Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 10 Απριλίου 2013

ΝΒ (52). ΠΕΡΙ ΤΟΥ "ΟΥ ΚΑΤΑ ΤΟ ΑΝΤΑΠΟΔΟΜΑ Ο ΑΝΤΑΠΕΔΩΚΕΝ ΑΥΤΩ Ο ΘΕΟΣ ΑΝΤΑΠΕΔΩΚΕΝ ΕΖΕΚΙΑΣ".


52. ΕΡΩΤΗΣΙΣ ΝΒ'

Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς ἀνταπέδωκεν Ἐζεκίας, ἀλλ᾽ ὑψώθη ἡ καρδία αὐτοῦ· καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου. Τί τὸ ἀνταπόδομά ἐστι, καὶ τὰ ἑξῆς;


Ἀπόκρισις.

Ἐπειδὴ γὰρ μετὰ πολλὰς καὶ διαφόρους εὐεργεσίας, ἃς κατὰ καιροὺς ὁ Θεὸς χορηγήσας τῷ Ἐζεκίᾳ διέσωσεν, ἐκ πάσης ἀνάγκης αὐτὸν λυτρωσάμενος καὶ περιστάσεως, αὐτὸς δὲ τὴν ὅλην τῷ Θεῷ τῆς σωτηρίας, ὡς ἐχρῆν, οὐκ ἀνέθετο χάριν, ἀλλ᾽ ἥψατό τις αὐτοῦ μῶμος ἀνθρώπινος καὶ τὴν τῶν κατορθωθέντων ἐπεμερίσατο δύναμιν, εἰκότως κατὰ τὸ ἀνταπόδομα, ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεός, οὐκ ἀνταπέδωκεν Ἐζεκίας. Οὐ γὰρ ἀντεσήκωσε τῷ μεγέθει τῶν ἐπ᾽ αὐτῷ θείων κατορθωμάτων εὐγνωμόνως τὴν εὐχαριστίαν, ἀλλ᾽ ὑψώθη ἡ καρδία αὐτοῦ, μὴ διαδρὰς τὸ νόσημα τῆς ἐπ᾽ ἀρετῇ καὶ γνώσει φυσιούσης οἰήσεως.

Καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Ὀργὴ Θεοῦ ἐστι, κατὰ μίαν ἐπιβολήν, ἡ τῶν παιδαγωγουμένων ἐπίπονος αἴσθησις. Ἐπίπονος δὲ καθέστηκεν αἴσθησις ἡ τῶν ἀκουσίων πόνων ἐπαγωγή· δι᾽ ἧς τὸν ἐπ᾽ ἀρετῇ καὶ γνώσει φυσιούμενον νοῦν ὁ Θεὸς πολλάκις ἄγει πρὸς συστολὴν καὶ ταπείνωσιν, αὐτὸν ἑαυτοῦ γενέσθαι διδοὺς ἐπιγνώμονα καὶ τῆς οἰκείας ἀσθενείας συνίστορα· ἧς ἐπαισθόμενος, τὸ μάταιον οἴδημα τῆς καρδίας ἀποτίθεται. Φησὶ γάρ· μετὰ τὸ γενέσθαι τὴν ὀργήν, καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου.

῍Η πάλιν ὀργὴ Κυρίου ἐστὶν ἡ ἀνακωχὴ τῆς τῶν θείων χαρισμάτων χορηγίας, ἥτις συμφερόντως ἐπὶ πάντα γίνεται νοῦν ὑψηλὸν καὶ μετέωρον καὶ τοῖς δοθεῖσιν αὐτῷ θεόθεν καλοῖς ὡς ἐπ᾽ ἰδικοῖς κατορθώμασι μεγαλαυχούμενον. Ἄξιον δέ ἐστιν ἐπιστῆσαι καὶ ἰδεῖν τί δήποτε μὴ ἐπὶ μόνον τὸν Ἐζεκίαν ὑψωθέντα τὴν καρδίαν ἦλθεν ἡ ὀργή, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Τοῦτο μάλιστα πείσει τοὺς τῷ γράμματι μόνῳ τῆς Γραφῆς φιλοπόνως παρακαθημένους ὅτι χρὴ τοὺς φιλοθέους περὶ τὴν πνευματικὴν θεωρίαν τῶν γεγραμμένων τὴν πᾶσαν ποιεῖσθαι σπουδήν, εἴπερ ὁ τῆς ἀληθείας λόγος αὐτοῖς πάντων ἐστὶ τιμιώτερος.

