Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 27 Φεβρουαρίου 2013

Κεφάλαια περί Αγάπης - Τρίτη Εκατοντάς




Άγιος Μάξιμος ο Ομολογητής
 
 
Κεφάλαια περί Αγάπης
εις 4 εκατοντάδες ανεπτυγμένα







ΕΚΑΤΟΝΤΑΣ ΤΡΙΤΗ


3.1 (α’) Ἡ μὲν εὔλογος τῶν νοημάτων καὶ τῶν πραγμάτων χρῆσις σωφροσύνης καὶ ἀγάπης καὶ γνώσεώς ἐστι ποιητική· ἡ δὲ ἄλογος, ἀκολασίας καὶ μίσους καὶ ἀγνωσίας.

3.2 (β’) Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, καὶ τὰ ἑξῆς. Ἡ τράπεζα ἐνταῦθα σημαίνει τὴν πρακτικὴν ἀρετήν· αὕτη γὰρ ἐξ ἐναντίας τῶν θλιβόντων ἡμᾶς παρὰ Χριστοῦ ἡτοιμάσθη. Τὸ δὲ ἔλαιον τὸ λιπαῖνον τὸν νοῦν, τὴν θεωρίαν τῶν γεγονότων· τὸ δὲ ποτήριον τοῦ Θεοῦ, τὴν γνῶσιν τὴν τοῦ Θεοῦ· τὸ δὲ ἔλεος αὐτοῦ, τὸν Λόγον αὐτοῦ καὶ Θεόν. Οὗτος γὰρ διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ καταδιώκει πάσας τὰς ἡμέρας, ἕως οὗ πάντας καταλάβῃ τοὺς σωθησομένους, ὥσπερ τὸν Παῦλον. Ὁ δὲ οἶκος, τὴν βασιλείαν, ἐν ᾗ ἀποκαθίστανται πάντες οἱ ἅγιοι. Ἡ δὲ μακρότης τῶν ἡμερῶν, τὴν αἰώνιον ζωήν.

3.3 (γ’) Κατὰ παράχρησιν αἱ κακίαι τῶν τῆς ψυχῆς δυνάμεων ἡμῖν ἐπισυμβαίνουσιν, οἷον τῆς τε ἐπιθυμητικῆς καὶ τῆς θυμοειδοῦς καὶ τῆς λογιστικῆς. Καὶ τῆς μὲν λογιστικῆς δυνάμεως παράχρησίς ἐστιν ἀγνωσία καὶ ἀφροσύνη· τῆς δὲ θυμοειδοῦς καὶ ἐπιθυμητικῆς, μῖσος καὶ ἀκολασία. Χρῆσις δὲ τούτων, γνῶσις καὶ φρόνησις, ἀγάπη τε καὶ σωφροσύνη· εἰ δὲ τοῦτο, οὐδὲν τῶν ὑπὸ Θεοῦ κτισθέντων καὶ γεγονότων ἐστὶ κακόν.

3.4 (δ’) Οὐ τὰ βρώματα κακά, ἀλλ᾽ ἡ γαστριμαργία· οὐδὲ ἡ παιδοποιία, ἀλλ᾽ ἡ πορνεία· οὐδὲ τὰ χρήματα, ἀλλ᾽ ἡ φιλαργυρία· οὐδὲ ἡ δόξα, ἀλλ᾽ ἡ κενοδοξία. Εἰ δὲ τοῦτο, οὐδὲν ἐν τοῖς οὖσι κακόν, εἰ μὴ ἡ παράχρησις, ἥτις ἐπισυμβαίνει ἐκ τῆς τοῦ νοῦ ἀμελείας περὶ τὴν φυσικὴν γεωργίαν.

3.5 (ε’) Τὸ ἐν δαίμοσι κακὸν ταῦτα εἶναί φησιν ὁ μακάριος Διονύσιος· θυμὸν ἄλογον, ἄνουν ἐπιθυμίαν, φαντασίαν προπετῆ. Ἀλογία δὲ καὶ ἄνοια καὶ προπέτεια ἐπὶ τῶν λογικῶν στερήσεις εἰσὶ λόγου καὶ νοῦ καὶ περισκέψεως. Αἱ δὲ στερήσεις τῶν ἕξεών εἰσι δεύτεραι· ἄρα οὖν ἦν ὅτε ὑπῆρχεν ἐν αὐτοῖς λόγος καὶ νοῦς καὶ περίσκεψις εὐλαβής. Εἰ δὲ τοῦτο, οὐδὲ οἱ δαίμονες φύσει κακοί· ἀλλ᾽ ἐκ παραχρήσεως τῶν φυσικῶν δυνάμεων κακοὶ γεγόνασι.

3.6 (στ‘) Τὰ μὲν τῶν παθῶν, ἀκολασίας· τὰ δέ, μίσους· τὰ δέ, καὶ ἀκολασίας καὶ μίσους εἰσὶ ποιητικά.

3.7 (ζ’) Πολυφαγία καὶ ἡδυφαγία ἀκολασίας εἰσὶν αἰτίαι· φιλαργυρία δὲ καὶ κενοδοξία, μίσους πρὸς τὸν πλησίον· ἡ δὲ τούτων μήτηρ φιλαυτία τῶν ἀμφοτέρων ἐστὶν αἰτία.

3.8 (η’) Φιλαυτία ἐστὶν ἡ πρὸς τὸ σῶμα ἐμπαθὴς καὶ ἄλογος φιλία, ᾗ ἀντίκειται ἀγάπη καὶ ἐγκράτεια· ὁ ἔχων αὐτὴν ἔχει πάντα τὰ πάθη.

3.9 (θ’) Οὐδείς, φησὶν ὁ Ἀπόστολος, τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν· ἀλλ᾽ ὑπωπιάζει δηλονότι καὶ δουλαγωγεῖ, μηδὲν πλέον αὐτῇ παρέχων πλὴν διατροφῆς καὶ σκεπασμάτων καὶ τούτων μόνων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων. Οὕτως οὖν ἀπαθῶς τις ἀγαπᾷ αὐτὴν καὶ ὡς ὑπηρέτιν τῶν θείων ἐκτρέφει καὶ θάλπει αὐτὴν τοῖς τὴν ἔνδειαν αὐτῆς ἀποπληροῦσι μόνοις.

3.10 (ι’) Ὅν τις ἀγαπᾷ, τοῦτον πάντως καὶ σπεύδει θεραπεύειν. Εἰ οὖν τὸν Θεόν τις ἀγαπᾷ, πάντως καὶ τὰ ἀρεστὰ αὐτῷ σπεύδει ποιεῖν· εἰ δὲ τὴν σάρκα, τὰ ταύτην τέρποντα ἐκτελεῖν.

3.11 (ια’) Τῷ μὲν Θεῷ ἀρέσκει ἀγάπη καὶ σωφροσύνη καὶ θεωρία καὶ προσευχή· τῇ δὲ σαρκί, γαστριμαργία καὶ ἀκολασία καὶ τὰ τούτων αὐξητικά. Διὰ τοῦτο οἱ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.

3.12 (ιβ’) Ὁ νοῦς ἐὰν μὲν νεύσῃ πρὸς Θεόν, ἔχει δοῦλον τὸ σῶμα καὶ πλέον οὐδὲν αὐτῷ παρέχει τῶν πρὸς τὸ ζῆν ἀναγκαίων· ἐὰν δὲ νεύσῃ πρὸς τὴν σάρκα, δουλοῦται τοῖς πάθεσι, πρόνοιαν αὐτῆς ἀεὶ εἰς ἐπιθυμίας ποιούμενος.

3.13 (ιγ’) Εἰ θέλεις τῶν λογισμῶν περιγενέσθαι, ἐπιμελοῦ τῶν παθῶν καὶ εὐχερῶς αὐτοὺς ἀπὸ τοῦ νοῦ ἐξελαύνεις. Οἷον ἐπὶ μὲν τῆς πορνείας, νήστευε, ἀγρύπνει, κοπίασον, ἰδίασον· ἐπὶ δὲ τῆς ὀργῆς καὶ τῆς λύπης, καταφρόνει δόξης καὶ ἀτιμίας καὶ τῶν ὑλικῶν πραγμάτων· ἐπὶ δὲ τῆς μνησικακίας, προσεύχου ὑπὲρ τοῦ λυπήσαντος καὶ ἀπαλλάττῃ.

3.14 (ιδ’) Μὴ τῶν ἀνθρώπων τοῖς ἀσθενεστέροις σεαυτὸν παραμέτρει, ἀλλὰ τῇ ἐντολῇ τῆς ἀγάπης μᾶλλον παράτεινον· τοῖς μὲν γὰρ παραμετρῶν, εἰς τὸν βόθρον τῆς οἰήσεως ἐμπίπτεις· τῇ δὲ παρατείνων, εἰς τὸ ὕψος τῆς τα πεινοφροσύνης προκόπτεις.

