32. ΕΡΩΤΗΣΙΣ ΛΒ'
Τί ἐστιν εἰ ἄρα ψηλαφήσαιεν καὶ εὕροιεν Θεόν; Πῶς τις ψηλαφῶν εὑρίσκει Θεόν;
Ἀπόκρισις.
Ὁ πᾶσαν τὴν φαινομένην τοῦ νόμου σωματικὴν λατρείαν μὴ κατ᾽ αἴσθησιν ὁρῶν, ἀλλὰ ταῖς κατὰ νοῦν ἐφόδοις ἕκαστον τῶν ὁρωμένων συμβόλων διασκοπήσας, τὸν ἐν ἑκάστῳ κεκρυμμένον θεοτελῆ λόγον ἐκδιδασκόμενος, ἐν τῷ λόγῳ τὸν Θεὸν εὑρίσκει, καλῶς ψηλαφῶν διὰ τῆς νοερᾶς δυνάμεως ὡς ἐν φορυτῷ τῇ ὕλῃ τῶν νομικῶν διατάξεων εἴ που κεκρυμμένον εὕροι τῇ σαρκὶ τοῦ νόμου τὸν τὴν αἴσθησιν παντελῶς διαφεύγοντα μαργαρίτην Λόγον.
Ὡσαύτως δὲ καὶ ὁ τὴν φύσιν τῶν ὁρωμένων μὴ τῇ αἰσθήσει μόνῃ περιγράφων, ἀλλὰ κατὰ νοῦν σοφῶς τὸν ἐν ἑκάστῳ κτίσματι λόγον διερευνώμενος, εὑρίσκει Θεόν, ἀπὸ τῆς προβεβλημένης τῶν ὄντων μεγαλουργίας τὴν αὐτῶν τῶν ὄντων διδασκόμενος αἰτίαν.
Ἐπειδὴ τοίνυν ἴδιον τοῦ ψηλαφῶντος ἡ διάκρισίς ἐστιν, ὁ τὰ νομικὰ σύμβολα γνωστικῶς ἐπερχόμενος καὶ τὴν φαινομένην τῶν ὄντων φύσιν ἐπιστημονικῶς θεώμενος, διακρίνων τὴν Γραφὴν καὶ τὴν κτίσιν καὶ ἑαυτόν, τὴν μὲν Γραφὴν εἰς γράμμα καὶ πνεῦμα, τὴν δὲ κτίσιν εἰς λόγον καὶ ἐπιφάνειαν, ἑαυτὸν δὲ εἰς νοῦν καὶ αἴσθησιν, καὶ τῆς μὲν Γραφῆς τὸ πνεῦμα, τῆς δὲ κτίσεως τὸν λόγον, ἑαυτοῦ δὲ τὸν νοῦν λαβὼν καὶ ἀλλήλοις ἀλύτως ἑνώσας, εὗρε Θεόν, ὡς ἐπιγνούς, καθὼς δεῖ καὶ δυνατόν ἐστιν, τὸν Θεὸν τὸν ἐν νῷ καὶ λόγῳ καὶ πνεύματι, πάντων τῶν πλανώντων καὶ εἰς μυρίας δόξας κατασυρόντων ἀπαλλαγείς, λέγω δὲ γράμματος καὶ ἐπιφανείας καὶ αἰσθήσεως, ἐν οἷς ἡ διάφορος ὑπάρχει ποσότης καὶ τῆς μονάδος ἀντίθετος.
Εἰ δὲ τὸ γράμμα τοῦ νόμου καὶ τὴν τῶν ὁρωμένων ἐπιφάνειαν καὶ τὴν οἰκείαν αἴσθησιν ἀλλήλοις τις προσπλέξας συμφύρῃ, τυφλός ἐστι μυωπάζων, τὴν τῆς αἰτίας τῶν ὄντων ἀγνωσίαν νοσῶν.
ΣΧΟΛΙΟΝ
1. Ὁ μόνον, φησίν, τῆς Γραφῆς τό πνεῦμα δίχα τῶν τύπων καί τῆς κτίσεως δίχα τῶν σχημάτων τούς λόγους, κατά μόνον τόν νοῦν, τῆς κατά τήν αἴσθησιν ἐνεργείας ἀπηλλαγμένον ἑωρακώς, εὗρεν Θεόν· ἐν μέν τῷ πνεύματι τῆς Γραφῆς, ὡς ἀγαθότητος· ἐν δέ τοῖς τῶν ὄντων λόγοις, ὡς δυνάμεως· ἐν ἑαυτῷ δέ, ὡς σοφίας αἴτιον. Οἱ γάρ τῶν ἐξ οὐκ ὄντων λόγοι, τήν δύναμιν ἀφηγοῦνται τοῦ Κτίσαντος· καί τό τῆς Γραφῆς πνεῦμα πρός θέωσιν ἐπανάγον πλανηθέντας, τήν ἀγαθότητα διαγγέλλει τοῦ γράψαντος· καί τό καθ᾿ ἡμᾶς νοερόν, ἀδιαστάτως τούς τῶν γεγονότων λόγους χωροῦν, ἀναφανδόν τήν τοῦ Τεχνίτου κηρύσσει σοφίαν.