Εἰ γὰρ μόνῳ τῷ γράμματι στοιχήσομεν, πολλήν, ὡς εἰκός, ἀδικίαν τῆς θείας καταψηφιζόμεθα κρίσεως, τῷ ἁμαρτήσαντι συγκολαζούσης ἀδίκως τοὺς μηδαμῶς ἁμαρτήσαντας. Καὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ υἱοῦ, οὔτε υἱὸς ὑπὲρ πατρός, ἕκαστος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, καὶ σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, πρὸς τὸν Θεὸν παρὰ τοῦ Δαβὶδ λεγόμενον;

Καὶ ὑψώθη, φησίν, ἡ καρδία Ἐζεκίου. Καὶ οὐκ ἐπήγαγε καὶ ἡ καρδία τῶν οἰκούντων Ἱερουσαλὴμ καὶ Ἰουδαίαν. Πῶς οὖν συνεκόλασε τῷ αἰτίῳ τοὺς ἀναιτίους κατ᾽ αὐτοὺς ἐκείνους συνιδεῖν οὐκ ἔχω. Λέγει γάρ· Καὶ ὑψώθη ἡ καρδία Ἐζεκίου· καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ, περὶ ὧν οὐ γέγραφεν ὁ λόγος ὅτι ὑψώθησαν. Οὐκοῦν ἐπειδὴ ἀμήχανος ἡ λύσις τῶν ἀπορουμένων τοῖς προεστηκόσι τοῦ γράμματος καὶ τὸ ῥητὸν τῆς διανοίας προκρίνουσιν, ἐπὶ τὴν πνευματικὴν τῶν γεγραμμένων κατανόησιν ἔλθωμεν καὶ εὑρήσομεν ἀκμητὶ τὴν τῷ γράμματι κεκαλυμμένην ἀλήθειαν, φωτὸς δίκην τοῖς φιλαληθέσι προλάμπουσαν.

Πᾶς τοιγαροῦν γνωστικὸς καὶ φιλόσοφος νοῦς καὶ τὸν Ἰούδαν ἔχει καὶ τὴν Ἱερουσαλήμ· τὸν μὲν Ἰούδαν, εἰς τὸν κατ᾽ ἐξομολόγησιν τρόπον πνευματικῶς λαμβανόμενον ἤγουν τὴν ἕξιν τῆς μετανοίας μετὰ τῶν αὐτῆς συνεκτικῶν λογισμῶν τῇ προκοπῇ τῆς κατὰ νοῦν ἀναβάσεως πρακτικῶς συναυξάνουσαν—ἐξομολόγησις γὰρ Ἰούδας ἑρμηνεύεται—, τὴν δὲ Ἱερουσαλήμ, εἰς τὴν εἰρηνικὴν τῆς ἀπαθείας ἕξιν μετὰ τῶν συμπληρούντων αὐτὴν θείων θεωρημάτων ἀλληγορικῶς νοουμένην· καὶ συντόμως εἰπεῖν, τὴν μὲν Ἰουδαίαν ὡς πρακτικὴν ἔχει φιλοσοφίαν, τὴν δὲ Ἱερουσαλὴμ ὡς θεωρητικὴν μυσταγωγίαν.

Ὁπηνίκα γοῦν διὰ τῆς θείας χάριτος ὁ φιλόθεος νοῦς, κατά τε τὴν πρακτικὴν καὶ τὴν θεωρητικὴν φιλοσοφίαν πᾶσαν ἀντικειμένην ἀρετῇ τε καὶ γνώσει διακρουσάμενος δύναμιν, τελείως τὸ κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναδήσεται κράτος καὶ μὴ τὴν δέουσαν εὐχαριστίαν ἀνάθηται τῷ αἰτίῳ τῆς νίκης Θεῷ, ἀλλ᾽ ὑψωθῇ τὴν καρδίαν, ἑαυτὸν τοῦ παντὸς κατορθώματος ἡγησάμενος αἴτιον, τηνικαῦτα, ὡς μὴ ἀνταποδοὺς τῷ Θεῷ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ, δέχεται οὐ μόνον αὐτὸς γινομένην ἐπ᾽ αὐτὸν τὴν ὀργὴν τῆς ἐγκαταλείψεως, ἀλλὰ καὶ Ἰούδας καὶ Ἱερουσαλήμ, τουτέστιν ἡ τῆς πράξεως ἕξις καὶ τῆς θεωρίας, παθῶν ἀτιμίας εὐθέως, συγχωρήσει Θεοῦ, κατεπανισταμένων τῆς πράξεως, καὶ τὴν τέως καθαρὰν μολυνόντων συνείδησιν καὶ ψευδῶν ἐννοιῶν συνεπιπλεκομένων τῇ θεωρίᾳ τῶν ὄντων καὶ τὴν τέως ὀρθὴν διαστρεφουσῶν δόξαν τῆς γνώσεως.

Θεῖος γὰρ ὡς ἀληθῶς ὅρος τε καὶ νόμος κατὰ πρόνοιαν ἐνυπάρχει τοῖς οὖσι, παιδεύεσθαι διὰ τῶν ἐναντίων ἐπιτρέπων πρὸς εὐγνωμοσύνην τοὺς ἐπὶ κρείττοσι φανέντας ἀγνώμονας καὶ τὴν πεῖραν τῶν ἀντικειμένων τῆς τῶν καλῶν κατορθωτικῆς θείας ἐπίγνωσιν ποιεῖσθαι δυνάμεως, ὡς ἂν μή, παντελῶς ἐπὶ τοῖς ἀμείνοσι ἀκαθαίρετον παρὰ τῆς προνοίας ἔχειν συγχωρηθέντες τὴν οἴησιν, εἰς τὴν ἀντίθεον τῆς ὑπερηφανίας διάθεσιν κατολισθήσωμεν, ἑαυτῶν κατὰ φύσιν, ἀλλ᾽ οὐκ ἐπίκτητον χάριτι, τὴν τῆς ἀρετῆς καὶ τῆς γνώσεως κτῆσιν εἶναι νομίζοντες, καὶ εὑρεθῶμεν τῷ καλῷ πρὸς τὴν τοῦ κακοῦ χρώμενοι γένεσιν, καὶ δι᾽ ὧν ἔδει πλέον διασφιγχθεῖσαν ἐν ἡμῖν ἀσάλευτον μένειν τὴν θείαν ἐπίγνωσιν, δι᾽ ἐκείνων, ὡς οὐκ ὤφελον, τὴν ταύτης νοσήσαντες ἄγνοιαν.

Ὁ γὰρ οἰόμενος ἑαυτὸν κατειληφέναι τὸ τέλος τῆς ἀρετῆς, οὐδαμῶς ἐπιζητήσει λοιπὸν τὴν πηγαίαν τῶν καλῶν αἰτίαν, ἑαυτῷ μόνῳ περιγράψας τὴν τῆς ἐφέσεως δύναμιν, αὐτὸν τῆς σωτηρίας τὸν ὅρον ὑφ᾽ ἑαυτοῦ, φημὶ δὲ τὸν Θεόν, ζημιούμενος. Ὁ δὲ τῆς ἑαυτοῦ περὶ τὰ καλὰ φυσικῆς συναισθόμενος πενίας οὐ παύεται προτροπάδην τρέχων πρὸς τὸν δοῦναι δυνάμενον τῆς ἐνδείας τὴν πλήρωσιν.

Γίνεται τοίνυν δικαίως ἐπὶ τὸν ὑψηλόφρονα νοῦν ὀργή, τουτέστιν ἐγκατάλειψις, ἤγουν ἡ τοῦ διοχληθῆναι αὐτὸν κατά τε τὴν πρᾶξιν ὡς Ἰουδαίαν, κατά τε τὴν θεωρίαν ὡς Ἱερουσαλήμ, ὑπὸ δαιμόνων συγχώρησις, ἵνα λάβῃ τῆς μὲν ἑαυτοῦ φυσικῆς ἀσθενείας συναίσθησιν, τῆς δὲ σκεπούσης αὐτὸν καὶ τὸ πᾶν κατορθούσης τῶν ἀγαθῶν θείας δυνάμεώς τε καὶ χάριτος τὴν ἐπίγνωσιν, καὶ ταπεινωθῇ, πόρρω παντελῶς ἑαυτοῦ τὸ ἀλλότριον καὶ παρὰ φύσιν ὕψος ποιούμενος, ὥστε μὴ ἐπελθεῖν ἐπ᾽ αὐτὸν τὴν ἄλλην ὀργὴν τῆς τῶν δοθέντων χαρισμάτων ἀφαιρέσεως, ἥτις ἐπὶ τὸν Ἐζεκίαν οὐκ ἐπῆλθεν, εὐθέως ἐκ τῆς ἐπ᾽ αὐτὸν γενομένης πρώτης ὀργῆς, ἤγουν ἐγκαταλείψεως, ταπεινωθέντα καὶ γενόμενον τῆς τοῦ παρέχοντος τὰ καλὰ συναισθήσεως. Φησὶ γὰρ μετὰ τὸ καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ· καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου, ἡ ἄλλη δηλονότι ὀργή, τῆς τῶν χαρισμάτων ἀφαιρέσεως, διὰ τὸ τὴν πρώτην ἐγκατάλειψιν τῆς καλῆς ἐπιγνωμοσύνης αὐτῷ γενέσθαι διδάσκαλον.

Ὁ γὰρ μὴ σωφρονισθεὶς τῷ πρώτῳ εἴδει τῆς ὀργῆς, ἤγουν ἐγκαταλείψεως, ἐλθεῖν πρὸς ταπείνωσιν, τὴν ἄλλην δέχεται σαφῶς ἐπ᾽ αὐτὸν ἐρχομένην ὀργήν, ἀφαιρουμένην αὐτοῦ τὴν τῶν χαρισμάτων ἐνέργειαν, καὶ ἔρημον αὐτὸν καθιστῶσαν τῆς τέως φρουρούσης δυνάμεως—καὶ ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, φησὶ περὶ τοῦ ἀγνώμονος Ἰσραὴλ ὁ Θεός, λέγων καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτόν—, καθάπερ ἀνηγόρευται παθὼν καὶ Σαοὺλ ὁ πρῶτος τοῦ Ἰσραὴλ βασιλεύς.

Ἐκεῖνος γὰρ ἅμα τῇ βασιλείᾳ λαβὼν διὰ τοῦ χρίσματος καὶ τῆς προφητείας τὴν χάριν, ἐπειδὴ ταύτην μὴ ἐφύλαξεν, ὀργὴν δέχεται πρώτην τὴν τοῦ πονηροῦ πνεύματος ἐνέργειαν· ἧς μηδεμίαν λαβὼν συναίσθησιν, τῇ ἄλλῃ ταμιευθεὶς ὀργῇ συγκατέληξε, πάσης διὰ τὴν ἄνοιαν γυμνὸς πρὸ θανάτου θεοσεβείας γενόμενος. Καὶ δηλοῖ τοῦτο παθών, πρῶτον μὲν ὑπὸ τοῦ δαίμονος ἐνεργούμενος, εἶθ᾽ ὕστερον πρὸς αὐτοὺς αὐτομολῶν ἑκουσίως διὰ τῆς ἐγγαστριμύθου τοὺς δαίμονας καί, ἴσως τοῖς ἀθέοις, τὴν τῆς μαντείας τοῖς δαίμοσιν ἐπιτελῶν τελετήν.

Οὐκοῦν ἐπειδὴ τὸν Ἐζεκίαν εἰς τὸν φιλόσοφον ἐλάβομεν νοῦν, τὴν δὲ Ἰουδαίαν εἰς τὴν πρᾶξιν, τὴν δὲ Ἱερουσαλὴμ εἰς τὴν θεωρίαν, ὅταν τι καθ᾽ οἱονδήποτε τρόπον τὸν νοῦν πεπονθέναι νοήσωμεν, τῷ τοιούτῳ νοῖ τήν τε πρακτικὴν αὐτοῦ καὶ τὴν θεωρητικὴν δύναμιν κατὰ τοὺς συνεκτικοὺς αὐτῶν λόγους συμπεπονθέναι πάντως πιστεύσομεν· οὐ γάρ ἐστι δυνατὸν παθεῖν τὸ ὑποκείμενον, τῶν ἐν ὑποκειμένῳ μὴ συμπασχόντων.

Καλῶς οὖν τῷ ῥητῷ τῆς Γραφῆς συμφέρεται τῆς θεωρίας ὁ λόγος, μὴ φέρων διαβολὴν τῇ θείᾳ ψήφῳ τῶν κριμάτων, μηδὲ ἄλλης ἀνατροπὴν ποιούμενος ἐντολῆς. Μόνος γὰρ κατὰ τὴν ἀποδοθεῖσαν τοῦ λόγου θεωρίαν Ἐζεκίας, τουτέστιν ὁ νοῦς, ὑψοῦται μεγαλοφρονῶν ἐπὶ τοῖς κατορθώμασι, μὴ συνυψουμένων αὐτῷ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλήμ, ἤγουν πράξεως καὶ θεωρίας, ὅτι μηδὲ πεφύκασι τοῦτο πάσχειν, καθ᾽ ἑαυτὰς ὑποστατικῶς μὴ θεωρούμεναι. Καὶ ἐπὶ μόνον τὸν Ἐζεκίαν, τουτέστι τὸν νοῦν, οὐ γίνεται ὀργή, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν καὶ Ἱερουσαλήμ. Ἡ γὰρ πρᾶξις καὶ ἡ θεωρία τῷ νῷ κατά τι μολυνομένῳ πάντως συγχραίνονται, καὶ μὴ οὖσαι τῆς πρὸς ὀργὴν αἰτίας συμμέτοχοι.

Γενώμεθα τοίνυν καὶ ἡμεῖς τῆς τῶν γεγραμμένων ἐννοίας. Κἂν γὰρ ἐκείνοις συνέβη τυπικῶς κατὰ τὴν ἱστορίαν, ἀλλὰ δι᾽ ἡμᾶς ἐγράφη πρὸς νουθεσίαν πνευματικήν, οἷς διαπαντὸς συμβαίνει τὰ γεγραμμένα, νοητῶς τῆς ἀντικειμένης καθ᾽ ἡμῶν ἀεὶ παραταττομένης δυνάμεως, ἵνα πᾶσαν, εἰ δυνατόν, πρὸς τὸν νοῦν τὴν Γραφὴν μεταβιβάσαντες, αὐτὸν μὲν φωτίσωμεν τοῖς θείοις νοήμασι, τὸ δὲ σῶμα τοῖς τῶν νοηθέντων θειοτέρων λόγων τρόποις φαιδρύνωμεν, ἀρετῆς αὐτὸ ποιοῦντες λογικὸν ἐγραστήριον τῇ ἀποβολῇ τῶν ἐμφύτων παθῶν.

Πᾶς οὖν θεοφιλὴς καὶ ἐνάρετος ἄνθρωπος, κατὰ τὸν Ἐζεκίαν γνωστικῶς τὸ κατὰ δαιμόνων διαζωσάμενος κράτος, εἰ γένηταί τις αὐτῷ προσβολὴ πνευμάτων πονηρῶν ἀοράτως κατὰ νοῦν πρὸς αὐτὸν συμπλεκόντων τὸν πόλεμον, καὶ διὰ προσευχῆς δέξηται θεόθεν αὐτῷ πεμπόμενον ἄγγελον, λέγω δὲ σοφίας λόγον μείζονα, καὶ πᾶσαν ἐκτρίψας διασκεδάσῃ τοῦ διαβόλου τὴν φάλαγγα, καὶ τῆς τοιαύτης νίκης τε καὶ σωτηρίας αἴτιον τὸν Θεὸν μὴ ἐπιγράψηται, ἀλλ᾽ ἑαυτῷ τὴν ὅλην ἀνάθηται νίκην, ὁ τοιοῦτος οὐκ ἀνταπέδωκε τῷ Θεῷ κατὰ τὸ ἀνταπόδομα αὐτοῦ, μὴ ἐξισώσας τῷ μεγέθει τῆς σωτηρίας τὸ πλῆθος τῆς εὐχαριστίας, μηδὲ τῇ εὐεργεσίᾳ τοῦ σώσαντος ἀντιμετρήσας τὴν οἰκείαν διάθεσιν—ἀνταπόδοσις γάρ ἐστιν ἡ πρὸς τὸν σώσαντα τοῦ σωθέντος δι᾽ ἔργων ἀντιμετρουμένη διάθεσις—ἀλλ᾽ ὕψωσεν ἑαυτοῦ τὴν καρδίαν, ἐφ᾽ οἷς ἔλαβε χαρίσμασι μεγαλοφρονήσας ὡς μὴ λαβών, ὁ τοιοῦτος ἐνδίκως δέχεται γινομένην ἐπ᾽ αὐτῷ τὴν ὀργήν, συγχωροῦντος τοῦ Θεοῦ τῷ διαβόλῳ νοητῶς αὐτῷ συμπλακῆναι καὶ τοὺς κατὰ τὴν πρᾶξιν παρασαλεῦσαι τρόπους τῆς ἀρετῆς καὶ τοὺς κατὰ θεωρίαν διαυγεῖς ἐπιθολῶσαι λόγους τῆς γνώσεως, ἵνα, μαθὼν τὴν οἰκείαν ἀσθένειαν, ἐπιγνῷ τὴν μόνην δύναμιν τὴν τὰ πάθη ἐν ἡμῖν καταπαλαίουσαν, καὶ ταπεινωθῇ μετανοήσας, τὸν ὄγκον ἀποβαλὼν τῆς οἰήσεως, καὶ τὸν Θεὸν ἱλεώσηται καὶ ἀποστρέψῃ τὴν ἐπερχομένην τοῖς μὴ μετανοοῦσιν ὀργήν, τὴν ἀφαιρουμένην τὴν φρουροῦσαν τὴν ψυχὴν χάριν καὶ ἔρημον καταλιμπάνουσαν τὸν ἀγνώμονα νοῦν.

Ἡμέρας δὲ τοῦ βασιλέως Ἐζεκίου τυχὸν προσηγόρευσεν ἡ Γραφὴ τοὺς διαφόρους φωτισμούς, οὓς δέχεται πᾶς εὐσεβὴς καὶ φιλόθεος νοῦς, ἐπιβάλλων τῇ θεωρίᾳ τῶν γεγονότων πρὸς κατανόησιν τῆς διὰ πάντων ποικίλως μηνυομένης σοφίας· οἷς ἕως ἡ πρᾶξις καὶ ἡ θεωρία ῥυθμίζεται, στέρησις ἀρετῆς καὶ γνώσεως αὐταῖς οὐ πέφυκε γίνεσθαι, τοῦ ἡλίου τῆς δικαιοσύνης ἐν τῷ τοιούτῳ νοῖ διὰ τῆς ἰδίας ἀνατολῆς τὰς τοιαύτας ἡμέρας δημιουργοῦντος.

 
----------------------
ΣΧΟΛΙΑ

1. Ὅτι τόν ἐπαιρόμενον ἐπί πράξει, παθῶν ἀτιμία διαδέχεται· τόν δέ ἐπί γνώσει ὑψούμενον, περί τήν ἀληθῆ θεωρίαν πταίειν ἡ δικαία κρίσις συγχωρεῖ.

2. Ὅρον καί νόμον ἐνυπάρχοντα θείως τοῖς οὖσι λέγει, τήν τῶν ὄντων συνεκτικήν πρόνοιαν, κατά κρίσιν δικαίαν τῇ σπάνει τῶν ἀγαθῶν παιδεύουσαν πρός εὐγνωμοσύνην, τούς ἐπί τῇ ἀφθονίᾳ τῶν ἀγαθῶν, πρός τόν αὐτῆς χορηγόν φανέντας ἀγνώμονας· διά τῶν ἐναντίων αὐτούς πρός συναίσθησιν ἄγουσαν τῆς τοῦ χαριζομένου τά καλά διαγνώσεως· ἡ ἐπ᾿ ἀρετῇ γάρ καί γνώσει οἴησις ἀπαιδαγώγητος μένουσα, τό τῆς ὑπερηφανίας γεννᾷν πέφυκε νόσημα, τό τήν ἀντικειμένην τῷ Θεῷ φέρον διάθεσιν.

3. Ὁ τήν ἀπειρίαν φησίν ἀρετῆς διαγνούς, οὐδέποτε τοῦ κατ᾿ αὐτήν παύεται δρόμου, ἵνα μή ζημιωθῇ αὐτήν τῆς ἀρετῆς τήν ἀρχήν καί τό τέλος, τόν Θεόν λέγω, περί ἑαυτόν στήσας τήν κίνησιν τῆς ἐφέσεως· καί λάθῃ νομίζων ἐπειλῆφθαι τῆς τελειότητος, ὑπομένων τοῦ ἀληθῶς ὄντος τήν ἔκπτωσιν· πρός ὅπερ ἐπείγεται πᾶσα σπουδαίου κίνησις.

4. Ὅτι πρός ἀσέβειαν, φησίν, πρανής καθέστηκεν ὁδός, ἡ περί τήν ζημίαν τῶν ἀρετῶν ἀναισθησία. Ὁ γάρ ἐθίσας ἑαυτόν διά τάς ἡδονάς τῆς σαρκός Θεοῦ παρακούειν, καί αὐτόν ἀρνήσεται τόν Θεόν καλούσης προφάσεως, Θεοῦ τήν τῆς σαρκός ζωήν προτιμῶν, ἧς καί μόνας τάς ἡδονάς τῶν θείων κρείττους ἔσχηκε θελημάτων.

5. Ὑποκείμενον λέγει τόν νοῦν, ὡς ἀρετῆς καί γνώσεως δεκτικόν· ἐν ὑποκειμένῳ δέ, τήν πρᾶξιν καί τήν θεωρίαν, αἵτινες πρός τόν νοῦν συμβεβηκότων λόγον ἐπέχουσιν· διὸ κατά πάντα τρόπον καί συμπάσχουσι πάσχοντι, τήν αὐτοῦ ποιάν κίνησιν ἀρχάς τῆς οἰκείας ἀλλοιώσεως ἔχουσαι.

6. Τά ἔμφυτα πάθη τοῦ σώματος λόγῳ μέν κυβερνώμενα οὐκ ἔχει διαβολήν· κινούμενα δέ τούτου χωρίς φέρει διαβολήν. Τούτων οὖν λέγει γίνεσθαι δεῖν τήν ἀποβολήν, ὧν ἔμφυτος μέν ἡ κίνησις, παρά φύσιν δέ γίνεται πολλάκις ἡ χρῆσις, λόγῳ μή κυβερνωμένη.

7. Ὀργή σωτήριός ἐστιν, ἡ πρός τό πολεμεῖσθαι τὸν ὑψηλόφρονα νοῦν τοῖς πάθεσιν ὑπό τῶν δαιμόνων θεία συγχώρησις· ἵνα γνῷ πάσχων ἀτίμως ἐπ᾿ ἀρεταῖς μεγαλαυχούμενος, τίς ὁ τούτων ὑπάρχει δοτήρ· ἤ γένηται τῶν ἀλλοτρίων γυμνός, ἅπερ ὡς μή λαβών ἔχειν ἐνόμιζεν.

8. Πρᾶξιν λέγει καί θεωρίαν κατά τόν τῆς ἀναγωγῆς λόγον, τήν Ἰουδαίαν καί τήν Ἱερουσαλήμ.

9. Ἥλιος δικαιοσύνης ὁ Κύριος καί Θεός, καί τῶν ὅλων Σωτήρ Χριστός Ἰησοῦς.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets