Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 10 Απριλίου 2013

ΜΒ (42). ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΗΜΕΙΣ ΛΕΓΟΜΕΘΑ ΠΟΙΗΣΑΙ ΤΗΝ ΑΜΑΡΤΙΑΝ, Ο ΔΕ ΚΥΡΙΟΣ ΓΕΝΕΣΘΑΙ ΜΕΝ ΑΜΑΡΤΙΑ, ΜΗ ΕΙΔΕΝΑΙ ΔΕ ΑΥΤΗΝ;


42. ΕΡΩΤΗΣΙΣ ΜΒ'

Πῶς ἡμεῖς μὲν ποιῆσαι λεγόμεθα τὴν ἁμαρτίαν καὶ εἰδέναι, ὁ δὲ Κύριος γενέσθαι μὲν ἁμαρτία λέγεται, μὴ γνῶναι δὲ αὐτήν; Πῶς δὲ καὶ τοῦ ποιῆσαι καὶ εἰδέναι αὐτὴν οὐκ ἔστι βαρύτερον τὸ γενέσθαι καὶ μὴ γνῶναι; Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, φησίν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν.


Ἀπόκρισις.

Φθαρεῖσα πρότερον τοῦ κατὰ φύσιν λόγου τοῦ Ἀδὰμ ἡ προαίρεσις τὴν φύσιν ἑαυτῇ συνέφθειρεν, ἀποθεμένην τῆς ἀπαθείας τὴν χάριν. Καὶ γέγονεν ἁμαρτία, πρώτη μὲν καὶ εὐδιάβλητος, ἡ πρὸς κακίαν ἀπὸ τοῦ ἀγαθοῦ τῆς προαιρέσεως ἔκπτωσις, δευτέρα δέ, διὰ τὴν πρώτην, ἡ τῆς φύσεως ἐξ ἀφθαρσίας εἰς φθορὰν ἀδιάβλητος μεταποίησις. Δύο γὰρ ἁμαρτίαι γεγόνασιν ἐν τῷ προπάτορι κατὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς, ἡ μὲν διαβεβλημένη, ἡ δὲ ἀδιάβλητος, αἰτίαν ἔχουσα τὴν διαβεβλημένην, καὶ ἡ μὲν προαιρέσεως, ἑκουσίως ἀποθεμένης τὸ ἀγαθόν, ἡ δὲ φύσεως, ἀκουσίως διὰ τὴν προαίρεσιν ἀποθεμένης τὴν ἀθανασίαν.

Ταύτην οὖν τὴν διάλληλον φθοράν τε καὶ ἀλλοίωσιν τῆς φύσεως ὁ Κύριος ἡμῶν καὶ Θεὸς διορθούμενος, ὁλόκληρον τὴν φύσιν λαβών, εἶχε καὶ αὐτὸς ἐν τῇ ληφθείσῃ φύσει τὸ παθητὸν τῇ κατὰ προαίρεσιν ἀφθαρσίᾳ κοσμούμενον, καὶ γέγονε φύσει μὲν διὰ τὸ παθητὸν ὑπὲρ ἡμῶν ἁμαρτία, μὴ γνοὺς δὲ τὴν γνωμικὴν ἁμαρτίαν διὰ τὴν ἀτρεψίαν τῆς προαιρέσεως· τὸ δὲ παθητὸν τῆς φύσεως διὰ τὴν ἀφθαρσίαν τῆς προαιρέσεως διωρθώσατο, τὸ τέλος τοῦ παθητοῦ τῆς φύσεως, φημὶ δὲ τὸν θάνατον, τῆς κατὰ φύσιν πρὸς ἀφθαρσίαν μεταποιήσεως ἀρχὴν ποιησάμενος.

Καὶ γέγονεν, ὥσπερ δι᾽ ἑνὸς ἀνθρώπου τραπέντος ἑκουσίως ἀπὸ τοῦ ἀγαθοῦ τὴν προαίρεσιν εἰς πάντας ἀνθρώπους ἡ τῆς φύσεως ἐξ ἀφθαρσίας εἰς φθορὰν μεταποίησις, οὕτως δι᾽ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, μὴ τραπέντος ἀπὸ τοῦ ἀγαθοῦ τὴν προαίρεσιν, εἰς πάντας ἀνθρώπους ἡ τῆς φύσεως ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ἀποκατάστασις.

Τὴν ἐμὴν οὖν μὴ γνοὺς ἁμαρτίαν ὁ Κύριος, τουτέστι τὴν τροπὴν τῆς ἐμῆς προαιρέσεως, τὴν ἐμὴν οὐκ ἔλαβεν ἁμαρτίαν οὔτε γέγονεν, ἀλλὰ τὴν δι᾽ ἐμὲ [γέγονεν] ἁμαρτίαν, τουτέστι τὴν διὰ τὴν τροπὴν τῆς ἐμῆς προαιρέσεως φθορὰν τῆς φύσεως, ἀναλαβών, ὑπὲρ ἡμῶν γέγονε φύσει παθητὸς ἄνθρωπος, διὰ τῆς δι᾽ ἐμὲ ἁμαρτίας τὴν ἐμὴν ἀνελὼν ἁμαρτίαν.

Καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ τὸ περὶ κακίαν τῆς προαιρέσεως ἴδιον τὸ κοινὸν τῆς ἀφθαρσίας ἀφείλετο κλέος τῆς φύσεως, φύσιν ἀθάνατον ἔχειν οὐκ εἶναι καλὸν κρίναντος τοῦ Θεοῦ τὸν κακισθέντα τὴν προαίρεσιν ἄνθρωπον, οὕτως ἐν τῷ Χριστῷ τὸ περὶ τὸ καλὸν τῆς προαιρέσεως ἴδιον τὸ κοινὸν τῆς φθορᾶς αἶσχος τῆς ὅλης ἀφείλετο φύσεως, κατὰ τὴν ἀνάστασιν μεταπλασθείσης εἰς ἀφθαρσίαν τῆς φύσεως διὰ τὴν ἀτρεψίαν τῆς προαιρέσεως, εὔλογον κρίναντος τοῦ Θεοῦ πάλιν ἀθάνατον ἀπολαβεῖν τὴν φύσιν τὸν μὴ τραπέντα τὴν προαίρεσιν ἄνθρωπον.

Ἄνθρωπον δὲ λέγω τὸν σαρκωθέντα Θεὸν Λόγον δι᾽ ἣν ἑαυτῷ καθ᾽ ὑπόστασιν ἥνωσε λογικῶς ἐψυχωμένην σάρκα. Εἰ γὰρ τὸ κατὰ φύσιν παθητόν τε καὶ φθαρτὸν καὶ θνητὸν ἐν τῷ Ἀδὰμ ἡ τροπὴ τῆς προαιρέσεως ἐπεισήγαγεν, εἰκότως τὸ κατὰ φύσιν ἀπαθὲς καὶ ἄφθαρτον καὶ ἀθάνατον ἐν τῷ Χριστῷ διὰ τῆς ἀναστάσεως ἡ ἀτρεψία τῆς προαιρέσεως ἐπανήγαγε.

Κατάκρισις οὖν ἐστι τῆς προαιρετικῆς ἁμαρτίας τοῦ Ἀδὰμ ἡ τῆς φύσεως πρὸς πάθος καὶ φθορὰν καὶ θάνατον μεταποίησις· ἣν οὐ γέγονε μὲν ἐκ Θεοῦ καταρχὰς ἔχων ὁ ἄνθρωπος, ἐποίησε δὲ καὶ ἔγνω, τὴν προαιρετικὴν διὰ τῆς παρακοῆς ἁμαρτίαν δημιουργήσας· ἧς ὑπάρχει γέννημα σαφῶς ἡ διὰ τοῦ θανάτου κατάκρισις.

Ταύτην δὲ τῆς ἐμῆς προαιρετικῆς ἁμαρτίας τὴν κατάκρισιν, λέγω δὲ τὸ κατὰ φύσιν παθητὸν καὶ φθαρτὸν καὶ θνητόν, ὁ Κύριος λαβὼν ἁμαρτία γέγονε δι᾽ ἐμὲ κατὰ τὸ παθητὸν καὶ φθαρτὸν καὶ θνητόν, τὴν ἐμὴν ἑκουσίως ὑποδὺς φύσει κατάκρισιν, ἀκατάκριτος ὑπάρχων τὴν προαίρεσιν, ἵνα τὴν ἐμὴν προαιρετικήν τε καὶ φυσικὴν ἁμαρτίαν καὶ κατάκρισιν κατακρίνῃ, κατὰ ταὐτὸν ἁμαρτίαν καὶ πάθος καὶ φθορὰν καὶ θάνατον ἐξωθήσας τῆς φύσεως, καὶ γένηται καινὸν μυστήριον ἡ περὶ ἐμέ, τὸν πεσόντα ἐξ ἀπειθείας, τοῦ ὑπὲρ ἐμὲ ἐκ φιλανθρωπίας οἰκονομία, τῆς ἐμῆς ἕνεκεν σωτηρίας τὴν ἐμὴν ἑκουσίως οἰκειουμένου διὰ τοῦ θανάτου κατάκρισιν, καὶ δι᾽ αὐτῆς χαριζομένου μοι τὴν πρὸς ἀθανασίαν ἀνάκλησιν.

Πολλαχῶς, οἶμαι, δέδεικται κατ᾽ ἐπιτομὴν πῶς τε γέγονε μὲν ἁμαρτία ὁ Κύριος, οὐκ ἔγνω δὲ τὴν ἁμαρτίαν, καὶ πῶς ὁ ἄνθρωπος οὐ γέγονε μέν, ἐποίησε δὲ καὶ ἔγνω τὴν ἁμαρτίαν, τήν τε προαιρετικήν, ἧς αὐτὸς ἀπήρξατο, τήν τε φυσικήν, ἣν δι᾽ αὐτὸν ὁ Κύριος κατεδέξατο, τῆς πρώτης παντελῶς ὑπάρχων ἐλεύθερος.

Οὐδαμῶς οὖν τοῦ γίνεσθαι κρεῖττον ὑπάρχει τὸ ποιῆσαι καὶ γνῶναι τὴν ἁμαρτίαν κατὰ τὸν ἀποδοθέντα νοούμενον τοῦ λόγου σκοπόν, καὶ μετὰ τῆς πρεπούσης διαστολῆς τῆς κατὰ τὴν ἁμαρτίαν ὁμωνυμίας νοουμένης. Τὸ μὲν γὰρ Θεοῦ ποιεῖται χωρισμόν, ἀπωθουμένης ἑκουσίως τὰ θεῖα τῆς προαιρέσεως, τὸ δὲ κακίας πολλάκις γίνεται κωλυτικόν, μὴ συγχωροῦν εἰς ἔργον προβῆναι, διὰ τὴν φυσικὴν ἀσθένειαν, τὴν κακίαν τῆς προαιρέσεως.

 
------------------------
ΣΧΟΛΙΑ

1. Ἁμαρτίαν φύσεως εἶναί φησι τόν θάνατον, καθ᾿ ὅν τοῦ εἶναι καί μή θέλοντες ἀπογινόμεθα· ἁμαρτίαν δέ προαιρέσεως, τήν τῶν παρά φύσιν αἵρεσιν, καθ᾿ ἥν τό εὖ εἶναι θέλοντες ἀποπίπτομεν.

2. Ὅτι φθαρτός μέν κατὰ φύσιν σαρκωθείς ὡς ἄνθρωπος ὑπῆρχεν ὁ Κύριος, καθ' ὅ καί ἁμαρτία γεγονέναι λέγεται φησίν· ἄφθαρτος δέ φύσει κατά προαίρεσιν, ὡς ἀναμάρτητος.

3. Ὁ τοῦ Κυρίου θάνατος, φησίν, ἀφθαρσίας ἀρχή τῆς ὅλης φύσεως γέγονεν.

4. Ἡ δι᾿ ἡμᾶς ἐστιν ἁμαρτία, τό τῆς φύσεως φθαρτόν· ἡ δέ ἡμῶν ἁμαρτία, τό τρεπτόν τῆς προαιρέσεως. Διό γέγονε θνητός ὁ ἄνθρωπος, τόν φυσικόν ὑπομείνας θάνατον, κατά δικαίαν κρίσιν, εἰς ἀναίρεσιν τοῦ θανάτου τῆς προαιρέσεως.

5. Πρώτην ἁμαρτίαν φησί τήν τροπήν τῆς προαιρέσεως, ἥν οὐκ ἔσχεν ὁ Κύριος, καίτοι λαβών ἀληθῶς τό κατά φύσιν παθητόν, ἐπιτίμιον ὑπάρχον τῆς τραπείσης τοῦ Ἀδάμ προαιρέσεως. Διό καί μόνος ἐν νεκροῖς ἐλεύθερος, οὐκ ἔχων τήν, δι᾿ ἥν ὁ θάνατος γέγονεν, ἁμαρτίαν.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets
y
e
n
o
m
4
k
c
i
l
C
-
g
o
l
B
o
m
e
D