Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 10 Απριλίου 2013

ΜΓ (43). ΠΕΡΙ ΤΟΥ ΞΥΛΟΥ ΤΗΣ ΖΩΗΣ ΚΑΙ ΤΟΥ ΞΥΛΟΥ ΤΗΣ ΠΑΡΑΚΟΗΣ.


43. ΕΡΩΤΗΣΙΣ ΜΓ'

Εἰ τὸ ξύλον τῆς ζωῆς ἡ σοφία λέγεται εἶναι παρὰ τῇ Γραφῇ, ἔργον δὲ σοφίας τὸ διακρίνειν καὶ γνῶναι «τὸ γνωστὸν τοῦ καλοῦ καὶ τοῦ πονηροῦ ξύλον», τί διαφέρει λοιπὸν τοῦ ξύλου τῆς ζωῆς;


Ἀπόκρισις.

Πολλὰ μὲν εἰπεῖν δυνάμενοι περὶ τοῦ προκειμένου ζητήματος διὰ τῆς ἐν αὐτοῖς χάριτος οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, σιωπῇ μᾶλλον τιμήσαντες τὸν τόπον ἡγήσαντο κρεῖττον, διὰ τὴν τῶν πολλῶν διάνοιαν μὴ δυναμένην ἐφικέσθαι τοῦ βάθους τῶν γεγραμμένων, μηδὲν βαθύτερον εἰπεῖν ἀνασχόμενοι. Εἰ δὲ καὶ εἶπόν τινες, πρότερον διακρίναντες τῶν ἀκουόντων τὴν δύναμιν, οὕτω μέρος πρὸς λυσιτέλειαν τῶν διδασκομένων εἰρηκότες, τὸ πλεῖστον κατέλιπον ἀνεξέταστον.

Διὸ κἀγὼ σιωπῇ μᾶλλον τὸν τόπον παρελθεῖν διενοούμην, εἰ μὴ λυπεῖσθαι τὴν ὑμετέραν φιλόθεον ψυχὴν ὑπενόησα. Πλὴν ἀλλ᾽ ὑμῶν χάριν ἐρῶ τὸ πᾶσιν δυνάμενον εἶναι κατάλληλον καὶ μικροῖς καὶ μεγάλοις τὴν διάνοιαν πρόσφορον.

Τὸ ξύλον τῆς ζωῆς καὶ τὸ μὴ τοιοῦτον, ἐξ αὐτοῦ μόνου τοῦ τὸ μὲν ζωῆς ξύλον ὀνομασθῆναι, τὸ δὲ οὐ ζωῆς ἀλλὰ μόνον γνωστὸν καλοῦ καὶ πονηροῦ, πολλὴν καὶ ἄφατον ἔχουσι τὴν διαφοράν. Τὸ γὰρ τῆς ζωῆς ξύλον πάντως καὶ ζωῆς ἐστι ποιητικόν, τὸ δὲ μὴ ζωῆς ξύλον δηλονότι θανάτου ποιητικόν. Τὸ γὰρ μὴ ποιητικὸν ζωῆς ἐκ τοῦ μὴ προσαγορευθῆναι ζωῆς ξύλον θανάτου σαφῶς ἂν εἴη ποιητικόν· ἄλλο γὰρ οὐδὲν τῇ ζωῇ κατ᾽ ἐναντίωσιν ἀντιδιαιρεῖται.

Ἄλλως τε δὲ καὶ ὡς σοφία τὸ ξύλον τῆς ζωῆς πλείστην ἔχει διαφορὰν πρὸς τὸ ξύλον τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ, τὸ μήτε ὂν σοφία μήτε ὠνομασμένον. Τῆς μὲν γὰρ σοφίας ἴδιον νοῦς καὶ λόγος, τῆς δὲ τῇ σοφίᾳ κατὰ τὸ ἐναντίον ἀντικειμένης ἕξεως ἴδιον ἀλογία καὶ αἴσθησις. Οὐκοῦν ἐπειδὴ ἐκ ψυχῆς νοερᾶς καὶ σώματος αἰσθητικοῦ συνεστὼς πρὸς γένεσιν ἦλθεν ὁ ἄνθρωπος, ἔστω κατὰ μίαν ἐπιβολὴν ξύλον ζωῆς ὁ τῆς ψυχῆς νοῦς, ἐν ᾧ τῆς σοφίας ὑπάρχει τὸ χρῆμα, ξύλον δὲ γνωστὸν καλοῦ καὶ πονηροῦ ἡ τοῦ σώματος αἴσθησις, ἐν ᾗ τῆς ἀλογίας ὑπάρχει σαφῶς ἡ κίνησις· ἧς κατὰ τὴν πεῖραν μὴ ἅψασθαι δι᾽ ἐνεργείας ὁ ἄνθρωπος τὴν θείαν λαβὼν ἐντολὴν οὐκ ἐφύλαξεν.