3.15 (ιε’) Εἰ ὅλως τῆς πρὸς τὸν πλησίον ἀγάπης τὴν ἐντολὴν φυλάττεις, ὑπὲρ τίνος τῆς πρὸς αὐτὸν λύπης τὴν πικρίαν ἐντίκτεις; ῍Η δῆλον ὅτι ταύτης τὰ πρόσκαιρα προτιμῶν καὶ αὐτῶν ἀντεχόμενος, τὸν ἀδελφὸν πολεμεῖς;

3.16 (ιστ’) Οὐ διὰ τὴν χρείαν τοσοῦτον τὸ χρυσίον ζηλωτὸν τοῖς ἀνθρώποις γέγονεν, ὅσον τὸ δι᾽ αὐτοῦ τοὺς πολλοὺς τὰς ἡδονὰς θεραπεύειν.

3.17 (ιζ’) Τρία εἰσὶ τὰ αἴτια τῆς τῶν χρημάτων ἀγάπης· φιληδονία, κενοδοξία καὶ ἀπιστία· χαλεπωτέρα δὲ τῶν δύο ἡ ἀπιστία καθέστηκεν.

3.18 (ιη’) Ὁ μὲν φιλήδονος ἀγαπᾷ ἀργύριον, ἵνα δι᾽ αὐτοῦ τρυφήσῃ· ὁ δὲ κενόδοξος, ἵνα δι᾽ αὐτοῦ δοξασθῇ· ὁ δὲ ἄπιστος, ἵνα κρύψῃ καὶ φυλάξῃ, λιμὸν φοβούμενος ἢ γῆρας ἢ νόσον ἢ ξενιτείαν καὶ ἐπ᾽ αὐτῷ μᾶλλον ἐλπίζει ἢ ἐπὶ τῷ Θεῷ τῷ πάσης κτίσεως δημιουργῷ καὶ προνοητῇ, ἕως τῶν ἐσχάτων καὶ μικροτάτων ζώων.

3.19 (ιθ’) Τέσσαρές εἰσιν οἱ περιποιούμενοι χρήματα· οἱ προειρημένοι τρεῖς καὶ ὁ οἰκονομικός· μόνος δὲ οὗτος δηλονότι ὀρθῶς περιποιεῖται, ἵνα ἑκάστῳ τὴν χρείαν παρέχων μὴ διαλείπῃ ποτέ.

3.20 (κ’) Πάντες οἱ ἐμπαθεῖς λογισμοὶ ἢ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐρεθίζουσιν ἢ τὸ θυμικὸν ἐκταράσσουσιν ἢ τὸ λογιστικὸν ἐπισκοτίζουσι· καὶ ἐκ τούτου συμβαίνει τὸν νοῦν ὀφθαλμιᾶσαι πρὸς τὴν πνευματικὴν θεωρίαν καὶ τὴν τῆς προσευχῆς ἐκδημίαν. Καὶ τούτου χάριν ὀφείλει ὁ μοναχός, καὶ μάλιστα ὁ ἡσυχάζων, ἀκριβῶς τοῖς λογισμοῖς προσέχειν καὶ τὰς τούτων αἰτίας καὶ γνῶναι καὶ ἐκκόπτειν. Γινώσκειν δὲ οὕτως· οἷον ἐρεθίζουσι τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς αἱ ἐμπαθεῖς μνῆμαι τῶν γυναικῶν· τούτων δὲ αἰτίαι, ἡ τῶν βρωμάτων καὶ πομάτων ἀκρασία καὶ ἡ αὐτῶν τῶν γυναικῶν πυκνὴ καὶ ἄλογος συντυχία· περικόπτει δὲ ταύτας πεῖνα καὶ δίψα καὶ ἀγρυπνία καὶ ἀναχώρησις. Τὸν δὲ θυμὸν πάλιν ἐκταράσσουσιν αἱ ἐμπαθεῖς μνῆμαι τῶν λυπησάντων· αἰτίαι δὲ τούτων, φιληδονία καὶ κενοδοξία καὶ φιλοϋλία· διὰ γὰρ ταῦτα ὁ ἐμπαθῆς λυπεῖται ἢ ὡς στερηθεὶς ἢ ὡς μὴ ἐπιτυχών· περικόπτει δὲ ταύτας ἡ τούτων αὐτῶν καταφρόνησις καὶ ἐξουδένωσις διὰ τὴν εἰς Θεὸν ἀγάπην.

3.21 (κα’) Γινώσκει ὁ Θεὸς ἑαυτόν, γινώσκει καὶ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα· γινώσκουσι δὲ καὶ αἱ ἅγιαι δυνάμεις τὸν Θεόν, γινώσκουσι δὲ καὶ τὰ ὑπὸ τοῦ Θεοῦ γεγονότα. Ἀλλ᾽ οὐχ ὡς ὁ Θεὸς γινώσκει ἑαυτὸν καὶ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα, οὔτω καὶ αἱ ἅγιαι δυνάμεις γινώσκουσι τὸν Θεὸν καὶ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα.

3.22 (κβ’) Ὁ μὲν Θεὸς ἑαυτὸν γινώσκει ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ· τὰ δὲ ὑπ᾽ αὐτοῦ γεγονότα ἐκ τῆς σοφίας αὐτοῦ, δι᾽ ᾗς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησεν. Αἱ δὲ ἅγιαι δυνάμεις τὸν μὲν Θεὸν μετοχῇ γινώσκουσι, ὑπὲρ μετοχὴν ὄντα· τὰ δὲ ὑπ᾽ αὐτοῦ γεγονότα ἀναλήψει τῶν ἐν αὐτοῖς θεωρημάτων.
3.23 (κγ’) Ἔξω μὲν τοῦ νοῦ εἰσι τὰ γεγονότα, ἔνδον δὲ τὴν αὐτῶν θεωρίαν ἀναλαμβάνει. Οὐχ οὕτως δὲ ἐπὶ Θεοῦ τοῦ ἀϊδίου καὶ ἀπείρου καὶ ἀορίστου καὶ τὸ εἶναι καὶ εὖ εἶναι καὶ ἀεὶ εἶναι τοῖς οὖσι χαρισαμένου.

3.24 (κδ’) Θεοῦ μετέχει τοῦ ἁγίου ἡ λογικὴ καὶ νοερὰ οὐσία, αὐτῷ τε τῷ εἶναι καὶ τῇ πρὸς τὸ εὖ εἶναι ἐπιτηδειότητι· ἀγαθότητός τέ φημι καὶ σοφίας· καὶ τῇ πρὸς τὸ ἀεὶ εἶναι χάριτι. Ταύτῃ οὖν τὸν Θεὸν γινώσκει· τὰ δὲ ὑπ᾽ αὐτοῦ γεγονότα, τῇ ἀναλήψει, ὡς εἴρηται, τῆς ἐν τοῖς γεγονόσι θεωρουμένης τεχνικῆς σοφίας, ἥτις ἐστὶ ψιλὴ καὶ ἀνυπόστατος ἐν τῷ νῷ συνισταμένη.

3.25 (κε’) Τέσσαρα τῶν θείων ἰδιωμάτων συνεκτικὰ καὶ φρουρητικὰ καὶ διασωστικὰ τῶν ὄντων δι᾽ ἄκραν ἀγαθότητα ἐκοινοποίησεν ὁ Θεός, παραγαγὼν εἰς τὸ εἶναι τὴν λογικὴν καὶ νοερὰν οὐσίαν· τὸ ὄν, τὸ ἀεὶ ὄν, τὴν ἀγαθότητα καὶ τὴν σοφίαν. Τούτων τὰ μὲν δύο τῇ οὐσίᾳ παρέσχε· τὰ δὲ δύο τῇ γνωμικῇ ἐπιτηδειότητι· καὶ τῇ μὲν οὐσίᾳ τὸ ὂν καὶ τὸ ἀεὶ ὄν· τῇ δὲ γνωμικῇ ἐπιτηδειότητι τὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ἵνα ἅπερ ἐστὶν αὐτὸς κατ᾽ οὐσίαν, γίνηται ἡ κτίσις κατὰ μετουσίαν. Διὰ ταύτην κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ λέγεται γεγενῆσθαι· καὶ κατ᾽ εἰκόνα μέν, ὡς ὄν, ὄντος· καὶ ὡς ἀεὶ ὄν, ἀεὶ ὄντος· εἰ καὶ μὴ ἀνάρχως, ἀλλ᾽ ἀτελευτήτως· καθ᾽ ὁμοίωσιν δέ, ὡς ἀγαθός, ἀγαθοῦ· καὶ ὡς σοφός, σοφοῦ· τοῦ κατὰ φύσιν, ὁ κατὰ χάριν. Καὶ κατ᾽ εἰκόνα μὲν πᾶσα φύσις λογική ἐστι τοῦ Θεοῦ· καθ᾽ ὁμοίωσιν δέ, μόνοι οἱ ἀγαθοὶ καὶ σοφοί.

3.26 (κστ’) Πᾶσα ἡ λογικὴ καὶ νοερὰ οὐσία διῄρηται εἰς δύο, τουτέστιν εἰς τὴν ἀγγελικὴν καὶ τὴν ἀνθρωπίνην φύσιν. Καὶ πᾶσα ἡ ἀγγελικὴ φύσις διῄρηται πάλιν εἰς δύο καθολικὰς γνώμας τε καὶ ἀγέλας, ἁγίας τε καὶ ἐναγεῖς, τουτέστιν εἰς ἁγίας δυνάμεις καὶ ἀκαθάρτους δαίμονας. Καὶ πᾶσα ἡ ἀνθρωπίνη διῄρηται εἰς γνώμας μόνον καθολικὰς δύο, εὐσεβεῖς λέγω καὶ ἀσεβεῖς.

3.27 (κζ’) Ὁ μὲν Θεὸς ὡς αὐτοΰπαρξις ὢν καὶ αὐτοαγαθότης καὶ αὐτοσοφία, μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν καὶ ὑπὲρ ταῦτα πάντα, οὐδὲν ἔχει τὸ σύνολον ἐναντίον. Τὰ δὲ κτίσματα, ὡς πάντα μὲν μεθέξει καὶ χάριτι τὴν ὕπαρξιν ἔχοντα, τὰ δὲ λογικὰ καὶ νοερὰ καὶ τὴν ἀγαθότητος καὶ σοφίας ἐπιτηδειότητα, ἔχουσιν ἐναντία· τῇ μὲν ὑπάρξει, τὸ μὴ ὑπάρχειν· τῇ δὲ ἀγαθότητος καὶ σοφίας ἐπιτηδειότητι, κακίαν καὶ ἀγνωσίαν. Καὶ τὸ μὲν ὑπάρχειν ἀεὶ ἢ μὴ ὑπάρχειν ταῦτα, ἐν τῇ ἐξουσίᾳ τοῦ πεποιηκότος ἐστί· τὸ δὲ μετέχειν τῆς ἀγαθότητος αὐτοῦ καὶ τῆς σοφίας ἢ μὴ μετέχειν, ἐν τῇ βουλήσει τῶν λογικῶν ὑπάρχει.

3.28 (κη’) Οἱ μὲν Ἕλληνες ἐξ ἀϊδίου λέγοντες συνυπάρχειν τῷ Θεῷ τὴν τῶν ὄντων οὐσίαν, τὰς δὲ περὶ αὐτὴν ποιότητας μόνον ἐξ αὐτοῦ ἐσχηκέναι, τῇ μὲν οὐσίᾳ οὐδὲν λέγουσιν ἐναντίον, ἐν δὲ ταῖς ποιότησι μόναις τὴν ἐναντίωσιν εἶναι. Ἡμεῖς δὲ μόνην λέγομεν τὴν θείαν οὐσίαν μὴ ἔχειν τι ἐναντίον, ὡς ἀΐδιόν τε οὖσαν καὶ ἄπειρον καὶ ἀϊδιότητος ταῖς ἄλλαις χαριστικήν· τῇ δὲ τῶν ὄντων οὐσίᾳ εἶναι μὲν τὸ μὴ ὂν ἐναντίον καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ κυρίως ὄντος ὑπάρχειν τὸ ἀεὶ εἶναι αὐτὴν ἢ μὴ εἶναι, ἀμεταμέλητα δὲ εἶναι τὰ χαρίσματα αὐτοῦ. Καὶ διὰ τοῦτο καὶ ἔστιν ἀεὶ καὶ ἔσται τῇ παντοκρατορικῇ δυνάμει διακρατουμένη, εἰ καὶ ἔχει τὸ μὴ ὂν ἐναντίον, ὡς εἴρηται, ὡς ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ἐκ Θεοῦ παραχθεῖσα καὶ ἐν τῇ βουλήσει αὐτοῦ ἔχουσα τὸ εἶναι αὐτὴν ἢ μὴ εἶναι.

3.29 (κθ’) Ὥσπερ τὸ κακὸν στέρησίς ἐστιν ἀγαθοῦ καὶ ἡ ἀγνωσία στέρησις γνώσεως, οὕτω καὶ τὸ μὴ ὂν στέρησίς ἐστι τοῦ ὄντος, οὐ τοῦ κυρίως δὲ ὄντος· οὐκ ἔχει γὰρ ἐναντίον· ἀλλὰ τοῦ κατὰ μέθεξιν τοῦ κυρίως ὄντος. Καὶ αἱ μὲν τῶν προτέρων στερήσεις τῇ γνώμῃ τῶν γεγονότων ἕπονται· ἡ δὲ τοῦ δευτέρου ἐν τῇ βουλήσει τοῦ πεποιηκότος ὑπάρχεται, τοῦ ἀεὶ δι᾽ ἀγαθότητα βουλομένου εἶναι τὰ ὄντα καὶ ἀεὶ ὑπ᾽ αὐτοῦ εὐεργετεῖσθαι.

3.30 (λ’) Πάντα τὰ γεγονότα, τὰ μέν εἰσι λογικὰ καὶ νοερὰ καὶ τῶν ἐναντίων δεκτικά, οἷον ἀρετῆς καὶ κακίας καὶ γνώσεως καὶ ἀγνωσίας· τὰ δὲ σώματα διάφορα ἐκ τῶν ἐναντίων συνεστῶτα, τουτέστι γῆς, ἀέρος, πυρός, ὕδατος. Καὶ τὰ μέν εἰσι ἀσώματα πάντη καὶ ἄϋλα, εἰ καί τινα τούτων συνέζευκται σώμασι· τὰ δὲ ἐξ ὕλης καὶ εἴδους μόνον ἔχει τὴν σύστασιν.

3.31 (λα’) Πάντα τὰ σώματα κατὰ φύσιν ἐστὶν ἀκίνητα· κινεῖται δὲ ὑπὸ ψυχῆς· τὰ μέν, λογικῆς· τὰ δέ, ἀλόγου· τὰ δέ, ἀναισθήτου.

3.32 (λβ’) Τῶν ψυχικῶν δυνάμεων ἡ μέν ἐστι θρεπτικὴ καὶ αὐξητική· ἡ δὲ φανταστικὴ καὶ ὁρμητική· ἡ δὲ λογιστικὴ καὶ νοητική. Καὶ τῆς μὲν πρώτης μόνης μετέχουσι τὰ φυτά· τῆς δὲ δευτέρας πρὸς ταύτῃ τὰ ἄλογα ζῶα. τῆς δὲ τρίτης πρὸς ταῖς δυσὶν οἱ ἄνθρωποι. Καὶ αἱ μὲν δύο δυνάμεις φθαρταί· ἡ δὲ τρίτη ἄφθαρτος καὶ ἀθάνατος ἀποδείκνυται.

3.33 (λγ’) Ἀλλήλαις μεταδιδοῦσαι φωτισμοῦ αἱ ἅγιαι δυνάμεις, καὶ τῇ ἀνθρωπίνῃ φύσει ἢ αὐτῶν ἀρετῆς μεταδιδόασιν ἢ τῆς ἐν αὐταῖς γνώσεως· καὶ ἀρετῆς μέν, οἷον τῆς θεομιμήτου ἀγαθότητος, καθ᾽ ἣν καὶ ἑαυτὰς καὶ ἀλλήλας καὶ τὰς ὑποβεβηκυίας εὐεργετοῦσι θεοειδεῖς ἐργαζόμεναι· γνώσεως δὲ ἢ περὶ Θεοῦ τι ὑψηλότερον· σὺ γάρ, φησίν, ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε· ἢ περὶ σωμάτων βαθύτερον ἢ περὶ ἀσωμάτων ἀκριβέστερον ἢ περὶ προνοίας τρανότερον ἢ περὶ κρίσεως σαφέστερον.

3.34 (λδ’) Νοός ἐστι ἀκαθαρσία πρῶτον μὲν τὸ γνῶσιν ἔχειν ψευδῆ· δεύτερον δὲ τὸ ἀγνοεῖν τι τῶν καθόλου· ὡς πρὸς ἀνθρώπινον νοῦν λέγω, ἀγγέλου γάρ ἐστι τὸ μηδὲν τῶν ἐπὶ μέρους ἀγνοεῖν· τρίτον δὲ τὸ ἐμπαθεῖς ἔχειν λογισμούς· τέταρτον δὲ τὸ συγκατατίθεσθαι τῇ ἁμαρτίᾳ.

3.35 (λε’) Ψυχῆς ἐστιν ἀκαθαρσία τὸ μὴ ἐνεργεῖν κατὰ φύσιν· ἐκ τούτου γὰρ τίκτονται τῷ νῷ οἱ ἐμπαθεῖς λογισμοί. Τότε γὰρ κατὰ φύσιν ἐνεργεῖ, ὅταν αἱ παθητικαὶ αὐτῆς δυνάμεις, ὁ θυμὸς λέγω καὶ ἡ ἐπιθυμία, ἐν τῇ τῶν πραγμάτων καὶ τῶν ἐν αὐτοῖς νοημάτων προσβολῇ ἀπαθεῖς διαμένωσι.

3.36 (λστ’) Σώματός ἐστιν ἀκαθαρσία ἡ κατ᾽ ἐνέργειαν ἁμαρτία.

