ πληγέντας πληγὴν ἀπιστίας ἀνίατον καὶ μηδεμίαν δεχομένην λογικῆς ἰατρείας μέθοδον, ἀπιστίαν ψυχῆς θεραπεύουσαν—οὐαὶ γάρ, φησίν, ἔθνος ἁμαρτωλόν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν Κύριον καὶ παρωξύνατε τὸν ἅγιον τοῦ Ἰσραήλ.
Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους—, οὐ τοὺς χωλάναντας ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις καὶ τὴν ἀλήθειαν ἀπεστραμμένους καὶ ἐκβεβλημένους τῆς θείας κληρονομίας κατὰ τὸν Κάϊν καὶ Ἰσμαὴλ καὶ Ἡσαῦ καὶ Ῥουβὴμ καὶ ῍Ηρ καὶ Αὐνὰν καὶ Μανασσῆν καὶ Ἐλιὰφ καὶ Ἀμνών, τοὺς τῶν πατριαρχῶν τε καὶ προφητῶν πρωτοτόκους καὶ ἐκβεβλημένους καὶ ἀποδεδοκιμασμένους—φησὶ γὰρ υἱός μου πρωτότοκος Ισραήλ· οὐ γὰρ μονογενής· ἑτέρου γὰρ ἐπεισαγωγὴ πρὸς υἱοθεσίαν θεσπεσίου λαοῦ καὶ εὐσεβοῦς ἠλπίζετο, κατὰ Θεὸν κτιζομένου καὶ εἰς υἱοθεσίαν προσαγομένου τὴν ἐν χάριτι διὰ τῆς ἐκβολῆς τοῦ πρωτοτόκου καὶ ἀπίστου Ἰσραήλ, ἐπαναστάντος τῷ νοητῷ Ἄβελ διὰ φθόνον καὶ ἀποκτείναντος κατὰ τὸν Κάϊν, καὶ ἐμπαίξαντος τῷ θείῳ τρόπῳ τοῦ νοητοῦ Ἰσαὰκ κατὰ τὸν Ἰσμαήλ, καὶ μανέντος κατὰ τοῦ νοητοῦ Ἰακὼβ ὡς Ἡσαῦ, καὶ τὸ σπέρμα τῆς πίστεως καὶ τῆς κατ᾽ αὐτὴν δικαιοσύνης εἰς τὴν γῆν τῆς πλάνης καὶ τῶν παθῶν ἐκχέαντος κατὰ τὸν ῍Ηρ καὶ Αὐνάν, καὶ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ὡς ἐκεῖνοι τὴν Θάμαρ, ἀρνησαμένου, καὶ τὴν λήθην οἰκειωσαμένου τῶν ἀρετῶν κατὰ τὸν Μανασσῆν, καὶ ἐπὶ τῷ νοητῷ Δαβὶδ λαβόντι τὴν βασιλείαν ἐξ ὑπερηφανίας διαπονηθέντος καὶ διὰ τοῦτο ἐξουδενωθέντος κατὰ τὸν Ἐλιάφ, καὶ ξένης παρανομίας γενομένου δημιουργοῦ κατὰ τὸν Ἀμνών—, οὐ τούτους τοὺς ἀλλοτρίους υἱοὺς καὶ χωλάναντας ἀπὸ τῶν τρίβων αὐτῶν, τοὺς μανίας καὶ φόνου πνέοντας, τοὺς σαρκικοὺς ὄντως καὶ σαρκῶν μόνων υἱούς, τοὺς ξένους τῆς χάριτος, ὧν Θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, ὧν τῆς ἀπιστίας ἀπόλοιτο τὸ μνημόσυνον μετ᾽ ἤχου, ἀλλ᾽ ὡς ἔφην, τὸν πιστὸν καὶ πνευματικὸν Ἰσραὴλ καὶ ὁρῶντα Θεὸν διὰ τῆς πίστεως, τὸν ἐκ πάντων τῶν ἐθνῶν συνειλεγμένον κατ᾽ ἐκλογὴν χάριτος εἰς περιποίησιν λαὸν καὶ ἅγιον ἔθνος καὶ βασίλειον ἱεράτευμα ἐπηγγείλατο δώσειν διὰ τοῦ ἀγγέλου πρὸς τὴν παρθένον χρηματίζων ὁ Θεὸς τῷ ἐξ αὐτῆς τεχθησομένῳ Σωτῆρι τῶν ὅλων· ὅπερ δι᾽ αὐτῆς τῆς τῶν πραγμάτων ἐκβάσεως τὴν οἰκείαν ἐδέξατο πίστωσιν, τοῦ Κυρίου τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας πληρώσαντος καὶ πάντα τὰ ἔθνη ἐν τῷ νοητῷ Ἀβραὰμ ἐνευλογήσαντός τε καὶ υἱοθετήσαντος καὶ πάντων τῶν ἐθνῶν καταστήσαντος ἐν Πνεύματι διὰ τῆς πίστεως αὐτὸν πατέρα τὸν Ἀβραὰμ καὶ καθεσθέντος ἐν τῷ πνευματικῷ θρόνῳ τοῦ Δαβὶδ καὶ βασιλεύοντος ἐπὶ τὸν πιστὸν οἶκον τοῦ Ἰακὼβ εἰς τοὺς αἰῶνας βασιλείαν πέρας οὐκ ἔχουσαν.
ΣΧΟΛΙΑ
1. Ἐπί τοῦ Ἱεροβοάμ ἀπέστη ὁ Ἰσραήλ τοῦ οἴκου Δαβίδ ἀπιστήσας τῷ Θεῷ.
2. Ἀπαρίθμησις τῶν ἀπό τοῦ αἰῶνος ἐκβεβλημένων πρωτοτόκων, οἷς εἰκαζόμενος καί ὁ Ἰσραηλίτης λαός. Κἄν δῶμεν περί αὐτοῦ συμπεριφορικῶς εἰρῆσθαι τό· Υἱός μου πρωτότοκος Ἰσραήλ, ὡς πρωτότοκος ἀποβέβληται διά τήν τοῦ μετ᾿ αὐτόν εἰσποιηθέντος λαοῦ τῶν ἐθνῶν διά πίστεως κλῆσιν.
3. Τούς ἐπιβουλευθέντας ὑπό τῶν πρωτοτόκων ἀδελφούς, φέρειν τύπον φησί τοῦ Κυρίου καί τοῦ κατά πίστιν νέου λαοῦ.