Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τρίτη 9 Απριλίου 2013

ΚΕ (25). ΠΕΡΙ ΤΟΥ "ΠΑΝΤΟΣ ΑΝΔΡΟΣ ΚΕΦΑΛΗ Ο ΧΡΙΣΤΟΣ", ΚΑΙ ΤΑ ΕΞΗΣ.


25. ΕΡΩΤΗΣΙΣ ΚΕ'

Τί ἐστι θέλω ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός, καὶ πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς· ἓν γὰρ καὶ τὸ αὐτό ἐστι τῇ ἐξυρημένῃ; Καὶ τί πάλιν ἐστὶ τὸ διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους;


Ἀπόκρισις.

Ἰστέον ὅτι παντὸς ἀνδρὸς εἰπὼν ὁ θεῖος ἀπόστολος εἶναι κεφαλὴν τὸν Χριστὸν πιστοῦ δηλονότι κατὰ τὴν πρᾶξιν τῶν θείων ἐντολῶν καὶ τὴν θεωρίαν τῶν εὐσεβῶν δογμάτων ἀνδρὸς ἀπεφήνατο κεφαλὴν εἶναι τὸν Χριστόν, τῆς περιεκτικῆς σημασίας οὐ συμπερικλειούσης τῷ λόγῳ καὶ τοὺς ἀπίστους ἄνδρας. Πῶς γὰρ καὶ εἴη κεφαλὴ τῶν μὴ πιστευόντων ὁ Χριστός;

Οὐκοῦν κατὰ μίαν ἐπιβολήν, τῷ τῆς ἀναγωγῆς προσβαίνοντες λόγῳ, φαμὲν ἄνδρα εἶναι τὸν πρακτικὸν νοῦν, κεφαλὴν ἔχοντα τὸν λόγον τῆς πίστεως· πρὸς ὃν ὡς Χριστὸν ἀφορῶν, ταῖς τῶν ἐντολῶν χάρισιν ᾠκοδομημένον διὰ τῆς πράξεως τὸν οἰκεῖον συνίστησι βίον ὁ νοῦς, μὴ καταισχύνων τὴν κεφαλὴν αὐτοῦ, τουτέστι τὴν πίστιν, τινὶ τῶν ἐκτὸς κατὰ τὴν ὕλην ἐπικαλυμμάτων, ἐκ τοῦ μηδὲν ὑπεράνω τῆς πίστεως τιθέναι τῶν προσκαίρων καὶ λυομένων.

Γυναῖκα δὲ τοῦ τοιούτου νοὸς εἶναί φαμεν αὐτὴν τὴν ἕξιν τῆς πράξεως, πολλοῖς καὶ διαφόροις κομῶσάν τε καὶ κατακεκαλυμμένην πρακτικοῖς λογισμοῖς τε καὶ ἤθεσι, μᾶλλον δὲ αὐτὸν τὸν νοῦν ὡς κεφαλὴν ἰδίαν κατὰ τὴν τῶν τοιούτων λογισμῶν τε καὶ τρόπων πύκνωσιν καὶ εὐπρέπειαν ἔχουσαν κεκαλυμμένον. Χριστὸν δέ φαμεν εἶναι τὴν ἐνυπόστατον πίστιν, ἧς κεφαλὴ σαφῶς ἐστιν ὁ Θεός, πρὸς ὃν ἄγει τῆς πίστεως ὁ λόγος, δεικνὺς τῷ ἀναγομένῳ τὸν ἐν ᾧ κατὰ φύσιν ὑπάρχει Θεόν.

Καὶ πάλιν ἀνήρ ἐστιν ὁ τῆς φυσικῆς ἐν πνεύματι θεωρίας ἐπιμελούμενος νοῦς, κεφαλὴν ἔχων τὸν κατὰ πίστιν ἐκ τῆς τῶν ὁρωμένων διακοσμήσεως γενεσιουργὸν τοῦ παντὸς λόγον διαδεικνύμενον, ὃν οὐ καταισχύνει καλύπτων καὶ οἷον ὑποτιθείς τινι τῶν ὁρωμένων ὁ νοῦς καὶ ἄλλο τὸ παράπαν αὐτοῦ ποιούμενος ὑψηλότερον.

Γυνὴ δὲ τοῦ τοιούτου νοός ἐστιν ἡ σύνοικος αἴσθησις, δι᾽ ἧς ἐπιβατεύει τῇ φύσει τῶν αἰσθητῶν καὶ τοὺς ἐν αὐτοῖς θειοτέρους ἀναλέγεται λόγους, μὴ συγχωρῶν τῶν λογικῶν αὐτὴν ἀποκαλυφθεῖσαν ἐπιβλημάτων ἀλογίας γενέσθαι καὶ ἁμαρτίας ὑπουργόν, τοῦ νοὸς εἰς κεφαλὴν διὰ τῆς τῶν θειοτέρων λόγων ὡς ἐπικαλυμμάτων ἀποβολῆς ἀνταλλαξαμένην τῆς ἀλογίας τὸ πάθος.

Κεφαλὴ δὲ Χριστοῦ, τουτέστι τοῦ κατὰ πίστιν διὰ τῆς κατὰ φύσιν τῶν γεγονότων θεωρίας ἀναλόγως τοῖς οὖσι διαφαινομένου δημιουργικοῦ λόγου, ἔστιν ὁ κατ᾽ οὐσίαν αὐτὸν γεννῶν ἀπόρρητος νοῦς· πρὸς ὃν ὁ Λόγος δι᾽ ἑαυτοῦ τὸν ἀναγόμενον διὰ τῆς τῶν ὄντων εὐσεβοῦς θεωρίας καθίστησι νοῦν, χορηγῶν αὐτῷ συμμέτρους κατὰ τὴν γνῶσιν τῶν ὁρατῶν τὰς νοητὰς τῶν θείων ἐμφάσεις.

Καὶ αὖθις ἀνήρ ἐστιν ὁ τῆς μυστικῆς θεολογίας ἐντὸς γενόμενος νοῦς, κεφαλὴν ἔχων ἀκατακάλυπτον τὸν Χριστόν, τουτέστι τὸν ταῖς ἀναποδείκτοις μυσταγωγίαις ἀγνώστως νοούμενον, ἢ κυριώτερον εἰπεῖν, ἀνοήτως γινωσκόμενον λόγον τῆς πίστεως, ὑπὲρ ὃν οὐδὲν τίθεται τῶν ὄντων—οὐκ αἴσθησιν οὐ λόγον οὐ νοῦν οὐ νόησιν οὐ γνῶσιν οὐ γινωσκόμενον οὐ νοούμενον οὐ λεγόμενον οὐκ αἰσθητὸν οὐκ αἰσθανόμενον—ὁ τὴν ἐπαινετὴν καὶ ὑπερέχουσαν ἑαυτοῦ τε καὶ τῶν ὄντων παντελῆ καὶ διαφερόντως θεοποιὸν στέρησιν συνασκούμενος νοῦς.

Γυνὴ δὲ τοῦ τοιούτου νοός ἐστιν ἡ πάσης αἰσθητῆς φαντασίας καθαρεύουσα διάνοια, καθάπερ κεφαλὴν ἔχουσα τὸν νοῦν, ταῖς ἀνάρχοις καὶ ὑπὲρ νόησιν τῶν ἀρρήτων καὶ ἀγνώστων δογμάτων ἐπιβολαῖς πεπυκασμένον. Κεφαλὴ δὲ Χριστοῦ, τουτέστι τοῦ καθ᾽ ὑπεροχὴν μυστικῶς ἀποπεφασμένου λόγου, ἔστιν ὁ πάντων ἀπολύτως κατὰ πάντα τρόπον ἀπείρως ἐξῳκισμένος Νοῦς, ὃν ὡς φύσει Νοῦ Λόγος ὑπάρχων ὁ Χριστὸς νοούμενος ποιεῖ γνωστὸν τοῖς ἀξίοις.

Ὁ γὰρ ἑωρακὼς ἐμέ, φησίν, ἑώρακε τὸν Πατέρα. Καὶ γὰρ ἀληθῶς ἡ τοῦ Λόγου νόησις ἀρίδηλος τοῦ γεννήσαντος αὐτὸν Νοῦ καθέστηκε γνῶσις, ὡς ἐν ἑαυτῷ δεικνύντος ὑφιστάμενον κατ᾽ οὐσίαν τὸν Νοῦν, πρὸς ὃν ἀνάγει τὸν ἐφιέμενον τῆς πρὸς Θεὸν κατὰ χάριν ταὐτότητος νοῦν, ἀπολυθέντα τῆς ἐν πλήθει τῶν ὄντων κατὰ τὴν νόησιν διαφορᾶς καὶ ποσότητος καὶ εἰς θεοειδῆ μονάδα συναχθέντα τῇ ταὐτότητί τε καὶ ἁπλότητι τῆς περὶ Θεὸν ἐπιτατικῆς ἀεικινησίας.

Πᾶς τοιγαροῦν πρακτικὸς νοῦς προσευχόμενος ἢ προφητεύων, τουτέστι τῶν ἀρετῶν ἐξαιτούμενος λόγους— οὕτω γὰρ νοητέον τὸ προσευχόμενος—ἢ τοὺς αὐτῶν τοῖς ἔργοις ἐκφαίνων τρόπους—οὕτω γὰρ ἐκληπτέον τὸ προφητεύων,—, μόνον ὁρᾶν ὤφειλε γυμνὸν τὸν τῆς πίστεως λόγον, μηδὲν νοῶν ἢ λογιζόμενος ἢ ποιῶν κατὰ πρόσκλησιν ἐπικαλύπτων τὴν κεφαλήν, ὑπὲρ αὐτὴν ἄλλό τι τιθέμενος.

Καὶ πᾶσα γυνή, τουτέστι πρακτικοῦ νοὸς ἕξις, προσευχομένη ἢ προφητεύουσα ἤγουν κατὰ διάθεσιν ἀφανῶς κινουμένη ἢ τοῖς ἐκτὸς ἤθεσι διαπλάττουσα τὴν ἀρετὴν ἄνευ λογικῆς διακρίσεως, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, πρὸς πάθος μετερχομένη τὸ ἀγαθόν, οἷα τοῦ καλλωπίζοντος, ὡς ἐπιβλήματος, ἐστερημένη λόγου.

Καὶ πᾶς νοῦς τὴν φυσικὴν ἀσκούμενος θεωρίαν, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, τουτέστι γνωστικῶς τοὺς τῶν ὄντων λόγους ἐπιζητῶν ἢ τούτους διδασκαλικῶς ἄλλοις παραδιδοὺς μετὰ τῆς πρὸς ἄλλό τι καθ᾽ οἱονδήποτε τρόπον ῥοπῆς ἄνευ τοῦ κατ᾽ εὐσέβειαν σκοποῦ, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, ὡς ὑπερθέμενός τι τῶν παρερχομένων τῆς ὀρθῆς κατ᾽ εὐσέβειαν γνώσεως.

Καὶ πᾶσα γυνή, τουτέστιν αἴσθησις, φυσικῶς τοῖς αἰσθητοῖς προσβάλλουσα, κατὰ κεφαλῆς μὴ ἔχουσα τοὺς νοεροὺς τῶν ὁρωμένων λόγους αὐτὴν περικαλύπτοντας, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, πρὸς πάθος διὰ τὴν φυσικὴν σχέσιν τὴν τῶν ὁρωμένων ἐπερχομένη θεωρίαν.

Καὶ πᾶς νοῦς μυστικῆς γενόμενος ἐραστὴς θεολογίας, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, τουτέστι ταῖς ἀδύτοις ἐμβατεύων ἀγνώστως θεωρίαις ἢ διδάσκων καὶ μυσταγωγῶν ἄλλους πρὸς θεολογίαν, εἴ τινα μορφὴν σχοίη νοήσεως, τὸν ὑπὲρ νόησιν λόγον μυσταγωγούμενος ἢ μυσταγωγῶν, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, τὸν ἁπλοῦν καὶ ὑπερέκεινα πάσης νοήσεως ὑποθείς τινι τῶν ὄντων καὶ γινωσκομένων, δέον πάσης αὐτὸν γυμνὸν ἐννοίας καὶ γνώσεως ἀνομμάτως ὁρᾶν τὸν ἀληθῆ Θεὸν Λόγον, γινώσκοντα σαφῶς ὡς ἐπὶ Θεοῦ μᾶλλον αἱ καθ᾽ ὑπεροχὴν στερήσεις ἀληθεύουσι, ποσῶς μηνύουσαι τὴν θείαν θέσιν διὰ τῆς τῶν ὄντων παντελοῦς ἀφαιρέσεως.

Καὶ πᾶσα γυνή, διάνοια τοῦ τοιούτου νοός, προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, τουτέστιν ἄφετος τῆς ἐπ᾽ αὐτῇ πολλοῖς πεπυκνωμένης μυστικοῖς θεωρήμασι νοερᾶς δυνάμεως, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, ἀποβαλομένη τήν, ὡς κεφαλὴν καλύπτουσαν τὸν νοῦν, θείαν καὶ ἀπόρρητον γνῶσιν.

Πᾶς οὖν ἀνήρ, ἤγουν νοῦς πρακτικὸς ἢ φυσικὸς ἢ θεολογικός, προσευχόμενος ἢ προφητεύων, τουτέστι διδασκόμενος ἢ διδάσκων, ἀκατακάλυπτον ἐχέτω τὴν κεφαλήν, τὸν Χριστόν, ὁ μὲν πρακτικός, μηδὲν πίστεως καὶ ἀρετῆς προκρίνων, ὁ δὲ φυσικός, μηδένα τοῦ πρώτου Λόγου ποιούμενος ἄλλον ἀνώτερον, ὁ δὲ θεολογικός, τὸν ὑπὲρ νόησιν καὶ γνῶσιν καθ᾽ ὁτιοῦν μὴ σχηματίζων ταῖς διὰ τῶν ὄντων νοήσεσι.

Καὶ πᾶσα γυνή, τουτέστιν ἕξις πρακτικοῦ ἢ αἴσθησις φυσικοῦ ἢ σοφὴ διάνοια θεολογικοῦ νοός, κατακαλυπτέσθω τὴν κεφαλήν, ἡ μὲν πρακτικὴ ἕξις, τῶν ποιητέων καὶ οὐ ποιητέων ἐπικειμένην ἔχουσα τὴν τοῦ λόγου διάκρισιν, ἡ δὲ αἴσθησις, τὴν ἐπὶ τοῖς ὁρωμένοις ἐπιστημονικὴν τοῦ λόγου δύναμιν, ἡ δὲ διάνοια, τὴν παντελῶς ἀναπόδεικτον τῶν ὑπὲρ νόησιν γνῶσιν.

Πᾶσα γὰρ ἕξις ἢ αἴσθησις ἢ διάνοια, μὴ καλυπτομένη κατὰ τὸν ἀποδοθέντα τρόπον, οὐδὲν διαφέρει τῆς ἐξυρημένης, τουτέστι τῆς μηδένα λόγον ἐχούσης ἀρετῆς ἢ θεοσεβείας ἢ γνώσεως μυστικῆς καὶ θείας ἀγάπης.

Ὀφείλει γοῦν ἔχειν καὶ διὰ τὸ εἰκὸς πᾶσα τοιαύτη γυνὴ τὴν ἐξουσίαν τοῦ λόγου διαπαντὸς ἐπὶ τῆς κεφαλῆς, λέγω δὲ τὴν λογικὴν ἐπιστασίαν, καὶ μάλιστα διὰ τοὺς ἀγγέλους τοὺς θεωμένους ἡμῶν τά τε φανερὰ καὶ ἀφανῆ κινήματα καὶ ἀπογραφομένους πᾶν νόημα καὶ ποίημα πρὸς ἔπαινον ἢ ἔλεγχον ἡμῶν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς διαγνώσεως, καὶ διὰ τοὺς κατὰ συνείδησιν λογισμούς, καὶ αὐτοὺς ἀγγέλους τροπικῶς νοουμένους, ἐπὶ τοῖς γινομένοις παρ᾽ ἡμῶν κατηγοροῦντας ἢ καὶ ἀπολογουμένους νῦν τε καὶ ὕστερον κατὰ τὴν ἡμέραν τῆς κρίσεως, καὶ διὰ τοὺς πονηροὺς ἀγγέλους τοὺς φυλαττομένους ἡμῶν καὶ ἕξιν καὶ αἴσθησιν καὶ διάνοιαν, ἵνα, ἐπὰν ἴδωσι γυμνωθεῖσαν τῆς λογικῆς τε καὶ νοερᾶς διακρίσεως καὶ εὐσεβείας καὶ γνώσεως, ἐπιθῶνται τὴν τῶν ἐναντίων αὐταῖς δημιουργοῦντες γένεσιν, ἀδιακρισίαν λέγω καὶ ἀσέβειαν καὶ ἄγνοιαν, δι᾽ ὧν κακίαν καὶ πλάνην καὶ ἀθεΐαν ἐνεργεῖν οἱ πονηροὶ πεφύκασι δαίμονες.

Κεφαλὴ δὲ Χριστοῦ ὁ Θεὸς εἴρηται, ὡς Λόγου φύσει Νοῦς κατ᾽ αἰτίαν ἀρχή.

 
-----------------------------
ΣΧΟΛΙΑ

1. Ὅτι ἀνήρ ἐστι καί ὁ τὴν πρακτικήν φιλοσοφίαν μετερχόμενος νοῦς.

2. Κεφαλήν εἶπεν τόν Χριστόν, ὡς ὑπόστασιν τῶν μελλόντων ἀγαθῶν. Ἡ γάρ πίστις, κατά τόν θεῖον Ἀπόστολον, μελλόντων ἐστίν ὑπόστασις, καί πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ὅπερ ἐστίν αὐτός, ἐν ᾧπέρ εἰσιν οἱ θησαυροί τῆς σοφίας ἀπόκρυφοι, καί τῆς γνώσεως.

3. Ἐνυπόστατος πίσις ἐστίν, ἡ ἐνεργής καί ἔμπρακτος, καθ᾿ ἥν ὁ τοῦ Θεοῦ Λόγος ἐν τοῖς πρακτικοῖς δείκνυται ταῖς ἐντολαῖς σωματούμενος· δι᾿ ὧν ὡς Λόγος πρός τόν ἐν ᾧ κατά φύσιν ἐστίν ἀνάγει Πατέρα τούς πράττοντας.

4. Ὅτι ἀνήρ ἐστιν καί ὁ τήν φυσικήν θεωρίαν εὐσεβῶς ἀσκούμενος νοῦς, τόν κατά πίστιν τῇ διανοίᾳ θεωρητόν τοῦ Θεοῦ Λόγον κεφαλήν ἔχων, ὡς αἰτίαν τῆς τῶν ὁρωμένων γενέσεως.

5. Ἐπειδή, φησίν, συνεπινοεῖται πάντως τῷ γενεσιουργῷ τῶν ὄντων Λόγῳ καί Νοῦς, πρός ὅν ἔχει κατ᾿ αἰτίαν τήν ἀναφοράν ὁ Λόγος· κεφαλήν τοῦ Χριστοῦ κέκληκε τόν Πατέρα ὡς Νοῦν Λόγου κατά φύσιν γεννήτορα.

6. Ὅτι ἀνήρ ἐστι, καί ὁ τήν μυστικήν διδασκόμενος θεολογίαν.

7. Καθ᾿ ὑπεροχήν ἐκδέχου τό ἀνοήτως. Ὑπέρ νόησιν γάρ τό πιστευόμενον, ὅπερ ἐστίν ὁ Θεός.

8. Ὁ τήν ἄμεσον τῇ καθ᾿ ὑπεροχήν στερήσει τῶν γενητῶν πρός τόν ἐπέκεινα παντός λόγου Λόγον ἀγνώστως λαβών, φησίν, αὐτοψίαν, αὐτόν ἔχει κεφαλήν τόν πάντη μονώτατον Λόγον· ὑπέρ ὅν ἤ μεθ᾿ οὗ, ἤ μεθ᾿ ὅν ἕτερος φύσει καθάπαξ οὐχ ὑφέστηκε λόγος, οὗ ὁ εἷς φύσει Νοῦς ὑπάρχει γεννήτωρ· πρός ὅν ὡς κεφαλήν ἀνάγων διά τοῦ συμφυοῦς κατ᾿ οὐσίαν Πνεύματος τόν ἑπόμενον συνίστησι νοῦν.

9. Τοῦ μέν πρακτικοῦ γυναῖκά φησιν εἶναι τήν ἕξιν, ὡς τῶν κατ᾿ ἀρετήν τρόπων γεννητικήν· τοῦ δέ φυσικοῦ, τήν ἐξευγενισθεῖσαν τοῖς λόγοις τοῦ Πνεύματος αἴσθησιν, ὡς τίκτουσαν τάς τῶν ὄντων ἀπαθεῖς φαντασίας· τοῦ δέ θεολογικοῦ τήν καθαράν διάνοιαν τοῦ ἑνός τρισσοφαοῦς φωτός μοναδικῶς δεκτικήν.

10. Χριστόν λέγει τόν ὑπερούσιον, καί ὑπερουσίως σαρκωθέντα Λόγον, ὅτι μηδέ τήν σάρκωσιν αὐτοῦ λόγῳ φυσικῷ κατέλαβε νοῦς. Τούτου δέ κεφαλήν εἶναί φησι, τόν κατά φύσιν αἴτιον Νοῦν, κατ᾿ αἰτίαν φύσει τῷ Λόγῳ συνεπινοούμενον. Ὁ γάρ τῇ πίστει τόν Λόγον ἑωρακώς, ἀχρόνως ἅμα τῷ Λόγῳ τόν τοῦ Λόγου γεννήτορα Νοῦν, ὡς ἐν αὐτῷ κατ᾿ οὐσίαν ὄντα, μυστικῶς συνεώρακεν. Φασί δέ τινες Χριστόν μέν λέγεσθαι τοῦ Χριστοῦ τό ἀνθρώπινον, ὡς τοῦ παντός, ἤγουν τῆς ὅλης φύσεως κεφαλήν. Οὗπερ ἀνθρωπίνου δῆλον, ἡ τοῦ Χριστοῦ θεότης καθέστηκε κεφαλή. Τῇ γάρ ὀνομασίᾳ τοῦ ὅλου τά μέρη καλέσαντες, ὀρθήν ἐκδεδώκασιν ἔννοιαν.

11. Ἡ πρός τόν Θεόν τοῦ τελειωθέντος νοῦ κατά χάριν ταυτότης, ἐστίν ἡ περί τό φύσει ταυτόν ἁπλῆ καί ἀδιαίρετος κίνησις, περί ἥν νοητῶν ἀνάληψις οὐκ ἔστι, ποσῷ τε τῷ κατ᾿ οὐσίαν καί τῷ κατά δύναμιν ποιῷ διαφερόντων· ἀλλ᾿ ἀπόλαυσις ἄῤῥητος, αἴσθησιν ἔχουσα τήν ὑπέρ νόησιν.

12. Προσευχήν λέγει τοῦ μέν πρακτικοῦ, τήν τῶν ἀρετῶν αἴτησιν· προφητείαν δέ τῶν ἐν αὐταῖς λόγων τήν ἀληθῆ διδασκαλίαν· τοῦ δέ φυσικοῦ προσευχήν φησιν εἶναι, τὴν περί τῶν ὄντων ἐπιστημονικῆς γνώσεως αἴτησιν· προφητείαν δέ, τήν ταύτης κατά τήν ἀληθῆ διδασκαλίαν εἰς ἄλλους μετάδοσιν· τοῦ δέ θεολογικοῦ προσευχήν εἶναι λέγει, τήν ἀπόῤῥητον σιγήν· καθ᾿ ἥν ὁ νοῦς ὑπεροχικῶς τῇ στερήσει τῶν ὄντων ἄξιος γίνεται τῆς ὑπέρ νόησιν καί γνῶσιν ἑνώσεως· προφητείαν δέ, τήν ἄλλων περί ταύτην μυσταγωγίαν. Ἡ γάρ προσευχή πρός Θεόν ποιεῖται τοῦ προσευχομένου τήν ἕνωσιν· ἡ δέ προφητεία διά Θεόν τοῖς ἀνθρώποις κοινωνῆσαι τῶν δοθέντων καλῶν πείθει τόν προφητεύοντα.

13. Νοεῖ τὸν Θεὸν ὡς Λόγος μηδὲν ἀντιλαμβανόμενος, τουτέστι οὐδὲν τῶν δυναμένων ὑπὸ ἀντίληψιν γενέσθαι, ἢ μηδὲν νοούμενος, τουτέστι οὐδὲν τῶν δυναμένων νοηθῆναι, ἤτοι ἐν τῷ λογισμῷ ἐλθεῖν, ἢ μηδὲν ποιούμενος, τουτέστι οὐδὲν τῶν τῇ γεννήσει καὶ τῇ φθορᾷ ὑποκειμένων -ταῦτα γὰρ κυρίως λέγονται πράξεις- νοεῖ ὅτι ὁ Λόγος ἐστι.

14. Ὅταν τό θεῖον καταφάσκωμεν, φησίν, συνεπινοοῦμεν μὲν αὐτό τοῖς οὖσιν· ἀλλ᾿ ὡς αἰτίαν ποιητικήν. Ὅταν δέ τῶν ὄντων αὐτό παντελῶς ἀποφάσκωμεν, οὔτε κατ᾿ αἰτίαν αὐτό συνεπινοοῦμεν τοῖς οὖσιν· ὅτι μηδεμίαν, ἀληθῶς εἰπεῖν, ἔχει πρός τά ὄντα σχέσιν· καθ᾿ ἥν τήν ἐπ᾿ ἀμφοῖν ὧν ἐστι σχέσις ἔννοιαν ἅμα συναναφέρειν πεφύκαμεν. Οὐκοῦν ὁ καλός θεολόγος τήν καθ᾿ ὑπεροχήν ἀγνωσίαν θέσιν γνώσεως ἀληθοῦς ποιεῖται, τοῦ Θεοῦ τό παντελῶς ἀνεννόητον.

15. Τοιαύτην οὖν θέσιν λαμβάνουσιν αἱ καθ' ὑπεροχὴν στερήσεις. Δεικνύουσι γὰρ ὅτι ὑπάρχει μόνον ὁ Θεός, ἀρνούμεναι ὅτι ἐστὶ τῶν ὑπαρχόντων ἢ δυναμένων ὑπὸ ἀντίληψιν γενέσθαι ἢ νοηθῆναι ἢ λεχθῆναι.

 

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets