Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τρίτη 9 Απριλίου 2013

ΙΑ (11). ΠΕΡΙ ΤΟΥ ΤΙΣ Η ΑΡΧΗ ΤΩΝ ΜΗ ΤΗΡΑΣΑΝΤΩΝ ΑΥΤΗΝ ΑΓΓΕΛΩΝ.


11. ΕΡΩΤΗΣΙΣ ΙΑ'

Τίς ἡ ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων, καὶ τί τὸ οἰκητήριον ὃ ἀπέλιπον, καὶ τίνες οἱ ἀΐδιοι δεσμοί, καὶ τί ὁ ζόφος ὑφ᾽ ὃν τετήρηνται, καὶ τί ἐν τῇ κρίσει τῆς μεγάλης ἡμέρας πείσονται;


Ἀπόκρισις.

Ὁ μὲν ἀκριβὴς περὶ τούτων λόγος τοῖς ἀποστολικοῖς τὴν διάνοιαν μόνοις ἔστω τετηρημένος, τοῖς ἀμέσως παρὰ τοῦ Λόγου διδαχθεῖσι τήν τε τῶν ὄντων γνῶσιν ἀψευδῆ καὶ τῆς ἐπὶ τοῖς οὖσι σοφῆς προνοίας τὴν ἀγαθὴν καὶ δικαίαν διεξαγωγήν, οἷα μηδὲν ἑαυτῶν καὶ τοῦ Λόγου κατὰ νοῦν ἀφεῖσι κωλυτικὸν διατείχισμα.

Ὅσον δ᾽ οὖν εἰς ἐμὲ φθάνει τὸν κάτω καὶ πολλὰ ἔχοντα τῆς τοῦ Λόγου πρὸς ἐμὲ κωλύματα διαβάσεως, ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων ἐστὶν ὁ λόγος τυχόν, καθ᾽ ὃν ἐκτίσθησαν, ἢ ἡ δοθεῖσα πρὸς ἐκθέωσιν αὐτοῖς κατὰ χάριν φυσικὴ δυναστεία, ἢ πάλιν ἡ κατὰ τὴν ἀξίαν τῆς χάριτος τάξις τῆς στάσεως. Τὸ δὲ οἰκητήριόν ἐστιν ἢ ὁ οὐρανὸς ἢ ἡ κατὰ τὴν ἕξιν τῶν ὑπὲρ ἔννοιαν ἀγαθῶν σοφία, ἣν οἰκεῖν ἐδημιουργήθησαν—οἶδε γὰρ καὶ σοφίας οἶκον ὀνομάζειν ὁ λόγος—, ἢ ἡ φρουρητικὴ τῶν δοθέντων αὐτοῖς φυσικῶν τε καὶ ἐπικτήτων ἀγαθῶν ἐπισκοπὴ τῆς ἀχράντου θεότητος, ἣν ἀπέλιπον τυραννήσαντες.

Ἀΐδιοι δὲ δεσμοί εἰσιν ἡ κατὰ γνώμην αὐτῶν παντελής τε καὶ διηνεκὴς περὶ τὸ καλὸν ἀκινησία, καθ᾽ ἣν οὐδαμῶς οὐδέποτε θείας ἀνέσεως ἀπολαύουσιν, ἢ πάλιν ἡ διὰ τὴν ἡμῶν σωτηρίαν τῆς καθ᾽ ἡμῶν μανίας αὐτοὺς ἐπέχουσα κατὰ πρόνοιαν τοῦ Θεοῦ δύναμις, μὴ συγχωροῦσα προβῆναι τῆς αὐτῶν πονηρίας τὰ καθ᾽ ἡμῶν μηχανήματα.

Ζόφος δέ ἐστιν ἡ παντελὴς καὶ ὁλόκληρος τῆς θείας ἄγνοια χάριτος· καθ᾽ ἣν διόλου γνωμικῶς ποιωθέντες, τῆς μακαρίας καὶ παμφαοῦς τοῦ ἀκηράτου φωτὸς ἐστέρηνται διαδόσεως, περὶ τὸ μὴ ὂν πᾶσαν τὴν δοθεῖσαν αὐτοῖς κατὰ φύσιν νοερὰν δύναμιν ἀναλώσαντες.

Τί δὲ πείσονται κατὰ τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως μόνος οἶδεν ὁ δίκαιος κριτής, ὁ κατ᾽ ἀξίαν ἑκάστῳ δικαίαν ἀφορίζων τὴν ἀμοιβὴν καὶ τῷ μέτρῳ τῆς κακίας ἴσον πρεπόντως τὸ εἶδος διανέμων τῆς κρίσεως καὶ πρόσφορον τὴν ἐπ᾽ αἰῶσιν ἀτελευτήτοις ψῆφον συνεκφέρων μετὰ δικαιοσύνης τοῖς ἀγαθοῖς αὐτοῦ δόγμασιν.

 

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets
y
e
n
o
m
4
k
c
i
l
C
-
g
o
l
B
o
m
e
D