3.37 (λζ’) Ἀγαπᾷ ἡσυχίαν ὁ μὴ πάσχων πρὸς τὰ τοῦ κόσμου καὶ ἀγαπᾷ πάντας ἀνθρώπους ὁ μηδὲν ἀγαπῶν ἀνθρώπινον καὶ γνῶσιν ἔχει Θεοῦ καὶ τῶν θείων ὁ μὴ σκανδαλιζόμενος εἴς τινα εἴτε διὰ παραπτώματα εἴτε διὰ λογισμοὺς ἐξ ὑπονοίας.

3.38 (λη’) Μέγα μὲν τὸ μὴ πάσχειν πρὸς τὰ πράγματα· μεῖζον δὲ τούτου πολλῷ τὸ πρὸς τὰ τούτων νοήματα ἀπαθῆ διαμεῖναι.

3.39 (λθ’) Ἀγάπη καὶ ἐγκράτεια ἀπαθῆ τὸν νοῦν διατηροῦσι πρός τε τὰ πράγματα καὶ πρὸς τὰ τούτων νοήματα.

3.40 (μ’) Οὐ πρὸς τὰ πράγματα ὁ νοῦς πολεμεῖ τοῦ θεοφιλοῦς οὐδὲ πρὸς τὰ τούτων νοήματα, ἀλλὰ πρὸς τὰ πάθη τὰ τοῖς νοήμασι συνεζευγμένα· οἷον οὐ πρὸς τὴν γυναῖκα πολεμεῖ οὐδὲ πρὸς τὸν λυπήσαντα οὐδὲ πρὸς τὰς τούτων φαντασίας, ἀλλὰ πρὸς τὰ πάθη τὰ ἐν ταῖς φαντασίαις συνεζευγμένα.

3.41 (μα’) Ἅπας ὁ πόλεμος τοῦ μοναχοῦ πρὸς τοὺς δαίμονας, ἵνα τὰ πάθη τῶν νοημάτων χωρίσῃ· ἄλλως γὰρ ἀπαθῶς τὰ πράγματα βλέπειν οὐ δύναται.

3.42 (μβ’) Ἄλλο ἐστὶ πρᾶγμα καὶ ἄλλο νόημα καὶ ἄλλο πάθος· καὶ πρᾶγμα μέν ἐστιν, οἷον ἀνήρ, γυνή, χρυσὸς καὶ τὰ ἑξῆς· νόημα δέ, οἷον μνήμη ψιλή τινος τῶν προειρημένων· πάθος δέ, οἷον φιλία ἄλογος ἢ μῖσος ἄκριτόν τινος τῶν προειρημένων. Πρὸς οὖν τὸ πάθος ἐστὶ τοῦ μοναχοῦ ἡ μάχη.
 

3.43 (μγ’) Νόημά ἐστιν ἐμπαθὲς λογισμὸς σύνθετος ἀπὸ πάθους καὶ νοήματος. Χωρίσωμεν τὸ πάθος ἀπὸ τοῦ νοήματος καὶ ἀπομένει ὁ λογισμὸς ψιλός· χωρίζομεν δὲ δι᾽ ἀγάπης πνευματικῆς καὶ ἐγκρατείας, ἐὰν θέλωμεν.

3.44 (μδ’) Αἱ μὲν ἀρεταὶ τῶν παθῶν τὸν νοῦν χωρίζουσιν· αἱ δὲ πνευματικαὶ θεωρίαι, τῶν ψιλῶν νοημάτων· ἡ δὲ καθαρὰ προσευχὴ αὐτῷ αὐτὸν παρίστησι τῷ Θεῷ.

3.45 (με’) Αἱ μὲν ἀρεταί, διὰ τὴν γνῶσιν τῶν γεγονότων· ἡ δὲ γνῶσις, διὰ τὸν γινώσκοντα· ὁ δὲ γινώσκων, διὰ τὸν ἀγνώστως γινωσκόμενον καὶ ὑπὲρ γνῶσιν γινώσκοντα.

3.46 (μστ’) Οὐχ ὡς προσδεόμενός τινος ὁ ὑπερπλήρης Θεὸς παρήγαγεν εἰς τὸ εἶναι τὰ γεγονότα, ἀλλ᾽ ἵνα αὐτὰ μὲν αὐτοῦ ἀναλόγως μετέχοντα ἀπολαύσῃ, αὐτὸς δὲ ἐυφρανθῇ ἐπὶ τοῖς ἔργοις αὐτοῦ, ὁρῶν αὐτὰ εὐφραινόμενα καὶ τὸν ἀκόρεστον ἀκορέστως ἀεὶ κορεννύμενα.

3.47 (μζ’) Πολλοὺς ἔχει ὁ κόσμος πτωχοὺς τῷ πνεύματι, ἀλλὰ παρὰ τὸ προσῆκον· καὶ πολλοὺς πενθοῦντας, ἀλλὰ διὰ ζημίας χρημάτων ἢ ἀποβολὰς τέκνων· καὶ πολλοὺς πραεῖς, ἀλλὰ πρὸς τὰ ἀκάθαρτα πάθη· καὶ πολλοὺς πεινῶντας καὶ διψῶντας, ἀλλὰ τὸ ἁρπάζειν τὰ ἀλλότρια καὶ κερδαίνειν ἐξ ἀδικίας· καὶ πολλοὺς ἐλεήμονας, ἀλλὰ πρὸς τὸ σῶμα καὶ τὰ τοῦ σώματος· καὶ καθαροὺς τῇ καρδίᾳ, ἀλλὰ διὰ κενοδοξίαν· καὶ εἰρηνοποιούς, ἀλλὰ τὴν ψυχὴν τῇ σαρκὶ ὑποτάσσοντας· καὶ πολλοὺς δεδιωγμένους, ἀλλ᾽ ὡς ἀτάκτους· καὶ πολλοὺς ὀνειδιζομένους, ἀλλ᾽ ἐπὶ αἰσχροῖς ἁμαρτήμασιν. Ἀλλ᾽ ἐκεῖνοι μόνοι μακάριοι οἱ διὰ Χριστὸν καὶ κατὰ Χριστὸν ταῦτα καὶ ποιοῦντες καὶ πάσχοντες. Διὰ τί; Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ αὐτοὶ τὸν Θεὸν ὄψονται, καὶ τὰ ἑξῆς. Ὥστε οὐχ ὅτι ποιοῦσι ταῦτα καὶ πάσχουσι, εἰσὶ μακάριοι· καὶ γὰρ οἱ προειρημένοι τὸ αὐτὸ ποιοῦσιν· ἀλλ᾽ ὅτι διὰ Χριστὸν καὶ κατὰ Χριστὸν ταῦτα καὶ ποιοῦσι καὶ πάσχουσι.

3.48 (μη’) Ἐν πᾶσι τοῖς ὑφ᾽ ἡμῶν πραττομένοις ὁ σκοπὸς ζητεῖται παρὰ Θεῷ, ὡς πολλάκις εἴρηται, εἴτε δι᾽ αὐτὸν εἴτε δι᾽ ἄλλο τι πράττομεν. Ὅταν οὖν τι θέλωμεν πρᾶξαι ἀγαθόν, μὴ τὴν ἀνθρωπαρέσκειαν, ἀλλὰ τὸν Θεὸν σχῶμεν σκοπόν· ἵνα εἰς αὐτὸν ἀεὶ ἀποβλεπόμενοι, δι᾽ αὐτὸν πάντα πράξωμεν· ἵνα μὴ καὶ τὸν κόπον ὑπομείνωμεν καὶ τὸν μισθὸν ἀπολέσωμεν.

3.49 (μθ’) Καὶ τὰ ψιλὰ τῶν ἀνθρωπίνων πραγμάτων νοήματα καὶ τὰ πάντων τῶν γεγονότων θεωρήματα ἀπόβαλε τοῦ νοὸς ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἵνα μὴ τὰ ἥττονα φανταζόμενος τοῦ πάντων τῶν ὄντων ἀσυγκρίτως κρείττονος ἐκπέσῃς.

3.50 (ν’) Ἐὰν τὸν Θεὸν γνησίως ἀγαπήσωμεν, δι᾽ αὐτῆς τῆς ἀγάπης τὰ πάθη ἀποβάλλομεν. Ἡ δὲ εἰς αὐτὸν ἀγάπη ἐστὶ τὸ προτιμᾶν αὐτὸν τοῦ κόσμου καὶ τὴν ψυχὴν τῆς σαρκός· ἐν τῷ τῶν κοσμικῶν μὲν περιφρονεῖν πραγμάτων, αὐτῷ δὲ σχολάζειν διὰ παντὸς διά τε ἐγκρατείας καὶ ἀγάπης καὶ προσευχῆς καὶ ψαλμῳδίας καὶ τῶν ἑξῆς.

3.51 (να’) Ἐὰν σχολάζοντες τῷ Θεῷ χρόνῳ πολλῷ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἐπιμελώμεθα, οὐκ ἔτι πρὸς τὰς τῶν λογισμῶν προσβολὰς ἐξοκείλομεν· ἀλλὰ καὶ ἀκριβέστερον τὰς τούτων αἰτίας κατανοοῦντες καὶ ἐκκόπτοντες διορατικώτεροι γινόμεθα, ὥστε πληρωθῆναι εἰς ἡμᾶς τό· Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ᾽ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου.

3.52 (νβ’) Ὅταν βλέπῃς τὸν νοῦν σου εὐσεβῶς καὶ δικαίως ἀναστρεφόμενον ἐν τοῖς τοῦ κόσμου νοήμασι, γίνωσκε καὶ τὸ σῶμά σου καθαρὸν καὶ ἀναμάρτητον διαμένειν· ὅταν δὲ τὸν νοῦν βλέπῃς κατὰ διάνοιαν ἁμαρτίαις σχολάζοντα καὶ μὴ ἀνακόπτῃς, γίνωσκε καὶ τὸ σῶμά σου μὴ πολυχρονίζειν τούτοις αὐτοῖς περιπεσεῖν.

3.53 (νγ’) Ὥσπερ τὸ σῶμα ἔχει κόσμον τὰ πράγματα, οὕτω καὶ ὁ νοῦς ἔχει κόσμον τὰ νοήματα· καὶ ὥσπερ τὸ σῶμα πορνεύει μετὰ τοῦ σώματος τῆς γυναικός, οὕτω καὶ ὁ νοῦς πορνεύει μετὰ τοῦ νοήματος τῆς γυναικὸς διὰ τῆς φαντασίας τοῦ ἰδίου σώματος· τὴν γὰρ μορφὴν τοῦ ἰδίου σώματος βλέπει μιγνυμένην μετὰ τῆς μορφῆς τῆς γυναικὸς κατὰ διάνοιαν. Ὡσαύτως καὶ τὴν μορφὴν τοῦ λυπήσαντος ἀμύνεται κατὰ διάνοιαν διὰ τῆς μορφῆς τοῦ ἰδίου σώματος. Καὶ ἐπὶ τῶν ἄλλων ἁμαρτημάτων ὁμοίως· ἅπερ γὰρ πράττει τὸ σῶμα κατ᾽ ἐνέργειαν εἰς τὸν κόσμον τῶν πραγμάτων, ταῦτα πράττει καὶ ὁ νοῦς εἰς τὸν κόσμον τῶν νοημάτων.

3.54 (νδ’) Οὐκ ἔστι φρίξαι καὶ ἐκπλαγῆναι καὶ ἐκστῆναι τῇ διανοίᾳ ὅτι ὁ μὲν Θεὸς καὶ Πατὴρ κρίνει οὐδένα, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Ὁ δὲ Υἱὸς κράζει· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε. Ὁ δὲ Ἀπόστολος ὁμοίως· Μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, καί· Ἐν ᾧ κρίματι κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Οἱ δὲ ἄνθρωποι ἀφέντες τὸ κλαίειν τὰς ἑαυτῶν ἁμαρτίας ἦραν τὴν κρίσιν ἀπὸ τοῦ Υἱοῦ καὶ αὐτοὶ ὡς ἀναμάρτητοι κρίνουσι καὶ καταδικάζουσιν ἀλλήλους· καὶ ὁ μὲν οὐρανὸς ἐξέστη ἐπὶ τούτῳ, ἡ δὲ γῆ ἔφριξεν, αὐτοὶ δὲ οὐκ αἰσχύνονται ἀναισθητοῦντες.

3.55 (νε’) Ὁ τὰς τῶν ἄλλων ἁμαρτίας περιεργαζόμενος ἢ καὶ ἐξ ὑπονοίας τὸν ἀδελφὸν κρίνων, οὔπω ἔβαλεν ἀρχὴν μετανοίας οὐδὲ τοῦ ἐρευνᾶν καὶ γνῶναι τὰς ἑαυτοῦ ἁμαρτίας, ἐν ἀληθείᾳ βαρυτέρας οὔσας μολίβδου πολυταλάντου, οὐδὲ ἔγνω πόθεν γίνεται ἄνθρωπος βαρυκάρδιος ἀγαπῶν ματαιότητα καὶ ζητῶν ψεῦδος. Διὰ τοῦτο ὡς ἄφρων καὶ ἐν σκότει διαπορευόμενος, ἀφεὶς τὰς ἑαυτοῦ ἁμαρτίας τὰς τῶν ἄλλων φαντάζεται ἢ οὔσας ἢ νομιζομένας ἐξ ὑπονοίας.

3.56 (νστ’) Ἡ φιλαυτία, ὡς πολλάκις εἴρηται, πάντων τῶν ἐμπαθῶν λογισμῶν αἰτία καθίσταται. Ἐκ γὰρ ταύτης γεννῶνται οἱ τρεῖς γενικώτατοι τῆς ἐπιθυμίας λογισμοί· ὁ τῆς γαστριμαργίας καὶ τῆς φιλαργυρίας καὶ τῆς κενοδοξίας. Ἐκ μὲν τῆς γαστριμαργίας γεννᾶται ὁ τῆς πορνείας· ἐκ δὲ τῆς φιλαργυρίας, ὁ τῆς πλεονεξίας· ἐκ δὲ τῆς κενοδοξίας, ὁ τῆς ὑπερηφανίας. Οἱ δὲ λοιποὶ πάντες ἑκάστῳ τῶν τριῶν ἀκολουθοῦσιν· ὅ τε τῆς ὀργῆς καὶ ὁ τῆς λύπης καὶ ὁ τῆς μνησικακίας καὶ ἀκηδίας καὶ φθόνου καὶ καταλαλιᾶς καὶ οἱ λοιποί. Ταῦτα οὖν τὰ πάθη συνδεσμοῦσι τὸν νοῦν τοῖς ὑλικοῖς πράγμασι καὶ κατέχουσιν αὐτὸν εἰς τὴν γῆν, λίθου δίκην βαρυτάτου αὐτῷ ἐπικείμενα, φύσει ὄντα αὐτὸν πυρὸς κουφότερον καὶ ὀξύτερον.

3.57 (νζ’) Ἀρχὴ μὲν πάντων τῶν παθῶν, ἡ φιλαυτία· τέλος δέ, ἡ ὑπερηφανία. Φιλαυτία δέ ἐστιν ἡ πρὸς τὸ σῶμα ἄλογος φιλία· ὁ ταύτην ἐκκόψας, συνέκοψε πάντα τὰ πάθη τὰ ἐξ αὐτῆς.

3.58 (νη’) Ὥσπερ οἱ γονεῖς τῶν σωμάτων προσπάσχουσι τοῖς ἐξ αὐτῶν γεννωμένοις, οὕτω καὶ ὁ νοῦς φυσικῶς τοῖς ἑαυτοῦ πρόσκειται λόγοις. Καὶ ὥσπερ τοῖς ἐκείνων ἐμπαθεστέροις, κἂν πάντων κατὰ πάντα ὦσιν οἱ παῖδες καταγελαστότατοι, πάντων φαίνονται ἐπιεικέστατοι καὶ εὐμορφότατοι, οὕτω καὶ τῷ ἄφρονι νῷ οἱ αὐτοῦ λόγοι, κἂν πάντων ὦσι μοχθηρότεροι, πάντων φαίνονται φρονιμώτεροι. Τῷ δὲ σοφῷ οὐχ οὕτως οἱ ἑαυτοῦ λόγοι· ἀλλ᾽ ὅταν δόξῃ πληροφορεῖσθαι ὅτι ἀληθεῖς εἰσι καὶ καλοί, τότε μάλιστα οὐ πιστεύει τῇ ἑαυτοῦ κρίσει, ἀλλὰ ἄλλους σοφοὺς τῶν ἑαυτοῦ λόγων κριτὰς καθίστησι, μὴ εἰς κενὸν τρέχῃ ἢ ἔδραμε· καὶ ἐξ αὐτῶν τὴν βεβαίωσιν λαμβάνει.

3.59 (νθ’) Ὅταν τινὰ νικήσῃς τῶν ἀτιμοτέρων παθῶν, οἷον ἢ γαστριμαργίαν ἢ πορνείαν ἢ ὀργὴν ἢ πλεονεξίαν, εὐθὺς ἐφίπταται ἐπί σε ὁ τῆς κενοδοξίας λογισμός· ἐὰν δὲ τοῦτον νικήσῃς, ὁ τῆς ὑπερηφανίας διαδέχεται.

3.60 (ξ’) Πάντα τὰ ἄτιμα πάθη κρατοῦντα τῆς ψυχῆς τὸν τῆς κενοδοξίας ἐξ αὐτῆς ἀπελαύνουσι λογισμόν· καὶ πάντων τῶν προειρημένων ἡττημένων, ἐπ᾽ αὐτὴν αὐτὸν ἀναλύουσιν.

3.61 (ξα’) Ἡ κενοδοξία ποτὲ μὲν ἀναιρουμένη ποτὲ δὲ μένουσα τίκτει τὴν ὑπερηφανίαν· καὶ ἀναιρουμένη μέν, οἴησιν ἐμποιεῖ· μένουσα δέ, ἀλαζονείαν.

3.62 (ξβ’) Κενοδοξίαν μὲν ἀναιρεῖ ἡ κρυπτὴ ἐργασία· ὑπερηφανίαν δέ, τὸ τῷ Θεῷ ἐπιγράφειν τὰ κατορθώματα.

3.63 (ξγ’) Ὁ γνώσεως Θεοῦ καταξιωθεὶς καὶ τῆς ἐκ ταύτης ἡδονῆς ἀπολαύσας πλουσίως, οὗτος καταφρονεῖ τῶν ἐκ τοῦ ἐπιθυμητικοῦ τικτομένων πασῶν ἡδονῶν.

3.64 (ξδ’) Ὁ ἐπιθυμῶν τῶν ἐπιγείων ἢ βρωμάτων ἐπιθυμεῖ ἢ τῶν τὰ ὑπογάστρια θεραπευόντων ἢ δόξης ἀνθρωπίνης ἢ χρημάτων ἤ τινος ἄλλου τῶν τούτοις ἑπομένων· καὶ εἰ μή τι τούτων εὕρῃ κρεῖττον ὁ νοῦς, ἐφ᾽ ᾧ τὴν ἐπιθυμίαν μετενέγκῃ, οὐκ ἂν τούτων καταφρονεῖν εἰς τέλος πεισθῇ. Κρείττων δὲ τούτων ἀσυγκρίτως ἡ τοῦ Θεοῦ γνῶσις καὶ τῶν θείων ἐστί.

3.65 (ξε’) Οἱ τῶν ἡδονῶν καταφρονοῦντες ἢ φόβῳ καταφρονοῦσιν ἢ ἐλπίδι ἢ γνώσει καὶ τῇ εἰς Θεὸν ἀγάπῃ.

3.66 (ξστ’) Ἡ ἄνευ πάθους τῶν θείων γνῶσις οὐ πείθει τὸν νοῦν εἰς τέλος καταφρονεῖν τῶν προσύλων, ἀλλ᾽ ἔοικε λογισμῷ ψιλῷ πράγματος αἰσθητοῦ. Διὸ πολλοὺς ἔστιν εὑρεῖν τῶν ἀνθρώπων γνῶσιν ἔχοντας πολλὴν καὶ ἐν τοῖς τῆς σαρκὸς πάθεσι δίκην χοίρων ἐν βορβόρῳ κυλινδουμένους. Πρὸς ὀλίγον γὰρ ἐξ ἐπιμελείας καθαρθέντες καὶ τῆς γνώσεως ἐπιτυχόντες, ὕστερον ἀμελήσαντες ὡμοιώθησαν τῷ Σαούλ, ὃς βασιλείας καταξιωθεὶς καὶ ἀναξίως πολιτευσάμενος, μετ᾽ ὀργῆς φοβερᾶς ἐξ αὐτῆς ἀπεβλήθη.

3.67 (ξζ’) Ὥσπερ ὁ ψιλὸς τῶν ἀνθρωπίνων πραγμάτων λογισμὸς οὐκ ἀναγκάζει τὸν νοῦν καταφρονεῖν τῶν θείων, οὕτως οὐδὲ ἡ ψιλὴ γνῶσις τῶν θείων πείθει εἰς τέλος καταφρονεῖν τῶν ἀνθρωπίνων· διότι ἐν σκιαῖς νῦν ὑπάρχει καὶ εἰκασμοῖς ἡ ἀλήθεια. Καὶ διὰ τοῦτο δεῖται τοῦ μακαρίου πάθους τῆς ἁγίας ἀγάπης, τῆς συνδεσμούσης τὸν νοῦν τοῖς πνευματικοῖς θεωρήμασι καὶ πειθούσης προτιμᾶν τῶν ὑλικῶν τὰ ἄϋλα καὶ τῶν αἰσθητῶν τὰ νοητὰ καὶ θεῖα.

3.68 (ξη’) Οὐ πάντως ὁ τὰ πάθη ἐκκόψας καὶ ψιλοὺς τοὺς λογισμοὺς ἐργασάμενος ἤδη αὐτὰ καὶ ἐπὶ τὰ θεῖα ἔτρεψεν, ἀλλὰ δύναται μήτε πρὸς τὰ ἀνθρώπινα πάσχειν μήτε πρὸς τὰ θεῖα· ὅπερ ἐπισυμβαίνει ἐπὶ τῶν πρακτικῶν μόνον καὶ μήπω γνώσεως καταξιωθέντων, οἳ φόβῳ κολάσεως ἢ ἐλπίδι βασιλείας τῶν παθῶν ἀπέχονται.

3.69 (ξθ’) Διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους· καὶ ἐν ἐσόπτροις τὴν γνῶσιν ἔχομεν καὶ αἰνίγμασι. Καὶ διὰ τοῦτο πολλῆς δεόμεθα τῆς ἐν αὐτοῖς ἀσχολίας, ἵνα τῇ χρονίᾳ τούτων μελέτῃ καὶ ἀδολεσχίᾳ ἕξιν δυσαπόσπαστον τῶν θεωρημάτων ποιήσωμεν.

3.70 (ο’) Ἐὰν πρὸς ὀλίγον τῶν παθῶν τὰς αἰτίας ἐκκόψαντες τοῖς πνευματικοῖς ἐνασχοληθῶμεν θεωρήμασι, μὴ ἐν αὐτοῖς δὲ ἀεὶ διατρίψωμεν, αὐτὸ τοῦτο ἔχοντες ἔργον εὐχερῶς πάλιν ἐπὶ τὰ τῆς σαρκὸς πάθη περιτρεπόμεθα, μηδὲν ἄλλο ἐκεῖθεν καρπωσάμενοι ἢ ψιλὴν γνῶσιν μετὰ οἰήσεως· ἧς τὸ τέλος ἥ τε αὐτῆς κατὰ μικρὸν τῆς γνώσεως σκότωσις καὶ ἡ παντελὴς τοῦ νοῦ ἐπὶ τὰ ὑλικὰ ἐκτροπή.

3.71 (οα’) Πάθος ἀγάπης ψεκτὸν τοῖς ὑλικοῖς πράγμασι τὸν νοῦν ἐνασχολεῖ· πάθος ἀγάπης ἐπαινετὸν καὶ τοῖς θείοις αὐτὸν συνδεσμεῖ. Εἴωθε γὰρ ὁ νοῦς ἐν οἷς χρονίζει πράγμασιν, ἐν αὐτοῖς καὶ πλατύνεσθαι· ἐν οἷς δὲ πλατύνεται, ἐν αὐτοῖς καὶ τὴν ἐπιθυμίαν καὶ τὴν ἀγάπην τρέψαι, εἶτε ἐν τοῖς θείοις καὶ οἰκείοις καὶ νοητοῖς εἶτε ἐν τοῖς τῆς σαρκὸς πράγμασί τε καὶ πάθεσι.

3.72 (οβ’) Ὁ Θεὸς ἔκτισε τὸν ἀόρατον κόσμον καὶ τὸν ὁρώμενον· καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα δηλονότι αὐτὸς ἐποίησε. Καὶ εἰ ὁ ὁρώμενος κόσμος τοιοῦτός ἐστι καλός, ποῖος ἄρα ἐστὶν ὁ ἀόρατος; Εἰ δὲ κρείττων τούτου ἐκεῖνος, πόσον ὑπὲρ τοὺς δύο ὁ τούτους κτίσας Θεός; Εἰ οὖν κρείττων πάντων τῶν γεγονότων ὁ πάντων δημιουργὸς τῶν καλῶν, τίνι λόγῳ ὁ νοῦς ἀφεὶς τὸ πάντων κρεῖττον τοῖς πάντων χείροσιν ἐνασχολεῖται; λέγω δὲ τοῖς τῆς σαρκὸς πάθεσιν· ἢ δῆλον ὅτι ταύτῃ μὲν ἐκ γενετῆς συναναστραφεὶς καὶ συνεθίσας, τοῦ δὲ πάντων κρείττονος καὶ ὑπὲρ πάντα οὔπω τελείαν εἴληφε πεῖραν; Ἐὰν οὖν χρονίᾳ ἀσκήσει τῆς τῶν ἡδονῶν ἐγκρατείας καὶ τῆς τῶν θείων μελέτης κατὰ μικρὸν αὐτὸν τῆς τοιαύτης σχέσεως ἀπορρήξωμεν, πλατύνεταί τε ἐν τοῖς θείοις κατ᾽ ὀλίγον προκόπτων καὶ τὸ οἰκεῖον γνωρίζει ἀξίωμα καὶ τέλος ὅλον τὸν πόθον ἐπὶ τὸ θεῖον μεταφέρει.

3.73 (ογ’) Ὁ ἀπαθῶς λέγων ἁμάρτημα ἀδελφοῦ κατὰ δύο αἰτίας λέγει, ἢ ἵνα αὐτὸν διορθώσηται ἢ ἵνα ἄλλον ὠφελήσῃ. Εἰ δὲ ἐκτὸς τούτων λέγει εἴτε αὐτῷ εἴτε ἄλλῳ, ὀνειδίζων ἢ διασύρων αὐτὸν λέγει καὶ οὐ μὴ ἐκφύγῃ τὴν θείαν ἐγκατάλειψιν, ἀλλ᾽ ἢ αὐτῷ ἢ ἄλλῳ πταίσματι πάντως περιπεσεῖται καὶ ὑπὸ ἑτέρων ἐλεγχθεὶς καὶ ὀνειδισθεὶς καταισχυνθήσεται.

3.74 (οδ’) Οὐχ εἷς λόγος τῶν τὴν αὐτὴν ἁμαρτίαν κατ᾽ ἐνέργειαν ἁμαρτανόντων ἐστίν, ἀλλὰ διάφοροι. Οἷον ἄλλο ἐστὶ τὸ ἀπὸ ἕξεως ἁμαρτάνειν καὶ ἄλλο τὸ κατὰ συναρπαγήν· ὃς οὔτε πρὸ τῆς ἁμαρτίας εἶχε τὴν ἐνθύμησιν οὔτε μετὰ τὴν ἁμαρτίαν, ἀλλὰ καὶ σφόδρα ἐπὶ τῷ γεγονότι ὀδυνᾶται· ὁ δὲ ἀπὸ ἕξεως, ἐκ τοῦ ἐναντίου· καὶ πρῶτον γὰρ κατὰ διάνοιαν οὐκ ἐπαύετο ἁμαρτάνων καὶ μετὰ τὸ πρᾶξαι τῆς αὐτῆς ἐστι διαθέσεως.

3.75 (οε’) Ὁ διὰ κενοδοξίαν τὰς ἀρετὰς μετερχόμενος δῆλον ὅτι καὶ τὴν γνῶσιν διὰ κενοδοξίαν μετέρχεται. Ὁ δὲ τοιοῦτος οὐδὲ πρὸς οἰκοδομὴν δῆλον ὅτι πράττει τι ἢ διαλέγεται, ἀλλ᾽ ἐν πᾶσι τὴν παρὰ τῶν βλεπόντων ἢ ἀκουόντων δόξαν θηρώμενος. Ἐλέγχεται δὲ τὸ πάθος, ὅταν τινὲς τῶν προειρημένων τοῖς ἔργοις ἢ τοῖς λόγοις αὐτοῦ ψόγον ἐπιφέρωσι καὶ ἐπὶ τούτῳ σφόδρα λυπῆται, οὐ διὰ τὸ ἐκείνους μὴ οἰκοδομεῖσθαι· οὐδὲ γὰρ τοῦτο εἶχε σκοπόν· ἀλλὰ διὰ τὸ αὐτὸν ἐξουδενωθῆναι.

3.76 (οστ’) Τὸ τῆς φιλαργυρίας πάθος ἐντεῦθεν ἐλέγχεται· ἐν τῷ χαίροντα λαμβάνειν καὶ λυπούμενον μεταδιδόναι. Οὐ δύναται δὲ ὁ τοιοῦτος οἰκονομικὸς εἶναι.

3.77 (οζ’) Διὰ ταῦτά τις πάσχων ὑπομένει· ἢ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ ἢ διὰ τὴν ἐλπίδα τῆς μισθαποδοσίας ἢ διὰ τὸν φόβον τῆς κολάσεως ἢ διὰ τὸν φόβον τῶν ἀνθρώπων ἢ διὰ φύσιν ἢ διὰ ἡδονὴν ἣ διὰ κέρδος ἢ διὰ κενοδοξίαν ἢ δι᾽ ἀνάγκην.

3.78 (οη’) Ἄλλο ἐστὶ λογισμῶν ἀπαλλαγῆναι καὶ ἄλλο παθῶν ἐλευθερωθῆναι. Καὶ πολλάκις τις λογισμῶν ἀπαλλάττει, μὴ παρόντων τῶν πραγμάτων ἐκείνων πρὸς ἅπερ τὰ πάθη κέκτηται· κέκρυπται δὲ τὰ πάθη ἐν τῇ ψυχῇ καὶ ἀναφανέντων τῶν πραγμάτων ἐλέγχεται. Χρὴ οὖν τηρεῖν τὸν νοῦν ἐπὶ τῶν πραγμάτων καὶ γνῶναι πρὸς ποῖον ἔχει τὸ πάθος.

3.79 (οθ’) Φίλος ἐκεῖνός ἐστι γνήσιος ὁ τὰς ἐκ περιστάσεως θλίψεις καὶ ἀνάγκας καὶ συμφορὰς ἐν καιρῷ πειρασμοῦ συνυποφέρων τῷ πλησίον ὡς ἰδίας ἀθορύβως καὶ ἀταράχως.

3.80 (π’) Μὴ ἀτιμάσῃς τὴν συνείδησιν ἄριστά σοι ἀεὶ συμβουλεύουσαν· γνώμην γὰρ θείαν καὶ ἀγγελικήν σοι ὑποτίθεται καὶ τῶν κρυπτῶν τῆς καρδίας μολυσμάτων ἐλευθεροῖ καὶ παρρησίαν πρὸς τὸν Θεὸν ἐν τῇ ἐξόδῳ χαρίζεται.

3.81 (πα’) Εἰ θέλεις γενέσθαι ἐπιγνώμων καὶ μέτριος καὶ τῷ πάθει τῆς οἰήσεως μὴ δουλεύειν, ἀεὶ ζήτει ἐν τοῖς οὖσι τί ἐστι κρυπτόμενον τὴν σὴν γνῶσιν. Καὶ εὑρίσκων πάμπολλα καὶ διάφορα πράγματα λανθάνοντά σε, θαυμάσεις τε ἐπὶ τῇ σῇ ἀγνωσίᾳ καὶ συστελεῖς τὸ φρόνημα καὶ σεαυτὸν ἐπιγνοὺς συνήσεις πολλὰ καὶ μεγάλα καὶ θαυμαστὰ πράγματα· ἐπεὶ τὸ νομίζειν εἰδέναι οὐκ ἐᾷ προκόπτειν εἰς τὸ εἰδέναι.

3.82 (πβ’) Οὗτος ἀκριβῶς θέλει σωθῆναι, ὁ τοῖς ἰατρικοῖς φαρμάκοις μὴ ἀνθιστάμενος· αὗται δέ εἰσιν ὀδύναι καὶ λύπαι διὰ ποικίλων ἐπιφορῶν ἐπαγόμεναι. Ὁ δὲ ἀνθιστάμενος οὐκ οἶδε τί ἐνταῦθα πραγματεύεται οὐδὲ τί ἐντεῦθεν ὀνησόμενος ἀπελεύσεται.

3.83 (πγ’) Κενοδοξία καὶ φιλαργυρία ἀλλήλων εἰσὶ γεννετικά· οἱ μὲν γὰρ κενοδοξοῦντες πλουτοῦσιν, οἱ δὲ πλουτοῦντες κενοδοξοῦσιν, ἀλλ᾽ ὡς κοσμικοί· ἐπεὶ ὁ μοναχὸς ἀκτήμων ὢν μᾶλλον κενοδοξεῖ· ἀργύριον δὲ ἔχων κρύπτει αὐτό, αἰσχυνόμενος ὡς ἀνοίκειον πρᾶγμα τοῦ σχήματος ἔχων.

3.84 (πδ’) Τῆς τοῦ μοναχοῦ κενοδοξίας ἴδιον, τὸ ἐπ᾽ ἀρετῇ κενοδοξεῖν καὶ τοῖς ταύτῃ ἀκολουθοῦσι· τῆς δὲ ὑπερηφανίας αὐτοῦ ἴδιον, τὸ ἐπὶ κατορθώμασιν ἐπαίρεσθαι καὶ ἐξουθενεῖν τοὺς ἄλλους καὶ τὸ ἑαυτῷ ταῦτα καὶ μὴ τῷ Θεῷ ἐπιγράφειν. Τῆς δὲ τοῦ κοσμικοῦ κενοδοξίας καὶ ὑπερηφανίας ἴδιον, τὸ ἐπὶ κάλλει καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ φρονήσει κενοδοξεῖν καὶ ἐπαίρεσθαι.

3.85 (πε’) Τὰ τῶν κοσμικῶν κατορθώματα πτώματά εἰσὶ τῶν μοναχῶν· καὶ τὰ τῶν μοναχῶν κατορθώματα πτώματά εἰσι τῶν κοσμικῶν. Οἷον τὰ τῶν κοσμικῶν κατορθώματα πλοῦτός ἐστι καὶ δόξα καὶ δυναστεία καὶ τρυφὴ καὶ εὐσαρκία καὶ εὐτεκνία καὶ τὰ τούτων ἀκόλουθα· εἰς ἅπερ ἐλθὼν ὁ μοναχὸς ἀπόλλυται. Τὰ δὲ τοῦ μοναχοῦ κατορθώματα, ἀκτημοσύνη, ἀδοξία, ἀδυναμία, ἐγκράτεια, κακοπάθεια καὶ τὰ τούτων ἀκόλουθα· εἰς ἅπερ ἐλθὼν ὁ φιλόκοσμος παρὰ πρόθεσιν, πτῶμα ἡγεῖται μέγα καὶ κινδυνεύει πολλάκις καὶ ἀγχόνῃ χρήσασθαι· τινὲς δὲ καὶ ἐχρήσαντο.

3.86 (πστ’) Τὰ βρώματα διὰ δύο αἰτίας ἐκτίσθη· τροφῆς ἕνεκα καὶ θεραπείας. Οἱ οὖν πάρεξ τούτων μεταλαμβάνοντες, ὡς παραχρώμενοι τοῖς εἰς χρῆσιν παρὰ Θεοῦ δοθεῖσιν, ὡς τρυφηταὶ κατακρίνονται· καὶ ἐπὶ πάντων δὲ τῶν πραγμάτων ἡ παράχρησίς ἐστιν ἡ ἁμαρτία.

3.87 (πζ’) Ταπεινοφροσύνη ἐστὶ προσευχὴ συνεχὴς μετὰ δακρύων καὶ πόνων· αὕτη γὰρ τὸν Θεὸν ἀεὶ εἰς βοήθειαν ἐπικαλουμένη, εἰς τὴν ἰδίαν δύναμιν καὶ σοφίαν ἀφρόνως θαρρεῖν οὐκ ἐᾷ οὐδὲ ἄλλων κατεπαίρεσθαι, ἅτινά εἰσι χαλεπὰ νοσήματα τοῦ τῆς ὑπερηφανίας πάθους.

3.88 (πη’) Ἄλλο ἐστὶ μάχεσθαι τῷ ψιλῷ λογισμῷ, ἵνα μὴ κινήσῃ τὸ πάθος· καὶ ἄλλο ἐστὶ τῷ ἐμπαθεῖ μάχεσθαι, ἵνα μὴ γένηται συγκατάθεσις. Οἱ ἀμφότεροι δὲ τρόποι οὐκ ἐῶσι χρονίσαι τοὺς λογισμούς.

3.89 (πθ’) Ἡ λύπη τῇ μνησικακίᾳ συνέζευκται· ὅταν οὖν ὁ νοῦς τὸ πρόσωπον τοῦ ἀδελφοῦ μετὰ λύπης ἐνοπτρίζεται, δῆλον ὅτι μνησικακίαν ἔχει πρὸς αὐτόν. Ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον, διότι πᾶς μνησίκακος, παράνομος.

3.90 (ƒ’) Ἐὰν μὲν σὺ μνησικακῆς τινι, προσεύχου ὑπὲρ αὐτοῦ καὶ ἱστᾷς τὸ πάθος τῆς κινήσεως, χωρίζων τὴν λύπην διὰ τῆς προσευχῆς ἐκ τῆς μνήμης τοῦ κακοῦ, οὗπέρ σοι ἐποίησεν· ἀγαπητικὸς δὲ γενόμενος καὶ φιλάνθρωπος, παντελῶς ἐκ τῆς ψυχῆς τὸ πάθος ἐξαφανίζεις. Ἐὰν δὲ ἄλλος σοι μνησικακῇ, χαριστικὸς γενοῦ πρὸς αὐτὸν καὶ ταπεινὸς καὶ καλῶς συναυλίζου καὶ ἀπαλλάττεις αὐτὸν τοῦ πάθους.

3.91 (ƒα’) Τοῦ φθονοῦντος τὴν λύπην κόπῳ στήσεις· συμφορὰν γὰρ ἡγεῖται τὸ ἐν σοὶ φθονούμενον καὶ οὐ δυνατὸν ἄλλως στῆσαι, εἰ μή τι κρύψῃς αὐτόν. Εἰ δὲ πολλοὺς μὲν ὠφελεῖ, ἐκεῖνον δὲ λυπεῖ, ποίου μέρους περιφρονήσεις; Ἀναγκαῖον οὖν τῆς τῶν πολλῶν γενέσθαι ὠφελείας κἀκείνου δὲ κατὰ δύναμιν μὴ ἀμελεῖν μηδὲ τῇ τοῦ πάθους πονηρίᾳ συναπαχθῆναι, ὡς οὐχὶ τῷ πάθει, ἀλλὰ τῷ πάσχοντι ἀμυνόμενον· ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἡγεῖσθαι αὐτὸν ὑπερέχοντα σεαυτοῦ καὶ ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι προτιμᾶν αὐτόν. Τὸν δὲ σὸν φθόνον δύνασαι στῆσαι, ἐὰν ἐν οἷς χαίρει ὁ ὑπό σου φθονούμενος συγχαίρῃς καὶ ἐν οἷς λυπεῖται καὶ αὐτὸς συλλυπῇ, πληρῶν τὸ τοῦ Ἀποστόλου, τό· Χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων.

3.92 (ƒβ’) Ὁ νοῦς ἡμῶν μέσος ἐστὶ δύο τινῶν, ἑκάστου τὰ ἴδια ἐνεργοῦντος· τοῦ μέν, ἀρετήν· τοῦ δέ, κακίαν· τουτέστιν ἀγγέλου καὶ δαίμονος. Ἐξουσίαν δὲ ἔχει ὁ νοῦς καὶ δύναμιν ᾧ θέλει εἴτε ἕπεσθαι εἴτε ἀντισθῆναι.

3.93 (ƒγ’) Αἱ μὲν ἅγιαι δυνάμεις προτρέπονται ἡμᾶς ἐπὶ τὰ καλά· τὰ δὲ φυσικὰ σπέρματα καὶ ἡ ἀγαθὴ προαίρεσις βοηθοῦσιν ἡμῖν. Τὰς δὲ τῶν δαιμόνων προσβολὰς τὰ πάθη καὶ ἡ πονηρὰ προαίρεσις συνιστῶσι.

3.94 (ƒδ’) Τὸν καθαρὸν νοῦν ποτε μὲν αὐτὸς ὁ Θεὸς αὐτῷ ἐπιβαίνων διδάσκει· ποτὲ δέ, αἱ ἅγιαι δυνάμεις τὰ καλὰ ὑποτιθέμεναι· ποτὲ δέ, ἡ φύσις τῶν πραγμάτων θεωρουμένη.

3.95 (ƒε’) Χρὴ τὸν καταξιωθέντα γνώσεως νοῦν τά τε νοήματα τηρεῖν ἀπαθῆ τῶν πραγμάτων καὶ τὰ θεωρήματα ἀσφαλῆ καὶ τὴν τῆς προσευχῆς κατάστασιν ἀθόλωτον· οὐ δύναται δὲ ταύτην ἀεὶ τηρεῖν ἐκ τῶν τῆς σαρκὸς ἀναδόσεων, διὰ τῆς τῶν δαιμόνων ἐπιβουλῆς καπνιζόμενος.

3.96 (ƒστ‘) Οὐ δι᾽ ὅσα λυπούμεθα, διὰ ταῦτα καὶ ὀργιζόμεθα· πλεονάζει γὰρ τὰ τὴν λύπην ἐμποιοῦντα παρὰ τὰ τὴν ὀργήν. Οἷον ἐκλάσθη τόδε, ἀπώλετο τόδε, ἀπέθανεν ὁ δεῖνα· διὰ γὰρ τὰ τοιαῦτα λυπούμεθα μόνον· διὰ δὲ τὰ λοιπὰ καὶ λυπούμεθα καὶ ὀργιζόμεθα, ἀφιλοσόφως διακείμενοι.

3.97 (ƒζ’) Δεχόμενος ὁ νοῦς τὰ τῶν πραγμάτων νοήματα, πρὸς ἕκαστον νόημα μετασχηματίζεσθαι πέφυκε· θεωρῶν δὲ ταῦτα πνευματικῶς, πρὸς ἕκαστον θεώρημα ποικίλως μεταμορφοῦσθαι· ἐν δὲ Θεῷ γενόμενος, ἄμορφος πάντη καὶ ἀσχημάτιστος γίνεται· τὸν γὰρ μονοειδὴ θεωρῶν, μονοειδὴς γίνεται καὶ ὅλος φωτοειδής.

3.98 (ƒη’) Ψυχή ἐστι τελεία, ἧς ἡ παθητικὴ δύναμις νένευκεν ὁλοτελῶς πρὸς Θεόν.

3.99 (ƒθ’) Νοῦς ἐστι τέλειος, ὁ διὰ πίστεως ἀληθοῦς τὸν ὑπεράγνωστον ὑπεραγνώστως ὑπερεγνωκὼς καὶ τῶν αὐτοῦ δημιουργημάτων τὰ καθόλου θεασάμενος καὶ τῆς ἐν αὐτοῖς προνοίας καὶ κρίσεως τὴν περιληπτικὴν γνῶσιν παρὰ Θεοῦ εἰληφώς· ὡς ἀνθρώποις δέ φημι.

3.100 (ρ’) Τριχῶς τέμνεται ὁ χρόνος καὶ ἡ μὲν πίστις τοῖς τρισὶ συμπαρατείνεται τμήμασι· ἡ δὲ ἐλπίς, τῷ ἑνί· ἡ δὲ ἀγάπη, τοῖς δυσί. Καὶ ἡ μὲν πίστις καὶ ἐλπὶς μέχρι τινός, ἡ δὲ ἀγάπη εἰς ἀπείρους αἰῶνας τῷ ὑπεραπείρῳ ὑπερηνωμένη καὶ ἀεὶ ὑπεραύξουσα διαμένει· καὶ διὰ τοῦτο μείζων πάντων ἡ ἀγάπη.

 


Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets