5. ΕΡΩΤΗΣΙΣ Ε'
Τίς ἡ καταρωμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδὰμ κατὰ τὴν ἀναγωγήν; Καὶ τί τὸ ἐν λύπαις αὐτὴν φαγεῖν; Καὶ τί τὸ μετὰ τὸ ἀνατεῖλαι ἀκάνθας καὶ τριβόλους τὸν χόρτον ἐσθίειν; Καὶ τί τὸ τελευταῖον ἐν ἱδρῶτι τοῦ προσώπου αὐτοῦ τὸν ἄρτον φαγεῖν; Καὶ μέντοι οὐδέποτε ὤφθη ἄνθρωπος γῆν ἐσθίων οὔτε χόρτον· οὐδὲ οἱ τὸν ἄρτον ἐσθίοντες κατὰ τὴν ἀπόφασιν τῆς ἱστορίας ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίουσιν.
Ἀπόκρισις.
Ἡ κατηραμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδάμ ἐστιν ἡ σὰρξ τοῦ Ἀδάμ, ἀεὶ γινομένη διὰ τῶν ἔργων τοῦ Ἀδάμ, λέγω δὲ τῶν παθῶν τοῦ γεωθέντος νοῦ, κατηραμένη τῇ τῶν ἀρετῶν, ὡς ἔργων Θεοῦ, ἀκαρπίᾳ· ἣν μετ᾽ ὀδύνης πολλῆς καὶ λύπης ἐσθίει τῆς κατ᾽ αὐτὴν μικρᾶς ἡδονῆς ἀπολαύων. ῞Ητις σὰρξ ὑπὲρ ταύτης τῆς φθαρτῆς ἀπολαύσεως ἀνατέλλει αὐτῷ μερίμνας καὶ φροντίδας, καθάπερ ἀκάνθας, καὶ μεγάλους πειρασμοὺς καὶ κινδύνους, ὥσπερ τριβόλους, κατά τε λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν ἀλγεινῶς αὐτὸν πανταχόθεν κατακεντοῦντας, ἵνα μόλις δυνηθῇ τὴν ταύτης ὑγείαν τε καὶ εὐεξίαν, ὡς χόρτον μαραινόμενον, περιποιήσασθαι καὶ φαγεῖν, τουτέστι τυχεῖν, καὶ τότε μετὰ πολλὴν τῶν δεινῶν ἐπανακύκλησιν ἐν ἱδρῶτι τοῦ προσώπου, τουτέστιν ἐν τῷ κατ᾽ αἴσθησιν καμάτῳ τε καὶ κόπῳ τῆς περιέργου κατασκοπῆς τῶν αἰσθητῶν, ὥσπερ ἄρτον, τὴν πρὸς σύστασιν ἔχειν τῆς παρούσης ζωῆς ἀφορμήν, ἢ διὰ τέχνης ἢ δι᾽ ἄλλης τινὸς περινενοημένης τῷ βίῳ μεθοδίας.
῍Η μᾶλλον γῆ τοῦ Ἀδάμ ἐστιν ἡ καρδία, κατάραν λαβοῦσα διὰ τῆς παραβάσεως τὴν τῶν οὐρανίων ἀγαθῶν ἀφαίρεσιν. ῞Ηντινα γῆν κατὰ τὴν πρακτικὴν φιλοσοφίαν διὰ πολλῶν θλίψεων ἐσθίει, καθαρθεῖσαν τῆς κατὰ συνείδησιν τῆς κατάρας τῶν ἔργων τῆς αἰσχύνης. Καὶ πάλιν τοὺς ἀνατέλλοντας ἐν αὐτῇ δίκην ἀκανθῶν λογισμοὺς περὶ τῆς τῶν σωμάτων γενέσεως καί, ὥσπερ τριβόλους, τοὺς περὶ τῶν ἀσωμάτων προνοίας τε καὶ κρίσεως περισκελεῖς λογισμοὺς ἀποκαθαίρων τῷ λόγῳ, τὴν φυσικήν, ὥσπερ χόρτον, δρέπεται πνευματικῶς θεωρίαν. Καὶ οὕτως, ὡς ἐν ἱδρῶτι τοῦ προσώπου, τῷ ἐπιστημονικῷ τῆς διανοίας κατὰ τὴν γνῶσιν τρόπῳ τὸν ἄφθαρτον τῆς θεολογίας ἄρτον ἐσθίει, τὸν μόνον ὄντως ζωτικόν, καὶ τῶν ἐσθιόντων αὐτὸν συντηροῦντα πρὸς ἀφθαρσίαν τὴν γένεσιν. Γῆ τοίνυν ἐστίν, καλῶς ἐσθιομένη, ἡ διὰ πράξεως τῆς καρδίας κάθαρσις, χόρτος δὲ ἡ κατὰ τὴν φυσικὴν θεωρίαν ἐπιστήμη τῶν γεγονότων, ἄρτος δὲ ἡ κατὰ τὴν θεολογίαν ἀληθὴς μυσταγωγία.
ΣΧΟΛΙΟΝ
1. Ἔργα λέγει τοῦ Ἀδάμ τά πάθη τῆς ἀτιμίας· τάς γάρ ἀρετάς ἐργάζεται μόνος ὁ Θεός ἐν τοῖς βουλομένοις· πρός τήν τῶν ἀρετῶν φανέρωσιν, μόνην καθάπερ ὄργανον λαμβάνων, τῶν βουλομένων τήν πρόθεσιν.