Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Πέμπτη 11 Απριλίου 2013

ΝΔ (54). ΠΕΡΙ ΤΟΥ ΖΟΡΟΒΑΒΕΛ ΚΑΙ ΤΗΣ ΑΥΤΟΥ ΠΡΟΣΕΥΧΗΣ.


54. ΕΡΩΤΗΣΙΣ ΝΔ'

Ἐν τῷ πρώτῳ Ἔσδρα γέγραπται περὶ τοῦ Ζοροβάβελ· Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων· Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης. Εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, Δέσποτα τῶν πατέρων, Τί σημαίνει τὸ ἄραι τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλὴμ καὶ τὰ ἑξῆς;


Ἀπόκρισις.

Ζοροβάβελ κατὰ τὴν ἀκρίβειαν τῆς ἑβραΐδος καὶ δασεῖαν δέχεται καὶ ψιλὴν καὶ σύνθεσιν καὶ διαίρεσιν καὶ στιχισμόν. Καὶ δασυνόμενον μὲν τοῦτο τὸ ὄνομα δηλοῖ ‘σπορὰν συγχύσεως·’ ψιλούμενον δὲ ‘ἀνατολὴν συγχύσεως·’ συντιθέμενον δὲ ‘ἀνατολὴν ἐν συγχύσει·’ διαιρούμενον δὲ ‘ἀνατολὴν διασπορᾶς·’ στιχιζόμενον δὲ ‘αὐτὸς ἀνάπαυσις.’

Ζοροβάβελ οὖν ἐστι νοῦς φιλόσοφος, πρῶτον διὰ μετανοίας ἐν τῇ ‘συγχύσει’ τῆς τῶν παθῶν αἰχμαλωσίας κατὰ ‘δικαιοσύνην σπειρόμενος, δεύτερον, ἀνατολὴ συγχύσεως,’ φανερὰν ποιούμενος τῶν συγκεχυμένων παθῶν τὴν αἰσχύνην, τρίτον, ‘ἀνατολὴ ἐν συγχύσει,’ διδοὺς φωτισμὸν διὰ γνώσεως ἐν τῇ συγχύσει τῆς πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐνεργείας καὶ οὐκ ἐῶν λόγου χωρὶς αὐτὰς προσβάλλειν τοῖς αἰσθητοῖς, τέταρτον, ‘ἀνατολὴ διασπορᾶς,’ παρέχων ταῖς διασπαρείσαις περὶ τὰ αἰσθητὰ δυνάμεσι τῆς ψυχῆς ἔργων δικαιοσύνης ἀνατολήν, καθ᾽ ἣν ἡ μετὰ λόγου πρᾶξις συνέστηκεν οὐκ ἀμοιροῦσα γνωστικῆς θεωρίας, τῆς πρὸς τὰ νοητὰ ἐπαναγούσης τὰς διεσπαρμένας δυνάμεις, καὶ πέμπτον, ‘αὐτὸς ἀνάπαυσις,’ ὡς πᾶσαν ποιήσας εἰρήνην, καὶ συνάψας τὸ μὲν πρακτικὸν τῷ κατὰ φύσιν ἀγαθῷ, τὸ δὲ θεωρητικὸν τῇ κατὰ φύσιν ἀληθείᾳ.

Πᾶσα γὰρ πρᾶξις(1) διὰ τὸ ἀγαθὸν γίνεσθαι πέφυκε, καὶ πᾶσα θεωρία τὴν γνῶσιν διὰ μόνην ἐπιζητεῖ τὴν ἀλήθειαν. Ὧν διανυσθέντων, οὐδὲν ἔσται τὸ σύνολον τὸ πλῆττον τῆς ψυχῆς τὸ πρακτικόν, οὔτε μὴν τὸ θεωρητικὸν αὐτῆς διὰ ξένων δριμύττον θεωρημάτων, παντὸς ἐπέκεινα γενομένης καὶ ὄντος καὶ νοουμένου, καὶ εἰς αὐτὸν εἰσδυσάσης τὸν Θεόν, τὸν μόνον ἀγαθὸν καὶ ἀληθινὸν καὶ ὑπὲρ πᾶσαν οὐσίαν ὄντα καὶ νόησιν.

Ὁ τοιοῦτος ταῖς διαφόροις προκοπαῖς τῶν ἀρετῶν γενόμενος νοῦς, ὅταν ἐξέλθῃ μετὰ τὴν νίκην ἀπὸ Δαρείου τοῦ βασιλέως, τουτέστι τοῦ φυσικοῦ νόμου, δείξας αὐτῷ τῆς ἀγάπης καὶ τῆς ἀληθείας τὴν δύναμιν κατὰ(2) τὴν τῶν ἀρετῶν πρὸς τὰ πάθη σύγκρισιν, καὶ λάβῃ ψῆφον νομίμως, τὴν μὲν αὐτοῦ προβολὴν ἐπικυροῦσαν, τὰς δὲ τῶν ἄλλων ἀκυροῦσαν, διαγινώσκων πόθεν τῆς νίκης αὐτῷ γέγονεν ἡ χάρις, αἴρει τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλὴμ καὶ εὐλογεῖ τὸν βασιλέα τοῦ οὐρανοῦ.

Πρόσωπον(3) οὖν ἐστι τοῦ τοιούτου νοὸς ἡ κατὰ τὸ κρυπτὸν τῆς ψυχῆς νοουμένη διάθεσις, ἐν ᾗ τῶν ἀρετῶν πάντες ὑπάρχουσιν οἱ χαρακτῆρες· ἣν αἴρει πρὸς τὸν οὐρανόν, τὸ ὕψος δηλαδὴ τῆς θεωρίας, ἐναντίον Ἱερουσαλήμ, τουτέστι τῆς κατὰ τὴν ἕξιν ἀπαθείας, ἢ πάλιν(4), εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, τὸ οἰκητήριον τὸ ἐν οὐρανῷ ἐπιζητῶν καὶ τὴν πόλιν τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, περὶ ἧς τὰ δεδοξασμένα ἐλαλήθη φησὶν ὁ Δαβίδ. Οὐ γὰρ ἄλλως ἠδύνατο τὸν Θεὸν εὐλογεῖν(5), μὴ ἄρας πρὸς ὕψος θεωρίας καὶ γνώσεως κατὰ τὴν ἕξιν τῆς ἀπαθείας, ἤγουν τῆς ἀπήμονος καὶ εἰρηνικῆς καταστάσεως, τὸ κατὰ ψυχὴν τῆς διαθέσεως πρόσωπον, τὸ ἐκ πολλῶν καὶ διαφόρων ἀρετῶν, χαρακτήρων δίκην, συγκείμενον.

Καὶ τί λέγων αἴρει τὸ πρόσωπον; Παρὰ σοῦ ἡ νίκη(6), τὸ κατὰ τῶν παθῶν τῆς πρακτικῆς τέλος διὰ τῆς νίκης δηλῶν καὶ οἷον ἔπαθλον τῶν κατὰ τῆς ἁμαρτίας θείων ἀγώνων, καὶ παρὰ σοῦ ἡ σοφία, τὸ διὰ θεωρίας, κατὰ τὴν γνῶσιν δηλαδή, τέλος, τὸ πᾶσαν τῆς ψυχῆς ἀφαιρούμενον ἄγνοιαν, καὶ σὴ ἡ δόξα, τὸ ἐκ τούτων ἀναδεικνύμενον κάλλος τῆς θείας κατὰ τὸ θεμιτὸν ὡραιότητος δόξαν καλέσας, ὅπέρ ἐστιν ἕνωσις νίκης καὶ σοφίας, καὶ πράξεως καὶ θεωρίας, ἀρετῆς τε καὶ γνώσεως, ἀγαθότητός τε καὶ ἀληθείας. Αὗται γὰρ ἀλλήλαις ἑνούμεναι μίαν ἀπαστράπτουσιν δόξαν καὶ αὐγὴν τοῦ Θεοῦ.

Διὸ προσφόρως ἐπάγει φάσκων καὶ ἐγὼ σὸς οἰκέτης, εἰδὼς ὅτι πᾶσαν ἐν ἡμῖν ὡς ὀργάνοις ὁ Θεὸς ἐπιτελεῖ πρᾶξιν καὶ θεωρίαν, ἀρετήν τε καὶ γνῶσιν καὶ νίκην καὶ σοφίαν καὶ ἀγαθότητα καὶ ἀλήθειαν, μηδὲν ἡμῶν συνεισφερόντων τὸ σύνολον πλὴν τῆς θελούσης τὰ καλὰ διαθέσεως. ῝Ην ἔχων ὁ μέγας Ζοροβάβελ πρὸς τοῖς εἰρημένοις φησίν· εὐλογητὸς εἶ, πρὸς τὸν Θεὸν λέγων, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, Δέσποτα τῶν πατέρων. Ὡς εὐγνώμων οἰκέτης πάντα τῷ Θεῷ ἀνέθετο, τῷ πάντα δωρησαμένῳ, ἐξ οὗ λαβὼν εἶχε τὴν σοφίαν, αὐτῷ ὁμολογῶν ὡς Δεσπότῃ πατέρων τῶν κεχαρισμένων ἀγαθῶν τὴν δύναμιν. Εὐλογητὸν δὲ καλεῖ τὸν Θεὸν ὡς ἄπειρον ἔχοντα τὴν σοφίαν, μᾶλλον δὲ αὐτοσοφίαν· ἐξ οὗ λαβὼν ὁμολογεῖ τὴν χάριν.

Δεσπότην δὲ πατέρων αὐτὸν προσαγορεύει, παραστῆσαι θέλων ὅτι πάντα τὰ τῶν ἁγίων κατορθώματα Θεοῦ προδήλως ὑπῆρχον χαρίσματα, μηδενὸς τὸ παράπαν ἔχοντος μηδὲν ἢ τὸ δοθὲν ἀγαθὸν ὡς παρὰ Δεσπότου τοῦ Θεοῦ πρὸς ἀναλογίαν τῆς εὐγνωμοσύνης τε καὶ εὐνοίας τοῦ δεχομένου μετρούμενον, κἀκεῖνα μόνα κεκτημένου, ὅσα τῷ Δεσπότῃ δωρουμένῳ παρίσταται. Πατέρας(7) δὲ καλεῖ τοὺς ἀπ᾽ αἰῶνος ἁγίους, ὧν τὴν πίστιν δεξάμενος καὶ μιμησάμενος τὸν βίον, τὸ ἐξ ἐκείνων γεννηθῆναι τῷ Πνεύματι θέλων κατώρθωσε, γονέων υἱὸς γεγενημένος αὐθαιρέτων αὐθαίρετος, ὅπερ τῶν παρὰ βούλησιν γινομένων ἀπὸ σαρκὸς πατέρων τε καὶ υἱῶν τοσοῦτόν ἐστι τῷ Θεῷ τιμιώτερον, ὅσον σαρκὸς ψυχὴ κατ᾽ οὐσίας ὑπεροχὴν διενήνοχεν.

Οὗτος ὁ Ζοροβάβελ εἷς ὑπάρχει τῶν παρισταμένων νεανίσκων Δαρείῳ τῷ βασιλεῖ, τῷ φυσικῷ λέγω νόμῳ, καὶ πᾶσαν τῶν ἐν ἀνθρώποις θείων ἀγαθῶν δυσὶ περιγράψας λόγοις τὴν δύναμιν, καὶ τὴν τῶν ἄλλων διασκεδάσας προπέτειαν, καὶ εἰς ἑαυτὸν ἑλκύσας τὸν βασιλεύοντα νόμον τῆς φύσεως, ἄφεσιν θεσπίζοντα ταῖς κρατουμέναις εἰς δουλείαν τῆς τῶν παθῶν ἀλλοιώσεως τῆς ψυχῆς δυνάμεσιν. Τῶν γὰρ προϊσταμένων, ὡς ὑλικωτέρου(8) τοῦ σώματος, πονηρῶν πνευμάτων δύο τυγχανόντων, δι᾽ αὐτῆς τῆς τοῦ ἀριθμοῦ ἰδιότητος ἐδηλοῦτο τὸ ἐμπαθὲς καὶ ἐπίκηρον. Ὁ δὲ τῆς ψυχῆς ὑπερασπίζων νοῦς, ἁπλῆς οὔσης κατὰ τὴν οὐσίαν, εἶς ὑπάρχων, τῆς ἀδιαιρέτου μονάδος ἔφερεν ἔμφασιν, ἧς καθοτιοῦν τὸ σύνολον οὐ πέφυκεν ἅπτεσθαι θάνατος, ὅτι μήτε διαιρέσεως καθόλου τομή.

Φησὶ γὰρ ὁ εἷς, ἤγουν ὁ πρῶτος νεανίσκος, τὴν ἐμπαθῆ τοῦ σώματος εἰσφέρων εὐζωΐαν, ὑπερισχύει ὁ οἶνος, οἶνον καλῶν πᾶσαν ὁμοῦ κατὰ περιγραφὴν τὴν ἐν ἡδοναῖς παθῶν παραφορὰν καὶ μέθην, ὡς ἐκστατικὴν τῆς διανοίας, καὶ τῶν κατὰ φύσιν λογισμῶν τὴν χρῆσιν παραχαράττουσαν, Θυμὸς γὰρ δρακόντων, φησίν, ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος, τὴν ζέσιν τῶν σαρκικῶν ἡδονῶν οἶνον δρακόντων φήσας, καὶ τῆς παρακοῆς τὴν τυραννικὴν καὶ ὑπερήφανον καταφρόνησιν καλέσας οἶνον ἀσπίδων. Τοῦτο γάρ, ὥς φασι, τὸ θηρίον παρὰ πάντα τὰ θηρία τῆς γῆς ἐμφράττει τὰ ὦτα πρὸς ἐπᾴσματα, ἐξ ὑπερηφανίας τυραννοῦν τοὺς ἐπᾴδοντας.

Ὁ ἕτερος ἤγουν ὁ δεύτερός φησιν ὑπερισχύει ὁ βασιλεύς, βασιλέα καὶ οὗτος καλῶν πᾶσαν ὁμοῦ τὴν ἐν πλούτῳ καὶ δυναστείᾳ καὶ ταῖς ἄλλαις περιφανείαις κενὴν δόξαν, τὴν γεννητικὴν τῆς ἀγνοίας, καθ᾽ ἣν ὁ τῆς φύσεως γίνεται σκεδασμός, πάντων ἀγνοούντων ἀλλήλους καὶ πᾶσι πάντων προσρηγνυμένων ὑπὲρ ἑνός, τοῦ πλέον ἀλλήλων θέλειν δοξάζεσθαι δυνάμει ἢ πλούτῳ ἢ τρυφῇ καὶ τοῖς ἄλλοις τρόποις, οἷς δοξάζεσθαι θέλουσιν οἱ τὴν θείαν καὶ μένουσαν ἠγνοηκότες δόξαν καὶ τὸ κατ᾽ αὐτὴν κράτος περιφρονοῦντες. Οὗτοι μὲν πᾶσαν, ὡς εἰπεῖν, τὴν ἰλὺν τοῦ βυθοῦ τῶν παρὰ φύσιν παθῶν τοῖς δυσὶ τούτοις προβλήμασι περιγράψαντες, κριτὴν ἐποιοῦντο τῶν λεγομένων τὸν βασιλέα Δαρεῖον, τόν, ὡς ἔφην, κρατοῦντα νόμον τῆς φύσεως, ἐπικλιθῆναι τοῖς αὐτῶν ἐλπίζοντες δόγμασιν.

Ὁ δὲ τρίτος, ὅς ἐστιν ὁ τῆς ἀρετῆς καὶ τῆς γνώσεως προϊστάμενος νοῦς, καὶ τῆς κακῆς τῶν παθῶν δουλείας στερηθῆναι τὴν ψυχὴν βεβουλημένος, φησὶν ὑπερισχύουσιν αἱ γυναῖκες καὶ ὑπερνικᾷ ἡ ἀλήθεια, γυναῖκας μὲν εἰπὼν τὰς θεοποιοὺς ἀρετάς, ἐξ ὧν ἡ πρὸς Θεὸν καὶ ἀλλήλους τοῖς ἀνθρώποις ἑνοποιὸς ἀγάπη συνέστηκε, πάντων τὴν ψυχὴν ἐξαρπάζουσα τῶν ὑπὸ γένεσιν καὶ φθορὰν καὶ τῶν ὑπὲρ αὐτὰ νοητῶν οὐσιῶν, καὶ αὐτῷ τῷ Θεῷ κατ᾽ ἐρωτικήν τινα σύγκρασιν περιπλέκουσα, καθ᾽ ὅσον ἐστὶ δυνατὸν ἀνθρωπίνῃ φύσει, καὶ τὴν ἄχραντον καὶ θείαν μυστικῶς δημιουργοῦσα συμβίωσιν, ἀλήθειαν δὲ φήσας τὴν μίαν καὶ μόνην αἰτίαν τῶν ὄντων καὶ ἀρχὴν καὶ βασιλείαν καὶ δύναμιν καὶ δόξαν, ἐξ ἧς καὶ δι᾽ ἣν πάντα γέγονέ τε καὶ γίνεται, καὶ πρὸς τὸ εἶναι ὑπ᾽ αὐτῆς τε καὶ δι᾽ αὐτῆς συγκρατεῖται, καὶ ὑπὲρ ἧς πᾶσα τοῖς φιλοθέοις ἐστὶ σπουδή τε καὶ κίνησις.

Καὶ συντόμως εἰπεῖν, διὰ μὲν τῶν γυναικῶν τὸ τέλος ἐνεδείξατο τῶν ἀρετῶν τὴν ἀγάπην, ὅπέρ ἐστι ἡ κατ᾽ ἔφεσιν τοῦ φύσει ἀγαθοῦ τῶν μετεχόντων ἀδιάπτωτος ἡδονὴ καὶ ἀδιαίρετος ἕνωσις, διὰ δὲ τῆς ἀληθείας(9) τὸ πέρας πασῶν ἐπεσήμανε τῶν γνώσεων καὶ αὐτῶν πάντων τῶν γινωσκομένων, εἰς ὅπερ, ὡς ἀρχὴν καὶ πέρας πάντων τῶν ὄντων, αἱ κατὰ φύσιν κινήσεις γενικῷ τινι λόγῳ συνέλκονται, πάντα νικώσης κατὰ φύσιν, ὡς ἀληθείας, τῆς τῶν ὄντων ἀρχῆς καὶ αἰτίας, καὶ πρὸς ἑαυτὴν συνελκούσης τῶν γεγονότων τὴν κίνησιν.

Οὕτω διαλεχθεὶς ὁ φιλόσοφος νοῦς τῷ κατὰ φύσιν νόμῳ πᾶσαν αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἀποκρούεται πλάνην, ψηφίσασθαι πείθων ἐλευθερίαν τοῖς πρὸς δουλείαν(10) παθῶν κεκρατημένοις λογισμοῖς τε τῆς ψυχῆς καὶ δυνάμεσι, καὶ τῶν τῆς νοουμένης αἰχμαλωσίας δεσμῶν λύσιν καὶ ἄφεσιν κηρύξαι τοῖς καθειργμένοις ἐν τῷ σκότει, τῇ προσπαθείᾳ λέγω τῶν αἰσθητῶν, ὥστε ἀναβάντας αὐτοὺς εἰς τὴν Ἰουδαίαν, φημὶ δὲ τὴν ἀρετήν, οἰκοδομῆσαι ἐν Ἱερουσαλήμ, τῇ ἕξει λέγω τῆς ἀπαθείας, τὸν ναὸν Κυρίου, τουτέστι τὴν δεκτικὴν τῆς σοφίας γνῶσιν.

Σοφὸς οὖν καὶ πάνυ σοφὸς ὁ μέγας ἐστὶ Ζοροβάβελ, οἷα παρὰ Θεοῦ τὴν σοφίαν λαβών, καὶ δι᾽ αὐτῆς δυνηθεὶς ἑκάστῳ τῶν πρὸς ἀπάτην προβεβλημένων ἐπὶ φθορᾷ τοῦ γένους τῶν ἀνθρώπων ὑπὸ τῶν ὑπεραγωνιζομένων τοῦ σώματος πονηρῶν πνευμάτων ἀντιπροβαλέσθαι καὶ νικῆσαι καὶ ἀνατρέψαι καὶ δι᾽ ἑκατέρου τῶν οἰκείων προβλημάτων τὸ ἑκατέρου τῶν ἀντικειμένων πρόβλημα παντελῶς ἐξαφανίσαι καὶ τὴν ψυχὴν πονηρᾶς λυτρώσασθαι δουλείας παθῶν. Ἐπειδὴ γὰρ ἐκεῖνοι διὰ μὲν τοῦ οἴνου τὴν ζέσιν τιμᾶσθαι τῶν σαρκικῶν ἡδονῶν ἐπεζήτουν, διὰ δὲ τοῦ βασιλέως τῆς κοσμικῆς δόξης τὸ κράτος ἐπεκύρουν, οὗτος τὴν πνευματικὴν καὶ πέρας οὐκ ἔχουσαν διὰ τῶν γυναικῶν εἰσήγαγεν ἡδονήν, καὶ διὰ τῆς ἀληθείας τὸ μὴ σαλευόμενον ἐνεδείξατο κράτος, καὶ ἔπεισε τῶν μὲν παρόντων καταφρονεῖν ἀγαθῶν, τῶν δὲ μελλόντων ἀντέχεσθαι.

Ταύτην ἔχει τὰ προβλήματα, κατ᾽ ἐμὲ φάναι, τὴν ἔννοιαν καλήν τε καὶ σοφὴν καὶ τοῦ γραφῆναι πρὸς νουθεσίαν ἡμῶν οὐκ ἀναξίαν τοῦ Πνεύματος. Εἰ δέ τις ὑψηλότερον τὸν τῶν γεγραμμένων νοῦν σκοπῆσαι δυνηθῇ κατὰ τὴν χορηγουμένην αὐτῷ τοῦ νοεῖν τὰ θεῖα δύναμιν, φθόνος οὐδείς, ὅτι μηδὲ πέφυκεν ἐλαττοῦσθαι τοῦ Πνεύματος ἡ χάρις ἐν τοῖς συμμετέχουσι—δι᾽ ὃ μάλιστα τὸ τοῦ φθόνου τίκτεται πάθος—, κἂν ὁ μὲν πλέον ὁ δὲ ἔλαττον ἔχῃ τῆς χάριτος. Ἕκαστος γὰρ κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ πίστεως φανερουμένην κέκτηται τοῦ Πνεύματος τὴν ἐνέργειαν, ὥστε ταμίας ὑπάρχει τῆς χάριτος ἕκαστος ἑαυτοῦ(11), καὶ οὔποτ᾽ ἂν εὖ φρονῶν ἄλλῳ φθονήσειεν ἐνευδοκιμοῦντι ταῖς χάρισι, ἐπ᾽ αὐτῷ κειμένης τῆς δεκτικῆς τῶν θείων ἀγαθῶν διαθέσεως.

Ἔλθωμεν δὲ καὶ ἐπ᾽ ἄλλην μυστικὴν θεωρίαν, τὴν ἀρχικὴν τῶν γεγραμμένων ἀλήθειαν προδεικνύουσαν. Ζοροβάβελ ἐστὶν ἀληθινός τε καὶ νέος καὶ διὰ τοῦ παλαιοῦ τυπικῶς μηνυόμενος ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, ὁ ἐν τῇ συγχύσει τῆς φύσεως ἡμῶν συλληφθεὶς καὶ κυηθεὶς καὶ τεχθείς, καὶ τέλειος κατὰ φύσιν γενόμενος ἄνθρωπος, ἵνα πρὸς ἑαυτὸν τῆς συγχύσεως ἀποστᾶσαν ἐπαναγάγῃ τὴν φύσιν, ὁ μὴ γενόμενος μὲν σὺν ἡμῖν αἰχμάλωτος(12) καὶ πρὸς τὴν τῶν παθῶν ἀποικισθεὶς σύγχυσιν—οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ—, ἐν ἡμῖν δὲ τοῖς αἰχμαλώτοις ὡς αἰχμάλωτος γεννηθεὶς καὶ μεθ᾽ ἡμῶν τῶν ἀνόμων λογισθείς, διὰ φιλανθρωπίαν γενόμενος ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας(13) καὶ περὶ ἁμαρτίας· ἐν ὁμοιώματι μὲν σαρκὸς ἁμαρτίας, ὅτι, φύσει Θεὸς ὑπάρχων ἀπαθής, ἀτρέπτως κατ᾽ οἰκονομίαν φύσει παθητὸς γενέσθαι κατηξίωσεν ἄνθρωπος, περὶ ἁμαρτίας δέ, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ἤχθη εἰς θάνατον καὶ ὑπὲρ ἡμῶν ὠδυνήθη καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐτραυματίσθη καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα ἡμεῖς τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν φησιν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὗ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.

Οὖτός ἐστιν ἡ δικαία ‘ἀνατολὴ’ τῆς ἡμῶν ἐκ τῆς ἁμαρτίας ‘διασπορᾶς’, περὶ ἧς διὰ τοῦ προφήτου φησὶ τὸ Πνεῦμα τὸ ἅγιον ὅτι ἀνατελεῖ ὑμῖν ἀνατολὴ δικαία, καὶ ἰδοὺ ἀνήρ —ἀνατολὴ ὄνομα αὐτῷ—καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, τοῦ ὑποκάτωθεν(14) δηλοῦντος τὸ ἀπόρρητον μυστήριον τῆς τοῦ Λόγου σαρκώσεως, ἐξ ἧς ἀνέτειλεν ἡ τῶν ὅλων σωτηρία· πτέρυγες δὲ ἂν εἶεν τοῦ ἡλίου τῆς δικαιοσύνης αἱ δύο Διαθῆκαι, δι᾽ ὧν ἱπτάμενος ἐν ἡμῖν ὁ Λόγος τὴν πληγὴν θεραπεύει τῆς παραβάσεως καὶ τὴν κατ᾽ ἀρετὴν τελείαν χαρίζεται ῥῶσιν, διὰ μὲν τῆς Παλαιᾶς ποιούμενος τὴν τῆς κακίας ἀναίρεσιν, διὰ τῆς Νέας δὲ τὴν θέσιν τῆς ἀρετῆς ἐργαζόμενος. ῍Η πάλιν, πτέρυγές εἰσιν ἡ πρόνοια καὶ ἡ κρίσις, δι᾽ ὧν ἱπτάμενος ὁ Λόγος ἀγνώστως ἐπιβατεύει τοῖς οὖσι, σοφίας(15) μὲν λόγοις θεραπεύων τοὺς θέλοντας, παιδείας δὲ τρόποις τοὺς πρὸς ἀρετὴν δυσκινήτους ἰώμενος, καὶ τοῖς μὲν σαρκὸς μολυσμὸν ἐκκαθαίρων, τοῖς δὲ ψυχῶν κηλίδας ἰώμενος.

Οὗτός ἐστιν ὁ τὴν αἰχμαλωσίαν τοῦ ἀληθινοῦ Ἰσραὴλ ἐπανάγων, οὐκ ἀπὸ γῆς εἰς γῆν, καθὼς ὁ παλαιὸς πέπραχε Ζοροβάβελ, ἀπὸ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν τὸν λαὸν μεταβιβάσας, ἀλλ᾽ ἀπὸ γῆς εἰς οὐρανὸν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν ἀληθείας Θεοῦ καὶ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν καὶ εἰς ἀθανασίαν ἀπὸ θανάτου, καὶ συντόμως εἰπεῖν, ἀπὸ τοῦ φαινομένου κόσμου καὶ ῥέοντος εἰς τὸν σταθερὸν καὶ νοούμενον καὶ ἀπὸ τῆς διαλυομένης ζωῆς εἰς τὴν ἀδιάλυτον καὶ μένουσαν. Οὗτός ἐστιν ὁ ἀληθινὸς οἰκοδόμος τοῦ διαρρυέντος τοῖς παραπτώμασι λογικοῦ ναοῦ καὶ ἐμπρησθέντος ἀλλοτρίῳ πυρί, ὅπερ ἡμεῖς ἐξεκαύσαμεν, πορευθέντες τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσαμεν, οὐ μόνον τῷ σαρκικῷ(16) φρονήματι τὸ τῆς ψυχῆς νοερὸν ἕπεσθαι δουλικῶς παρασκευάσαντες, ἀλλὰ καὶ τὴν τῶν παθῶν ὕλην ἀνέδην δι᾽ ἐνεργείας ἐξάψαντες.

Οὗτός ἐστιν ὁ πείσας διὰ σοφίας Δαρεῖον τὸν βασιλέα, τουτέστι τὸν νόμον τῆς φύσεως· οὐ γὰρ θέμις κατὰ τὸν τόπον τοῦτον εἰς τὸν διάβολον λαμβάνειν τὸν Δαρεῖον, συνεργὸν μὲν γεγενημένον ἑκουσίως τῆς κατὰ τὴν ἄφεσιν τοῦ λαοῦ χάριτος, πεισθέντα δὲ μηδὲν ἰσχυρότερον εἶναι μηδὲ τῇ φύσει πρὸς σωτηρίαν λυσιτελέστερον πίστεως καὶ ἀγαθῆς συνειδήσεως. Ἀληθείας(17) γὰρ λόγον ἡ πίστις ἐπέχει, καὶ τῆς διὰ τῶν γυναικῶν ἀλληγορικῶς νοουμένης θείας ἀγάπης ἡ ἀγαθὴ συνείδησις ἐπιφέρεται τόπον, ἐν ᾗ τὸ παράπαν θείων ἐντολῶν οὐκ ἔστι παράβασις. Οὗτός ἐστιν ὁ δειμάμενος ἐν ἑαυτῷ καθ᾽ ἕνωσιν ἄρρητόν τε καὶ ἀδιαίρετον τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, λέγω δὲ τὴν διὰ τὴν ἁμαρτίαν τῷ θανάτῳ διαφθαρεῖσαν φύσιν.

Οὗτός ἐστιν Ζοροβάβελ, ὁ μετὰ δόξης ἐγείρας πεπτωκότα τὸν οἶκον τοῦ Θεοῦ, περὶ οὗ φησι τὸ Πνεῦμα τὸ ἅγιον· Ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν. Δευτέραν γὰρ κοινωνίαν ὁ Λόγος ἐκοινώνησε τῇ φύσει, πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ πρῶτον τοῦ κρείττονος μεταδούς, ὕστερον μετέλαβε θέλων τοῦ χείρονος, ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ καί, τὸν ἐνηχηθέντα τῇ φύσει λόγον τοῦ ὄφεως παντελῶς ἐξαφανίσας, ὡς ἐξ ἀρχῆς καθαρὰν κακίας πάλιν παραστήσῃ τὴν φύσιν, τῇ θεώσει πλεονεκτοῦσαν(18) τὴν πρώτην διάπλασιν, καί, ὥσπερ ἐξ ἀρχῆς μὴ οὖσαν ὑπεστήσατο, οὕτω διαρρυεῖσαν ἀνασώσηται, στομώσας πρὸς ἀπτωσίαν τῇ ἀτρεψίᾳ, καὶ τὴν ἐπ᾽ αὐτῇ πᾶσαν βουλὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιτελέσῃ, θεώσας αὐτὴν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως.

Αἱ χεῖρες(19) γάρ φησι Ζοροβάβελ τοῦ νοητοῦ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, τουτέστι τὸν ἄνθρωπον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, τὴν προτέραν λέγων διάπλασιν καὶ τὴν ἐν αὐτῷ καθ᾽ ἕνωσιν ἄρρητον τελευταίαν ἀνάπλασιν. Οὗτός ἐστιν ὁ ἀληθινὸς Ζοροβάβελ, ὁ τῶν αἰχμαλώτων λυτρωτής, ὁ ἔχων ἐν τῇ χειρὶ τὸν λίθον τὸν κασσιτήρινον, τὸν τοῖς ἑπτὰ τοῦ Κυρίου κοσμούμενον ὀφθαλμοῖς, δι᾽ ὧν ὁ Θεὸς ἐπιβλέπει ἐπὶ πᾶσαν τὴν γῆν. Κατὰ μὲν τὴν ἱστορίαν οὐδαμῶς ἐσχηκὼς φαίνεται Ζοροβάβελ ἐν τῇ χειρὶ κασσιτήρινον λίθον ἑπτὰ ὀφθαλμοὺς ἔχοντα, καὶ αὐτοὺς τοῦ Κυρίου, ἐπιβλέποντας ἐπὶ πᾶσαν τὴν γῆν. Οὐκοῦν, ἐπειδὴ παντελῶς ἀμήχανον τοῦτο στῆναι κατὰ τὴν λέξιν, ἐπὶ τὴν τῶν γεγραμμένων χωρῶμεν διάνοιαν.

Ζοροβάβελ ἐστίν, καθὼς πολλάκις προλαβὼν ἔφην, ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός. Τούτου δὲ λίθος(20) ἐστὶν ἡ πίστις ἡ εἰς αὐτόν· ἐν τῇ χειρὶ δέ, ὅτι τῇ πράξει τῶν ἐντολῶν ἡ πίστις τοῦ Χριστοῦ διαφαίνεται· πίστις γὰρ χωρὶς ἔργων νεκρά, ὥσπερ καὶ ἔργα δίχα πίστεως. Πράξεως δὲ σύμβολόν ἐστι προδήλως ἡ χείρ. Φέρων οὖν ἐν τῇ χειρὶ τὸν λίθον ὁ Κύριος ἔμπρακτον ἡμᾶς διδάσκει τὴν εἰς αὐτὸν πίστιν ἔχειν τοῖς ἑπτὰ τοῦ Κυρίου κοσμουμένην ὀφθαλμοῖς, τουτέστι ταῖς ἑπτὰ τοῦ ἁγίου Πνεύματος ἐνεργείαις.

Καὶ ἐπαναπαύσεται, φησίν, ἐπ᾽ αὐτὸν ἑπτὰ πνεύματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φόβου Θεοῦ. Ἔστι δὲ τὸ μὲν πνεῦμα(21) τοῦ φόβου τοῦ Θεοῦ ἡ τῶν κατ᾽ ἐνέργειαν κακῶν ἀποχή· τὸ δὲ πνεῦμα τῆς ἰσχύος ἐστὶν ἡ πρὸς ἐνέργειαν καὶ πρᾶξιν τῶν ἐντολῶν πρόθυμος ὁρμὴ καὶ κίνησις· τὸ δὲ πνεῦμα τῆς βουλῆς ἐστιν ἡ ἕξις τῆς διακρίσεως, καθ᾽ ἣν σὺν λόγῳ τὰς θείας πράττομεν ἐντολὰς καὶ τῶν κρειττόνων διαιροῦμεν τὰ χείρονα· τὸ δὲ πνεῦμα τῆς ἐπιστήμης ἐστὶν ἡ τῶν κατ᾽ ἀρετὴν τῆς πράξεως τρόπων ἄπτωτος εἴδησις, καθ᾽ οὓς πράττοντες τῆς ὀρθῆς τοῦ λόγου κρίσεως οὐδαμῶς διαπίπτομεν· τὸ δὲ πνεῦμα τῆς γνώσεώς ἐστιν ἡ τῶν ἐν ταῖς ἐντολαῖς λόγων περίληψις, καθ᾽ οὓς οἱ τρόποι τῶν ἀρετῶν συνεστήκασι· πνεῦμα δὲ συνέσεώς ἐστιν ἡ πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἀρετῶν συγκατάθεσις ἤ, κυριώτερον εἰπεῖν, μεταποίησις, καθ᾽ ἣν σύγκρασις γίνεται τῶν φυσικῶν δυνάμεων πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἐντολῶν· πνεῦμα δὲ σοφίας ἐστὶν ἡ πρὸς τὴν αἰτίαν τῶν ἐν ταῖς ἐντολαῖς πνευματικωτέρων λόγων ἀνάληψίς τε καὶ ἕνωσις, καθ᾽ ἥν, ἀγνώστως τοὺς ἐν Θεῷ, κατὰ τὸ θεμιτὸν ἀνθρώποις, ἁπλοῦς μυούμενοι τῶν ὄντων λόγους, ὡς ἔκ τινος βλυστανούσης πηγῆς τῆς καρδίας τὴν ἐν τοῖς ὅλοις ἀλήθειαν ποικίλως τοῖς ἄλλοις ἀνθρώποις προφέρομεν, ἀπὸ μὲν τῶν ἐκ Θεοῦ τελευταίων, ἡμῖν δὲ προσεχῶν, ἐπὶ τὰ πρῶτα, καὶ ἡμῶν μὲν πόρρω, τῷ δὲ Θεῷ προσεχῆ, καθ᾽ ὁδὸν καὶ τάξιν ἀναβαίνοντες.

Ἀπὸ γὰρ τῆς ἀργίας(22) τῶν κακῶν διὰ φόβου ἐπὶ τὴν τῶν ἀρετῶν δι᾽ ἰσχύος ἐρχόμεθα πρᾶξιν, ἀπὸ δὲ τῆς τῶν ἀρετῶν πράξεως ἐπὶ τὴν διάκρισιν τῆς βουλῆς, ἀπὸ δὲ τῆς διακρίσεως ἐπὶ τὴν ἕξιν τῶν ἀρετῶν ἤγουν ἐπιστήμην, ἀπὸ δὲ τῆς ἕξεως τῶν ἀρετῶν ἐπὶ τὴν γνῶσιν τῶν ἐν αὐταῖς ταῖς ἀρεταῖς λόγων, ἀπὸ δὲ ταύτης εἰς τὴν πρὸς τοὺς ἐγνωσμένους λόγους τῶν ἀρετῶν μεταποιητικὴν ἕξιν, φημὶ δὲ τὴν σύνεσιν, καὶ ἀπὸ ταύτης εἰς τὴν ἁπλῆν τῆς ἐν ὅλοις ἀληθείας ἀκριβῆ θεωρίαν· ἀφ᾽ ἧς ὁρμώμενοι, πολλοὺς καὶ ποικίλους ἐκ τῆς τῶν ὄντων αἰσθητῶν τε καὶ νοητῶν οὐσιῶν σοφῆς θεωρίας εὐσεβεῖς λόγους περὶ τῆς ἀληθείας ἀποδώσομεν. Διὰ τούτων οὖν ἀναβαίνοντες τῶν ὀφθαλμῶν τῆς πίστεως, ἤγουν φωτισμῶν, πρὸς τὴν θείαν τῆς σοφίας(23) συναγόμεθα μονάδα, τὴν γεγενημένην δι᾽ ἡμᾶς τῶν χαρισμάτων διαίρεσιν πρὸς τὴν αἰτίαν τῶν χαρισμάτων συνάγοντες ταῖς κατὰ μέρος τῶν ἀρετῶν ἀναβάσεσι, μηδὲν τῶν εἰρημένων, συνεργίᾳ Θεοῦ, παραλιμπάνοντες, ἵνα μή, κατ᾽ ὀλίγον ἀμελοῦντες, τυφλὴν(24) ἡμῶν τὴν πίστιν καὶ ἀνόμματον καταστήσωμεν, οὐκ ἔχουσαν τοὺς διὰ τῶν ἔργων τοῦ πνεύματος φωτισμούς, καὶ κολασθῶμεν δικαίως εἰς ἀπείρους αἰῶνας, ὡς ἐν ἑαυτοῖς κατὰ τὴν πίστιν, ὅσον τὸ ἐφ᾽ ἡμῖν, τοὺς θείους ἐκτυφλώσαντες ὀφθαλμούς.

Πᾶς γὰρ ὁ τῆς πίστεως ἐν ἑαυτῷ διὰ τῆς ἀργίας(25) τῶν ἐντολῶν τοὺς τοιούτους ἀνορύξας ὀφθαλμούς, πάντως κατάκριτος, μηκέτι τὸν Θεὸν ἔχων εἰς αὐτὸν ἐπιβλέποντα. Καὶ οἶμαί γε ταύτης ἕνεκα τῆς αἰτίας λίθον κασσιτήρινον τῇ Γραφῇ προσηγορεῦσθαι τὴν πίστιν, διὰ τὸ τὴν αὐτὴν καὶ τιμωρητικὴν εἶναι τῶν μὴ κοσμούντων αὐτὴν ταῖς ἐντολαῖς καὶ περιποιητικὴν τῶν διατηρούντων αὐτὴν κατηγλαϊσμένην ταῖς ἐνεργείαις τοῦ Πνεύματος. Ἔσται γάρ, φησὶ Συμεὼν ὁ μέγας περὶ τοῦ Κυρίου λέγων, εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, πτῶσιν μὲν τῶν ἀπιστούντων, ἀνάστασιν δὲ τῶν πιστευόντων. Φασὶ γάρ τινες ἐξ ἀργύρου καὶ μολίβου σύνθετον εἶναι τὸν κασσίτηρον.

Οὐκοῦν, ὁ μὲν μόλιβος παιδείας καὶ τιμωρίας καὶ κολάσεως καὶ τοῦ βάρους τῆς κατακρίσεως φέρει σύμβολον, ὁ δὲ ἄργυρος λαμπρότητος καὶ δόξης καὶ περιφανείας ὡσαύτως τύπος ἐστίν. Εἰ δὲ τοῦτο, καὶ ἡ πίστις ἡ διὰ τοῦ κασσιτήρου(26) σημαινομένη καὶ παιδεύει καὶ τιμωρεῖται καὶ κολάζει καὶ κατακρίνει τοὺς ἀδοκίμους ἐν αὐτῇ γενομένους διὰ τῆς ἀργίας τῶν ἐντολῶν, ὡς μόλιβον ἔχουσα τυχὸν τῆς σαρκὸς τὴν ἀσθένειαν(27) ἐν τῷ λόγῳ δυναμωθεῖσαν κατὰ τὴν ἕνωσιν, καὶ λαμπρύνει πάλιν καὶ δοξάζει καὶ φωτίζει καὶ πρὸς ἐκθέωσιν ἄγει τοὺς ἐν αὐτῇ γενομένους δοκίμους διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, ὡς ἄργυρον ἔχουσα τάχα τὴν τοῦ Λόγου θεότητα τοῖς ἀξίοις ὁλικῶς κατὰ τὸ δυνατὸν ἐναστράπτουσαν.

Ἔλαβον δέ τινες τὸν κασσιτήρινον λίθον εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὡς ἐκ δύο συγκείμενον φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος. Εἰ δέ τις τὴν τοῦ Χριστοῦ πίστιν ἢ τὸν Χριστὸν αὐτὸν θεωρῆσαι βούλεται γνωστικώτερον, μόλιβός ἐστιν ἡ πίστις καὶ αὐτὸς ὁ Χριστός, ὡς παιδεύων ψυχὴν καὶ κολάζων σάρκα καὶ τιμωρούμενος πάθη καὶ κατακρίνων δαίμονας, ἄργυρος δέ, ὡς νοῦν λαμπρύνων ταῖς ἀρεταῖς καὶ δοξάζων ταῖς γνώσεσι καὶ τῇ θεώσει ποιῶν αὐτὸν φῶς, τοῦ πρώτου φωτὸς ἀπεικόνισμα. Κατὰ ταύτην τὴν ἔννοιαν ἐκληπτέον καὶ τὴν ἐξ αὐτοῦ γινομένην πτῶσιν καὶ ἀνάστασιν· πτῶσιν γὰρ ποιεῖται σαρκὸς ἤγουν σαρκικοῦ φρονήματος καὶ παθῶν καὶ ἁμαρτίας καὶ δαιμόνων, ἀνάστασιν δὲ νοὸς ἤγουν πνευματικοῦ φρονήματος καὶ φυσικῶν δυνάμεων καὶ ἀρετῆς καὶ τῶν συνεκτικῶν τῆς γνώσεως λογισμῶν. Καὶ ἁπλῶς, ὅλου τοῦ παλαιοῦ κατὰ τὸν Ἀδὰμ ἀνθρώπου καὶ τοῦ γράμματος τοῦ νόμου ἐν τοῖς ἀξίοις ποιεῖται πτῶσιν ὁ Λόγος, καὶ τοῦ νέου κατ᾽ αὐτὸν ἀνθρώπου καὶ τοῦ πνεύματος τοῦ νόμου ἀνάστασιν.

Τυχὸν δὲ καὶ διὰ τοῦτο κασσιτηρίνῳ λίθῳ κατὰ τὴν Γραφὴν παρεικάζεται ἡ πίστις τῶν ἐν τοῖς μελαίνουσιν(28) αὐτῆς τὴν ἀρετὴν ἢ τὴν γνῶσιν δυναμένων πάλιν διὰ μετανοίας κατὰ πρᾶξιν καὶ θεωρίαν λαμπρύνεσθαι καὶ τὴν οἰκείαν αὖθις ἀπολαμβάνειν φωτεινὴν τοῦ βίου διαύγειαν.

 
------------------------
ΣΧΟΛΙΑ

1. Πρακτικῆς ἀρετῆς τέλος εἶναί φασι τό ἀγαθόν· τοῦτο δέ, θείας ἐνεργείας ὑπάρχει συμπλήρωσις· πρός ἥν ἄγει τό λογικόν τῆς ψυχῆς, τῷ τε θυμῷ καί τῇ ἐπιθυμίᾳ κατά φύσιν χρώμενον· ἐν ᾗ τό καθ᾿ ὁμοίωσιν πέφυκεν ἀναφαίνεσθαι κάλλος. Θεωρητικῆς δέ φιλοσοφίας τέλος εἶναί φασι τήν ἀλήθειαν, ἥτις ἀμερῶς τῶν περί Θεόν ἁπάντων ἑνοειδής ἐστι γνῶσις· πρός ἥν ὁ καθαρός φέρεται νοῦς, ἀποσβέσας ἑαυτοῦ παντελῶς τήν κατ᾿ αἴσθησιν κρίσιν· ἐν ᾗ γνώσει δῆλον ἀκίβδηλον τό τῆς θείας εἰκόνος ἀξίωμα δείκνυται.

2. Τάς μέν γυναῖκας εἰς ἀρετάς, ὧν ἡ ἀγάπη τέλος ἐστίν ἐθεώρησεν· τήν ἀλήθειαν δέ, πρός τήν ἄποσον ἀνήγαγε γνῶσιν· ὧν, ἀγάπης τέ φησι καί γνώσεως, ὁ βασιλεύων τῆς φύσεως ἐπιγνούς τόν χαρακτῆρα νόμος, ἀποβάλλεται καθάπερ οἶνον, τήν τῶν παθῶν τῆς σαρκός ἡδονήν· καί ὥσπερ βασιλέα, τήν πάντων ἀσχέτως κατοιομένην δοξομανίαν.

3. Ἡ κατ᾿ ἀρετήν διάθεσις, φησίν, πρόσωπόν ἐστι τοῦ θεωρητικοῦ νοός, ὡς εἰς οὐρανόν, πρός τό ὕψος τῆς ἀληθινῆς ἐπαιρόμενον γνώσεως.

4. Ἄλλη περί τοῦ αὐτοῦ θεωρία, καθ᾿ ἥν τήν ἐν οὐρανοῖς ἀπογραφήν λέγει μόνων ἐκείνων εἶναι, τῶν κατά πρόθεσιν ὅλους ἑαυτούς ἀπογράφεσθαι τῷ καλάμῳ παρεχόντων τοῦ Πνεύματος· βουλομένους γάρ, ἀλλ᾿ οὐκ ἀναγκαζομένους ἐν οὐρανοῖς ἀπογράφεται τό Πνεῦμα τό ἅγιον.

5. Οὐδείς δύναται, φησίν, ἀληθῶς τόν Θεόν εὐλογεῖν, μή τό σῶμα καθαγιάσας ταῖς ἀρεταῖς, καί τήν ψυχήν καταφωτίσας ταῖς γνώσεσι.

6. Τήν μέν νίκην, τῶν κατά τό πρακτικόν τῆς ψυχῆς θείων ἀγώνων πέρας εἶναί φησιν· ὅπέρ ἐστι τό ἀμιγές ἀγαθόν. Τήν δέ σοφίαν, τῶν κατά τό γνωστικόν τῆς ψυχῆς μυστικῶν ὑπάρχειν τέλος ἀποφαίνεται θεαμάτων· ὅπερ ἐστίν ἡ ἁπλῆ ἀλήθεια, πρός ἅπερ νοῦς τε, γενόμενος τῆς κατ᾿ αἴσθησιν καθαρός φαντασίας, ἄγει καί λόγος, ὑποζεύξας ἑαυτῷ τό τῆς ψυχῆς ζωτικόν, ὧν, νίκης τέ φησι καί σοφίας, ἤγουν ἀγαθότητος καί ἀληθείας ἡ σύνοδος, μίαν δείκνυσιν, οἷς ἄν ἐγγένηται, δόξαν τοῦ καθ᾿ ὁμοίωσιν ἀκραιφνοῦς ἀπαστράπτουσαν.

7. Οἱ κατά πνεῦμα Πατέρες, φησίν, διά τῆς διδασκαλίας θελόντων υἱῶν θέλοντες καθίστανται Πατέρες, λόγῳ καί βίῳ κατά Θεόν αὐτούς διαπλάττοντες, καί οἱ κατά πνεῦμα υἱοί κατά θέλησιν διά τῆς μαθήσεως αὐθαιρέτων υἱοί γίνονται Πατέρων, αὐθαίρετοι γνωμικῶς κατά Θεόν ὑπ᾿ αὐτῶν λόγῳ τε καί βίῳ διαπλαττόμενοι. Ἡ γάρ χάρις τοῦ Πνεύματος γνωμικήν τήν τῶν κατ᾿ αὐτήν γεννώντων καί γεννωμένων ἐργάζεται γέννησιν, ὅπερ οἱ κατά σάρκα πατέρες οὐκ ἔχουσιν, ἀκουσίων υἱῶν γινόμενοι πατέρες ἀκούσιοι· φύσεως γάρ, ἀλλ᾿ οὐ γνώμης ἔργον καθέστηκεν, ἡ τῶν φυσικῶς γεννώντων τε καί γεννωμένων διάπλασις.

8. Ἡ δυάς ἐνταῦθα, τήν ὕλην δηλοῖ καί τό εἶδος· ὧν ἡ μέν σύνοδος ποιεῖται σώματος γένεσιν· ἡ δέ διάλυσις, πέφυκε τήν αὐτοῦ ποιεῖσθαι φθοράν. Οὐκοῦν τά ἐξ ὕλης καί εἴδους ὄντα τῇ ἀρχῇ φυσικῶς ἀντικείμενον ἔχει τό τέλος, εἴπερ ἡ φθορά τῆς γενέσεώς ἐστιν ἀναίρεσις.

Γενέσεως δέ καί φθορᾶς ὑπερασπίζουσιν αἱ δύο δυνάμεις, ἤ τε κατ᾿ ἐπιθυμίαν καί ἡ θυμική· ἡ μέν ἐφιεμένη δι᾿ ἑαυτῆς κρατῆσαι πρός τό εἶναι τήν γένεσιν, ἡ δέ τήν ἐκ τῆς φθορᾶς ἀγωνιστικῶς ἀπωθουμένη διάλυσιν. Τούτων συνήγοροι τῶν δυνάμεων οἱ πονηροί καθίστανται δαίμονες, οἱ μέν τήν κατ' ἐπιθυμίαν τῆς ψυχῆς ἀπό τῶν θείων ἔκστασιν, ἧς ὁ οἶνος ὑπάρχει σύμβολον, οἱ δέ τήν ἐπί τοῖς ὑλικοῖς τυραννίδα τῆς θυμικῆς δυνάμεως, ἧς εἰκών ἡ βασιλεία καθέστηκε, προβαλλόμενοι τῷ νόμῳ τῆς φύσεως, παραπεῖσαι βουλόμενοι τήν κατ᾿ αὐτάς ἐμπαθῆ ψηφίσασθαι ζωήν.

Ἡ δέ μονάς, τήν ἁπλῆν σημαίνει κατ᾿ οὐσίαν ψυχήν, ὡς εἰκόνα τῆς κατ᾿ οὐσίαν ὑπερφυοῦς τρισυποστάτου μονάδος· ἧς ὁ νοῦς, φημί δέ τῆς ψυχῆς, ὡς εἷς μιᾶς ὑπάρχει συνήγορος, τήν εἰς τόν Θεόν πίστιν διά τῆς ἀληθείας, καί τήν εἰς αὐτόν ἀγάπην διά τῶν γυναικῶν, πάντων ἰσχυροτέραν ἀποδεικνύς τῷ νόμῳ τῆς φύσεως, καί τό κατ᾿ αὐτάς κράτος αὐτόν πείθων ψηφίσασθαι.

9. Ὅτι τῇ καθ᾿ ὑπεροχήν στερήσει τῶν πολλῶν, ὡς ἕν καί μόνον ἡ ἀλήθεια πέφυκεν ἀναφαίνεσθαι, φησίν, καλύπτουσα πάντων τῶν νοεῖν ἤ νοεῖσθαι δυναμένων τάς γνωστικάς δυνάμεις, ὡς ὑπέρ τά νοοῦντα καί τά νοούμενα καθ᾿ ὕπαρξιν ὑπερούσιον οὖσα, καί ἀπείρῳ δυνάμει, τάς κατά τήν ἀρχήν καί τό τέλος τῶν ὄντων ἀκρότητος περιγράφουσα, πᾶσαν πάντων πρός ἑαυτήν συνέλκει κίνησιν, τοῖς μέν παρεχομένη γνῶσιν ἀρίδηλον, ἧς ἐστερήθησαν χάριτος· τοῖς δέ δωρουμένη κατ᾿ αἴσθησιν ἄῤῥητον, ἧς εἶχον τήν ἔφεσιν ἀγαθότητος τῇ μεθέξει φανερόν τήν ἐπίγνωσιν.

10. Τόν ἐν Βαβυλώνι λαόν ἀληγορικῶς, νοεῖ τούς εἰς δουλείαν παθῶν κεκρατημένους λογισμούς, τόν δέ Δαρεῖον, τόν φυσικόν νόμον, τόν δέ Ζοροβάβελ τόν γνωστικόν νοῦν· τήν Ἰουδαίαν δέ τήν ἀρετήν, τήν Ἱερουσαλήμ δέ τήν ἕξιν τῆς ἀπαθείας, τόν δέ ναόν τήν δεκτικήν τῆς σοφίας γνῶσιν, τήν δέ πρός τήν Ἰουδαίαν ἐκ Βαβυλῶνος ἀνάβασιν τήν ἀπό τῶν σωματικῶν εἰς τά πνευματικά διά μετανοίας τῆς διανοίας μετάθεσιν.

11. Αἴτιον εἶναι λέγει, τῆς τῶν θείων διανομῆς ἀγαθῶν, τό μέτρον τῆς ἑκάστου πίστεως· καθώς γάρ πιστεύομεν, καί τήν ἐπί τό πράττειν τῆς προθυμίας ἐπόδοσιν ἔχομεν. Ὁ γοῦν πράττων, κατά τήν ἀναλογίαν τῆς πράξεως ἐπιδείκνυται τό μέτρον τῆς πίστεως, δεχόμενος ὡς ἐπίστευσεν τό μέτρον τῆς χάριτος· ὁ δέ μή πράττων, κατά τήν ἀναλογίαν τῆς ἀπραξίας ἐπιδείκνυται τό μέτρον τῆς ἀπιστίας, δεχόμενος ὡς ἠπίστησε, τήν τῆς χάριτος στέρησιν. Οὐκοῦν κακῶς ποιεῖ βασκαίνων τοῖς κατορθοῦσιν ὁ φθονερός, ἐπ᾿ αὐτῷ σαφῶς, ἀλλ᾿ οὐκ ἐν ἄλλῳ κειμένης, τῆς τοῦ πιστεύειν τε καί πράττειν, καί πρός τό μέτρον τῆς πίστεως ἐρχομένην δέξασθαι τήν χάριν, ἐπιλογῆς.

12. Καλῶς ἐδείχθη τῇ ἀληθείᾳ συμβαίνειν ὁ τύπος. Ὥσπερ γάρ ὁ Ζαροβάβελ οὐ γέγονεν αἰχμάλωτος, ἀλλ᾿ ἐκ τῶν αἰχμαλώτων ἐν Βαβυλῶνι τότε δεδουλωμένων ἐγεννήθη, καί γέγονεν αὐτῶν λυτρωτής· οὕτω καί ὁ Κύριος ἀναμάρτητος ὤν, ἐξ ἡμῶν ἐν ἡμῖν ὡς εἷς ἐξ ἡμῶν κατελογίσθη, τό τῆς φύσεως ἡμῶν ἑκουσίως ὑποδύς παθητόν, καθ᾿ ὅ τῆς ἡμῶν πρός ἀλήθειαν φυσικῆς ἀνασχόμενος ἀσθενείας, τοῦ φθοροποιοῦ κράτους ἡμᾶς ἠλευθέρωσε, καί εἰς οὐρανούς ἡμᾶς ἀνήγαγεν ἀπό γῆς· τῇ μέν δυνάμει τῆς αὐτοῦ σαρκώσεως ὅλην ἀνελλειπῶς ἑαυτῷ καθ᾿ ἕνωσιν ἄῤῥητον τήν φύσιν προσλαβών· τῇ δέ κλήσει τῆς χάριτος, μόνους ἐκείνους τούς δεξαμένους τε περιχαρῶς τήν κλῆσιν, καί διά τῶν ἔργων τήν χάριν αἰδεσθέντας τῆς ἀναπλάσεως.

13. Σάρξ ἁμαρτίας ἐστίν, ἡ ἐκ σπορᾶς ἀνδρός τήν γένεσιν ἔχουσα· κατά ταὐτόν γάρ ἔχει δυνάμει τήν ἁμαρτίαν καί τήν φθοράν κατά φύσιν, τήν μέν ἀρχήν, τήν δέ τέλος ἔχουσα τῆς οἰκείας γενέσεως· ἡ δέ ἐν ὁμοιώματι σαρκός ἁμαρτίας ἐστί σάρξ, ἡ δίχα σπορᾶς ἀνδρός συστᾶσα τοῦ Κυρίου σάρξ· κατά φύσιν μέν ἔχουσα τήν φθοράν, καθ᾿ ἥν ἡμῖν ὅμοιος ἦν· κατά δύναμιν δέ φύσει τήν ἀναμαρτησίαν, καθ᾿ ἥν ἡμῖν ἀνόμοιος ἦν.

14. Ἐπειδή φησιν, ὡς πρός τήν ἄκρατόν τε καί ἄκραν θεολογίαν, δεύτερός ἐστιν ὁ τῆς σαρκώσεως λόγος· (ἡ μέν γάρ τοῦ περί τήν οὐσίαν ἄκρου καθέστηκε λόγου· ὁ δέ, τῆς κατά τήν πρόνοιαν ἀκροτάτης ἐνεργείας ὑπάρχει συνεκτικός), ὑποκάτωθεν ἀνατολή προσηγορεύθη τῷ Πνεύματι. Ἐν γάρ τῷ λόγῳ τῆς θείας σαρκώσεως, ἡ τῶν αἰώνων τε καί τῶν ἐν αἰῶνι περιέχεται γένεσις· καί ἡ πρός ἀοριστίαν τῆς ὑπέρ αἰῶνας κατά χάριν ζωῆς τῶν ὄντων παράτασις.

15. Ὁ τῶν καλῶν, φησίν, ἐραστής, κατά πρόνοιαν σοφίας λόγοις ἑκουσίως ἐπείγεται πρός τήν τῆς θεώσεως χάριν· ὁ δέ τούτων ἀνέραστος, κατά δικαίαν κρίσιν παιδείας τρόποις ἀκουσίως κακίας ἀπάγεται· ὁ μέν ὡς φιλόθεος διά τῆς προνοίας θεούμενος· ὁ δέ διά τῆς κρίσεως ὡς φιλόϋλος εἰς κατάκρισιν ἐλθεῖν μή συγχωρούμενος.

16. Πῦρ μέν ἡμῶν ὑπάρχει ψεκτόν, ὁ τῆς σαρκός νόμος· φῶς δέ τούτου τοῦ πυρός ἐστιν, ἡ κατά τοῦτον τόν ψεκτόν νόμον ἐν ἕξει τῶν παθῶν κίνησις· ἡ δέ ψεκτή φλόξ ἐστιν, ἡ διά τῆς ἐνεργείας ἔκκαυσις τῶν παθῶν.

Ἤ πάλιν, πῦρ μέν ἐστι ψεκτόν, ἡ κακία· φῶς δέ ψεκτόν, ἡ τῆς κακίας ἕξις· φλόξ δέ ἡ ἐνέργεια. Οὐ δεῖ οὖν τούτῳ τόν νοῦν θερμαίνεσθαι τῷ πυρί, μηδέ τούτῳ φωτίζεσθαι τῷ φωτί, μηδέ ταύτῃ καταπιμπρᾶσθαι τῇ φλογί· τό γάρ καθ᾿ ἡδονήν πρός αἴσθησιν φῶς, πρός νοῦν σκότος ὑπάρχει βαθύτατον.

17. Ἡ μέν ὄντως πίστις ἀληθείας ἐστίν συστατική, ψεῦδος οὐκ ἔχουσα· ἡ δέ ἀγαθή συνείδησις, τήν τῆς ἀγάπης ἐπιφέρεται δύναμιν, ὡς μηδεμίαν ἔχουσα θείας παράβασιν ἐντολῆς.

18. Ἡ ἀνάστασις ἀνάπλασίς ἐστι τῆς φύσεως, πλεονεκτοῦσα τήν τῆς φύσεως ἐν τῷ παραδείσῳ διάπλασιν· γενικῶς μέν, τῇ καθόλου τῶν ὅλων ἀτρεψίᾳ· ἰδικῶς δέ, τῇ κατά χάριν ἀῤῥήτῳ θεώσει τῶν ἁγίων.

19. Χεῖρας τυχόν εἶπεν ὁ λόγος τοῦ νοητοῦ Ζοροβάβελ, τήν τε δημιουργικήν δύναμιν, καθ᾿ ἥν τήν ἐπί τό εὖ εἶναι λαμβάνομεν γένεσιν· καί τήν ἀνανεωτικήν, καθ᾿ ἥν τήν ἐπί τό ἀεί εὖ εἶναι δεχόμεθα χάριν· ἤ τήν ἐν ἡμῖν κατά τήν πρᾶξιν τῶν ἀρετῶν ἀγαθουργόν αὐτοῦ χάριν· καί τήν ἐπ᾿ αὐτῇ κατά τήν θεωρίαν ἀδιασκέδαστον χύσιν τῆς γνώσεως.

20. Λίθος ἡ πίστις ἐκλήθην, διά τό στεῤῥόν, ἄτρεπτόν τε καί βάσιμον, καί παντελῶς ἀκίνητον τῆς κατ᾿ αὐτήν ἀληθείας· καί μηδαμῶς ὑπεῖκον ψεύδους ἐπαναστάσεσιν. Ἐν χειρί δέ, διά τό κατ᾿ ἐνέργειαν πρακτικόν, καί πασῶν κατά περιγραφήν τῶν ἀρετῶν συνεκτικόν. Ἑπτά δέ ὀφθαλμούς ἔχουσα, διά τό διακριτικόν τε καί θεωρητικόν καί τῆς παντελοῦς τῶν ὑπό χρόνον ἀπταίστου γνώσεως περιεκτικόν καί τῆς ἀμιγοῦς, ὡς ἐν ἀριθμοῖς, ἑπταπλῆς τοῦ παναγίου Πνεύματος ἐνεργείας δεκτικόν.

21. Διάληψις ἀποδεικτική τῆς ἰδιότητος τοῦ πνευματικοῦ χαρίσματος. Φόβου γάρ ἴδιον ἡ ἀποχή τῶν κακῶν· ἰσχύος δέ, ἡ πρᾶξις τῶν ἀγαθῶν· βουλῆς δέ, ἡ τῶν ἀντικειμένων διάκρισις· ἐπιστήμης δέ, ἡ τῶν καθηκόντων ἀνόθευτος εἴδησις· γνώσεως δέ, ἡ κατ᾿ ἐνέργειαν τῶν ἐν ταῖς ἀρεταῖς θείων λόγων περίληψις· συνέσεως δέ, ἡ πρός τά γνωσθέντα διόλου τῆς ψυχῆς συνδιάθεσις· σοφίας δέ, ἡ πρός Θεόν ἀδιάγνωστος ἕνωσις, καθ᾿ ἥν τοῖς ἀξίοις ἡ ἔφεσις ἀπόλαυσις γίνεται, μεθέξει ποιοῦσα θεόν τόν μετέχοντα καί τῆς θείας αὐτόν ὑποφήτην καθιστῶσα μακαριότητος, κατά τήν ἀέναον πρός τούς δεομένους τῶν θείων μυστηρίων ἀνεκπόμπευτον προβολήν καί διέξοδον.

22. Τό πρός ἡμᾶς, φησί, κατ᾿ ἐνέργειαν πρῶτον ἀγαθόν, ὅπερ ἐστίν ὁ φόβος, τελευταῖον ἀπηριθμήσατο τῆς Γραφῆς ὁ λόγος ὡς σοφίας ἀρχήν· ἀφ᾿ ἧς κινούμενοι, πρός τό τῆς σοφίας τέλος τήν σύνεσιν ἀναβαίνομεν· μεθ᾿ ἥν προσεχεῖς αὐτῷ γινόμεθα τῷ Θεῷ, μόνην τήν σοφίαν τῆς πρός αὐτόν ἑνώσεως μεσιτεύουσαν ἔχοντες. Οὐ γάρ ἐστι δυνατόν ἐπιλαβέσθαι σοφίας, τόν μή πρότερον διά τοῦ φόβου, καί τῶν διά μέσου λοιπῶν χαρισμάτων, τήν τε λήμην τῆς ἀγνοίας, καί τόν τῆς κακίας κονιορτόν ἑαυτοῦ παντελῶς ἀποσεισάμενον. Διά τοῦτο, Θεῷ μέν προσεχῆ τήν σοφίαν· ἡμῖν δέ προσεχῆ τόν φόβον ἡ γραφική τάξις διέθηκεν· ἵνα ἡμεῖς εὐταξίας μάθωμεν ὅρον καί νόμον.

23. Ἡ σοφία, φησίν, μονάς ἐστιν, ταῖς ἐξ αὐτῆς διαφόρους ἀρεταῖς ἀτμήτως ἐνθεωρουμένη· καί μονοειδῶς ταῖς τῶν ὅλων ἀρετῶν ἐνεργείαις ἐπισυναγομένη· καί πάλιν ἁπλῆ μονάς ἀποδεικνυμένη ταῖς πρός αὐτήν τῶν ἐξ αὐτῆς ἀρετῶν ἀποκαταστάσεσιν· ὅταν ἡμεῖς, δι᾿ οὕς κατά τήν ἑκάστης ἀρετῆς γένεσιν ποιεῖται τήν πρόοδον, ἀνατατικῶς δι᾿ ἑκάστης ἀρετῆς πρός αὐτήν συναγώμεθα.

24. Τυφλήν ἔχει τήν πίστιν, φησίν, ὁ τά κατά τήν πίστιν θεῖα προστάγματα μή ἐργαζόμενος. Εἰ γάρ φῶς εἰσι τά τοῦ Κυρίου προστάγματα, δῆλον ὅτι δίχα θείου φωτός ἐστιν, ὁ μή πράττων τά θεῖα προστάγματα, καί ψιλήν, ἀλλ᾿ οὐκ ἀληθῆ τήν τῆς πίστεως ἐπιφέρεται κλῆσιν.

25. Εἰ τάς ἐνεργείας τοῦ Πνεύματός φησιν, ὀφθαλμούς Κυρίου προσηγόρευσεν ὁ λόγος, ὁ μή τούτους τῇ πράξει τῶν ἐντολῶν διανοίγων, ἐπιβλέποντα τόν Θεόν ἐπ᾿ αὐτόν οὐκ ἔχει. Δι᾿ ἄλλων γάρ, ὡς εἰκός, ἐπισκοπεῖν ὀφθαλμῶν τούς ἐπί γῆς οὐ πέφυκεν ὁ Θεός, εἴπερ θείας ὁράσεως ἀκτίς ἐστιν ὁ κατ᾿ ἀρετήν ἡμῶν φωτισμός.

26. Ὁ κασσίτερος, φησίν, τήν τε τοῦ ἀργύρου καί τοῦ μολίβου φυσικῶς ἔχων ἰδιότητα, χαρακτηρίζει τήν πίστιν· κολάζει γάρ μή φυλαττομένη, μόλιβον ἔχουσα τήν ἐπ᾿ αἰῶσι τῶν μή φυλαξάντων αὐτήν κατηγορίαν, καί δοξάζει τούς φυλάττοντας, ἄργυρον ἔχουσα διαφανῆ καί λαμπρόν, τήν ἐπ᾿ αἰῶσι τῶν φυλαξάντων αὐτήν συνηγορίαν.

27. Οὐδείς ἁμαρτάνων, φησίν, δύναται τῆς ἁμαρτίας συνήγορον ἔχειν τῆς σαρκός τήν ἀσθένειαν. Ἡ γάρ πρός τόν Θεόν Λόγον ἕνωσις, ὅλην τήν φύσιν τῇ λύσει τῆς κατάρας ἀνέῤῥωσεν· ἀπροφάσιστον ἡμῖν ποιησαμένη, τήν πρός τά πάθη τῆς γνώμης προσπάθειαν· ἡ γάρ τοῦ Λόγου θεότης κατά χάριν ἀεί συνοῦσα τοῖς εἰς αὐτόν πιστεύουσιν, τόν ἐν τῇ σαρκί νόμον τῆς ἁμαρτίας ἀπομαραίνει.

28. Ὥσπερ, φησίν, ὁ κασσίτερος μελαινόμενος λαμπρύνεται πάλιν· οὕτω καί οἱ πιστεύοντες κἄν μελαίνονται ἁμαρτάνοντες, λαμπρύνονται πάλιν μετανοοῦντες· δι᾿ ἥν αἰτίαν καί κασσιτέρῳ τυχόν ἡ πίστις παρεικάσθη.


Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets
y
e
n
o
m
4
k
c
i
l
C
-
g
o
l
B
o
m
e
D