Ἀμφότερα δὲ τὰ ξύλα κατὰ τὴν Γραφὴν τινῶν εἰσι διακριτικά, ἤγουν ὁ νοῦς καὶ ἡ αἴσθησις. Οἷον, ὁ μὲν νοῦς ἔχει δύναμιν διακριτικὴν νοητῶν καὶ αἰσθητῶν, προσκαίρων καὶ αἰωνίων, μᾶλλον δέ, ψυχῆς ὑπάρχων δύναμις διακριτική, τῶν μὲν αὐτὴν ἀντέχεσθαι πείθει, τῶν δὲ ὑπεραίρεσθαι. Ἡ δὲ αἴσθησις ἔχει δύναμιν διακριτικὴν ἡδονῆς σωμάτων καὶ ὀδύνης, μᾶλλον δέ, δύναμις ὑπάρχουσα ἐμψύχων καὶ αἰσθητικῶν σωμάτων, τὴν μὲν ἐπισπᾶσθαι πείθει, τὴν δὲ ἀποπέμπεσθαι.

Ἐὰν μὲν οὖν ὁ ἄνθρωπος μόνης τῆς καθ᾽ ἡδονὴν καὶ ὀδύνην αἰσθητικῆς τῶν σωμάτων γένηται διακρίσεως, τὴν θείαν παραβὰς ἐντολήν, ἐσθίει τὸ ξύλον τὸ γνωστὸν καλοῦ τε καὶ πονηροῦ, τουτέστι τὴν κατ᾽ αἴσθησιν ἀλογίαν, μόνην ἔχων τὴν συστατικὴν τῶν σωμάτων διάκρισιν, καθ᾽ ἥν, ὡς μὲν καλοῦ, τῆς ἡδονῆς ἀντέχεται, ὡς δὲ κακοῦ, τῆς ὀδύνης ἀπέχεται· ἐὰν δὲ μόνης τῆς τῶν αἰωνίων διακρινούσης τὰ πρόσκαιρα διόλου νοερᾶς γένηται διακρίσεως, τὴν θείαν φυλάξας ἐντολήν, ἐσθίει τὸ ξύλον τῆς ζωῆς, τὴν κατὰ νοῦν λέγω συνισταμένην σοφίαν, μόνην ἔχων τὴν συστατικὴν τῆς ψυχῆς διάκρισιν, καθ᾽ ἥν, ὡς μὲν καλοῦ, τῆς τῶν αἰωνίων ἀντέχεται δόξης, ὡς δὲ κακοῦ, τῆς τῶν προσκαίρων ἀπέχεται φθορᾶς.

Πολλὴ τοιγαροῦν ἐστιν ἡ διαφορὰ τῶν δύο ξύλων, καὶ τῆς αὐτῶν φυσικῆς διακρίσεως, καὶ τῆς ἐν ἑκάστῳ προσφυοῦς ἐμφάσεως, ὁμωνύμως ἐκφωνηθείσης ἄνευ διαστολῆς προσηγορίας τοῦ καλοῦ τε καὶ τοῦ κακοῦ, καὶ πολλὴν δύναται ποιῆσαι τοῖς μὴ σοφῶς τε καὶ ἐπεσκεμμένως ἐντυγχάνουσι τοῖς Λογίοις τοῦ Πνεύματος τὴν πλάνην. Ἀλλ᾽ ὑμεῖς σοφοὶ διὰ τῆς χάριτος ὄντες, γνῶτε ὅτι τὸ ἁπλῶς λεγόμενον κακὸν οὐ πάντως κακόν, ἀλλὰ πρός τι μὲν κακόν, πρός τι δὲ οὐ κακόν· ὡσαύτως καὶ τὸ ἁπλῶς λεγόμενον καλὸν οὐ πάντως καλόν, ἀλλὰ πρός τι μὲν καλόν, πρός τι δὲ οὐ καλόν· καὶ τὴν ἐκ τῆς ὁμωνυμίας βλάβην φυλάξασθε.

 
---------------------
ΣΧΟΛΙΑ

  1. Νοῦ μέν γάρ καλόν ἐστιν, ἡ ἀπαθής πρός τό πνεῦμα διάθεσις· κακόν δέ, ἡ ἐμπαθής πρός τήν αἴσθησιν σχέσις. Αἰσθήσεως δέ καλόν ἐστιν, ἡ καθ᾿ ἡδονήν ἐμπαθής πρός τό σῶμα κίνησις· κακόν δέ, ἡ κατ᾿ ἀρετήν ταύτῃ ἐπιγινομένη διάθεσις.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets