2. ΕΡΩΤΗΣΙΣ Β'
Εἰ πάντα τὰ εἴδη τὰ συμπληροῦντα τὸν κόσμον ἐν ταῖς ἓξ ἡμέραις ὁ δημιουργὸς ἐποίησεν, τί μετὰ ταῦτα ὁ Πατὴρ ἐργάζεται; Λέγει γὰρ ὁ Σωτὴρ ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Μή τι ἆρα τὴν τῶν ἅπαξ γεγονότων εἰδῶν συντήρησιν λέγει;
Ἀπόκρισις.
Τοὺς μὲν πρώτους τῶν γεγονότων λόγους ὁ Θεὸς καὶ τὰς καθόλου τῶν ὄντων οὐσίας ἅπαξ, ὡς οἶδεν αὐτός, συμπληρώσας, ἔτι ἐργάζεται οὐ μόνον τὴν τούτων αὐτῶν πρὸς τὸ εἶναι συντήρησιν, ἀλλὰ καὶ τὴν κατ᾽ ἐνέργειαν τῶν ἐν αὐτοῖς δυνάμει μερῶν δημιουργίαν πρόοδόν τε καὶ σύστασιν, ἔτι μὴν καὶ τὴν διὰ τῆς προνοίας πρὸς τὰ καθόλου τῶν μερικῶν ἐξομοίωσιν, ἕως ἄν, τῷ κατὰ φύσιν γενικωτέρῳ λόγῳ τῆς λογικῆς οὐσίας διὰ τῆς πρὸς τὸ εὖ εἶναι κινήσεως τῶν μερικῶν τὴν αὐθαίρετον ἑνώσας ὁρμήν, ποιήσειεν ἀλλήλοις τε καὶ τῷ ὅλῳ σύμφωνα καὶ ταὐτοκίνητα, μὴ ