Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 27 Φεβρουαρίου 2013

Κεφάλαια περί Αγάπης - Πρώτη Εκατοντάς




Άγιος Μάξιμος ο Ομολογητής
 
Κεφάλαια περί Αγάπης
εις 4 εκατοντάδες ανεπτυγμένα
 
 
 
Εκατοντάς Πρώτη 
 
ΠΡΟΛΟΓΟΣ ΠΡΟΣ ΕΛΠΙΔΙΟΝ

Ἰδοὺ πρὸς τῷ περὶ ἀσκητικοῦ βίου λόγῳ καὶ τὸν περὶ ἀγάπης λόγον πέπομφα τῇ σῇ ὁσιότητι, πάτερ Ἐλπίδιε, ἐν ἰσαρίθμοις κεφαλαίων τῶν τεσσάρων εὐαγγελίων ἑκατοντάδων· οὐδὲν μὲν ἴσως ἄξιον τῆς σῆς προσδοκίας, τῆς δέ γε ἡμετέρας δυνάμεως οὐκ ἔλαττον. Πλὴν γινωσκέτω ἡ σὴ ἁγιωσύνη ὅτι οὐδὲ ταῦτα τῆς ἡμῆς εἰσὶ γεώργια διανοίας· ἀλλὰ τοὺς τῶν ἁγίων πατέρων διελθὼν λόγους κἀκεῖθεν τὸν εἰς τὴν ὑπόθεσιν συντείνοντα νοῦν ἀναλεξάμενος καὶ ἐν ὀλίγοις πολλὰ κεφαλαιωδέστερον συναγαγών, ἵνα εὐσύνοπτα γένωνται διὰ τὸ εὐμνημόνευτον, ἀπέστειλα τῇ σῇ ὁσιότητι, παρακαλῶν εὐγνωμόνως ἀναγινώσκειν καὶ μόνην θηρεύειν τὴν ἐν αὐτοῖς ὠφέλειαν· τὸ δὲ ἀκαλλὲς τῶν λέξεων παραβλέπειν καὶ εὔχεσθαι ὑπὲρ τῆς ἐμῆς μετριότητος, πάσης πνευματικῆς ὠφελείας ἐρήμου.


Παρακαλῶ δὲ καὶ τοῦτο, μὴ εἰς ὄχλησιν ἡγεῖσθαι τὰ εἰρημένα. Ἐπιταγὴν γὰρ πεπλήρωκα· λέγω δὲ τοῦτο, ἐπειδὴ οἱ λόγοις ἐνοχλοῦντες πολλοί ἐσμεν σήμερον· οἱ δὲ ἔργοις παιδεύοντες ἢ παιδευόμενοι πάνυ εἰσὶν ὀλίγοι. Ἀλλὰ μᾶλλον ἐμπόνως προσέχειν ἑκάστῳ τῶν κεφαλαίων.

Οὐ πάντα γὰρ πᾶσιν, ὡς οἶμαι, εἰσὶν εὔληπτα· ἀλλὰ καὶ πολλῆς τὰ πολλὰ τοῖς πολλοῖς δεόμενα τῆς συνεξετάσεως, εἰ καὶ δοκεῖ ἁπλούστερον εἰρῆσθαι. Ἴσως γὰρ ἄν τι φανείη χρήσιμον τῇ ψυχῇ ἐξ αὐτῶν ἀνακαλυπτόμενον. Ἀναφανήσεται δὲ πάντως Θεοῦ χάριτι τῷ ἀπεριέργοις ἐννοίαις καὶ μετὰ φόβου Θεοῦ καὶ ἀγάπης ἀναγινώσκοντι. Τῷ δὲ μὴ ὡφελείας χάριν πνευματικῆς ἐντυγχάνοντι ἢ τούτῳ τῷ πονήματι ἢ καὶ ἄλλῳ οἱῳδήποτε, ἀλλὰ τοῦ λέξεις θηρεύειν πρὸς τὸ κακίζειν τὸν συγγραψάμενον, ἵνα ἑαυτὸν ἐκείνου δῆθεν, ὡς οἰήσει, σοφώτερον παραστήσῃ, οὐδὲν ὠφέλιμον οὐδαμόθεν οὐδέποτε ἀναφανήσεται.


ΕΚΑΤΟΝΤΑΣ ΠΡΩΤΗ
 
1.1 (α’) Ἀγάπη μέν ἐστι διάθεσις ψυχῆς ἀγαθή, καθ᾽ ἣν οὐδὲν τῶν ὄντων τῆς τοῦ Θεοῦ γνώσεως προτιμᾷ· ἀδύνατον δὲ εἰς ἕξιν ἐλθεῖν ταύτης τῆς ἀγάπης, τὸν πρός τι τῶν ἐπιγείων ἔχοντα προσπάθειαν.

1.2 (β’) Ἀγάπην μὲν τίκτει ἀπάθεια· ἀπάθειαν δέ, ἡ εἰς Θεὸν ἐλπίς· τὴν δὲ ἐλπίδα, ὑπομονὴ καὶ μακροθυμία· ταύτας δέ, ἡ περιεκτικὴ ἐγκράτεια· ἐγκράτειαν δέ, ὁ τοῦ Θεοῦ φόβος· τὸν δὲ φόβον, ἡ εἰς τὸν Κύριον πίστις.

1.3 (γ’) Ὁ πιστεύων τῷ Κυρίῳ φοβεῖται τὴν κόλασιν· ὁ δὲ φοβούμενος τὴν κόλασιν ἐγκρατεύεται ἀπὸ τῶν παθῶν· ὁ δὲ ἐγκρατευόμενος ἀπὸ τῶν παθῶν ὑπομένει τὰ θλιβερά· ὁ δὲ ὑπομένων τὰ θλιβερὰ ἕξει τὴν εἰς Θεὸν ἐλπίδα· ἡ δὲ εἰς Θεὸν ἐλπὶς χωρίζει πάσης γηΐνης προσπαθείας· ταύτης δὲ ὁ νοῦς χωρισθεὶς ἕξει τὴν εἰς Θεὸν ἀγάπην.

1.4 (δ’) Ὁ ἀγαπῶν τὸν Θεὸν πάντων τῶν ὑπ᾽ αὐτοῦ γεγονότων προτιμᾷ τὴν γνῶσιν αὐτοῦ καὶ ἀδιαλείπτως διὰ τοῦ πόθου ταύτῃ προσκαρτερεῖ.

1.5 (ε’) Εἰ πάντα τὰ ὄντα διὰ τοῦ Θεοῦ καὶ διὰ τὸν Θεὸν γέγονε, κρείττων δὲ ὁ Θεὸς τῶν δι᾽ αὐτοῦ γεγονότων· ὁ καταλιμπάνων τὸ κρεῖττον καὶ τοῖς χείροσιν ἐνασχολούμενος δείκνυσιν ἑαυτὸν προτιμῶντα τοῦ Θεοῦ τὰ δι᾽ αὐτοῦ γεγονότα.
 
1.6 (στ‘) Ὁ τῇ εἰς Θεὸν ἀγάπῃ τὸν νοῦν ἔχων προσηλωμένον πάντων τῶν ὁρωμένων καὶ αὐτοῦ τοῦ σώματος ὡς ἀλλοτρίου καταφρονεῖ.

1.7 (ζ’) Εἰ κρείττων τοῦ σώματος ἡ ψυχὴ καὶ κρείττων τοῦ κόσμου ἀσυγκρίτως ὁ κτίσας αὐτὸν Θεός, ὁ προτιμῶν τῆς ψυχῆς τὸ σῶμα καὶ τοῦ Θεοῦ τὸν ὑπ᾽ αὐτοῦ κτισθέντα κόσμον οὐδὲν τῶν εἰδολολατρούντων διενήνοχεν.

1.8 (η’) Ὁ τὸν νοῦν τῆς εἰς Θεὸν ἀγάπης καὶ προσεδρείας ἀποχωρίσας καί τινι τῶν αἰσθητῶν προσδεδεμένον ἔχων, οὗτός ἐστιν ὁ προτιμῶν τῆς ψυχῆς τὸ σῶμα καὶ τοῦ κτίσαντος Θεοῦ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα.

1.9 (θ’) Εἰ ἡ ζωὴ τοῦ νοῦ ὁ φωτισμός ἐστι τῆς γνώσεως, τοῦτον δὲ ἡ εἰς Θεὸν ἀγάπη τίκτει· καλῶς οὐδὲν τῆς θείας ἀγάπης εἴρηται μεῖζον.

1.10 (ι’) Ὅταν τῷ ἔρωτι τῆς ἀγάπης πρὸς τὸν Θεὸν ὁ νοῦς ἐκδημῇ, τότε οὔτε ἑαυτοῦ οὔτε τινὸς τῶν ὄντων παντάπασιν ἐπαισθάνεται. Ὑπὸ γὰρ τοῦ θείου καὶ ἀπείρου φωτὸς καταλαμπόμενος, ἀναισθητεῖ πρὸς πάντα τὰ ὑπ᾽ αὐτοῦ γεγονότα, καθάπερ καὶ ὁ αἰσθητὸς ὀφθαλμὸς πρὸς τοὺς ἀστέρας, τοῦ ἡλίου ἀνατέλλοντος.

1.11 (ια’) Πᾶσαι μὲν αἱ ἀρεταὶ συνεργοῦσι τῷ νῷ πρὸς τὸν θεῖον ἔρωτα, πλέον δὲ πάντων ἡ καθαρὰ προσευχή· διὰ ταύτης γὰρ πρὸς τὸν Θεὸν πτερούμενος, ἔξω γίνεται πάντων τῶν ὄντων.
 
1.12 (ιβ’) Ὅταν διὰ τῆς ἀγάπης ὑπὸ τῆς θείας γνώσεως ὁ νοῦς ἁρπαγῇ καὶ ἔξω τῶν ὄντων γενόμενος τῆς θείας ἐπαισθάνηται ἀπειρίας, τότε κατὰ τὸν θεῖον Ἡσαΐαν ὑπὸ ἐκπλήξεως εἰς συναίσθησιν τῆς ἑαυτοῦ ἐρχόμενος ταπεινότητος μετὰ διαθέσεως λέγει τὰ τοῦ προφήτου ῥήματα· Ὢ τάλας ἐγώ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ κατοικῶ καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

1.13 (ιγ’) Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ δύναται μὴ καὶ πάντα ἄνθρωπον ἀγαπῆσαι ὡς ἑαυτόν, εἰ καὶ πρὸς τὰ πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων. Διὸ καὶ τὴν ἐπιστροφὴν αὐτῶν βλέπων καὶ τὴν διόρθωσιν, ἀμετρέτῳ καὶ ἀνεκλαλήτῳ χαίρει χαρᾷ.

1.14 (ιδ’) Ἀκάθαρτός ἐστι ψυχὴ ἐμπαθής, λογισμῶν ἐπιθυμίας καὶ μίσους πεπληρωμένη.

1.15 (ιε’) Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διὰ οἱονδήποτε πταῖσμα πρὸς τὸν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεὸν ἀγάπης· διότι ἡ εἰς τὸν Θεὸν ἀγάπη τοῦ εἰς ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται.

1.16 (ιστ’) Ὁ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μὴ ἀγαπῶν τὸν πλησίον τὴν ἐντολὴν οὐ τηρεῖ· ὁ δὲ τὴν ἐντολὴν μὴ τηρῶν οὐδὲ τὸν Κύριον ἀγαπῆσαι δύναται.

1.17 (ιζ’) Μακάριος ἄνθρωπος, ὁ πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι δυνηθείς.

1.18 (ιη’) Μακάριος ἄνθρωπος, ὁ μηδενὶ πράγματι φθαρτῷ ἢ προσκαίρῳ προσκείμενος.
 
1.19 (ιθ’) Μακάριος ὁ νοῦς, ὁ πάντα τὰ ὄντα περάσας καὶ τῆς θείας ὡραιότητος ἀδιαλείπτως κατατρυφῶν.

1.20 (κ’) Ὁ πρόνοιαν τῆς σαρκὸς εἰς ἐπιθυμίας ποιούμενος καὶ μνησικακίαν διὰ πρόσκαιρα πρὸς τὸν πλησίον ἔχων, ὁ τοιοῦτος λατρεύει τῇ κτίσει παρὰ τὸν κτίσαντα.

1.21 (κα’) Ὁ ἀνήδονον καὶ ἄνοσον τὸ σῶμα διατηρῶν, σύνδουλον αὐτὸ ἔχει πρὸς τὴν τῶν κρειττόνων ὑπηρεσίαν.

1.22 (κβ’) Ὁ φεύγων πάσας τὰς κοσμικὰς ἐπιθυμίας, πάσης κοσμικῆς λύπης ἀνώτερον ἑαυτὸν καθίστησιν.

1.23 (κγ’) Ὁ τὸν Θεὸν ἀγαπῶν καὶ τὸν πλησίον πάντως ἀγαπᾷ. Ὁ δὲ τοιοῦτος χρήματα τηρεῖν οὐ δύναται, ἀλλ᾽ οἰκονομεῖ θεοπρεπῶς, ἑκάστῳ τῶν δεομένων παρέχων.

1.24 (κδ’) Ὁ κατὰ μίμησιν Θεοῦ τὴν ἐλεημοσύνην ποιούμενος, οὐκ οἶδε διαφορὰν πονηροῦ καὶ ἀγαθοῦ ἢ δικαίου καὶ ἀδίκου ἐν τοῖς τοῦ σώματος ἀναγκαίοις· ἀλλὰ πᾶσιν ἐξ ἴσου κατὰ τὴν χρείαν διανέμει, εἰ καὶ προτιμᾷ διὰ τὴν ἀγαθὴν προαίρεσιν τοῦ φαύλου τὸν ἐνάρετον.

1.25 (κε’) Ὥσπερ ὁ Θεὸς φύσει ὢν ἀγαθὸς καὶ ἀπαθὴς πάντας μὲν ἐξ ἴσου ἀγαπᾷ ὡς ἔργα αὐτοῦ, ἀλλὰ τὸν μὲν ἐνάρετον δοξάζει, ὡς καὶ τῇ γνώμῃ οἰκειούμενον, τὸν δὲ φαῦλον δι᾽ ἀγαθότητα ἐλεεῖ καὶ ἐν τῷ αἰῶνι τούτῳ παιδεύων ἐπιστρέφει· οὕτω καὶ ὁ τῇ γνώμῃ ἀγαθὸς καὶ ἀπαθὴς πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾶ, τὸν μὲν ἐνάρετον διά τε τὴν φύσιν καὶ τὴν ἀγαθὴν προαίρεσιν, τὸν δὲ φαῦλον διά τε τὴν φύσιν καὶ τὴν συμπάθειαν, ἐλεῶν ὡς ἄφρονα καὶ ἐν σκότει διαπορευόμενον.

 1.26 (κστ’) Οὐ μόνον διὰ μεταδόσεως χρημάτων ἡ διάθεσις τῆς ἀγάπης γνωρίζεται, ἀλλὰ πολλῷ μᾶλλον διὰ μεταδόσεως λόγου Θεοῦ καὶ σωματικῆς διακονίας.

1.27 (κζ’) Ὁ τοῖς τοῦ κόσμου πράγμασι γνησίως ἀποταξάμενος καὶ τῷ πλησίον διὰ τῆς ἀγάπης ἀνυποκρίτως δουλεύων, παντὸς πάθους ταχέως ἐλευθεροῦται καὶ τῆς θείας ἀγάπης καὶ γνώσεως μέτοχος καθίσταται.

1.28 (κη’) Ὁ τὴν θείαν ἀγάπην ἐν ἑαυτῷ κτησάμενος οὐ κοπιᾷ κατακολουθῶν ὀπίσω Κυρίου τοῦ Θεοῦ αὐτοῦ, κατὰ τὸν θεῖον Ἱερεμίαν· ἀλλὰ πάντα πόνον ὀνειδισμόν τε καὶ ὕβριν φέρει γενναίως, μηδενὶ τὸ σύνολον κακὸν λογιζόμενος.

1.29 (κθ’) Ὅταν ὑβριστῇς παρά τινος ἢ ἔν τινι ἐξουδενωθῇς, τότε πρόσεχε ἀπὸ τῶν λογισμῶν τῆς ὀργῆς, μή σε τῆς ἀγάπης διὰ τῆς λύπης χωρίσαντες ἐν τῇ χώρᾳ τοῦ μίσους καταστήσωσιν.

1.30 (λ’) Ὅταν ἐφ᾽ ὕβρει ἢ ἀτιμίᾳ σφόδρα πονήσῃς, γίνωσκε σεαυτὸν μεγάλως ὠφεληθέντα, τῆς κενοδοξίας διὰ τῆς ἀτιμίας οἰκονομικῶς ἀπό σοῦ ἐκβληθείσης.

1.31 (λα’) Ὥσπερ μνήμη πυρὸς οὐ θερμαίνει τὸ σῶμα, οὕτω πίστις ἄνευ ἀγάπης οὐκ ἐνεργεῖ εἰς ψυχὴν τὸν τῆς γνώσεως φωτισμόν.

1.32 (λβ’) Ὥσπερ τὸ φῶς τοῦ ἡλίου τὸν ὑγιῆ ὀφθαλμὸν πρὸς ἑαυτὸν ἐφέλκεται, οὕτω καὶ ἡ γνῶσις τοῦ Θεοῦ τὸν καθαρὸν νοῦν φυσικῶς διὰ τῆς ἀγάπης πρὸς ἑαυτὸν ἐπισπᾶται.
 
1.33 (λγ’) Νοῦς ἐστι καθαρός, ὁ ἀγνοίας χωρισθεὶς καὶ ὑπὸ τοῦ θείου φωτὸς καταλαμπόμενος.

1.34 (λδ’) Ψυχή ἐστι καθαρά, ἡ παθῶν ἐλευθερωθεῖσα καὶ ὑπὸ τῆς θείας ἀγάπης ἀδιαλείπτως εὐφραινομένη.

1.35 (λε’) Πάθος ἐστὶ ψεκτὸν κίνησις ψυχῆς παρὰ φύσιν.

1.36 (λστ’) Ἀπάθειά ἐστιν εἰρηνικὴ κατάστασις ψυχῆς, καθ᾽ ἣν δυσκίνητος γίνεται πρὸς κακίαν.

1.37 (λζ’) Ὁ τοὺς καρποὺς τῆς ἀγάπης διὰ σπουδῆς κτησάμενος, οὐ μετατίθεται ταύτης, κἂν μυρία πάσχῃ κακά. Καὶ πειθέτω σε Στέφανος, ὁ τοῦ Χριστοῦ μαθητὴς καὶ οἱ κατ᾽ αὐτὸν καὶ αὐτὸς ὑπὲρ τῶν φονευτῶν εὐχόμενος καὶ συγγνώμην παρὰ τοῦ Πατρὸς ὡς ἀγνοοῦσιν αἰτούμενος.

1.38 (λη’) Εἰ τῆς ἀγάπης ἐστὶ τὸ μακροθυμεῖν καὶ χρηστεύεσθαι, ὁ θυμομαχῶν καὶ πονηρευόμενος ἀλλότριος δηλονότι τῆς ἀγάπης καθίσταται· ὁ δὲ τῆς ἀγάπης ἀλλότριος τοῦ Θεοῦ ἐστιν ἀλλότριος, εἴπερ ὁ Θεὸς ἀγάπη ἐστί.

1.39 (λθ’) Μὴ εἴπητε, φησὶν ὁ θεῖος Ἱερεμίας, ὅτι ναὸς Κυρίου ἐστί. Καὶ σὺ μὴ εἴπῃς, ὅτι ἡ ψιλὴ πίστις εἰς τὸν Κύριον ὑμῶν Ἰησοῦν Χριστὸν δύναταί με σῶσαι. Ἀμήχανον γὰρ τοῦτο, ἐὰν μὴ καὶ τὴν ἀγάπην τὴν εἰς αὐτὸν διὰ τῶν ἔργων κτήσῃ. Τὸ γὰρ ψιλῶς πιστεύειν, καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίσσουσι.

1.40 (μ’) Ἔργον ἀγάπης ἐστὶν ἡ εἰς τὸν πλησίον ἐκ διαθέσεως εὐεργεσία καὶ μακροθυμία καὶ ὑπομονὴ καὶ τὸ μετὰ ὀρθοῦ λόγου χρήσασθαι πᾶσι τοῖς πράγμασι.

1.41 (μα’) Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ λυπεῖ οὐδὲ λυπεῖται πρός τινα διὰ πρόσκαιρα· μίαν δὲ λύπην καὶ λυπεῖ καὶ λυπεῖται σωτήριον, ἣν ὁ μακάριος Παῦλος καὶ ἐλυπήθη καὶ ἐλύπησε τοὺς Κορινθίους.

1.42 (μβ’) Ὁ ἀγαπῶν τὸν Θεὸν ἀγγελικὸν βίον ἐπὶ τῆς γῆς ζῇ, νηστεύων καὶ ἀγρυπνῶν καὶ ψάλλων καὶ προσευχόμενος καὶ περὶ παντὸς ἀνθρώπου ἀεὶ καλὰ λογιζόμενος.

1.43 (μγ’) Εἰ οὗτινός τις ἐπιθυμεῖ, τούτου καὶ τυχεῖν ἀγωνίζεται· πάντων δὲ τῶν ἀγαθῶν καὶ ἐπιθυμητῶν ἀγαθώτερον τὸ θεῖον καὶ ἐπιθυμητότερον ἀσυγκρίτως· πόσην ἄρα σπουδὴν ὀφείλομεν ἐνδείξασθαι, ἵνα τούτου τοῦ φύσει ἀγαθοῦ καὶ ἐπιθυμητοῦ τύχωμεν.

1.44 (μδ’) Μὴ μολύνῃς τὴν σάρκα σου ἐν αἰσχραῖς πράξεσι καὶ μὴ μιάνῃς τὴν ψυχήν σου ἐν πονηροῖς λογισμοῖς· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἐπελεύσεται ἐπί σε τὴν ἀγάπην φέρουσα.

1.45 (με’) Αἴκιζε τὴν σάρκα σου ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ σχόλασον ἀόκνως ψαλμῳδίᾳ καὶ προσευχῇ· καὶ ὁ ἁγιασμὸς τῆς σωφροσύνης ἐπελεύσεται ἐπί σε τὴν ἀγάπην φέρων.

1.46 (μστ’) Ὁ τῆς θείας καταξιωθεὶς γνώσεως καὶ τὸν ταύτης φωτισμὸν διὰ τῆς ἀγάπης κτησάμενος, οὐ ῥιπισθήσεταί ποτε ὑπὸ τοῦ τῆς κενοδοξίας πνεύματος· ὁ δὲ ταύτης μήπω καταξιωθείς, εὐχερῶς ὑπ᾽ αὐτῆς περιφέρεται. Ἐὰν οὖν ὁ τοιοῦτος ἐν πᾶσι τοῖς ὑπ᾽ αὐτοῦ πραττομένοις πρὸς τὸν Θεὸν ἀποβλέψῃ, ὡς δι᾽ αὐτὸν πάντα ποιῶν, ῥᾳδίως σὺν Θεῷ ἐκφεύξεται αὐτήν.

1.47 (μζ’) Ὁ μήπω τυχὼν τῆς θείας γνώσεως τῆς δι᾽ ἀγάπης ἐνεργουμένης, μέγα φρονεῖ ἐπὶ τοῖς ὑπ᾽ αὐτοῦ κατὰ Θεὸν πραττομένοις. Ὁ δὲ ταύτης τυχεῖν καταξιωθείς, μετὰ διαθέσεως λέγει τὰ τοῦ πατριάρχου Ἀβραὰμ ῥήματα, ἅπερ ἡνίκα τῆς θείας κατηξιώθη ἐπιφανείας εἶπεν· Ἐγὼ εἰμὶ γῆ καὶ σποδός.

1.48 (μη’) Ὁ φοβούμενος τὸν Κύριον, συνόμιλον ἀεὶ ἔχει τὴν ταπεινοφροσύνην καὶ διὰ τῶν ταύτης ἐνθυμημάτων εἰς τὴν θείαν ἀγάπην καὶ εὐχαριστίαν ἔρχεται. Μνημονεύει γὰρ τῆς κατὰ τὸν κόσμον προτέρας διαγωγῆς καὶ τῶν ποικίλων παραπτωμάτων καὶ τῶν ἐκ νεότητος συμβάντων αὐτῷ πειρασμῶν, καὶ πῶς πάντων ἐκείνων ἐρρύσατο αὐτὸν ὁ Κύριος καὶ μετέστησεν ἀπὸ τῆς ἐμπαθοῦς ζωῆς εἰς τὸν κατὰ Θεὸν βίον. Καὶ σὺν τῷ φόβῳ προσλαμβάνεται καὶ τὴν ἀγάπην, εὐχαριστῶν ἀεὶ μετὰ ταπεινοφροσύνης πολλῆς τῷ εὐεργέτῃ καὶ κυβερνήτῃ τῆς ζωῆς ἡμῶν.

1.49 (μθ’) Μὴ ῥυπώσῃς τὸν νοῦν σου λογισμῶν ἀνεχόμενος ἐπιθυμίας καὶ θυμοῦ, ἵνα μὴ τῆς καθαρᾶς προσευχῆς ἐκπεσῶν τῷ τῆς ἀκηδίας πνεύματι περιπέσῃς.

1.50 (ν’) Τὸ τηνικαῦτα ὁ νοῦς τῆς πρὸς Θεὸν παρρησίας ἐκπίπτει, ὁπηνίκα πονηροῖς ἢ ῥυπαροῖς λογισμοῖς συνόμιλος γένηται.

1.51 (να’) Ὁ μὲν ἄφρων ὑπὸ τῶν παθῶν ἀγόμενος, ὅτε μὲν ὑπὸ τοῦ θυμοῦ κινούμενος ἐκταράσσεται, φεύγειν ἀλογίστως τοὺς ἀδελφοὺς ἐπείγεται· ὅτε δὲ πάλιν ὑπὸ τῆς ἐπιθυμίας ἐκθερμαίνεται, μεταμελόμενος αὖθις προστρέχων ἀπαντᾶ. Ὁ δὲ φρόνιμος ἐπ᾽ ἀμφοτέρων τοὐναντίον ποιεῖ· ἐπὶ μὲν γὰρ τοῦ θυμοῦ, τὰς αἰτίας τῆς ταραχῆς ἐκκόψας, τῆς πρὸς τοὺς ἀδελφοὺς λύπης ἑαυτὸν ἀπαλλάττει· ἐπὶ δὲ τῆς ἐπιθυμίας, τῆς ἀλόγου ὁρμῆς καὶ συντυχίας ἐγκρατεύεται.
 
1.52 (νβ’) Ἐν τῷ καιρῷ τῶν πειρασμῶν μὴ καταλίπῃς τὸ μοναστήριόν σου, ἀλλὰ φέρε γενναίως τὰ κύματα τῶν λογισμῶν καὶ μάλιστα τῶν τῆς λύπης καὶ τῆς ἀκηδίας. Οὕτω γὰρ οἰκονομικῶς διὰ τῶν θλίψεων δοκιμασθείς, ἕξεις βεβαίαν τὴν εἰς Θεὸν ἐλπίδα. Ἐὰν δὲ καταλιμπάνῃς, ἀδόκιμος καὶ ἄνανδρος καὶ ἄστατος εὑρεθήσῃ.

1.53 (νγ’) Ἐὰν θέλῃς τῆς κατὰ Θεὸν ἀγάπης μὴ ἐκπεσεῖν, μήτε τὸν ἀδελφὸν ἀφῇς κοιμηθῆναι λυπούμενον κατά σοῦ μήτε σὺ κοιμηθῇς λυπούμενος κατ᾽ αὐτοῦ· ἀλλ᾽ ὕπαγε, διαλλάγηθι τῷ ἀδελφῷ σου καὶ ἐλθῶν πρόσφερε Χριστῷ καθαρῷ τῷ συνειδότι δι᾽ ἐκτενοῦς προσευχῆς τὸ δῶρον τῆς ἀγάπης.

1.54 (νδ’) Εἰ ὁ πάντα τὰ χαρίσματα τοῦ Πνεύματος ἔχων, ἀγάπην δὲ μὴ ἔχων, οὐδὲν ὠφελεῖται, κατὰ τὸν θεῖον Ἀπόστολον· πάσην ὀφείλομεν ἐνδείξασθαι σπουδήν, ἵνα ταύτην κτησώμεθα.

1.55 (νε’) Εἰ ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται, ὁ φθονῶν τῷ ἀδελφῷ καὶ λυπούμενος τῇ εὐδοκιμήσει αὐτοῦ καὶ σκώμμασι χραίνων τὴν ὑπόληψιν αὐτοῦ ἢ ἔν τινι κακοηθείᾳ ἐπιβουλεύων αὐτῷ, πῶς οὐκ ἀλλότριον ἑαυτὸν τῆς ἀγάπης καθίστησι καὶ ἔνοχον τῆς αἰωνίου κρίσεως;

1.56 (νστ’) Εἰ πλήρωμα νόμου ἡ ἀγάπη, ὁ μνησικακῶν τῷ ἀδελφῷ καὶ δόλους κατ᾽ αὐτοῦ σκευάζων καὶ κατευχόμενος αὐτοῦ καὶ ἐπιχαίρων τῷ πτώματι αὐτοῦ, πῶς οὐ παράνομός ἐστι καὶ τῆς αἰωνίου κολάσεως ἄξιος;

1.57 (νζ’) Εἰ ὁ καταλαλῶν ἀδελφοῦ καὶ κρίνων ἀδελφόν, καταλαλεῖ νόμου καὶ κρίνει νόμον· ὁ δὲ νόμος τοῦ Χριστοῦ ἐστιν ἡ ἀγάπη· πῶς τῆς ἀγάπης τοῦ Χριστοῦ ὁ κατάλαλος οὐκ ἐκπίπτει καὶ αἴτιος ἑαυτῷ γίνεται κολάσεως αἰωνίου;

1.58 (νη’) Μὴ δῷς τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου μηδὲ τὴν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἢ ἀκούων κατὰ τοῦ πέλας, ἵνα μὴ ἐκπέσῃς τῆς θείας ἀγάπης καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς.

1.59 (νθ’) Μὴ καταδέχου κατὰ τοῦ Πατρός σου λοιδορίαν μηδὲ προθυμοποιήσῃς τὸν ἀτιμάζοντα αὐτόν, ἵνα μὴ ὀργισθῇ Κύριος ἐπὶ τοῖς ἔργοις σου καὶ ἐξολοθρεύσῃ σε ἐκ τῆς γῆς τῶν ζώντων.

1.60 (ξ’) Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαῖς σου, ἵνα μὴ διπλῆν ἁμαρτίαν σὺν αὐτῷ ἁμαρτάνῃς καὶ σαυτὸν ὀλεθρίῳ πάθει ἐθίζων κἀκεῖνον κατὰ τοῦ πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων.

1.61 (ξα’) Ἐγὼ δὲ λέγω ὑμῖν, φησὶν ὁ Κύριος· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Διὰ τί ταῦτα προσέταξεν; Ἵνα σε μίσους καὶ λύπης καὶ ὀργῆς καὶ μνησικακίας ἐλευθερώσῃ καὶ τοῦ μεγίστου κτήματος τῆς τελείας ἀγάπης καταξιώσῃ· ἣν ἀμήχανον ἔχειν τὸν μὴ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντα κατὰ μίμησιν Θεοῦ, τοῦ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντος καὶ θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
 
1.62 (ξβ’) Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ τῷ ἀγγαρεύοντί σε μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο. Διὰ τί; Ἵνα σε ἀόργητον καὶ ἄλυπον διαφυλάξῃ κἀκεῖνον διὰ τῆς σῆς ἀνεξικακίας παιδεύσῃ καὶ ἀμφοτέρους ὡς ἀγαθὸς ὑπὸ τὸν ζυγὸν τῆς ἀγάπης ἀγάγῃ.

1.63 (ξγ’) Πρὸς ἅπερ πράγματά ποτε πεπόνθαμεν, τούτων καὶ τὰς φαντασίας ἐμπαθεῖς περιφέρομεν. Ὁ οὖν τὰς ἐμπαθεῖς νικῶν φαντασίας, καὶ τῶν πραγμάτων ὧν αἱ φαντασίαι πάντως καταφρονεῖ· ἐπειδὴ τοῦ πρὸς τὰ πράγματα πολέμου ὁ πρὸς τὰς μνήμας τοσοῦτόν ἐστι χαλεπώτερος, ὅσον τοῦ κατ᾽ ἐνέργειαν ἁμαρτάνειν τὸ κατὰ διάνοιάν ἐστιν εὐκοπώτερον.

1.64 (ξδ’) Τῶν παθῶν τὰ μέν ἐστι σωματικά, τὰ δὲ ψυχικά. Καὶ τὰ μὲν σωματικὰ ἐκ τοῦ σώματος ἔχει τὰς ἀφορμάς· τὰ δὲ ψυχικά, ἐκ τῶν ἔξωθεν πραγμάτων. Ἀμφότερα δὲ περικόπτει ἀγάπη καὶ ἐγκράτεια· ἡ μέν, τὰ ψυχικά· ἡ δέ, τὰ σωματικά.

1.65 (ξε’) Τὰ μὲν τῶν παθῶν, θυμικοῦ· τὰ δὲ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς τυγχάνει. Ἀμφότερα δὲ διὰ τῶν αἰσθήσεων κινεῖται· τότε δὲ κινεῖται, ὅτε ἀγάπης ἡ ψυχὴ καὶ ἐγκρατείας ἐκτὸς εὑρίσκεται.

1.66 (ξστ’) Δυσκαταγώνιστα μᾶλλον τὰ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς πάθη παρὰ τὰ τοῦ ἐπιθυμητικοῦ τυγχάνει· διὸ καὶ μεῖζον τὸ φάρμακον κατ᾽ αὐτοῦ ἡ ἐντολὴ τῆς ἀγάπης ὑπὸ τοῦ Κυρίου ἐδόθη.

1.67 (ξζ’) Πάντα τὰ ἄλλα πάθη ἢ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς ἢ τοῦ ἐπιθυμητικοῦ μόνον ἐφάπτεται ἢ καὶ τοῦ λογιστικοῦ, ὡς ἡ λήθη καὶ ἡ ἄγνοια· ἡ δὲ ἀκηδία, πασῶν τῶν τῆς ψυχῆς δυνάμεων ἐπιδραττομένη, πάντα σχεδὸν ὁμοθυμαδὸν κινεῖ τὰ πάθη· διὸ καὶ πάντων τῶν ἄλλων παθῶν ἐστι βαρύτατον. Καλῶς οὗν ὁ Κύριος τὸ κατ᾽ αὐτῆς φάρμακον δεδωκώς· Ἐν τῇ ὑπομονῇ ὑμῶν, λέγει, κτήσασθε τὰς ψυχὰς ὑμῶν.

1.68 (ξη’) Μὴ πλήξῃς ποτέ τινα τῶν ἀδελφῶν, παραλόγως μάλιστα, μήποτε μὴ φέρων τὴν θλίψιν ἀναχωρήσῃ καὶ οὐ μὴ ἐκφεύξῃ ποτὲ τὸν ἔλεγχον τοῦ συνειδότος, ἀεί σοι λύπην ἐν τῷ καιρῷ τῆς προσευχῆς προξενοῦντα καὶ τῆς θείας παρρησίας τὸν νοῦν ἀπελαύνοντα.

1.69 (ξθ’) Μὴ ἀνάσχῃ τῶν σκάνδαλά σοι φερουσῶν ὑπονοιῶν ἢ καὶ ἀνθρώπων κατά τινων· οἱ γὰρ παραδεχόμενοι σκάνδαλα ἐν οἵῳ δήποτε τρόπῳ τῶν κατὰ προαίρεσιν ἢ παρὰ προαίρεσιν συμβαινόντων, οὐκ ἴσασι τὴν ὁδὸν τῆς εἰρήνης, τὴν φέρουσαν διὰ τῆς ἀγάπης εἰς τὴν γνῶσιν τοῦ Θεοῦ τοὺς ταύτης ἐραστάς.

1.70 (ο’) Οὔπω ἔχει τελείαν τὴν ἀγάπην ὁ ἔτι ταῖς γνώμαις τῶν ἀνθρώπων συνδιατιθέμενος, οἷον τὸν μὲν ἀγαπῶν, τὸν δὲ μισῶν διὰ τόδε ἢ τόδε· ἢ καὶ τὸν αὐτόν ποτε μὲν ἀγαπῶν, ποτὲ δὲ μισῶν διὰ τὰς αὐτὰς αἰτίας.

1.71 (οα’) Ἡ τελεία ἀγάπη οὐ συνδιασχίζει τὴν μίαν τῶν ἀνθρώπων φύσιν ταῖς διαφόροις αὐτῶν γνώμαις, ἀλλ᾽ εἰς αὐτὴν ἀεὶ ἀποβλεπομένη πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾷ· τοὺς μὲν σπουδαίους ὡς φίλους, τοὺς δὲ φαύλους ὡς ἐχθροὺς ἀγαπᾷ, εὐεργετοῦσα καὶ μακροθυμοῦσα καὶ ὑπομένουσα τὰ παρ᾽ αὐτῶν ἐπαγόμενα· τὸ κακὸν τὸ σύνολον μὴ λογιζομένη, ἀλλὰ καὶ πάσχουσα ὑπὲρ αὐτῶν, εἰ καιρὸς καλέσειεν, ἵνα καὶ αὐτοὺς ποιήσῃ φίλους, εἰ οἷόν τε· εἰ δὲ μή, τῆς γε ἰδίας διαθέσεως οὐκ ἐκπίπτει, τοὺς τῆς ἀγάπης καρποὺς ἀεὶ ἐξ ἴσου πρὸς πάντας ἀνθρώπους ἐνδεικνυμένη. Διὸ καὶ ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, τὴν αὑτοῦ ἀγάπην εἰς ἡμᾶς ἐνδειξάμενος, ὑπὲρ ὅλης τῆς ἀνθρωπότητος ἔπαθεν καὶ πᾶσιν ἐξ ἴσου τὴν ἐλπίδα τῆς ἀναστάσεως ἐχαρίσατο· εἰ καὶ ἕκαστος ἑαυτὸν εἴτε δόξης εἴτε κολάσεως καθίστησιν ἄξιον.

1.72 (οβ’) Ὁ μὴ καταφρονῶν δόξης καὶ ἀτιμίας, πλούτου καὶ πενίας, ἡδονῆς τε καὶ λύπης, τελείαν ἀγάπην οὔπω ἐκτήσατο· ἡ γὰρ τελεία ἀγάπη οὐ μόνον τούτων καταφρονεῖ, ἀλλὰ καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς καὶ τοῦ θανάτου.

1.73 (ογ’) Ἄκουε τῶν καταξιωθέντων τῆς τελείας ἀγάπης ποῖα λέγουσι· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; Καθὼς γέγραπται, ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· καὶ ταῦτα μὲν περὶ τῆς εἰς Θεὸν ἀγάπης καὶ λέγοντες καὶ πράττοντές εἰσι πάντες οἱ ἅγιοι.

1.74 (οδ’) Περὶ δὲ τῆς εἰς τὸν πλησίον ἀγάπης ἄκουε πάλιν οἷα λέγουσιν. Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι καὶ τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ· ὅτι λύπη μοί ἐστι πολλὴ καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται· καὶ τὰ ἑξῆς. Ὡσαύτως καὶ ὁ Μωυσῆς καὶ οἱ λοιποὶ ἅγιοι.

1.75 (οε’) Ὁ μὴ καταφρονῶν δόξης καὶ ἡδονῆς καὶ τῆς τῶν τούτων αὐξητικῆς καὶ δι᾽ αὐτὰς συνισταμένης φιλαργυρίας, τὰς τοῦ θυμοῦ προφάσεις κόπτειν οὐ δύναται· ὁ δὲ ταύτας μὴ κόπτων, τῆς τελείας ἀγάπης τυχεῖν οὐ δύναται.

1.76 (οστ’) Ταπείνωσις καὶ κακοπάθεια πάσης ἁμαρτίας ἐλευθεροῦσι τὸν ἄνθρωπον· ἡ μέν, τὰ τῆς ψυχῆς· ἡ δέ, τὰ τοῦ σώματος περικόπτουσα πάθη. Τοῦτο γὰρ ποιῶν καὶ ὁ μακάριος Δαβὶδ φαίνεται, ἐν οἷς εὔχεται πρὸς τὸν Θεὸν λέγων· Ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.

1.77 (οζ’) Διὰ μὲν τῶν ἐντολῶν ὁ Κύριος ἀπαθεῖς τοὺς ἐργαζομένους αὐτὰς ἀποτελεῖ· διὰ δὲ τῶν θείων δογμάτων τὸν φωτισμὸν τῆς γνώσεως αὐτοῖς χαρίζεται.

1.78 (οη’) Πάντα τὰ δόγματα ἢ περὶ Θεοῦ εἰσιν ἢ περὶ ὁρατῶν καὶ ἀοράτων ἢ περὶ τῆς ἐν αὐτοῖς προνοίας καὶ κρίσεως.

1.79 (οθ’) Ἡ μὲν ἐλεημοσύνη τὸ θυμικὸν μέρος τῆς ψυχῆς θεραπεύει· ἡ δὲ νηστεία τὴν ἐπιθυμίαν μαραίνει· ἡ δὲ προσευχὴ τὸν νοῦν καθαίρει καὶ πρὸς τὴν τῶν ὄντων θεωρίαν παρασκευάζει. Πρὸς γὰρ τὰς δυνάμεις τῆς ψυχῆς καὶ τὰς ἐντολὰς ὁ Κύριος ἡμῖν ἐχαρίσατο.

1.80 (π’) Μάθετε ἀπ᾽ ἐμοῦ, φησίν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ τὰ ἑξῆς. Ἡ μὲν πραότης ἀτάραχον τὸν θυμὸν διαφυλάττει· ἡ δὲ ταπείνωσις τύφου καὶ κενοδοξίας τὸν νοῦν ἐλευθεροῖ.

1.81 (πα’) Διττός ἐστιν ὁ τοῦ Θεοῦ φόβος· ὁ μὲν ἐκ τῶν ἀπειλῶν τῆς κολάσεως ἡμῖν ἐντικτόμενος, δι᾽ ὃν ἡ ἐγκράτεια καὶ ἡ ὑπομονὴ καὶ ἡ εἰς Θεὸν ἐλπὶς καὶ ἡ ἀπάθεια, ἐξ ἧς ἡ ἀγάπη, κατὰ τάξιν ἡμῖν ἐγγίνονται· ὁ δὲ αὐτῇ τῇ ἀγάπῃ συνέζευκται, εὐλάβειαν τῇ ψυχῇ ἀεὶ ἐμποιῶν, ἵνα μὴ διὰ τὴν τῆς ἀγάπης παρρησίαν εἰς καταφρόνησιν Θεοῦ ἔλθῃ.
 
1.82 (πβ’) Τὸν μὲν πρῶτον φόβον ἔξω βάλλει ἡ τελεία ἀγάπη τῆς ψυχῆς τῆς κεκτημένης αὐτήν, μηκέτι τὴν κόλασιν φοβουμένην· τὸν δὲ δεύτερον ἑαυτῇ ἔχει ἀεί, ὡς εἴρηται, συνεζευγμένον. Καὶ τῷ μὲν πρώτῳ φόβῳ ἁρμόζει τό· Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καί· Ἀρχὴ σοφίας, φόβος Κυρίου. Τῷ δὲ δευτέρῳ τό· Ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος, καὶ τό· Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.

1.83 (πγ’) Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεζίαν, καὶ τὰ ἑξῆς. Γῆν μὲν ὠνόμασε τὸ φρόνημα τῆς σαρκός· πορνείαν δὲ εἶπε τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν· ἀκαθαρσίαν δὲ τὴν συγκατάθεσιν ἐκάλεσε· πάθος δὲ τὸν ἐμπαθῆ λογισμὸν ὠνόμασεν· ἐπιθυμίαν δὲ κακὴν τὴν ψιλὴν τοῦ λογισμοῦ τῆς ἐπιθυμίας παραδοχήν· πλεονεξίαν δὲ τὴν γεννητικήν τε καὶ αὐξητικὴν τοῦ πάθους ὠνόμασεν ὕλην. Ταῦτα οὖν πάντα ὡς μέλη ὄντα τοῦ φρονήματος τῆς σαρκὸς ἐκέλευσεν ὁ θεῖος Ἀπόστολος νεκρῶσαι.
 
1.84 (πδ’) Πρῶτον μὲν ἡ μνήμη ψιλὸν τὸν λογισμὸν ἐπὶ τὸν νοῦν ἀναφέρει· καὶ τούτου ἐγχρονίζοντος, κινεῖ τὸ πάθος· τούτου δὲ μὴ ἀναιρουμένου, κάμπτει τὸν νοῦν εἰς συγκατάθεσιν· ταύτης δὲ γενομένης, ἔρχεται λοιπὸν εἰς τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν. Ὁ οὖν πάνσοφος Ἀπόστολος πρὸς τοὺς ἀπὸ ἐθνῶν γράφων, τὸ ἀποτέλεσμα πρῶτον κελεύει ἀναιρεῖν τῆς ἁμαρτίας· εἶτα κατὰ τάξιν ἀναποδίζοντας, εἰς τὴν αἰτίαν καταλήγειν. Ἡ δὲ αἰτία ἐστὶν ἡ γεννητική, ὡς προείρηται, καὶ αὐξητικὴ τοῦ πάθους πλεονεξία. Οἶμαι δὲ ἐνταῦθα τὴν γαστριμαργίαν σημαίνειν ὡς μητέρα καὶ τροφὸν τῆς πορνείας ὑπάρχουσαν. Ἡ γὰρ πλεονεξία οὐ μόνον ἐπὶ χρημάτων, ἀλλὰ καὶ ἐπὶ βρωμάτων κακή· ὥσπερ καὶ ἡ ἐγκράτεια οὐ μόνον ἐπὶ βρωμάτων, ἀλλὰ καὶ ἐπὶ χρημάτων καλή.

1.85 (πε’) Ὥσπερ στρουθίον τὸν πόδα δεδεμένον ἀρχόμενον πέτεσθαι, ἐπὶ τὴν γῆν κατασπᾶται, τῷ σχοινίῳ ἑλκόμενον· οὕτω καὶ ὁ νοῦς μήπω ἀπάθειαν κτησάμενος καὶ ἐπὶ τὴν τῶν οὐρανίων γνῶσιν πετόμενος, ὑπὸ τῶν παθῶν καθελκόμενος ἐπὶ τὴν γῆν κατασπᾶται.

1.86 (πστ’) Ὅταν ὁ νοῦς τελείως τῶν παθῶν ἐλευθερωθῇ, τότε ἐπὶ τὴν θεωρίαν τῶν ὄντων ἀμεταστρεπτὶ ὁδεύει, ἐπὶ τὴν γνῶσιν τῆς ἁγίας Τριάδος τὴν πορείαν ποιούμενος.

1.87 (πζ’) Καθαρὸς ὑπάρχων ὁ νοῦς, τὰ νοήματα τῶν πραγμάτων ἀναλαμβάνων εἰς τὴν πνευματικὴν θεωρίαν αὐτῶν κινεῖται· ἀκάθαρτος δὲ ἐκ ῥαθυμίας γεγονώς, τὰ μὲν τῶν λοιπῶν πραγμάτων νοήματα ψιλὰ φαντάζεται, τὰ δὲ ἀνθρώπινα δεχόμενος εἰς αἰσχροὺς ἢ πονηροὺς λογισμοὺς μετατρέπεται.

1.88 (πη’) Ὅταν ἀεὶ ἐν τῷ καιρῷ τῆς προσευχῆς μηδὲν τῶν τοῦ κόσμου νοημάτων διενοχλήσῃ τῷ νῷ, τότε γίνωσκε σαυτὸν μὴ ἔξω εἶναι τῶν ὅρων τῆς ἀπαθείας.

1.89 (πθ’) Ὅταν ἡ ψυχὴ ἄρχηται τῆς ἰδίας ὑγιείας ἐπαισθάνεσθαι, τότε καὶ τὰς ἐν τοῖς ὕπνοις φαντασίας ψιλὰς καὶ ἀταράχους ἄρχεται βλέπειν.

1.90 (ƒ‘) Ὥσπερ τὸν αἰσθητὸν ὀφθαλμὸν ἡ καλλονὴ τῶν ὁρατῶν, οὕτω καὶ τὸν καθαρὸν νοῦν ἡ γνῶσις τῶν ἀοράτων πρὸς ἑαυτὴν ἐπισπᾶται· ἀόρατα δὲ λέγω τὰ ἀσώματα.

1.91 (ƒα’) Μέγα μὲν τὸ πρὸς τὰ πράγματα μὴ πάσχειν· μεῖζον δὲ πολλῷ τὸ πρὸς τὰς φαντασίας αὐτῶν ἀπαθῆ διαμεῖναι. Διότι ὁ διὰ τῶν λογισμῶν πρὸς ἡμᾶς τῶν δαιμόνων πόλεμος τοῦ διὰ τῶν πραγμάτων πολέμου ἐστὶ χαλεπώτερος.

1.92 (ƒβ’) Ὁ τὰς ἀρετὰς κατορθώσας καὶ τῇ γνώσει πλουτήσας, ὡς φυσικῶς λοιπὸν τὰ πράγματα διορῶν, πάντα κατὰ τὸν ὀρθὸν λόγον καὶ πράττει καὶ διαλέγεται, τὸ σύνολον μὴ παρατρεπόμενος. Ἐκ γὰρ τοῦ εὐλόγως ἢ ἀλόγως τοῖς πράγμασι χρήσασθαι ἢ ἐνάρετοι ἢ φαῦλοι γινόμεθα.

1.93 (ƒγ’) Σημεῖον ἄκρας ἀπαθείας τὸ ψιλὰ τὰ νοήματα τῶν πραγμάτων ἀεὶ ἀναβαίνειν ἐπὶ τὴν καρδίαν καὶ ἐγρηγορότος τοῦ σώματος καὶ κατὰ τοὺς ὕπνους.

1.94 (ƒδ’) Διὰ μὲν τῆς ἐργασίας τῶν ἐντολῶν τὰ πάθη ὁ νοῦς ἀποδύεται· διὰ δὲ τῆς τῶν ὁρατῶν πνευματικῆς θεωρίας, τὰ ἐμπαθῆ τῶν πραγμάτων νοήματα· διὰ δὲ τῆς τῶν ἀοράτων γνώσεως, τὴν τῶν ὁρατῶν θεωρίαν· ταύτην δέ, διὰ τῆς γνώσεως τῆς ἁγίας Τριάδος.
 
1.95 (ƒε’) Ὥσπερ ὁ ἥλιος ἀνατέλλων καὶ τὸν κόσμον φωτίζων δείκνυσί τε ἑαυτὸν καὶ τὰ ὑπ᾽ αὐτοῦ φωτιζόμενα πράγματα· οὕτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος τῷ καθαρῷ νῷ ἀνατέλλων καὶ ἑαυτὸν δείκνυσι καὶ πάντων τῶν ὑπ᾽ αὐτοῦ γεγονότων καὶ γενησομένων τοὺς λόγους.

1.96 (ƒστ‘) Οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὸν Θεὸν γινώσκομεν, ἀλλ᾽ ἐκ τῆς μεγαλουργίας αὐτοῦ καὶ προνοίας τῶν ὄντων· διὰ τούτων γὰρ ὡς δι᾽ ἐσόπτρων τὴν ἄπειρον ἀγαθότητα καὶ σοφίαν καὶ δύναμιν κατανοοῦμεν.

1.97 (ƒζ’) Ὁ καθαρὸς νοῦς ἢ ἐν τοῖς ψιλοῖς νοήμασι τῶν ἀνθρωπίνων πραγμάτων εὑρίσκεται ἢ ἐν τῇ τῶν ὁρατῶν φυσικῇ θεωρίᾳ ἢ ἐν τῇ τῶν ἀοράτων ἢ ἐν τῷ φωτὶ τῆς ἁγίας Τριάδος.

1.98 (ƒη’) Ἐν μὲν τῇ τῶν ὁρατῶν θεωρίᾳ γενόμενος ὁ νοῦς ἢ τοὺς φυσικοὺς αὐτῶν λόγους ἐρευνᾷ ἢ τοὺς δι᾽ αὐτῶν σημαινομένους ἢ αὐτὴν τὴν αἰτίαν ζητεῖ.

1.99 (ƒθ’) Ἐν δὲ τῇ τῶν ἀοράτων διατρίβων τούς τε φυσικοὺς αὐτῶν λόγους ζητεῖ καὶ τὴν αἰτίαν τῆς γενέσεως αὐτῶν καὶ τὰ τούτοις ἀκόλουθα καὶ τίς ἡ περὶ αὐτοὺς πρόνοια καὶ κρίσις.

1.100 (ρ’) Ἐν δὲ Θεῷ γενόμενος, τοὺς περὶ τῆς οὐσίας αὐτοῦ πρῶτον λόγους ζητεῖ μὲν ὑπὸ τοῦ πόθου φλεγόμενος, οὐκ ἐκ τῶν κατ᾽ αὐτὸν δὲ παραμυθίαν εὑρίσκει· ἀμήχανον γὰρ τοῦτο καὶ ἀνένδεκτον πάσῃ γενετῇ φύσει ἐξ ἴσου. Ἐκ δὲ τῶν περὶ αὐτὸν παραμυθεῖται, λέγω δὴ τῶν περὶ ἀϊδιότητος, ἀπειρίας τε καὶ ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως δημιουργικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων. Καὶ τοῦτο πάντῃ καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· καὶ αὐτὸ τὸ μηδὲν γινώσκειν, ὑπὲρ νοῦν γινώσκειν, ὥς που οἱ θεολόγοι ἄνδρες εἰρήκασι Γρηγόριός τε καὶ Διονύσιος.
 
 
 

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets
y
e
n
o
m
4
k
c
i
l
C
-
g
o
l
B
o
m
e
D