Άγιος Μάξιμος ο Ομολογητής
Κεφάλαια περί Αγάπης
εις 4 εκατοντάδες ανεπτυγμένα
ΕΚΑΤΟΝΤΑΣ ΔΕΥΤΕΡΗ
2.1 (α’) Ὁ γνησίως τὸν Θεὸν ἀγαπῶν, οὗτος καὶ ἀπερισπάστως πάντως προσεύχεται· καὶ ὁ ἀπερισπάστως πάντως προσευχόμενος, οὗτος καὶ γνησίως τὸν Θεὸν ἀγαπᾷ. Οὐκ εὔχεται δὲ ἀπερισπάστως ὅ τινι τῶν ἐπιγείων ἔχων τὸν νοῦν προσηλωμένον· οὐκ ἄρα ἀγαπᾷ τὸν Θεὸν ὅ τινι τῶν ἐπιγείων ἔχον τὸν νοῦν προσδεδεμένον.
2.2 (β’) Ὁ νοῦς πράγματι χρονίζων αἰσθητῷ πάθος ἔχει πάντως πρὸς αὐτό, οἷον ἐπιθυμίας ἢ λύπης ἢ ὀργῆς ἢ μνησικακίας· καὶ εἰ μὴ τοῦ πράγματος ἐκείνου καταφρονεῖ, τοῦ πάθους ἐκείνου ἐλευθεροῦσθαι οὐ δύναται.
2.3 (γ’) Τὰ μὲν πάθη τοῦ νοῦ κρατοῦντα συνδεσμοῦσιν αὐτὸν τοῖς πράγμασι τοῖς ὑλικοῖς· καὶ τοῦ Θεοῦ χωρίσαντα αὐτοῖς ἐνασχολεῖσθαι ποιοῦσιν. Ἡ δὲ τοῦ Θεοῦ ἀγάπη κρατήσασα λύει αὐτὸν τῶν δεσμῶν, περιφρονεῖν πείθουσα οὐ μόνον τῶν αἰσθητῶν πραγμάτων, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς προσκαίρου ζωῆς.
2.4 (δ’) Ἔργον τῶν ἐντολῶν, ψιλὰ ποιεῖν τὰ τῶν πραγμάτων νοήματα· ἀναγνώσεως δὲ καὶ θεωρίας, ἄϋλον καὶ ἀνείδεον τὸν νοῦν ἀπεργάζεσθαι· ἐκ δὲ τούτου συμβαίνει τὸ ἀπερισπάστως προσεύχεσθαι.
2.5 (ε’) Οὐκ ἀρκεῖ ἡ πρακτικὴ μέθοδος πρὸς τὸ τελείως τὸν νοῦν τῶν παθῶν ἐλευθερωθῆναι, ὥστε δυνηθῆναι αὐτὸν ἀπερισπάστως προσεύχεσθαι, εἰ μὴ καὶ διάφοροι αὐτὸν διαδέχονται πνευματικαὶ θεωρίαι. Ἡ μὲν γὰρ ἀκρασίας καὶ μίσους μόνον τὸν νοῦν ἐλευθεροῖ, αἱ δὲ καὶ λήθης καὶ ἀγνοίας αὐτὸν ἀπαλλάττουσι· καὶ οὕτω δυνήσεται ὡς δεῖ προσεύχεσθαι.
2.6 (στ‘) Τῆς καθαρᾶς προσευχῆς δύο εἰσὶν ἀκρόταται καταστάσεις· ἡ μὲν τοῖς πρακτικοῖς, ἡ δὲ τοῖς θεωρητικοῖς ἐπισυμβαίνουσα. Καὶ ἡ μὲν ἐκ φόβου Θεοῦ καὶ ἐλπίδος ἀγαθῆς τῇ ψυχῇ ἐγγίνεται· ἡ δέ, ἀπὸ θείου ἔρωτος καὶ ἀκροτάτης καθάρσεως. Γνωρίσματα δὲ τοῦ μὲν πρώτου μέτρου, τὸ ἐντὸς συναγαγεῖν τὸν νοῦν ἐκ πάντων τῶν τοῦ κόσμου νοημάτων καὶ ὡς αὐτῷ αὐτοῦ παρισταμένου τοῦ Θεοῦ, ὥσπερ καὶ παρέστη, ποιεῖσθαι τὰς προσευχὰς ἀπερισπάστως καὶ ἀνενοχλήτως· τοῦ δὲ δευτέρου, τὸ ἐν αὐτῇ τῇ ὁρμῇ τῆς προσευχῆς ἁρπαγῆναι τὸν νοῦν ὑπὸ τοῦ θείου καὶ ἀπείρου φωτὸς καὶ μήτε ἑαυτοῦ μήτε τινὸς ἄλλου τῶν ὄντων τὸ σύνολον ἐπαισθάνεσθαι, εἰ μὴ μόνου τοῦ διὰ τῆς ἀγάπης ἐν αὐτῷ τὴν τοιαύτην ἔλλαμψιν ἐνεργοῦντος. Τότε δὲ καὶ περὶ τοὺς περὶ Θεοῦ λόγους κινούμενος, καθαρὰς καὶ τρανὰς τὰς περὶ αὐτοῦ λαμβάνει ἐμφάσεις.
2.7 (ζ’) Ὅ τις ἀγαπᾷ, τοῦτο καὶ ἀντέχεται πάντως καὶ πάντων τῶν πρὸς τοῦτο ἐμποδιζόντων αὐτῷ καταφρονεῖ, ἵνα μὴ αὐτοῦ στερηθῇ· καὶ ὁ τὸν Θεὸν ἀγαπῶν ἐπιμελεῖται καθαρᾶς προσευχῆς καὶ πᾶν πάθος πρὸς τοῦτο ἐμποδίζον αὐτῷ ἀποβάλλει ἐξ ἑαυτοῦ.
2.8 (η’) Ὁ τὴν μητέρα τῶν παθῶν ἀποβαλῶν φιλαυτίαν, καὶ τὰ λοιπὰ εὐχερῶς σὺν Θεῷ ἀποτίθεται, οἷον ὀργήν, λύπην, μνησικακίαν καὶ τὰ ἑξῆς· ὁ δὲ ὑπὸ τοῦ προτέρου κρατούμενος, ὑπὸ τῶν δευτέρων κἂν μὴ θέλῃ τιτρώσκεται. Φιλαυτία δέ ἐστι τὸ πρὸς τὸ σῶμα πάθος.
2.9 (θ’) Διὰ τὰς πέντε ταύτας αἰτίας οἱ ἄνθρωποι ἀγαπῶσιν ἀλλήλους εἴτε ἐπαινετῶς εἴτε ψεκτῶς· οἷον ἢ διὰ τὸν Θεόν, ὡς ὁ ἐνάρετος πάντας καὶ ὡς ὁ τὸν ἐνάρετον κἂν μήπω ἐνάρετος· ἢ διὰ φύσιν, ὡς οἱ γονεῖς τὰ τέκνα καὶ ἔμπαλιν· ἢ διὰ κενοδοξίαν, ὡς ὁ δοξαζόμενος τὸν δοξάζοντα· ἢ διὰ φιλαργυρίαν, ὡς ὁ τὸν πλούσιον διὰ λήψιν· ἢ διὰ φιληδονίαν, ὡς ὁ τὴν γαστέρα θεραπευόμενος καὶ τὰ ὑπογάστρια. Καὶ ἡ μὲν πρώτη, ἐπαινετή· ἡ δὲ δευτέρα, μέση· αἱ δὲ λοιπαί, ἐμπαθεῖς.
2.10 (ι’) Ἐὰν τινὰς μὲν μισῇς, τινὰς δὲ οὐδὲ ἀγαπᾷς οὐδὲ μισῇς· ἑτέρους δὲ ἀγαπᾷς, ἀλλὰ συμμέτρως, ἄλλους δὲ σφόδρα ἀγαπᾷς· ἐκ ταύτης τῆς ἀνισότητος γνῶθι ὅτι μακρὰν εἶ τῆς τελείας ἀγάπης, ἥτις ὑποτίθεται πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι.
2.11 (ια’) Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. Τουτέστι· πολέμησον τοὺς ἐχθρούς, ἵνα μειώσῃς τὰ πάθη· ἔπειτα δὲ νῆφε, ἵνα μὴ αὐξήσωσι. Καὶ πάλιν· πολέμησον, ἵνα κτήσῃ τὰς ἀρετάς, καὶ μετέπειτα νῆφε, ἵνα αὐτὰς διαφυλάξῃς. Καὶ τοῦτο ἂν εἴη τὸ ἐργάζεσθαι καὶ φυλάσσειν.
2.12 (ιβ’) Οἱ κατὰ συγχώρησιν Θεοῦ πειράζοντες ἡμᾶς ἢ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐκθερμαίνουσιν ἢ τὸ θυμικὸν ἐκταράσσουσιν ἢ τὸ λογιστικὸν ἐπισκοτίζουσιν ἢ τὸ σῶμα ὀδύναις περιβάλλουσιν ἢ τὰ σωματικὰ διαρπάζουσιν.
2.13 (ιγ’) ῍Η δι᾽ ἑαυτῶν ἡμᾶς οἱ δαίμονες ἐκπειράζουσιν ἢ τοὺς μὴ φοβουμένους τὸν Κύριον καθ᾽ ἡμῶν ἐφοπλίζουσι· καὶ δι᾽ ἑαυτῶν μέν, ὅταν ἐκ τῶν ἀνθρώπων ἰδιάσωμεν, ὥσπερ καὶ τὸν Κύριον ἐν τῇ ἐρήμῳ· διὰ τῶν ἀνθρώπων δέ, ὅταν μετ᾽ αὐτῶν συνδιατρίψωμεν, ὥσπερ καὶ τὸν Κύριον διὰ τῶν Φαρισαίων. Ἀλλ᾽ ἡμεῖς εἰς τὸν τύπον ἡμῶν ἀποβλεπόμενοι ἀμφοτέρωθεν αὐτοὺς ἀποκρουσώμεθα.
2.14 (ιδ’) Ὅταν ἄρχηται ὁ νοῦς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ προκόπτειν, τότε καὶ ὁ δαίμων τῆς βλασφημίας ἄρχεται ἐκπειράζειν αὐτὸν καὶ τοιούτους αὐτῷ λογισμοὺς ὑποβάλλει, οἵους ἀνθρώπων μὲν οὐδείς, μόνος δὲ ὁ τούτων πατὴρ διάβολος ἐφευρίσκει. Τοῦτο δὲ ποιεῖ φθονῶν τῷ θεοφιλεῖ, ἵνα εἰς ἀπόγνωσιν ἐλθὼν ὡς τοιαῦτα διανοηθείς, μηκέτι τολμήσῃ διὰ τῆς συνήθους προσευχῆς πρὸς αὐτὸν ἀναπτῆναι. Οὐδὲν δὲ ἐντεῦθεν ὠφελεῖται ὁ ἀλάστωρ πρὸς τὸν ἴδιον σκοπόν, ἀλλὰ καὶ μᾶλλον βεβαιοτέρους ἡμᾶς ἀπεργάζεται. Πολεμούμενοι γὰρ καὶ ἀντιπολεμοῦντες δοκιμώτεροι καὶ γνησιώτεροι εἰς τὴν ἀγάπην τοῦ Θεοῦ εὑρισκόμεθα· ἡ δὲ ῥομφαία αὐτοῦ εἰσέλθοι εἰς καρδίαν αὐτοῦ καὶ τὰ τόξα αὐτοῦ συντριβείη.
2.15 (ιε’) Ὁ νοῦς ἐπιβάλλων τοῖς ὁρατοῖς κατὰ φύσιν νοεῖ τὰ πράγματα διὰ μέσης τῆς αἰσθήσεως καὶ οὔτε ὁ νοῦς κακὸν οὔτε τὸ κατὰ φῦσιν νοεῖν οὔτε δὲ τὰ πράγματα οὔτε ἡ αἴσθησις· Θεοῦ γάρ εἰσι ταῦτα τὰ ἔργα. Τί οὖν ἐστι τὸ κακόν; Δῆλον ὅτι τὸ πάθος τοῦ κατὰ φύσιν νοήματος, ὅπερ δύναται μὴ εἶναι ἐν τῇ τῶν νοημάτων χρήσει, ἐὰν ὁ νοῦς γρηγορῇ.
2.16 (ιστ’) Πάθος ἐστὶ κίνησις ψυχῆς παρὰ φύσιν ἢ ἐπὶ φιλίαν ἄλογον ἢ ἐπὶ μῖσος ἄκριτον ἤ τινος ἢ διά τι τῶν αἰσθητῶν. Οἷον ἐπὶ μὲν φιλίαν ἄλογον ἢ βρωμάτων ἢ γυναικὸς ἢ χρημάτων ἢ δόξης παρερχομένης ἤ τινος ἄλλου τῶν αἰσθητῶν ἢ διὰ ταῦτα· ἐπὶ μῖσος δὲ ἄκριτον, οἷον ἤ τινος τῶν προειρημένων, ὡς εἴρηται, ἢ πρός τινα διὰ ταῦτα.
2.17 (ιζ’) Ἤ πάλιν κακία ἐστὶν ἡ ἐσφαλμένη χρῆσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων. Οἷον ὡς ἐπὶ τῆς γυναικὸς ἡ ὀρθὴ χρῆσις τῆς συνουσίας ὁ σκοπός ἐστι τῆς παιδοποιίας. Ὁ οὖν εἰς τὴν ἡδονὴν ἀποβλεψάμενος ἐσφάλη περὶ τὴν χρῆσιν, τὸ μὴ καλὸν ὡς καλὸν ἡγησάμενος· ὁ οὖν τοιοῦτος παραχρῆται γυναικὶ συνουσιαζόμενος. Καὶ ἐπὶ τῶν ἄλλων δὲ πραγμάτων καὶ νοημάτων ὁμοίως.
2.18 (ιη’) Ὅταν τὸν νοῦν οἱ δαίμονες τῆς σωφροσύνης ἐκβαλόντες τοῖς τῆς πορνείας λογισμοῖς περικυκλώσωσι, τότε μετὰ δακρύων λέγε πρὸς τὸν Δεσπότην· Ἐκβαλόντες με νῦν περιεκύκλωσάν με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με· καὶ σώζῃ.
2.19 (ιθ’) Βαρὺς ὁ τῆς πορνείας δαίμων καὶ σφοδρῶς ἐπιτίθεται τοῖς κατὰ τοῦ πάθους ἀγωνιζομένοις καὶ μάλιστα ἐν τῇ ἀμελείᾳ τῆς διαίτης καὶ ἐν ταῖς συντυχίαις τῶν γυναικῶν. Λεληθότως γὰρ τῇ λειότητι τῆς ἡδονῆς ὑποκλέπτων τὸν νοῦν, μετέπειτα ἐπεμβαίνει διὰ τῆς μνήμης ἡσυχάζοντι· τό τε σῶμα ἐμπυρίζων καὶ ποικίλας μοφρὰς τῷ νῷ παριστῶν, πρὸς τὴν συγκατάθεσιν τῆς ἁμαρτίας αὐτὸν ἐκκαλεῖται· ἃς ἐὰν θέλῃς μὴ ἐγχρονίζειν ἔν σοι, νηστείαν ἀναλαβοῦ καὶ κόπον καὶ ἀγρυπνίαν καὶ τὴν καλὴν ἡσυχίαν μετὰ ἐκτενοῦς προσευχῆς.
2.20 (κ’) Οἱ τὴν ψυχὴν ἡμῶν ἀεὶ ζητοῦντες διὰ τῶν ἐμπαθῶν λογισμῶν ζητοῦσιν, ἵνα αὐτὴν εἰς τὴν κατὰ διάνοιαν ἢ τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν ἐμβάλωσιν. Ὅταν οὖν εὕρωσι τὸν νοῦν μὴ παραδεχόμενον, τότε αἰσχυνθήσονται καὶ ἐντραπήσονται· ὅταν δὲ τῇ πνευματικῇ θεωρίᾳ ἐνασχολούμενον, τότε ἀποστραφήσονται καὶ καταισχυνθήσονται σφόδρα διὰ τάχους.
2.21 (κα’) Διακόνου λόγον ἐπέχει ὁ πρὸς τοὺς ἱεροὺς ἀγῶνας ἀλείφων τὸν νοῦν καὶ τοὺς ἐμπαθεῖς λογισμοὺς ἀπελαύνων ἀπ᾽ αὐτοῦ· πρεσβυτέρου δέ, ὁ εἰς τὴν γνῶσιν τῶν ὄντων φωτίζων καὶ τὴν ψευδώνυμον γνῶσιν ἐξαφανίζων· ἐπισκόπου δέ, ὁ τῷ ἁγίῳ μύρῳ τελειῶν τῆς γνώσεως τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος.
2.22 (κβ’) Ἀσθενοῦσι μὲν οἱ δαίμονες, ὅταν διὰ τῶν ἐντολῶν μειῶνται τὰ πάθη τὰ ἐν ἡμῖν· ἀπόλλυνται δέ, ὅταν εἰς τέλος διὰ τῆς ἀπαθείας τῆς ψυχῆς ἐξαφανίζωνται, μηκέτι εὑρίσκοντες τὰ δι᾽ ὧν ἐν αὐτῇ εὑρίσκοντο καὶ ἐπολέμουν αὐτήν. Καὶ τοῦτο ἂν εἴη τό· Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.
2.23 (κγ’) Οἱ μὲν τῶν ἀνθρώπων διὰ φόβον ἀνθρώπινον τῶν παθῶν ἀπέχονται· οἱ δέ, διὰ κενοδοξίαν· ἄλλοι δέ, δι᾽ ἐγκράτειαν· ἕτεροι δὲ διὰ θείων κριμάτων τῶν παθῶν ἐλευθεροῦνται.
2.24 (κδ’) Πάντες οἱ λόγοι τοῦ Κυρίου τὰ τέσσαρα ταῦτα περιέχουσι· τὰς ἐντολάς, τὰ δόγματα, τὰς ἀπειλάς, τὰς ἐπαγγελίας. Καὶ πᾶσαν σκληραγωγίαν διὰ ταῦτα ὑπομένομεν, οἷον νηστείας, ἀγρυπνίας, χαμευνίας, κόπους καὶ μόχθους ἐν διακονίαις, ὕβρεις, ἀτιμίας, στρεβλώσεις, θανάτους καὶ τὰ ὅμοια· Διὰ γὰρ τοὺς λόγους τῶν χειλέων σου, φησίν, ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.
2.25 (κε’) Μισθὸς τῆς ἐγκρατείας, ἡ ἀπάθεια· τῆς δὲ πίστεως, ἡ γνῶσις· καὶ ἡ μὲν ἀπάθεια τίκτει τὴν διάκρισιν· ἡ δὲ γνῶσις, τὴν εἰς Θεὸν ἀγάπην.
2.26 (κστ’) Πρακτικὴν μὲν ὁ νοῦς κατορθῶν εἰς φρόνησιν προκόπτει· θεωρητικὴν δέ, εἰς γνῶσιν. Τῆς μὲν γάρ ἐστιν εἰς διάκρισιν ἀρετῆς καὶ κακίας φέρειν τὸν ἀγωνιζόμενον· τῆς δέ, εἰς τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων λόγους ἄγειν τὸν μέτοχον. Τῆς δὲ θεολογικῆς χάριτος τοτηνικαῦτα καταξιοῦται, ὁπηνίκα τὰ προειρημένα πάντα διὰ τῶν τῆς ἀγάπης πτερῶν διαπεράσας καὶ ἐν Θεῷ γενόμενος, τὸν περὶ αὐτοῦ λόγον διὰ τοῦ Πνεύματος, ὡς ἀνθρωπίνῳ νῷ δυνατόν, διασκοπήσει.
2.27 (κζ’) Θεολογεῖν μέλλων, μὴ τοὺς κατ᾽ αὐτὸν ζητήσῃς λόγους· (οὐ μὴ γὰρ εὕρῃ ἀνθρώπινος νοῦς, ἀλλ᾽ οὐδ᾽ ἄλλου τινὸς τῶν μετὰ Θεόν), ἀλλὰ τοὺς περὶ αὐτόν, ὡς οἷόν τε, διασκόπει, οἷον τοὺς περὶ αἰδιότητος, ἀπειρίας τε καὶ ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως δημιουργικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων. Οὗτος γὰρ ἐν ἀνθρώποις μέγα θεολόγος, ὁ τούτων τοὺς λόγους κἂν ποσῶς ἐξευρίσκων.
2.28 (κη’) Δυνατὸς ἀνήρ, ὁ τῇ πράξει τὴν γνῶσιν συζεύξας· τῇ μὲν γὰρ τὴν ἐπιθυμίαν μαραίνει καὶ τὸν θυμὸν ἡμεροῖ· τῇ δὲ τὸν νοῦν πτεροῖ καὶ πρὸς Θεὸν ἐκδημεῖ.
2.29 (κθ’) Ὅταν λέγῃ ὁ Κύριος· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, τὸ ταὐτὸν τῆς οὐσίας σημαίνει. Ὅταν δὲ πάλιν λέγῃ· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί, τὸ ἀχώριστον δηλοῖ τῶν ὑποστάσεων. Οἱ οὖν Τριθεΐται χωρίζοντες τοῦ Πατρὸς τὸν Υἱὸν εἰς ἀμφίκρημνον ἐμπίπτουσιν. ῍Η γὰρ συναΐδιον λέγοντες τῷ Πατρὶ τὸν Υἱόν, χωρίζοντες δὲ αὐτὸν ἐξ αὐτοῦ, ἀναγκάζονται λέγειν μὴ ἐξ αὐτοῦ γεγεννῆσθαι καὶ ἐμπεσεῖν εἰς τὸ τρεῖς λέγειν θεοὺς καὶ τρεῖς ἀρχάς· ἢ ἐξ αὐτοῦ γεγεννῆσθαι λέγοντες, χωρίζοντες δέ, ἀναγκάζονται λέγειν μὴ συναΐδιον εἶναι τῷ Πατρὶ καὶ ποιῆσαι ὑπὸ χρόνον τὸν τῶν χρόνων δεσπότην. Χρὴ γὰρ καὶ τὸν ἕνα Θεὸν τηρεῖν καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, κατὰ τὸν μέγαν Γρηγόριον, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος. Καὶ γὰρ "διαιρεῖται" μέν, ἀλλ᾽ "ἀδιαιρέτως", κατὰ τὸν αὐτόν, καὶ "συνάπτεται" μέν, "διῃρημένως" δέ. Καὶ διὰ τοῦτο παράδοξος καὶ ἡ διαίρεσις καὶ ἡ ἕνωσις· ἐπεὶ τί ἔχει τὸ παράδοξον, εἰ ὡς ἄνθρωπος ἀνθρώπῳ
ἥνωταί τε καὶ κεχώρισται, οὕτω καὶ ὁ Υἱὸς τῷ Πατρὶ καὶ οὐδὲν πλέον;
2.30 (λ’) Ὁ τέλειος ἐν ἀγάπῃ καὶ εἰς ἄκρον ἀπαθείας ἐλθὼν οὐκ ἐπίσταται διαφορὰν ἰδίου καὶ ἀλλοτρίου ἢ ἰδίας καὶ ἀλλοτρίας ἢ πιστοῦ καὶ ἀπίστου ἢ δούλου καὶ ἐλευθέρου ἢ ὅλως ἄρσενος καὶ θηλείας· ἀλλ᾽ ἀνώτερος τῆς τῶν παθῶν τυραννίδος γενόμενος καὶ εἰς τὴν μίαν φύσιν τῶν ἀνθρώπων ἀποβλεπόμενος, πάντας ἐξ ἴσου θεωρεῖ καὶ πρὸς πάντας ἴσως διάκειται. Οὐκ ἔστι γὰρ ἐν αὐτῷ Ἕλλην καὶ Ἰουδαῖος οὐδὲ ἄρσεν καὶ θῆλυ οὐδὲ δοῦλος καὶ ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
2.31 (λα’) Ἐκ τῶν ὑποκειμένων ἐν τῇ ψυχῇ παθῶν λαμβάνουσιν οἱ δαίμονες τὰς ἀφορμὰς τοῦ κινεῖν ἐν ἡμῖν τοὺς ἐμπαθεῖς λογισμούς· εἶτα διὰ τούτων πολεμοῦντες τὸν νοῦν, ἐκβιάζονται αὐτὸν εἰς συγκατάθεσιν ἐλθεῖν τῆς ἁμαρτίας. Ἡττηθέντος δὲ αὐτοῦ, ἄγουσιν εἰς τὴν κατὰ διάνοιαν ἁμαρτίαν· καὶ ταύτης ἀποτελεσθείσης, φέρουσιν αὐτὸν λοιπὸν αἰχμάλωτον εἰς τὴν πρᾶξιν. Μετὰ δὲ ταύτην λοιπὸν οἱ τὴν ψυχὴν διὰ τῶν λογισμῶν ἐρημώσαντες σὺν αὐτοῖς ὑποχωροῦσι. Μένει δὲ μόνον ἐν τῷ νῷ τὸ εἴδωλον τῆς ἁμαρτίας, περὶ οὗ φησὶν ὁ Κύριος· Ὄταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγιγνώσκων νοείτω. Τόπος ἅγιος καὶ ναὸς Θεοῦ ὁ νοῦς ὑπάρχει τοῦ ἀνθρώπου, ἐν ᾧ οἱ δαίμονες διὰ τῶν ἐμπαθῶν λογισμῶν τὴν ψυχὴν ἐρημώσαντες, τὸ εἴδωλον τῆς ἁμαρτίας ἔστησαν. Ὅτι δὲ καὶ ἰστορικῶς ἤδη ταῦτα γέγονεν, οὐδεὶς τῶν τὰ ἰωσήππεια ἀνεγνωκότων, ὡς οἶμαι, ἀμφιβάλλει· πλὴν τινές φασι καὶ ἐπὶ τοῦ Ἀντιχρίστου ταῦτα γενήσεσθαι.
2.32 (λβ’) Τρία εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ καλά· τὰ φυσικὰ σπέρματα, αἱ ἅγιαι δυνάμεις καὶ ἡ ἀγαθὴ προαίρεσις. Καὶ τὰ μὲν φυσικὰ σπέρματα, ὡς ὅταν ὃ θέλομεν ἵνα ποιῶσιν ἡμῖν οἱ ἄνθρωποι καὶ ἡμεῖς ὁμοίως ποιῶμεν αὐτοῖς· ἢ ὡς ὅταν ἴδωμέν τινα ἐν στενώσει ἢ ἐν ἀνάγκῃ καὶ φυσικῶς ἐλεῶμεν. Αἱ δὲ ἅγιαι δυνάμεις, οἷον ὅταν κινούμενοι ἐπὶ καλῷ πράγματι εὕρωμεν συνεργίαν ἀγαθὴν καὶ κατευοδώμεθα. Ἡ δὲ ἀγαθὴ προαίρεσις, ὡς ὅταν διακρίνοντες τὸ καλὸν ἀπὸ τοῦ κακοῦ αἱρώμεθα τὸ ἀγαθόν.
2.35 (λε’) Εἰσὶ πολλά τινα φύσει καλὰ ὑπὸ τῶν ἀνθρώπων γινόμενα, ἀλλ᾽ οὐ καλὰ πάλιν διά τινα αἰτίαν· οἷον νηστεία καὶ ἀγρυπνία, προσευχὴ καὶ ψαλμῳδία, ἐλεημοσύνη καὶ ξενοδοχία φύσει καλὰ ἔργα εἰσίν, ἀλλ᾽ ὅταν διὰ κενοδοξίαν γίνωνται, οὐκέτι καλά.
2.33 (λγ’) Τρία δὲ πάλιν εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ κακά· τὰ πάθη, οἱ δαίμονες καὶ ἡ κακὴ προαίρεσις. Καὶ τὰ μὲν πάθη, ὡς ὅταν ἐπιθυμῶμεν πράγματος παρὰ λόγον, οἷον ἢ βρώματος παρὰ τὸν καιρὸν ἢ παρὰ τὴν χρείαν ἢ γυναικὸς παρὰ τὸν σκοπὸν τῆς παιδοποιίας καὶ τῆς μὴ νομίμου· καὶ πάλιν ὅταν ὀργιζώμεθα ἢ λυπώμεθα παρὰ τὸ εἰκός, οἷον κατὰ τοῦ ἀτιμάσαντος ἢ ζημιώσαντος. Οἱ δὲ δαίμονες, οἷον ὅταν ἐν τῇ ἀμελείᾳ ἡμῶν καιροσκοποῦντες ἐπιτιθῶνται ἡμῖν ἄφνω μετὰ πολλῆς σφοδρότητος, κινοῦντες τὰ προειρημένα πάθη καὶ τὰ ὅμοια. Ἡ δὲ κακὴ προαίρεσις, οἷον ὅταν ἐν γνώσει τοῦ καλοῦ τὸ κακὸν ἀνθαιρώμεθα.
2.34 (λδ’) Μισθοὶ τῶν πόνων τῆς ἀρετῆς εἰσιν ἡ ἀπάθεια καὶ ἡ γνῶσις· αὗται γὰρ πρόξενοι γίνονται βασιλείας οὐρανῶν, ὡς καὶ τὰ πάθη καὶ ἡ ἀγνωσία κολάσεως αἰωνίου. Ὁ οὖν τούτους διὰ δόξαν ἀνθρώπων ζητῶν καὶ μὴ δι᾽ αὐτὸ τὸ καλόν, ἀκούει παρὰ τῆς Γραφῆς· Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.
2.35 (λε’) Εἰσὶ πολλά τινα φύσει καλὰ ὑπὸ τῶν ἀνθρώπων γινόμενα, ἀλλ᾽ οὐ καλὰ πάλιν διά τινα αἰτίαν· οἷον νηστεία καὶ ἀγρυπνία, προσευχὴ καὶ ψαλμῳδία, ἐλεημοσύνη καὶ ξενοδοχία φύσει καλὰ ἔργα εἰσίν, ἀλλ᾽ ὅταν διὰ κενοδοξίαν γίνωνται, οὐκέτι καλά.
2.36 (λστ’) Πάντων τῶν πραττομένων ὑφ᾽ ἡμῶν τὸν σκοπὸν ζητεῖ ὁ Θεός, εἴτε δι᾽ αὐτὸν πράττομεν εἴτε δι᾽ ἄλλην αἰτίαν.
2.37 (λζ’) Ὅταν ἀκούσῃς τῆς Γραφῆς λεγούσης· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· οὐ τὰ παρὰ τὸν ὀρθὸν σκοπὸν πραττόμενα, εἰ καὶ δοκεῖ καλὰ εἶναι, ὁ Θεὸς καλὰ ἀποδίδωσι, ἀλλὰ τὰ κατὰ τὸν ὀρθὸν δηλονότι. Οὐ γὰρ εἰς τὰ γινόμενα, ἀλλ᾽ εἰς τὸν σκοπὸν τῶν γινομένων ἡ κρίσις τοῦ Θεοῦ ἐφορᾷ.
2.38 (λη’) Ὁ τῆς ὑπερηφανίας δαίμων διπλῆν ἔχει τὴν πονηρίαν· ἢ γὰρ ἑαυτῷ ἀναπείθει τὸν μοναχὸν ἐπιγράφειν τὰ κατορθώματα καὶ οὐχὶ τῷ Θεῷ τῷ καὶ χορηγῷ τῶν καλῶν καὶ βοηθῷ πρὸς κατόρθωσιν, ἢ τούτῳ μὴ πειθόμενον τοὺς ἔτι ἀτελεστέρους τῶν ἀδελφῶν ὑποβάλλει ἐξουθενεῖν. Ἀγνοεῖ δὲ καὶ οὕτως ὁ ἐνεργούμενος ὅτι τὴν τοῦ Θεοῦ βοήθειαν ἀναπείθει αὐτὸν ἀπαρνεῖσθαι. Εἰ γὰρ ἐκείνους ὡς μὴ δυνηθέντας κατορθῶσαι ἐξουθενεῖ, ἑαυτὸν δηλονότι ὡς ἐξ ἰδίας δυνάμεως κατορθώσαντα εἰσάγει· ὅπερ ἐστὶ ἀμήχανον, τοῦ Κυρίου εἰπόντος· Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν· ἐπειδὴ ἡ ἡμετέρα ἀσθένεια κινουμένη ἐπὶ τὰ καλὰ ἄνευ τοῦ χορηγοῦ τῶν καλῶν εἰς τέλος ἄγειν οὐ δύναται.
2.39 (λθ’) Ὁ ἐγνωκὼς τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὗτος εἴληφε πεῖραν τῆς θείας δυνάμεως καὶ ὁ τοιοῦτος δι᾽ αὐτῆς τὰ μὲν κατορθώσας, τὰ δὲ σπεύδων κατορθῶσαι, οὐκ ἐξουθενεῖ ποτε οὐδένα ἀνθρώπων. Οἶδε γὰρ ὅτι ὥσπερ αὐτῷ ἐβοήθησε καὶ πολλῶν παθῶν καὶ χαλεπῶν ἡλευθέρωσεν, οὕτω δυνατός ἐστι καὶ πᾶσι βοηθῆσαι ὅτε θέλει καὶ μάλιστα τοῖς δι᾽ αὐτὸν ἀγωνιζομένοις· εἰ καὶ κρίμασί τισιν ὑφ᾽ ἓν ἅπαντας τῶν παθῶν οὐκ ἀπαλλάττει, ἀλλ᾽ ἰδίοις καιροῖς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος ἰατρός, ἕκαστον τῶν σπευδόντων ἰᾶται.
2.40 (μ’) Ἐπὶ τῇ τῶν παθῶν ἀνενεργησίᾳ ἡ ὑπερηφανία ἐπισυμβαίνει, ἢ τῶν αἰτιῶν ἀποκοπτομένων ἢ τῶν δαιμόνων δολουργῶς ὑποχωρούντων.
2.41 (μα’) Πᾶσα σχεδὸν ἁμαρτία διὰ ἡδονὴν γίνεται καὶ ἡ ταύτης ἀναίρεσις διὰ κακοπαθείας καὶ λύπης ἢ ἑκουσίου ἢ ἀκουσίου, διὰ μετανοίας ἢ οἰκονομικῆς ἐπιφορᾶς διὰ τῆς προνοίας ἐπαγομένης. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
2.42 (μβ’) Ὅταν σοι ἔλθῃ ἐξ ἀπροσδοκήτου πειρασμός, μὴ τὸν δι᾽ οὗ αἰτιῶ, ἀλλὰ τὸ διὰ τί ζήτει καὶ εὑρίσκεις διόρθωσιν· ἐπεὶ εἴτε δι᾽ ἐκείνου εἴτε δι᾽ ἄλλου πιεῖν εἶχες πάντως τῶν τοῦ Θεοῦ κριμάτων τὸ ἀψίνθιον.
2.43 (μγ’) Ὅσον εἶ κακότροπος, τὸ κακοπαθεῖν μὴ ἀπαναίνου, ἵνα δι᾽ αὐτοῦ ταπεινωθεὶς τὴν ὑπερηφανίαν ἐμέσῃς.
2.44 (μδ’) Οἱ μὲν τῶν πειρασμῶν, ἡδονάς· οἱ δέ, λύπας· οἱ δέ, ὀδύνας σωματικὰς τοῖς ἀνθρώποις προσάγουσι. Κατὰ γὰρ τὴν ἐγκειμένην ἐν τῇ ψυχῇ τῶν παθῶν αἰτίαν καὶ τὸ φάρμακον ὁ ἰατρὸς τῶν ψυχῶν διὰ τῶν αὐτοῦ κριμάτων ἐπιτίθησιν.
2.45 (με’) Αἱ ἐπιφοραὶ τῶν πειρασμῶν τοῖς μὲν πρὸς ἤδη γεγονότων ἁμαρτημάτων ἀναίρεσιν, τοῖς δὲ πρὸς νῦν ἐνεργουμένων, ἄλλοις πρὸς μελλόντων ἐνεργεῖσθαι ἀνακοπὴν ἐπάγονται· δίχα τῶν πρὸς δοκιμὴν ἐπισυμβαινόντων, ὡς ἐπὶ τοῦ Ἰώβ.
2.46 (μστ’) Ὁ μὲν ἐχέφρων τῶν θείων κριμάτων τὴν ἰατρείαν ἀναλογιζόμενος εὐχαρίστως φέρει τὰς διὰ τούτων ἐπισυμβαινούσας αὐτῷ συμφοράς, μηδένα ἄλλον τούτων αἴτιον ἢ τὰς ἑαυτοῦ ἁμαρτίας λογιζόμενος. Ὁ δὲ ἄφρων, τὴν τοῦ Θεοῦ ἀγνοῶν σοφωτάτην πρόνοιαν, ἁμαρτάνων καὶ παιδευόμενος ἢ τὸν Θεὸν ἢ τοὺς ἀνθρώπους τῶν ἑαυτοῦ κακῶν αἰτίους λογίζεται.
2.47 (μζ’) Εἰσί τινα ἱστῶντα τὰ πάθη τῆς κινήσεως καὶ μὴ ἐῶντα προβῆναι εἰς αὔξησιν, καί εἰσιν ἕτερα ἐλαττοῦντα καὶ εἰς μείωσιν ἄγοντα· οἷον νηστεία καὶ κόπος καὶ ἀγρυπνία οὐκ ἐῶσιν αὔξειν τὴν ἐπιθυμίαν· ἀναχώρησις δὲ καὶ θεωρία καὶ προσευχὴ καὶ ἔρως εἰς Θεὸν ἐλαττοῦσιν αὐτὴν καὶ εἰς ἀφανισμὸν ἄγουσι. Καὶ ἐπὶ τοῦ θυμοῦ δὲ ὁμοίως· οἷον μακροθυμία καὶ ἀμνησικακία καὶ πραότης ἱστῶσιν αὐτὸν καὶ οὐκ ἐῶσιν αὔξειν· ἀγάπη δὲ καὶ ἐλεημοσύνη καὶ χρηστότης καὶ φιλανθρωπία εἰς μείωσιν ἄγουσιν.
2.48 (μη’) Οὗτινος ὁ νοῦς διαπαντός ἐστι πρὸς τὸν Θεόν, τούτου καὶ ἡ ἐπιθυμία εἰς τὸν θεῖον ὑπερηύξησεν ἔρωτα καὶ ὁ θυμὸς ὁλοστὸς εἰς τὴν θείαν μετετράπη ἀγάπην. Τῇ γὰρ χρονίᾳ τῆς θείας ἐλλάμψεως μετουσίᾳ ὅλος φωτοειδὴς γεγονὼς καὶ τὸ παθητικὸν αὐτοῦ μέρος πρὸς ἑαυτὸν συσφίγξας, εἰς ἔρωτα θεῖον, ὡς εἴρηται, ἀκατάλεκτον καὶ ἀγάπην ἀκατάπαυστον ἔστρεψεν, ὅλως ἐκ τῶν ἐπιγείων ἐπὶ τὸ θεῖον μεταγαγών.
2.49 (μθ’) Οὐ πάντως ὁ μὴ φθονῶν μηδὲ ὀργιζόμενος μηδὲ μνησικακῶν τῷ λυπήσαντι ἤδη καὶ ἀγάπην ἔχει πρὸς αὐτόν. Δύναται γὰρ καὶ μήπω ἀγαπῶν κακὸν ἀντὶ κακοῦ μὴ ἀποδοῦναι διὰ τὴν ἐντολήν, οὐ πάντως δὲ ὅτι καὶ καλὸν ἀνταποδοῦναι κακοῦ ἀβιάστως· τὸ γὰρ ἐκ διαθέσεως καλῶς ποιεῖν τοῖς μισοῦσι μόνης ἐστὶ τῆς πνευματικῆς τελείας ἀγάπης.
2.50 (ν’) Οὐχ ὁ μὴ ἀγαπῶν τινα ἤδη πάντως καὶ μισεῖ αὐτόν, οὐδὲ πάλιν ὁ μὴ μισῶν ἤδη πάντως καὶ ἀγαπᾷ· ἀλλὰ δύναται ὡς μέσος εἶναι πρὸς αὐτόν, τουτέστι μήτε ἀγαπᾶν μήτε μισεῖν. Τὴν γὰρ ἀγαπητικὴν διάθεσιν μόνοι οἱ ἐν τῷ ἐνάτῳ κεφαλαίῳ ταύτης τῆς ἑκατοντάδος εἰρημένοι πέντε τρόποι ἐμποιεῖν πεφύκασιν, ὅ τε ἐπαινετὸς καὶ ὁ μέσος καὶ οἱ ψεκτοί.
2.51 (να’) Ὅταν ἴδῃς τὸν νοῦν σου τοῖς ὑλικοῖς ἡδέως ἐνασχολούμενον καὶ τοῖς τούτων νοήμασιν ἐμφιλοχωροῦντα, γίνωσκε σεαυτὸν ταῦτα μᾶλλον ἢ τὸν Θεὸν ἀγαπῶντα· Ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, φησὶν ὁ Κύριος, ἐκεῖ καὶ ἡ καρδία σου ἔσται.
2.52 (νβ’) Νοῦς Θεῷ συναπτόμενος καὶ αὐτῷ ἐγχρωνίζων διὰ προσευχῆς καὶ ἀγάπης, σοφὸς γίνεται καὶ ἀγαθὸς καὶ δυνατὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων καὶ μακρόθυμος· καὶ ἁπλῶς εἰπεῖν, πάντα σχεδὸν τὰ θεῖα ἰδιώματα ἐν ἑαυτῷ περιφέρει. Τούτου δὲ ἀναχωρῶν καὶ τοῖς ὑλικοῖς προσχωρῶν, ἢ κτηνώδης γίνεται φιλήδονος γεγονὼς ἢ θηριώδης, διὰ ταῦτα τοῖς ἀνθρώποις μαχόμενος.
2.53 (νγ’) Κόσμον λέγει ἡ Γραφὴ τὰ ὑλικὰ πράγματα καὶ κοσμικοί εἰσιν οἱ τούτοις τὸν νοῦν ἐνασχολοῦντες, πρὸς οὓς καὶ λέγει ἐντρεπτικώτερον· Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ· ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί, καὶ τὰ ἑξῆς.
2.54 (νδ’) Μοναχός ἐστιν ὁ τῶν ὑλικῶν πραγμάτων τὸν νοῦν ἀποχωρίσας καὶ δι᾽ ἐγκρατείας καὶ ἀγάπης καὶ ψαλμῳδίας καὶ προσευχῆς προσκαρτερῶν τῷ Θεῷ.
2.55 (νε’) Κτηνοτρόφος μέν ἐστιν νοητῶς ὁ πρακτικός· κτηνῶν γὰρ λόγον ἐπέχουσι τὰ ἠθικὰ κατορθώματα, διὸ καὶ ἔλεγεν ὁ Ἰακώβ· Ἄνδρες κτηνοτρόφοι εἰσὶν οἱ παῖδές σου. Ποιμὴν δὲ προβάτων, ὁ γνωστικός· προβάτων γὰρ λόγον ἐπέχουσιν οἱ λογισμοί, ἐπὶ τὰ ὄρη τῶν θεωρημάτων ὑπὸ τοῦ νοῦ ποιμαινόμενοι, διὰ τοῦτο καί· Βδέλυγμα τοῖς Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων, ἤγουν ταῖς ἐναντίαις δυνάμεσι.
2.56 (νστ’) Ὁ μὲν φαῦλος νοῦς, κινουμένου τοῦ σώματος διὰ τῶν αἰσθήσεων ἐπὶ τὰς ἰδίας ἐπιθυμίας καὶ ἡδονάς, ἐξακολουθεῖ καὶ συγκατίθεται ταῖς τούτου φαντασίαις καὶ ὁρμαῖς· ὁ δὲ ἐνάρετος ἐγκρατεύεται καὶ κατέχει αὐτὸ ἀπὸ τῶν ἐμπαθῶν φαντασιῶν καὶ ὁρμῶν καὶ μᾶλλον φιλοσοφεῖ βελτίους ποιῆσαι τὰς τοιαύτας αὐτοῦ κινήσεις.
2.57 (νζ’) Τῶν ἀρετῶν αἱ μέν εἰσι σωματικαί, αἱ δὲ ψυχικαί. Καὶ σωματικαὶ μέν εἰσιν, οἷον νηστεία, ἀγρυπνία, χαμευνία, διακονία, ἐργόχειρον πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ἢ πρὸς μετάδοσιν καὶ τὰ ἑξῆς. Ψυχικαὶ δέ εἰσιν, οἷον ἀγάπη, μακροθυμία, πραότης, ἐγκράτεια, προσευχὴ καὶ τὰ ἑξῆς. Ἐὰν οὖν ἔκ τινος ἀνάγκης ἢ περιστάσεως σωματικῆς, οἷον ἀρρωστίας ἤ τινος τῶν τοιούτων, συμβῇ ἡμῖν μὴ δυνηθῆναι ἐκτελέσαι τὰς προειρημένας σωματικὰς ἀρετάς, συγγνώμην ἔχομεν παρὰ τοῦ καὶ τὰς αἰτίας εἰδότος. Τὰς δὲ ψυχικὰς μὴ ἐκτελοῦντες, οὐδεμίαν ἕξομεν ἀπολογίαν· οὐ γάρ εἰσιν ὑπὸ ἀνάγκην.
2.58 (νη’) Ἡ εἰς Θεὸν ἀγάπη πάσης ἡδονῆς παρερχομένης καὶ παντὸς πόνου καὶ λύπης πείθει καταφρονεῖν τὸν μέτοχον αὐτῆς. Καὶ πειθέτωσάν σε οἱ ἅγιοι πάντες, τοσαῦτα πεπονθότες διὰ Χριστὸν μετὰ χαρᾶς.
2.59 (νθ’) Πρόσεχε σεαυτῷ ἀπὸ τῆς μητρὸς τῶν κακῶν φιλαυτίας, ἥτις ἐστὶν ἡ τοῦ σώματος ἄλογος φιλία. Ἐκ ταύτης γὰρ εὐλογοφανῶς τίκτονται οἱ πρῶτοι καὶ ἐμπαθεῖς καὶ γενικώτατοι τρεῖς λογισμοί, ὁ τῆς γαστριμαργίας λέγω καὶ φιλαργυρίας καὶ κενοδοξίας, τὰς ἀφορμὰς ἐκ τῆς ἀναγκαίας τοῦ σώματος δῆθεν λαμβάνοντες χρείας· ἐξ ὧν γεννᾶται ἅπας ὁ τῶν κακῶν κατάλογος. Δεῖ οὗν, ὡς εἴρηται, προσέχειν ἀναγκαίως καὶ ταύτῃ πολεμεῖν μετὰ πολλῆς νήψεως· ταύτης γὰρ ἀναιρουμένης, συναναιροῦνται πάντες οἱ ἐξ αὐτῆς.
2.60 (ε’) Τὸ τῆς φιλαυτίας πάθος τῷ μὲν μοναχῷ ἐλεεῖν ὑποτίθεται τὸ σῶμα καὶ συνελθεῖν παρὰ τὸ προσῆκον εἰς τὰ βρώματα, οἰκονομίας δῆθεν χάριν καὶ κυβερνήσεως, ἵνα κατὰ μικρὸν παρασυρόμενος εἰς τὸν βόθρον τῆς φιληδονίας ἐμπέσῃ. Τῷ δὲ κοσμικῷ ἐντεῦθεν ἤδη πρόνοιαν αὐτῷ ποιεῖσθαι εἰς ἐπιθυμίαν ὑποβάλλει.
2.61 (ξα’) Τὴν τῆς προσευχῆς ἀκροτάτην κατάστασιν ταύτην εἶναι λέγουσι· τὸ ἔξω σαρκὸς καὶ κόσμου γενέσθαι τὸν νοῦν καὶ ἄϋλον πάντη καὶ ἀνείδεον ἐν τῷ προσεύχεσθαι. Ὁ οὖν ταύτην ἀλώβητον διατηρῶν τὴν κατάστασιν, οὗτος ὄντως ἀδιαλείπτως προσεύχεται.
2.62 (ξβ’) Ὥσπερ τὸ σῶμα ἀποθνῆσκον πάντων χωρίζεται τῶν τοῦ κόσμου πραγμάτων, οὕτω καὶ ὁ νοῦς ἐν τῷ ἄκρως προσεύχεσθαι ἀποθνήσκων πάντων χωρίζεται τῶν τοῦ κόσμου νοημάτων. Ἐὰν μὴ γὰρ τὸν τοιοῦτον ἀποθάνῃ θάνατον, μετὰ Θεοῦ εὑρεθῆναι καὶ ζῆσαι οὐ δύναται.
2.63 (ξγ’) Μηδείς σε ἀπατήσῃ, μοναχέ, ὅτι ἔνι σε σωθῆναι ἡδονῇ καὶ κενοδοξίᾳ δουλεύοντα.
2.64 (ξδ’) Ὥσπερ τὸ σῶμα διὰ τῶν πραγμάτων ἁμαρτάνει καὶ ἔχει πρὸς παιδαγωγίαν τὰς σωματικὰς ἀρετάς, ἵνα σωφρονῇ· οὕτω καὶ ὁ νοῦς διὰ τῶν ἐμπαθῶν νοημάτων καὶ ἔχει ὡσαύτως πρὸς παιδαγωγίαν τὰς ψυχικὰς ἀρετάς, ἵνα καθαρῶς καὶ ἀπαθῶς ὁρῶν τὰ πράγματα σωφρονῇ.
2.65 (ξε’) Ὥσπερ τὰς ἡμέρας διαδέχονται αἱ νύκτες καὶ τὰ θέρη οἱ χειμῶνες· οὕτω κενοδοξίαν καὶ ἡδονὴν λύπαι καὶ ὀδύναι, εἴτε ἐν τῷ παρόντι εἴτε ἐν τῷ μέλλοντι.
2.66 (ξστ’) Οὐκ ἔστιν ἁμαρτήσαντα ἐκφυγεῖν τὴν μέλλουσαν κρίσιν ἄνευ ἑκουσίων ἐνταῦθα πόνων ἢ ἀκουσίων ἐπιφορῶν.
2.67 (ξζ’) Διὰ πέντε αἰτίας φασὶ παραχωρεῖσθαι ἡμᾶς ὑπὸ τοῦ Θεοῦ πολεμεῖσθαι ὑπὸ δαιμόνων· καὶ πρώτην μὲν εἶναί φασιν, ἵνα πολεμούμενοι καὶ ἀντιπολεμοῦντες εἰς διάκρισιν τῆς ἀρετῆς καὶ τῆς κακίας ἔλθωμεν· δευτέραν δέ, ἵνα πολέμῳ καὶ πόνῳ τὴν ἀρετὴν κτώμενοι, βεβαίαν αὐτὴν καὶ ἀμετάπτωτον ἔξωμεν· τρίτην δέ, ἵνα προκόπτοντες εἰς τὴν ἀρετὴν μὴ ὑψηλοφρονῶμεν, ἀλλὰ μάθωμεν ταπεινοφρονεῖν· τετάρτην δέ, ἵνα πειραθέντες τῆς κακίας, τέλειον μῖσος αὐτὴν μισήσωμεν· πέμπτην δὲ ἐπὶ πάσαις, ἵνα ἀπαθεῖς γενόμενοι μὴ ἐπιλαθώμεθα τῆς οἰκείας ἀσθενείας μήτε τῆς τοῦ βοηθήσαντος δυνάμεως.
2.68 (ξη’) Ὥσπερ τοῦ πεινῶντος ὁ νοῦς ἄρτον φαντάζεται καὶ τοῦ διψῶντος ὕδωρ, οὕτω καὶ τοῦ γαστριμάργου ποικιλίας ἐδεσμάτων· καὶ τοῦ φιληδόνου, μορφὰς γυναικῶν· καὶ τοῦ κενοδόξου, τὰς ἐξ ἀνθρώπων τιμάς· καὶ τοῦ φιλαργύρου, τὰ κέρδη· καὶ τοῦ μνησικάκου, τὴν ἄμυναν τοῦ λυπήσαντος· καὶ τοῦ φθονεροῦ, τὴν κάκωσιν τοῦ φθονουμένου, καὶ ἐπὶ τῶν ἄλλων παθῶν ὁμοίως. Ἐκ γὰρ τῶν παθῶν ὀχλούμενος ὁ νοῦς λαμβάνει τὰ ἐμπαθὴ νοήματα, καὶ ἐγρηγορότος τοῦ σώματος καὶ κατὰ τοὺς ὕπνους.
2.69 (ξθ’) Ὅταν ἡ ἐπιθυμία αὔξῃ, τὰς ποιητικὰς τῶν ἡδονῶν ὕλας ἐν τοῖς ὕπνοις ὁ νοῦς φαντάζεται· ὅταν δὲ ὁ θυμός, τὰ φόβων ποιητικὰ πράγματα βλέπει. Αὔξουσι μέντοι τὰ πάθη οἱ ἀκάθαρτοι δαίμονες, συνεργὸν τὴν ἡμετέραν ἀμέλειαν λαμβάνοντες καὶ ταῦτα ἐρεθίζοντες· ἐλαττοῦσι δὲ οἱ ἅγιοι ἄγγελοι, πρὸς τὴν τῶν ἀρετῶν ἡμᾶς κινοῦντες ἐργασίαν.
2.70 (ο’) Τὸ μὲν ἐπιθυμητικὸν τῆς ψυχῆς πυκνότερον ἐρεθιζόμενον ἕξιν φιληδονίας δυσκίνητον τῇ ψυχῇ ἐντίθησιν· ὁ δὲ θυμὸς συνεχῶς ταρασσόμενος δειλὸν καὶ ἄνανδρον τὸν νοῦν ἀπεργάζεται. Ἰῶνται δὲ τὸ μὲν ἄσκησις ἐπιτεταμένη νηστείας καὶ ἀγρυπνίας καὶ προσευχῆς· τὸν δέ, χρηστότης καὶ φιλανθρωπία καὶ ἀγάπη καὶ ἔλεος.
2.71 (οα’) ῍Η διὰ τῶν πραγμάτων οἱ δαίμονες πολεμοῦσιν ἢ διὰ τῶν ἐν πράγμασιν ἐμπαθῶν νοημάτων· καὶ διὰ μὲν τῶν πραγμάτων τοὺς ἐν τοῖς πράγμασιν ὄντας, διὰ δὲ τῶν νοημάτων τοὺς τῶν πραγμάτων κεχωρισμένους.
2.72 (οβ’) Ὅσον ἐστὶν εὐκοπώτερον τὸ κατὰ διάνοιαν ἁμαρτάνειν τοῦ κατ᾽ ἐνέργειαν, τοσοῦτόν ἐστι βαρύτερος ὁ διὰ τῶν νοημάτων πόλεμος τοῦ διὰ τῶν πραγμάτων.
2.73 (ογ’) Τὰ μὲν πράγματα ἔξωθέν εἰσι τοῦ νοῦ, τὰ δὲ τούτων νοήματα ἔσωθεν συνίστανται. Ἐν αὐτῷ οὖν ἐστι τὸ εὖ τούτοις χρήσασθαι ἢ κακῶς· τῇ γὰρ ἐσφαλμένῃ τῶν νοημάτων χρήσει ἢ παράχρησις τῶν πραγμάτων ἀκολουθεῖ.
2.74 (οδ’) Διὰ τῶν τριῶν τούτων λαμβάνει ὁ νοῦς τὰ ἐμπαθῆ νοήματα· διὰ τῆς αἰσθήσεως, διὰ τῆς κράσεως, διὰ τῆς μνήμης. Καὶ διὰ μὲν τῆς αἰσθήσεως, ὅταν προσβάλλοντα αὐτῇ τὰ πράγματα πρὸς ἅπερ τὰ πάθη κεκτήμεθα, κινῇ αὐτὸν πρὸς ἐμπαθεῖς λογισμούς· διὰ δὲ τῆς κράσεως, ὅταν ἐξ ἀκολάστου διαίτης ἢ ἐνεργείας δαιμόνων ἢ νοσήματός τινος ἀλλοιουμένη ἡ τοῦ σώματος κρᾶσις, κινῇ αὐτὸν πάλιν πρὸς ἐμπαθεῖς λογισμοὺς ἢ κατὰ τῆς προνοίας· διὰ δὲ τῆς μνήμης, ὅταν τῶν πραγμάτων πρὸς ἅπερ πεπόνθαμεν τὰ νοήματα ἡ μνήμη ἀναφέρῃ καὶ κινῇ αὐτὸν ὁμοίως πρὸς ἐμπαθεῖς λογισμούς.
2.75 (οε’) Τῶν εἰς χρῆσιν παρὰ Θεοῦ δοθέντων ἡμῖν πραγμάτων τὰ μὲν ἐν τῇ ψυχῇ, τὰ δὲ ἐν τῷ σώματι, τὰ δὲ περὶ τὸ σῶμα εὑρίσκεται· οἷον ἐν μὲν τῇ ψυχῇ, αἱ δυνάμεις αὐτῆς· ἐν δὲ τῷ σώματι, τὰ αἰσθητήρια καὶ τὰ λοιπὰ μέλη· περὶ δὲ τὸ σῶμα, βρώματα, χρήματα, κτήματα καὶ τὰ ἑξῆς. Τὸ οὖν εὖ τούτοις χρήσασθαι ἢ κακῶς ἢ τοῖς περὶ ταῦτα συμβεβηκόσιν ἢ ἐναρέτους ἢ φαύλους ἡμᾶς ἀποφαίνει.
2.76 (οστ’) Τῶν ἐν τοῖς πράγμασι συμβεβηκότων τὰ μέν εἰσι τῶν ἐν τῇ ψυχῇ, τὰ δὲ τῶν ἐν τῷ σώματι, τὰ δὲ τῶν περὶ τὸ σῶμα πραγμάτων· καὶ τῶν μὲν ἐν τῇ ψυχῇ, οἷον γνῶσις καὶ ἄγνοια, λήθη καὶ μνήμη, ἀγάπη καὶ μῖσος, φόβος καὶ θάρσος, λύπη καὶ χαρὰ καὶ τὰ ἑξῆς· τῶν ἐν τῷ σώματι, οἷον ἡδονὴ καὶ πόνος, αἴσθησις καὶ πήρωσις, ὑγίεια καὶ νόσος, ζωὴ καὶ θάνατος καὶ τὰ τοιαῦτα· τῶν δὲ περὶ τὸ σῶμα, οἷον εὐτεκνία καὶ ἀτεκνία, πλοῦτος καὶ πενία, δόξα καὶ ἀδοξία καὶ τὰ ἑξῆς. Τούτων δὲ τὰ μὲν καλά, τὰ δὲ κακὰ τοῖς ἀνθρώποις νομίζεται, οὐδὲν αὐτῶν κακὸν ὂν τῷ ἰδίῳ λόγῳ· παρὰ δὲ τὴν χρῆσιν εἴτε κακὰ κυρίως εἴτε ἀγαθὰ εὑρίσκεται.
2.77 (οζ’) Καλὴ ἡ γνῶσις τῇ φύσει, ὁμοίως δὲ καὶ ἡ ὑγίεια· ἀλλὰ τἀναντία τοὺς πολλοὺς ἤπερ ταῦτα ὤνησεν. Τοῖς γὰρ φαύλοις οὐκ εἰς καλὸν ἡ γνῶσις συμβαίνει, εἰ καὶ τῇ φύσει, ὡς εἴρηται, ἐστὶ καλή· ὁμοίως δὲ οὐδὲ ὑγίεια οὐδὲ πλοῦτος οὐδὲ χαρά· οὐ γὰρ συμφερόντως τούτοις κέχρηνται. Ἄρα οὖν τἀναντία τούτοις συμφέρει· οὐκοῦν οὐδὲ ἐκεῖνα κακὰ τῷ ἰδίῳ λόγῳ τυγχάνει, εἰ καὶ δοκεῖ κακὰ εἶναι.
2.78 (οη’) Μὴ παραχρῶ τοῖς νοήμασιν, ἵνα μὴ ἐξ ἀνάγκης καὶ τοῖς πράγμασι παραχρήσῃ. Ἐὰν γὰρ μή τις πρῶτον κατὰ διάνοιαν ἁμαρτάνῃ, οὐκ ἂν ἁμάρτοι ποτὲ κατ᾽ ἐνέργειαν.
2.79 (οθ’) Εἰκὼν τοῦ χοϊκοῦ αἱ γενικαὶ κακίαι ὑπάρχουσιν, οἷον ἀφροσύνη, δειλία, ἀκολασία, ἀδικία· εἰκὼν δὲ τοῦ ἐπουρανίου αἱ γενικαὶ ἀρεταί, οἷον φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη. Ἀλλὰ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
2.80 (π’) Εἰ θέλεις εὑρεῖν τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν, ἐν τῇ ὁδῷ αὐτὴν ζήτει, κἀκεῖ αὐτὴν εὑρίσκεις, τῇ εἰπούσῃ· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Πλὴν σφόδρα ἐμπόνως ζήτει, διότι ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν, καὶ μήπως τῶν ὀλίγων ἀπολειφθείς, μετὰ τῶν πολλῶν εὑρεθήσῃ.
2.81 (πα’) Διὰ τὰ πέντε ταῦτα ἡ ψυχὴ ἀπὸ ἁμαρτιῶν ἀνακόπτεται· ἢ διὰ τὸν φόβον τῶν ἀνθρώπων ἢ διὰ τὸν φόβον τῆς κρίσεως ἢ διὰ τὴν μέλλουσαν μισθαποδοσίαν ἢ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ ἢ τελευταῖον διὰ τὴν συνείδησιν τύπτουσαν.
2.82 (πβ’) Τινές φασιν ὅτι οὐκ ἂν ἦν τὸ κακὸν ἐν τοῖς οὖσιν, εἰ μήτι δ᾽ ἂν ἑτέρα τις ἦν δύναμις, ἡ ἀνθέλκουσα ἡμᾶς ἐπ᾽ αὐτό· αὕτη δέ ἐστιν οὐδὲ ἕτερον ἢ ἡ τῶν κατὰ φύσιν τοῦ νοῦ ἐνεργειῶν ἀμέλεια. Διόπερ οἱ τούτων τὴν ἐπιμέλειαν ποιούμενοι, τὰ μὲν καλὰ ἀεὶ ποιοῦσι, τὰ δὲ κακὰ οὐδέποτε. Εἰ οὖν θέλεις καὶ σύ, ἄπωσαι τὴν ἀμέλειαν καὶ συναπελαύνεις τὴν κακίαν, ἥτις ἐστὶν ἡ ἐσφαλμένη χρῆσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων.
2.83 (πγ’) Κατὰ φύσιν τοῦ ἐν ἡμῖν λογικοῦ μέρους τό τε ὑποταγῆναι τῷ θείῳ λόγῳ καὶ τὸ ἄρχειν τοῦ ἐν ἡμῖν ἀλόγου μέρους· αὕτη οὖν ἡ τάξις ἐν πᾶσι φυλαχθήτω καὶ οὔτε τὸ κακὸν ἔσται ἐν τοῖς οὔσιν οὔτε τὸ ἐπ᾽ αὐτὸ ἀνθέλκον εὑρεθήσεται.
2.84 (πδ’) Οἱ μὲν τῶν λογισμῶν ἁπλοῖ εἰσιν, οἱ δὲ σύνθετοι. Καὶ ἁπλοῖ μέν εἰσιν οἱ ἀπαθεῖς· σύνθετοι δὲ οἱ ἐμπαθεῖς, ὡς ἐκ πάθους καὶ νοήματος συγκείμενοι. Τούτων οὕτως ἐχόντων, πολλοὺς τῶν ἁπλῶν ἐστιν ἰδεῖν ἑπομένους τοῖς συνθέτοις, ὅταν ἄρξωνται κινεῖσθαι πρὸς τὸ κατὰ διάνοιαν ἁμαρτάνειν. Οἷον ὡς ἐπὶ τοῦ χρυσίου· ἀνέβη ἐπὶ τὴν μνήμην τινὸς λογισμὸς περὶ χρυσίου ἐμπαθὴς καὶ ὥρμησε τῇ διανοίᾳ ἐπὶ τὸ κλέπτειν καὶ ἀπετέλεσε κατὰ νοῦν τὴν ἁμαρτίαν. Συνείποντο δὲ τῇ μνήμῃ τοῦ χρυσίου καὶ ἡ μνήμη τοῦ βαλλαντίου καὶ τοῦ σκευαρίου καὶ τοῦ κουβουκλείου καὶ τῶν ἑξῆς. Καὶ ἡ μὲν μνήμη τοῦ χρυσίου ἦν σύνθετος· εἶχε γὰρ τὸ πάθος· ἡ δὲ τοῦ βαλλαντίου καὶ τοῦ σκευαρίου καὶ τῶν ἑξῆς, ἁπλῆ· οὐ γὰρ εἶχε πρὸς αὐτὰ πάθος ὁ νοῦς· καὶ ἐπὶ παντὸς δὲ λογισμοῦ ὁμοίως ἔχει, ἐπί τε κενοδοξίας καὶ γυναικὸς καὶ τῶν λοιπῶν. Οὐ γὰρ πάντες οἱ συνεπόμενοι τῷ ἐμπαθεῖ λογισμοὶ καὶ ἐμπαθεῖς εἰσιν, ὡς ἀπέδειξεν ὁ λόγος· ἐκ τούτων οὖν δυνάμεθα γνῶναι ποῖα τὰ ἐμπαθῆ νοήματα καὶ ποῖα τὰ ἁπλᾶ.
2.85 (πε’) Τινὲς μέν φασιν ὅτι τῶν μορίων τοῦ σώματος καθαπτόμενοι οἱ δαίμονες κατὰ τοὺς ὕπνους κινοῦσι τὸ πάθος τῆς πορνείας· εἶτα τὸ πάθος κινούμενον ἀναφέρει τὴν μορφὴν τῆς γυναικὸς διὰ τῆς μνήμης ἐπὶ τὸν νοῦν. Τινὲς δέ, ὅτι τῷ μὲν νῷ ἐν σχήματι γυναικὸς παραφαίνονται· τῶν δὲ μορίων τοῦ σώματος καθαπτόμενοι, τὴν ὄρεξιν κινοῦσι καὶ οὕτω γίνονται αἱ φαντασίαι. Ἕτεροι δὲ πάλιν, ὅτι τὸ πάθος τὸ ἐπικρατοῦν ἐν τῷ πλησιάζοντι δαίμονι κινεῖ τὸ πάθος καὶ οὕτως ἀνάπτεται πρὸς λογισμοὺς ἡ ψυχή, ἀναφέρουσα τὰς μορφὰς διὰ τῆς μνήμης· καὶ ἐπὶ τῶν ἄλλων δὲ ἐμπαθῶν φαντασιῶν ὁμοίως οἱ μὲν οὕτως, οἱ δὲ οὕτως συμβαίνειν φασί. Πλὴν ἐν οὐδενὶ τῶν εἰρημένων τρόπων ἰσχύουσι πάθος τὸ οἱονδήποτε κινῆσαι οἱ δαίμονες, παρούσης τῇ ψυχῇ ἀγάπης καὶ ἐγκρατείας, οὔτε ἐγρηγορότος τοῦ σώματος οὔτε κατὰ τοὺς ὕπνους.
2.86 (πστ’) Τὰ μὲν τῶν τοῦ νόμου ἐντολῶν καὶ σωματικῶς καὶ πνευματικῶς ἀνάγκη φυλάττειν, τὰ δὲ πνευματικῶς μόνον. Οἷον τὸ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις καὶ τὰ ὅμοια, καὶ σωματικῶς καὶ πνευματικῶς χρὴ φυλάττειν· καὶ πνευματικῶς δὲ τρισσῶς. Τὸ δὲ περιτέμνεσθαι καὶ φυλάττειν τὸ Σάββατον καὶ σφάξαι τὸν ἀμνὸν καὶ ἔδεσθαι ἄζυμα ἐπὶ πικρίδων καὶ τὰ ὅμοια, πνευματικῶς μόνον.
2.87 (πζ’) Τρεῖς εἰσιν ἠθικαὶ καταστάσεις γενικώτεραι ἐν τοῖς μοναχοῖς· καὶ πρώτη μέν, τὸ μηδὲν ἁμαρτάνειν κατ᾽ ἐνέργειαν· δευτέρα δέ, τὸ μὴ ἐγχρονίζειν ἐν τῇ ψυχῇ τοὺς ἐμπαθεῖς λογισμούς· τρίτη δέ, τὸ τὰς μορφὰς τῶν γυναικῶν καὶ τῶν λυπησάντων ἀπαθῶς θεωρεῖν κατὰ διάνοιαν.
2.88 (πη’) Ἀκτήμων ἐστὶν ὁ ἀποταξάμενος πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ καὶ μηδὲν τὸ σύνολον ἐπὶ γῆς κεκτημένος πλὴν τοῦ σώματος· καὶ τὴν πρὸς αὐτὸ δὲ σχέσιν διαρρήξας, τῷ Θεῷ καὶ τοῖς εὐσεβέσι τὴν ἑαυτοῦ κατεπίστευσεν οἰκονομίαν.
2.89 (πθ’) Τῶν κτωμένων οἱ μὲν ἀπαθῶς κτῶνται, διὸ καὶ στερούμενοι αὐτῶν οὐ λυποῦνται, ὡς οἱ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων αὐτῶν μετὰ χαρᾶς προσδεξάμενοι. Οἱ δὲ ἐμπαθῶς κτῶνται, διὸ καὶ μέλλοντες στερεῖσθαι περίλυποι γίνονται, ὡς ὁ ἐν τῷ Εὐαγγελίῳ πλούσιος ἀπῆλθε λυπούμενος· εἰ δὲ καὶ στεροῦνται, μέχρι θανάτου λυποῦνται. Τοῦ οὖν ἀπαθοῦς καὶ τοῦ ἐμπαθοῦς τὴν διάθεσιν ἡ στέρησις ἐλέγχει.
2.90 (ƒ‘) Τοὺς μὲν ἄκρως προσευχομένους πολεμοῦσιν οἱ δαίμονες, ἵνα τὰ νοήματα τῶν αἰσθητῶν πραγμάτων ψιλὰ μὴ ἀναλαμβάνωσι· τοὺς δὲ γνωστικούς, ἵνα ἐγχρονίζωσιν ἐν αὐτοῖς οἱ ἐμπαθεῖς λογισμοί· τοὺς δὲ περὶ τὴν πρᾶξιν ἀγωνιζομένους, ἵνα πείσωσιν αὐτοὺς κατ᾽ ἐνέργειαν ἁμαρτάνειν· παντὶ δὲ τρόπῳ πρὸς πάντας ἀγωνίζονται, ἵνα ἀπὸ τοῦ Θεοῦ οἱ δείλαιοι τοὺς ἀνθρώπους χωρίσωσι.
2.91 (ƒα’) Οἱ κατὰ τὸν βίον τοῦτον ὑπὸ τῆς θείας προνοίας εἰς εὐσέβειαν ἐγγυμναζόμενοι, διὰ τῶν τριῶν τούτων πειρασμῶν δοκιμάζονται· οἷον ἢ διὰ τῆς τῶν ἡδέων δόσεως, ὡς ἐπὶ ὑγείας καὶ κάλλους καὶ εὐτεκνίας καὶ χρημάτων καὶ δόξης καὶ τῶν ὁμοίων· ἢ διὰ τῆς τῶν λυπηρῶν ἐπιφορᾶς, οἷον στερήσεως τέκνων καὶ χρημάτων καὶ δόξης· ἢ διὰ τῶν ὀδύνην ἐμποιούντων τῷ σώματι, οἷον νοσημάτων καὶ βασάνων καὶ τῶν ἑξῆς. Καὶ πρὸς μὲν τοὺς πρώτους λέγει ὁ Κύριος· Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθητής· πρὸς δὲ τοὺς δευτέρους καὶ τοὺς τρίτους· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
2.92 (ƒβ’) Τὰ τέσσαρα ταῦτά φασιν ἀλλοιῶσαι τὴν κρᾶσιν τοῦ σώματος καὶ διδόναι τῷ νῷ λογισμοὺς εἴτε ἐμπαθεῖς εἴτε ἀπαθεῖς δι᾽ αὐτῆς· οἷον τοὺς ἀγγέλους, τοὺς δαίμονας, τοὺς ἀέρας, τὴν δίαιταν. Καὶ τοὺς μὲν ἀγγέλους λόγῳ φασὶν ἀλλοιῶσαι· τοὺς δὲ δαίμονας, δι᾽ ἐπαφῆς· τοὺς δὲ ἀέρας, ταῖς μεταβολαῖς· τὴν δὲ δίαιταν, ταῖς τῶν βρωμάτων καὶ πομάτων ποιότησι καὶ πλεονασμῷ καὶ ἐλαττώσει· πάρεξ τῶν διὰ μνήμης καὶ ἀκοῆς καὶ ὁράσεως συμβαινουσῶν αὐτῇ ἀλλοιώσεων, πρωτοπαθούσης τῆς ψυχῆς ἐκ τῶν συμπιπτόντων αὐτῇ λυπηρῶν ἢ χαροποιῶν. Καὶ ἐκ τούτων μὲν προσπάσχουσα ἡ ψυχὴ ἀλλοιοῖ τὴν κρᾶσιν τοῦ σώματος· ἐκ δὲ τῶν προειρημένων ἡ κρᾶσις ἀλλοιουμένη παρέχει τῷ νῷ λογισμούς.
2.93 (ƒγ’) Θάνατος μέν ἐστι κυρίως ὁ τοῦ Θεοῦ χωρισμός· κέντρον δὲ τοῦ θανάτου, ἡ ἁμαρτία· ὃ δεξάμενος ὁ Ἀδὰμ ὁμοῦ τοῦ τῆς ζωῆς ξύλου καὶ τοῦ παραδείσου καὶ τοῦ Θεοῦ ἐξόριστος γέγονεν· ᾧ ἐπεκολούθησεν ἐξ ἀνάγκης καὶ ὁ τοῦ σώματος θάνατος. Ζωὴ δὲ κυρίως ἐστὶν ὁ εἰπῶν· Ἐγώ εἰμι ἡ ζωή· οὗτος ἐν τῷ θανάτῳ γενόμενος, τὸν νεκρωθέντα πάλιν εἰς τὴν ζωὴν ἐπανήγαγεν.
2.94 (ƒδ’) Ὁ λόγος συγγραφόμενος ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται ἢ πρὸς ὠφέλειαν ἑτέρων ἢ καὶ ἄμφω ἢ πρὸς βλάβην τινῶν ἢ πρὸς ἐπίδειξιν ἢ ἐξ ἀνάγκης.
2.95 (ƒε’) Τόπος χλόης ἐστὶν ἡ πρακτικὴ ἀρετή· ὕδωρ δὲ ἀναπαύσεως, ἡ γνῶσις τῶν γεγονότων.
2.96 (ƒστ‘) Σκιὰ θανάτου ἐστὶν ἡ ἀνθρωπίνη ζωή· εἴ τις οὖν ἐστι μετὰ τοῦ Θεοῦ καὶ ὁ Θεὸς μετ᾽ αὐτοῦ ἐστιν, οὗτος δύναται εἰπεῖν ἐναργῶς τό· Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ.
2.97 (ƒζ’) Νοῦς μὲν καθαρὸς ὀρθὰ βλέπει τὰ πράγματα· λόγος δὲ γεγυμνασμένος ὑπ᾽ ὄψιν ἄγει τὰ ὁραθέντα· ἀκοὴ δὲ λαμπρὰ ὑποδέχεται αὐτά. Ὁ δὲ τῶν τριῶν ἐστερημένος τὸν εἰρηκότα κακίζει.
2.98 (ƒη’) Μετὰ τοῦ Θεοῦ ἐστιν ὁ τὴν ἁγίαν γινώσκων Τριάδα καὶ τὴν δημιουργίαν αὐτῆς καὶ τὴν πρόνοιαν καὶ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἀπαθὲς κεκτημένος.
2.99 (ƒθ’) Τὴν ῥάβδον σημαίνειν φασὶ τὴν κρίσιν τὴν τοῦ Θεοῦ· τὴν δὲ βακτηρίαν, τὴν πρόνοιαν. Τοῦ οὖν τῆς τούτων γνώσεως μετειληφότος ἐστὶ τὸ λέγειν· Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν.
2.100 (ρ’) Ὅταν ὁ νοῦς παθῶν γυμνωθῇ καὶ τῇ τῶν ὄντων καταλάμπηται θεωρίᾳ, τότε δύναται καὶ ἐν Θεῷ γενέσθαι καὶ ὡς δεῖ προσεύχεσθαι.