22. ΕΡΩΤΗΣΙΣ ΚΒ'
Εἰ ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις δείξει τὸν πλοῦτον αὐτοῦ ὁ Θεός, πῶς εἰς ἡμᾶς τὰ τέλη τῶν αἰώνων κατήντησεν;
Ἀπόκρισις.
Ὁ πάσης κτίσεως, ὁρατῆς τε καὶ ἀοράτου, κατὰ μόνην τοῦ θελήματος τὴν ῥοπὴν ὑποστήσας τὴν γένεσιν πρὸ πάντων τῶν αἰώνων καὶ αὐτῆς τῆς τῶν γεγονότων γενέσεως τὴν ἐπ᾽ αὐτοῖς ἀφράστως ὑπεράγαθον εἶχε βουλήν· ἡ δὲ ἦν αὐτὸν μὲν ἀτρέπτως ἐγκραθῆναι τῇ φύσει τῶν ἀνθρώπων διὰ τῆς καθ᾽ ὑπόστασιν ἀληθοῦς ἑνώσεως, ἑαυτῷ δὲ τὴν φύσιν ἀναλλοιώτως ἑνῶσαι τὴν ἀνθρωπίνην, ἵν᾽ αὐτὸς μὲν ἄνθρωπος γένηται, καθὼς οἶδεν αὐτός, Θεὸν δὲ ποιήσειε τῇ πρὸς ἑαυτὸν ἑνώσει τὸν ἄνθρωπον, μερίσας δηλονότι σοφῶς τοὺς αἰῶνας καὶ διορίσας, τοὺς μὲν ἐπ᾽ ἐνεργείᾳ τοῦ αὐτὸν γενέσθαι ἄνθρωπον, τοὺς δὲ ἐπ᾽ ἐνεργείᾳ τοῦ τὸν ἄνθρωπον ποιῆσαι Θεόν.
Τῶν οὖν ἐπ᾽ ἐνεργείᾳ τοῦ αὐτὸν γενέσθαι ἄνθρωπον προωρισμένων αἰώνων εἰς ἡμᾶς τὰ τέλη κατήντησεν, τῆς θείας προθέσεως κατὰ τὴν σάρκωσιν δι᾽ αὐτῶν τῶν πραγμάτων λαβούσης τὴν ἔκβασιν· ὅπερ ὁ θεῖος διασκοπήσας ἀπόστολος, τῆς κατὰ πρόθεσιν τῶν αἰώνων πρὸς τὸ γενέσθαι τὸν Θεὸν ἄνθρωπον ἐνιδὼν τὸ τέλος δι᾽ αὐτῆς τῆς τοῦ Θεοῦ καὶ Λόγου σαρκώσεως, φησὶν εἰς ἡμᾶς κατηντηκέναι τὰ τέλη τῶν αἰώνων, οὐχ ἁπλῶς παρ᾽ ἡμῶν νοουμένων τῶν αἰώνων, ἀλλὰ τῶν, ἐπ᾽ ἐνεργείᾳ δηλονότι τοῦ τῆς ἐνσωματώσεως μυστηρίου, τὸ οἰκεῖον κατὰ πρόθεσιν τοῦ Θεοῦ πέρας εἰληφότων.
Ἐπεὶ οὖν οἱ κατὰ πρόθεσιν ἐπ᾽ ἐνεργείᾳ τοῦ γενέσθαι τὸν Θεὸν ἄνθρωπον προορισθέντες αἰῶνες εἰς ἡμᾶς τὸ τέλος εἰλήφασιν, ἐνεργήσαντος κατ᾽ ἀλήθειαν τοῦ Θεοῦ τὴν ἑαυτοῦ τελείαν ἐνανθρώπησιν καὶ πληρώσαντος, τοὺς ἄλλους ἐκδέχεσθαι χρὴ λοιπὸν αἰῶνας ἐπελευσομένους ἐπ᾽ ἐνεργείᾳ τῆς τῶν ἀνθρώπων μυστικῆς καὶ ἀπορρήτου θεώσεως, καθ᾽ οὓς τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ εἰς ἡμᾶς δείξει ὁ Θεός, ἐνεργήσας τελείως ἐν τοῖς ἀξίοις τὴν θέωσιν.
Εἰ γὰρ αὐτὸς τῆς ἐπὶ τῷ ἀνθρωπισθῆναι μυστικῆς ἐνεργείας εἴληφε πέρας, κατὰ πάντα τρόπον χωρὶς μόνης ἁμαρτίας ἡμῖν ὁμοιωθεὶς καὶ εἰς τὰ κατώτερα μέρη τῆς γῆς καταβάς, ἔνθα τὸν ἄνθρωπον ἀπεώσατο τῆς ἁμαρτίας ἡ τυραννίς, πάντως καὶ τῆς ἐπὶ τῷ θεωθῆναι τὸν ἄνθρωπον μυστικῆς ἐνεργείας λήψεται πέρας, κατὰ πάντα τρόπον, χωρὶς μόνης δηλονότι τῆς πρὸς αὐτὸν κατ᾽ οὐσίαν ταυτότητος, ὁμοιώσας ἑαυτῷ τὸν ἄνθρωπον καὶ ὑπεράνω πάντων τῶν οὐρανῶν ἀναβιβάσας, ἔνθα τὸ τῆς χάριτος φύσει μέγεθος ὑπάρχον προσκαλεῖται διὰ τὴν ἀπειρίαν τῆς ἀγαθότητος τὸν κάτω κείμενον ἄνθρωπον· ὅπερ μυστικῶς διδάσκων ὁ μέγας ἀπόστολός φησιν ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν εἰς ἡμᾶς ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος δειχθήσεσθαι.
Διέλωμεν οὖν καὶ ἡμεῖς τῇ ἐπινοίᾳ τοὺς αἰῶνας, καὶ ἀφορίσωμεν τοὺς μὲν τῷ μυστηρίῳ τῆς θείας ἐνανθρωπήσεως, τοὺς δὲ τῇ χάριτι τῆς ἀνθρωπίνης θεώσεως, καὶ εὑρήσομεν τοὺς μὲν περὶ τὸ οἰκεῖον ὄντας τέλος, τοὺς δὲ οὔπω παραγενομένους. Καὶ συντόμως εἰπεῖν, τῶν αἰώνων οἱ μὲν τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους εἰσὶ καταβάσεως, οἱ δὲ τῆς τῶν ἀνθρώπων πρὸς Θεὸν ὑπάρχουσιν ἀναβάσεως. Οὕτω νοοῦντες οὐκ ἐνσκάζομεν τῇ ἀσαφείᾳ τῶν θείων λόγων, τὴν εἰς ταὐτὸν περίπτωσιν νομίζοντες παθεῖν τὸν θεῖον ἀπόστολον.
῍Η μᾶλλον, ἐπειδὴ καὶ ἀρχὴ καὶ μεσότης καὶ τέλος ἐστὶ πάντων τῶν αἰώνων τῶν τε παρελθόντων καὶ ὄντων καὶ ἐσομένων ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, εἰκότως εἰς ἡμᾶς κατήντησε δυνάμει τῆς πίστεως τὸ κατ᾽ εἶδος ἐνεργείᾳ κατὰ τὴν χάριν ἐσόμενον ἐπὶ θεώσει τῶν ἀξίων τέλος τῶν αἰώνων.
῍Η πάλιν, ἐπειδὴ ἕτερος ὁ τοῦ ποιεῖν καὶ ἕτερος ὁ τοῦ πάσχειν λόγος, μυστικῶς ἅμα καὶ σοφῶς διεῖλε παρελθοῦσιν αἰῶσι καὶ μέλλουσι τὸν τοῦ ποιεῖν καὶ τοῦ πάσχειν λόγον ὁ θεῖος ἀπόστολος. Οἷον, οἱ τῆς σαρκὸς αἰῶνες, ἐν οἷς νῦν ζῶμεν—οἶδε γὰρ ἡ Γραφὴ καὶ χρονικοὺς αἰῶνας κατὰ τὸ καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος—, τῆς τοῦ ποιεῖν εἰσιν ἰδιότητος, οἱ δὲ μέλλοντες εἶναι τοῦ Πνεύματος μετὰ τὴν παροῦσαν ζωὴν τῆς τοῦ πάσχειν εἰσὶν μεταποιήσεως.
Ἐνταῦθα τοίνυν ὄντες, ὡς ποιοῦντες εἰς αἰώνων τέλη καταντῶμεν, πέρας λαμβανούσης ἡμῶν κατὰ τὸ ποιεῖν τῆς δυνάμεώς τε καὶ τῆς ἐνεργείας. Ἐν δὲ τοῖς αἰῶσι τοῖς ἐπερχομένοις, πάσχοντες τὴν πρὸς τὸ θεοῦσθαι χάριτι μεταποίησιν, οὐ ποιοῦμεν ἀλλὰ πάσχομεν, καὶ διὰ τοῦτο οὐ λήγομεν θεουργούμενοι. Ὑπὲρ φύσιν γὰρ τότε τὸ πάθος ἐστὶ καὶ μηδένα λόγον ἔχον ὁριστικὸν τῆς ἐπ᾽ ἄπειρον τῶν τοῦτο πασχόντων θεουργίας.
Ποιοῦμεν γὰρ ἡμεῖς, ἐφ᾽ ὅσον τήν τε τῶν ἀρετῶν ποιητικὴν φύσει λογικὴν ἔχομεν δύναμιν ἐνεργουμένην καὶ τὴν πάσης γνώσεως δεκτικὴν νοερὰν ἀσχέτως δυνάμει πᾶσαν τῶν ὄντων καὶ γινωσκομένων φύσιν διαβαίνουσαν καὶ πάντας κατόπιν ἑαυτῆς τοὺς αἰῶνας ποιουμένην· καὶ πάσχομεν ἡνίκα, τῶν ἐξ οὐκ ὄντων τελείως τοὺς λόγους περάσαντες, εἰς τὴν τῶν ὄντων ἀγνώστως ἔλθωμεν αἰτίαν καὶ συγκαταπαύσομεν τοῖς φύσει πεπερασμένοις τὰς οἰκείας δυνάμεις, ἐκεῖνο γινόμενοι ὅπερ τῆς κατὰ φύσιν δυνάμεως οὐδαμῶς ὑπάρχει κατόρθωμα, ἐπειδὴ τοῦ ὑπὲρ φύσιν ἡ φύσις καταληπτικὴν οὐ κέκτηται δύναμιν.
Θεώσεως γὰρ οὐδὲν γενητὸν κατὰ φύσιν ἐστὶ ποιητικόν, ἐπειδὴ μηδὲ Θεοῦ καταληπτικόν. Μόνης γὰρ τῆς θείας χάριτος ἴδιον τοῦτο πέφυκεν εἶναι τὸ ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν, καὶ λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτὶ καὶ τῶν οἰκείων ὅρων αὐτὴν ὑπεράνω κατὰ τὴν ὑπερβολὴν τῆς δόξης ποιουμένης.
Οὐκοῦν τὰ τέλη τῶν αἰώνων εἰς ἡμᾶς εἰκότως κατήντησε τοὺς ὅσον οὐδέπω διὰ τῆς ἐν Χριστῷ χάριτος ληψομένους τῶν ὑπὲρ αἰῶνας καὶ φύσιν ἀγαθῶν τὴν δωρεάν, ὧν τύποι καὶ προχαράγματα καθεστήκασιν οἱ τρόποι τῶν ἀρετῶν καὶ τῶν γνωσθῆναι φύσει δυναμένων οἱ λόγοι, δι᾽ ὧν ὁ Θεὸς ἀεὶ θέλων ἐν τοῖς ἀξίοις ἄνθρωπος γίνεται. Μακάριος οὖν ὁ μετὰ τὸ ποιῆσαι διὰ σοφίας ἐν ἑαυτῷ τὸν Θεὸν ἄνθρωπον καὶ τοῦ τοιούτου μυστηρίου πληρώσας τὴν γένεσιν, πάσχων τὸ γενέσθαι τῇ χάριτι Θεός, ὅτι τοῦ ἀεὶ τοῦτο γίνεσθαι πέρας οὐ λήψεται.
Ὁ γὰρ ταύτην τοῖς ἀξίοις ποιῶν, ἀόριστος ὑπάρχων κατ᾽ οὐσίαν, ἀόριστον ἔχει, καὶ πάσης ἀοριστίας ἐπέκεινα, τὴν τοῦτο ποιοῦσαν δύναμιν καὶ μηδέποτε συγκαταλήγουσαν τοῖς ὑπ᾽ αὐτῆς γινομένοις, καθάπερ ἡμεῖς, ἀεὶ δὲ μᾶλλον ἑαυτῇ συγκρατοῦσαν τοὺς ἐξ αὐτῆς τὸ εἶναι λαβόντας, ἄνευ αὐτῆς εἶναι μὴ δυναμένους. Ὅθεν καὶ πλοῦτον εἶπε χρηστότητος, ὡς μὴ παυομένης ποτὲ τῆς ἐφ᾽ ἡμῖν ἐν χρηστότητι κατὰ τὴν πρὸς θέωσιν μεταποίησιν θείας καὶ παμφαοῦς διαθέσεως.
ΣΧΟΛΙΑ
1. Ἡ πρός τήν σάρκα τοῦ Λόγου καθ᾿ ὑπόστασιν ἕνωσις, τόν ἀπόῤῥητον τῆς θείας βουλῆς ἐφανέρωσε σκοπόν, ἐν τῷ μή φῦραι τῇ ἑνώσει τῆς σαρκός τήν οὐσίαν· μίαν δέ δεῖξαι, κἀν τῇ σαρκώσει τοῦ Λόγου τήν ὑπόστασιν· ἵνα καί μείνῃ σάρξ κατά τήν οὐσίαν ἡ σάρξ, καί γένηται θεία κατά τήν ὑπόστασιν.
2. Τῶν αἰώνων, φησίν, οἱ μέν θείας ἐκφαντικοί γεγόνασιν ἐνανθρωπήσεως, ὧν εἰς ἡμᾶς τά τέλη κατήντησεν· οἱ δέ τῆς ἡμῶν ἀποδεικτικοί τυγχάνουσιν ἐκθεώσεως· ὧν οὔπω τῆς δόξης ὁ πλοῦτος ἐφανερώθη.
3. Βεβαία πίστωσίς ἐστι, φησίν, τῆς πρός ἐκθέωσιν ἐλπίδος τῇ φύσει τῶν ἀνθρώπων, ἡ τοῦ Θεοῦ ἐνανθρώπησις· τοσοῦτον Θεόν ποιοῦσα τόν ἄνθρωπον, ὅσον αὐτός γέγονεν ἄνθρωπος. Ὁ γάρ χωρίς ἁμαρτίας γενόμενος ἄνθρωπος, δῆλον ὅτι χωρίς τῆς εἰς θεότητα μεταβολῆς, τήν φύσιν θεοποιήσει καί τοσοῦτον ἀναβιβάσει δι᾿ ἑαυτόν, ὅσον αὐτός διά τόν ἄνθρωπον ἑαυτόν κατεβίβασεν.
4. Θεωρία, δι᾿ ἧς ἐν Χριστῷ κατά περιγραφήν εἶναι δείκνυσιν ἀδιαστάτως, τήν ἀρχήν καί τό μέσον καί τό τέλος τῶν αἰώνων. Ὅς εἰς ἡμᾶς κατήντησεν ὡς αἰώνων τέλος διά σαρκώσεως, ἔχων φυσικῶς τό πλήρωμα τῆς πατρικῆς ἀγαθότητος, οὗπερ ἐν ἑαυτῷ κατά χάριν ἡμᾶς μετόχους κατέστησεν, πίστεως ἡμῖν θέμενος τήν ἐλπίδα βεβαίωσιν.
5. Ὁ τοῦ ποιεῖν λόγος ἐστίν ἡ φυσική πρός ἀρετῶν ἐνέργειαν δύναμις· ὁ δέ τοῦ πάσχειν λόγος ἐστίν ἡ χάρις τῶν ὑπέρ φύσιν ἤ σύμβασις τῶν παρά φύσιν. Ὡς γάρ τοῦ ὑπερόντος φυσικήν οὐκ ἔχομεν δύναμιν, οὕτως οὔτε τοῦ μή ὄντος ἔχομεν φύσει τήν δύναμιν. Πάσχομεν οὖν ὡς ὑπέρ φύσιν οὖσαν κατά χάριν, ἀλλ᾿ οὐ ποιοῦμεν τήν θέωσιν. Οὐ γάρ ἔχομεν δεκτικήν φύσει τῆς θεώσεως δύναμιν. Καὶ πάσχομεν πάλιν ὡς παρὰ φύσιν γνώμῃ κατά σύμβασιν τὴν κακίαν· οὐ γάρ ἔχομεν πρός γένεσιν κακίας φυσικήν δύναμιν. Ποιοῦμεν οὖν ἐνταῦθα, φησίν, ὄντες, τάς ἀρετάς πρός τό ποιεῖν ταύτας ἔχοντες φύσει τήν δύναμιν· πάσχομεν δέ κατά τό μέλλον τήν θέωσιν, τήν πρός τό παθεῖν ταύτην κατά δωρεάν χάριν δεχόμενοι.
6. Τάς μέν ἀρετάς ποιοῦντες μετά τήνδε, φησί, παυόμεθα τήν ζωήν· τήν δέ κατά χάριν ὑπέρ αὐτῶν οὐ παυόμεθα πάσχοντες θέωσιν. Τὸ γὰρ ὑπέρ φύσιν πάθος, ἀόριστον, ὅτι καί δραστικόν· τό δέ παρά φύσιν, ἀνύπαρκτον, ὅτι καί ἀδρανές.
7. Τοῦ τε θυμοῦ καί τῆς ἐπιθυμίας ἐπιστατῶν ὁ λόγος, φησίν, ποιεῖ τάς ἀρετάς· ὁ δέ νοῦς τοῖς λόγοις ἐπιβάλλων τῶν γεγονότων τήν ἄπταιστον συλλέγεται γνῶσιν. Ὅταν οὖν ὁ λόγος μετά τήν τῶν ἀντικειμένων ἀποβολήν εὕρῃ τό κατά φύσιν ἐραστόν· καί ὁ νοῦς μετά τήν τῶν γινωσκομένων διάβασιν λάβηται τῆς ὑπέρ οὐσίαν καί γνῶσιν τῶν ὄντων αἰτίας, τηνικαῦτα τό τῆς θεώσεως κατά χάριν ἐπιγίνεται πάθος, τόν μέν λόγον ἀπάγον τῆς φυσικῆς διακρίσεως, ἔνθα τὸ διακρινόμενον οὐκ ἔστι· τόν δέ νοῦν καταπαῦον τῆς κατά φύσιν νοήσεως, ἔνθα μή ἔστι τό γινωσκόμενον, καὶ ποιοῦν τῇ κατά τήν στάσιν ταυτότητι Θεόν, τόν ἀξιούμενον τῆς θείας μεθέξεως.
8. Τῶν θείων φησίν ἀγαθῶν τύπους εἶναι τούς τε κατ᾿ ἀρετήν τρόπους, καί τούς τῶν ὄντων λόγους· οἷς ὁ Θεός διαπαντός ἄνθρωπος γίνεται, ὡς μὲν σῶμα τούς τρόπους ἔχων τῶν ἀρετῶν, ὡς δέ ψυχήν τούς ἐν πνεύματι λόγους τῆς γνώσεως, οἷς τούς ἀξίους θεοποιεῖ, χαρακτῆρα διδούς ἀρετῆς ἐνυπόστατον, καί ἀπλανοῦς γνώσεως ἐνούσιον χαριζόμενος ὕπαρξιν.
9. Πλοῦτον ἑρμήνευσεν εἶναι χρηστότητος, τήν εἰς ἡμᾶς τοῦ Θεοῦ διάθεσιν τῆς ἀγαθότητος.