33. ΕΡΩΤΗΣΙΣ ΛΓ'
Τί ἐστι ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ, ὃ ἐὰν εἴπῃ; Τί ἐστι τὸ καὶ μὴ διακριθῇ;
Ἀπόκρισις.
Ὁ μὲν θεῖος καὶ μέγας ἀπόστολος, τί ἐστι πίστις ὁρίζων, φησὶ πίστις ἐστὶν ἐλπιζομένων ὑπόστασις καὶ πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Εἰ δέ τις καὶ ἐνδιάθετον ἀγαθὸν αὐτὴν ὁρίσαιτο ἢ γνῶσιν ἀληθῆ τῶν ἀπορρήτων ἀγαθῶν ἀποδεικτικήν, τῆς ἀληθείας οὐ διήμαρτεν. Ὁ δὲ Κύριος, διδάσκων περὶ τῶν ἀπορρήτων ἀγαθῶν καὶ τῶν ἐλπιζομένων καὶ οὐχ ὁρωμένων, φησὶν ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. Οὐκοῦν ταὐτὸν τῇ βασιλείᾳ τοῦ Θεοῦ ἡ τοῦ Θεοῦ πίστις ἐστίν, κατὰ μόνην ἐπίνοιαν διαιρουμένη πρὸς τὴν βασιλείαν. Ἡ μὲν γὰρ πίστις ἀνείδεος Θεοῦ βασιλεία ἐστίν, ἡ δὲ βασιλεία πίστις θειωδῶς εἰδοπεποιημένη. Ὥστε κατὰ τοῦτον τὸν λόγον οὐκ ἐκτὸς ἡμῶν ἐστιν ἡ πίστις, ἥτις, ἐνεργουμένη ταῖς θείαις ἐντολαῖς, γίνεται βασιλεία Θεοῦ, μόνοις γινωσκομένη τοῖς ἔχουσι. Εἰ δὲ ἡ βασιλεία τοῦ Θεοῦ ἐνεργουμένη πίστις ἐστίν, ἡ δὲ βασιλεία τοῦ Θεοῦ τῶν αὐτὴν βασιλευόντων ἄμεσον πρὸς τὸν Θεὸν ποιεῖται τὴν ἕνωσιν, ἡ πίστις ἀπεδείχθη σαφῶς ὑπάρχουσα δύναμις σχετικὴ ἢ σχέσις δραστικὴ τῆς ὑπὲρ φύσιν ἀμέσου τοῦ πιστεύοντος πρὸς τὸν πιστευόμενον Θεὸν τελείας ἑνώσεως.
Ἐπειδὴ τοίνυν ὁ ἄνθρωπος ἐκ ψυχῆς ὑπάρχων καὶ σώματος, δυσὶ σαλεύεται νόμοις, σαρκὸς λέγω καὶ πνεύματος, καὶ ὁ μὲν τῆς σαρκὸς νόμος κατὰ τὴν αἴσθησιν, ὁ δὲ τοῦ πνεύματος κατὰ τὸν νοῦν κέκτηται τὴν ἐνέργειαν, καὶ ὁ μὲν τῆς σαρκὸς ὕλῃ συνδεῖν πέφυκε κατὰ τὴν αἴσθησιν ἐνεργούμενος, ὁ δὲ τοῦ πνεύματος κατὰ νοῦν ἐνεργούμενος πρὸς τὸν Θεὸν ἀμέσως ποιεῖται τὴν ἕνωσιν, εἰκότως ὁ μὴ διακριθεὶς ἐν τῇ καρδίᾳ αὐτοῦ, τουτέστιν ἐν τῷ νοῖ μὴ διακρίνας ἤγουν διατεμὼν τὴν διὰ τῆς πίστεως πρὸς τὸν Θεὸν γεγενημένην ἄμεσον ἕνωσιν, ὡς ἀπαθής, μᾶλλον δὲ Θεὸς ἤδη διὰ τῆς πίστεως τῇ ἑνώσει γεγενημένος, ἐρεῖ τῷ ὄρει τούτῳ μεταβῆναι καὶ μεταβήσεται, δεικτικῶς διὰ τοῦ τούτῳ φάναι τὸ φρόνημα καὶ τὸν νόμον δηλῶν τῆς σαρκός, τὸν βαρὺν ὄντως καὶ δυσμετακίνητον καί, ὅσον πρὸς δύναμιν φυσικήν, παντελῶς ἀκίνητον καὶ ἀσάλευτον.
Τοσοῦτον γὰρ ἐρρίζωται τῇ φύσει τῶν ἀνθρώπων διὰ τῆς αἰσθήσεως τῆς ἀλογίας ἡ δύναμις, ὥστε τοὺς πολλοὺς μὴδ᾽ ἄλλό τι νομίζειν εἶναι τὸν ἄνθρωπον ἢ σάρκα, δύναμιν πρὸς ἀπόλαυσιν τῆς παρούσης ζωῆς τὴν αἴσθησιν ἔχουσαν. Πάντα γοῦν δυνατὰ τῷ πιστεύοντι καὶ μὴ διακρινομένῳ, τουτέστι μὴ διαιρουμένῳ τῆς κατὰ νοῦν διὰ τῆς πίστεως γεγενημένης αὐτῷ πρὸς τὸν Θεὸν ἑνώσεως διὰ τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς κατὰ τὴν αἴσθησιν σχέσιν, ὅσα κόσμου καὶ σαρκὸς τὸν νοῦν ἀλλοτριοῖ, Θεῷ δὲ προσοικειοῖ τετελειωμένον τοῖς κατορθώμασιν.
ΣΧΟΛΙΑ
1. Τήν ψιλήν πίστιν λέγει βασιλείαν ἀνείδεον, οὐκ ἔχουσαν τήν ἐκ τῶν ἀρετῶν θείαν ὁμοίωσιν. Βασιλείαν δέ λέγει τήν ἔχουσαν διά τῶν ἔργων τήν θείαν μορφήν τῆς ἀγαθότητος πίστιν.
2. Πίστις, φησίν, ἀναπόδεικτος γνῶσίς ἐστιν. Εἰ δέ γνῶσις ἀναπόδεικτός ἐστιν, ἄρα σχέσις ἐστίν ὑπέρ φύσιν ἡ πίστις, δι᾿ ἧς ἀγνώστως, ἀλλ᾿ οὐκ ἀποδεικτικῶς ἑνούμεθα τῷ Θεῷ, κατά τήν ὑπέρ νόησιν ἕνωσιν.
3. Τήν ἄμεσον λαβών πρός τόν Θεόν ἕνωσιν ὁ νοῦς, τήν τοῦ νοεῖν καί νοεῖσθαι κατά φύσιν παντελῶς δύναμιν ἔχει σχολάζουσαν. Ὁπηνίκα γοῦν ταύτην λύσει νοήσας τι τῶν μετά Θεόν, διεκρίθη τεμών τήν ὑπέρ νόησιν ἕνωσιν· καθ᾿ ἥν ἕως ἐστί τῷ Θεῷ συνημμένος, ὡς ὑπέρ φύσιν, καί τῇ μεθέξει Θεός γεγενημένος, καθάπερ ὅρος ἀκίνητον, ἑαυτοῦ τόν τῆς φύσεως μετατίθησι νόμον.
4. Προσυπακουστέον φησί τό· Πάντα δυνατά τῷ πιστεύοντι, τά ὅσα κόσμου καί σαρκός τόν νοῦν ἀλλοτριοῖ. Ταῦτα γάρ εἰσι τά δυνατά τῷ πιστεύοντι παρά Θεῷ.