Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τρίτη 9 Απριλίου 2013

ΙΒ (12). ΠΕΡΙ ΤΟΥ ΤΙΣ Ο ΑΠΟ ΤΗΣ ΣΑΡΚΟΣ ΕΣΠΙΛΩΜΕΝΟΣ ΧΙΤΩΝ.


12. ΕΡΩΤΗΣΙΣ ΙΒ'

Τίς ὁ ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένος χιτών;


Ἀπόκρισις.

Ὁ πολλοῖς πλημμελήμασι τῶν ἐκ τῆς σαρκὸς παθημάτων κεκηλιδωμένος βίος χιτών ἐστιν ἐσπιλωμένος. Ὡς ἔκ τινος γὰρ ἐνδύματος τῆς κατὰ τὸν βίον ἀναστροφῆς ἕκαστος τῶν ἀνθρώπων διαφαίνεσθαι πέφυκεν, εἴτε δίκαιος εἴτε ἄδικος, ὁ μὲν χιτῶνα καθαρὸν ἔχων τὸν ἐνάρετον βίον, ὁ δὲ πονηροῖς ἐσπιλωμένην ἔργοις τὴν ζωὴν κεκτημένος.

῍Η μᾶλλον, ἐσπιλωμένος ἀπὸ τῆς σαρκός ἐστι χιτὼν ἡ κατὰ συνείδησιν μορφοῦσα διὰ τῆς μνήμης τῶν ἐκ τῆς σαρκὸς πονηρῶν κινημάτων τε καὶ ἐνεργημάτων τὴν ψυχὴν ἕξις τε καὶ διάθεσις· ἣν ὁρῶσα διαπαντὸς καθάπερ χιτῶνά τινα περὶ ἑαυτήν, δυσωδίας πληροῦται παθῶν.

Ὡς γὰρ ἀπὸ τοῦ πνεύματος διὰ τῶν ἀρετῶν ἀλλήλαις κατὰ λόγον συνυφαινομένων ἀφθαρσίας γίνεται τῇ ψυχῇ χιτών, ὃν ἐνδυσαμένη γίνεται καλὴ καὶ ἐπίδοξος, οὕτως καὶ ἀπὸ τῆς σαρκός, τῶν παθῶν ἀλλήλοις κατὰ τὴν ἀλογίαν συνυφαινομένων, γίνεταί τις χιτὼν ἀκάθαρτος καὶ ἐσπιλωμένος, ἐξ ἑαυτοῦ δεικνὺς γνώριμον τὴν ψυχήν, μορφὴν ἄλλην αὐτῇ καὶ εἰκόνα παρὰ τὴν θείαν ἐνθέμενος.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets