Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τρίτη 9 Απριλίου 2013

ΚΔ (24). ΠΕΡΙ ΤΟΥ "ΔΙΕΛΘΩΝ ΠΡΩΤΗΝ ΚΑΙ ΔΕΥΤΕΡΑΝ ΦΥΛΑΚΗΝ".


24. ΕΡΩΤΗΣΙΣ ΚΔ'

Τί ἐστι τὸ ἐν ταῖς Πράξεσι περὶ τοῦ Πέτρου κείμενον διελθόντες πρώτην φυλακὴν καὶ δευτέραν, ἤλθομεν ἐπὶ τὴν πύλην τὴν σιδηράν;


Ἀπόκρισις.

Ὁ πιστὸς κατὰ τὸν ἅγιον Πέτρον καὶ πρακτικὸς νοῦς, ὑπὸ Ἡρῴδου κρατούμενος, τοῦ δερματίνου νόμου—δερμάτινος γὰρ ὁ Ηρῴδης ἑρμηνεύεται—, ὅπέρ ἐστι τὸ φρόνημα τῆς σαρκός, ὑπὸ δύο συγκλείεται φυλακὰς καὶ μίαν πύλην σιδηράν, πολεμούμενος ἔκ τε τῆς τῶν παθῶν ἐνεργείας καὶ τῆς κατὰ διάνοιαν ἐπὶ τοῖς πάθεσι συγκαταθέσεως· ἅστινας καθάπερ φυλακάς, ἤγουν εἱρκτάς, διὰ τοῦ λόγου τῆς πρακτικῆς φιλοσοφίας ὡς δι᾽ ἀγγέλου διαπεράσας, ἔρχεται ἐπὶ τὴν πύλην τὴν σιδηράν, τὴν φέρουσαν εἰς τὴν πόλιν, τὴν πρὸς τὰ αἰσθητὰ λέγω τῶν αἰσθήσεων στερρὰν καὶ ἀπότομον καὶ δυσκαταμάχητον σχέσιν· ἣν ὁ τῆς φυσικῆς ἐν πνεύματι θεωρίας διανοίγων λόγος, αὐτοματὶ πρὸς τὰ συγγενῆ νοητὰ λοιπὸν ἀφόβως τὸν νοῦν παραπέμπει, τῆς Ἡρῴδου μανίας ἐλεύθερον.

 
--------------------------------
ΣΧΟΛΙΟΝ.

  1. Φυλακάς εἶπεν τήν ἕξιν τῆς κακίας καί τήν ἐνέργειαν -χαρακτήρ γάρ τῆς ἕξεως ἡ συγκατάθεσις-, ὑφ᾿ ἅς ὁ πονηρός ποιεῖν ἀγωνίζεται τούς ἁγίους. Πύλην δέ σιδηρᾶν τήν πρός τά αἰσθητά φυσικήν τῶν αἰσθήσεων σχέσιν, ὧν καθάπερ ἄγγελος ἐξαιρεῖται τόν ἀληθῶς πιστόν, ὁ τῆς πρακτικῆς γνώσεως λόγος.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets