10. ΕΡΩΤΗΣΙΣ Ι'
Εἰ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, πῶς οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν; Ἐὰν οὐκ ἔστιν ὑστέρημα, δῆλον ὅτι τετελείωται. Πῶς οὖν ὁ φοβούμενος οὐ τετελείωται;
Ἀπόκρισις.
Ἡ καλὴ τῶν θείων Γραφῶν εὐταξία, κατὰ τὸν σωστικὸν τοῦ Πνεύματος θεσμὸν τῶν ἀπὸ τῆς ἐκτὸς κατὰ τὰ πάθη πληθύος ἐπὶ τὴν θείαν ἑνότητα κινουμένων τοὺς βαθμοὺς διορίζουσα, τοὺς μὲν εἰσαγομένους καὶ ἐπὶ τὰ πρόπυλά που τυγχάνοντας τῆς θείας αὐλῆς τῶν ἀρετῶν φοβουμένους ἐκάλεσεν, τοὺς δὲ κτησαμένους σύμμετρον ἕξιν τῶν κατὰ τὴν ἀρετὴν λόγων τε καὶ τρόπων οἶδεν ὀνομάζειν προκόπτοντας, τοὺς δὲ κατ᾽ αὐτὴν γνωστικῶς ἤδη γεγενημένους τῆς τῶν ἀρετῶν ἐκφαντικῆς ἀληθείας κορυφὴν προσαγορεύει τελείους.
Οὔτε οὖν ὁ φοβούμενος τὸν Κύριον, ἀπεστρεμμένος διόλου τὴν κατὰ τὴν φθορὰν τῶν παθῶν ἀρχαίαν ἀναστροφὴν καὶ πᾶσαν ἑαυτοῦ τὴν διάθεσιν διὰ τὸν φόβον ἐκδεδωκὼς τοῖς θείοις προστάγμασι, ὑστερεῖ τινος καλοῦ τῶν εἰσαγομένοις πρεπόντων, κἂν οὔπω τὴν ἐν ἀρεταῖς ἕξιν ἐκτήσατο, καὶ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας γέγονε μέτοχος· οὔτε μὴν ὁ προκόπτων τῶν ἐπιβεβλημένων αὐτοῦ τῷ βαθμῷ καλῶν τινος ὑστερεῖ, κἂν τὴν αὐτὴν οὔπω τοῖς τελείοις ὑπερέχουσαν τῶν θείων ἐκτήσατο γνῶσιν.
Καὶ πάλιν οἱ μὲν τὴν πρακτικὴν ἀνδρικῶς μετιόντες φιλοσοφίαν, φόβου καὶ μνήμης τῶν μελλόντων θείων δικαιωτηρίων οὔπω τὴν ψυχὴν ἀπολύσαντες, νοείσθωσαν ἡμῖν οἱ φοβούμενοι, μηδενὸς μὲν κατὰ τὸν μακάριον Δαβὶδ ὑστεροῦντες καθάπαξ τῶν ὑπὲρ ἀληθείας ἀγωνιζομένων κατὰ τῆς ἀντικειμένης δυνάμεως, ὅμως δ᾽ οὖν ἔτι λειπόμενοι τῆς κατὰ νοῦν τῶν τελείων ἀκραιφνοῦς τῶν μυστικῶν θεαμάτων διαδόσεως. Οἱ δὲ τῆς θεωρητικῆς ἤδη μυστικῶς ἀξιωθέντες θεολογίας καὶ πάσης φαντασίας ὑλικῆς τὸν νοῦν καθαρὸν καταστήσαντες καὶ εἰκόνα τῆς θείας ὡραιότητος ὅλην ἀνελλιπῶς φέρουσαν τὴν ἐκμίμησιν, ἔστωσαν ἡμῖν οἱ ἀγαπῶντες.
Οὐκ ἔστιν οὖν ὑστέρημα τοῖς φοβουμένοις κατὰ τὸν μακάριον Δαβίδ, ὡς φοβουμένοις, κἂν οὐκ ἔχῃ τὸ πλῆρες καὶ τέλειον τῆς ἀμέσου πρὸς τὸν λόγον ἑνώσεως κατὰ τὸ ἴσον τοῖς ἀγαπῶσι τὸν Κύριον ὁ φοβούμενος. Ἕκαστος γὰρ ἐν τῷ ἰδίῳ τάγματι καὶ τὴν ἠφορισμένην αὐτῷ μονὴν ἔχει τὸ τέλειον, κἂν ἄλλος ἄλλου κατὰ τὸ ποιὸν ἢ ποσὸν τῆς πνευματικῆς ἡλικίας ἐστὶν ὑψηλότερος.
Ἐπειδὴ δὲ διττός ἐστιν ὁ φόβος κατὰ τὸ φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννῃ, καὶ κατὰ τὸ ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος, καὶ μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ, ζητητέον πῶς ἔξω βάλλει τὸν φόβον ἡ ἀγάπη, εἴπερ εἰς αἰῶνα αἰῶνος διαμένει, πῶς δὲ φοβερὸς ἔσται διαμένων ὁ Θεὸς εἰς τοὺς ἀπείρους αἰῶνας ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
῍Η μᾶλλον, ἐπειδή, καθὼς ἔφην, διττός ἐστιν ὁ φόβος, ὁ μὲν ἁγνὸς ὁ δὲ οὐχ ἁγνός—οἷον, ὁ μὲν ἐπὶ πλημμελήμασι κατ᾽ ἐκδοχὴν κολάσεως συνιστάμενος φόβος, αἰτίαν ἔχων τῆς οἰκείας γενέσεως τὴν ἁμαρτίαν, ὡς οὐχ ἁγνός, οὐκ ἔσται διαπαντός, τῇ ἁμαρτίᾳ διὰ τῆς μετανοίας συναφανιζόμενος, ὁ δὲ ἁγνὸς φόβος, ὁ δίχα τῆς ἐπὶ πλημμελήμασι μνήμης ἀεὶ συνεστώς, οὐκ ἀπογενήσεταί ποτε, διότιπερ οὐσιωδῶς ἐμπέφυκέ πως τῷ Θεῷ πρὸς τὴν κτίσιν, ποιούμενος ἔκδηλον αὐτοῦ πᾶσι τὴν φυσικὴν αἰδεσιμότητα τῆς ὑπὲρ πᾶσαν βασιλείαν τε καὶ δύναμιν ὑπεροχῆς—, ὁ τοίνυν μὴ φοβούμενος τὸν Θεὸν ὡς κριτήν, ἀλλ᾽ αἰδούμενος αὐτὸν διὰ τὴν ὑπερβάλλουσαν τῆς ἀπείρου δυνάμεως ὑπεροχήν, οὐκ ἔχει δικαίως ὑστέρημα, τέλειος ὑπάρχων ἐν τῇ ἀγάπῃ, μετ᾽ αἰδοῦς καὶ τῆς πρεπούσης σεβασμιότητος ἀγαπῶν τὸν Θεόν, καὶ οὗτός ἐστιν ὁ κτησάμενος τὸν διαμένοντα φόβον εἰς αἰῶνα αἰῶνος, καὶ οὐκ ἔστιν αὐτῷ ὑστέρημα τὸ παράπαν οὐδέν.
Συνᾴδουσιν οὖν ἀλλήλοις ὅ τε προφήτης καὶ ὁ εὐαγγελιστής, ὁ μὲν λέγων μὴ εἶναι τοῖς κατὰ τὸν ἁγνὸν φόβον τὸν Κύριον φοβουμένοις ὑστέρημα, ὁ δὲ τὸν φοβούμενον ὡς κριτὴν διὰ τὴν ἐρρυπωμένην συνείδησιν μὴ εἶναι τέλειον ἐν τῇ ἀγάπῃ. Κατὰ ταύτην τὴν ἐκδοχὴν τυχὸν καὶ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ φοβερός ἐστιν ὁ Θεός, ὡς ἐγκεκραμένην φόβῳ ποιῶν τὴν τῶν ἀγαπώντων αὐτὸν καὶ περὶ αὐτὸν γενησομένων ἀγάπην. Φόβου γὰρ καθ᾽ ἑαυτὴν κεχωρισμένη ἡ ἀγάπη εἰς καταφρόνησιν πέφυκεν ὡς τὰ πολλὰ μεταπίπτειν, μὴ οἷον στομουμένης φόβῳ τῆς ἐξ αὐτῆς τικτομένης φυσικῶς παρρησίας.
Τί δὲ βούλεται τὸ περικύκλῳ αὐτοῦ λεγόμενον, εἰ δοκεῖ, κατανοήσωμεν. Ὁ γὰρ κυκλούμενος καὶ ἐμπρὸς καὶ ὀπίσω καὶ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν ἔχει τοὺς περικυκλοῦντας αὐτόν. Ἐπειδὴ τοίνυν καὶ ὁ Κύριος ἔχει τοὺς περικυκλοῦντας, νοήσωμεν τοὺς μὲν ὀπίσω τοὺς διὰ τῶν ἐντολῶν κατὰ τὴν πρακτικὴν ἀρετὴν ἀμέμπτως ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευθέντας, τοὺς ἐξ ἀριστερῶν δὲ τοὺς τὴν φυσικὴν ἐν πνεύματι θεωρίαν μετὰ τῆς τῶν κριμάτων εὐσεβοῦς ἀναλήψεως κατορθώσαντας—φησὶ γὰρ περὶ τῆς σοφίας ἡ τῶν Παροιμιῶν βίβλος ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα —, τοὺς ἐκ δεξιῶν δὲ τοὺς καθαρὰν αἰσθητῆς φαντασίας δεξαμένους τὴν ἄϋλον γνῶσιν τῶν νοητῶν—ἐν γὰρ τῇ δεξιᾷ αὐτῆς, φησί, ἔτη ζωῆς—, τοὺς δὲ ἐμπρὸς τοὺς δι᾽ ὑπερβάλλουσαν περὶ τὸ θεῖον κάλλος ἐρωτικὴν τῆς κατὰ νοῦν ἐφέσεως ζέσιν ἀξιωθέντας τῆς πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως.
Εἰ δὲ καὶ ἄλλος ἐστὶ περὶ τούτου μείζων λόγος καὶ ὑψηλότερος, ὑμῖν καὶ τοῖς καθ᾽ ὑμᾶς θείοις ἀνδράσιν ἐστὶ ληπτός.
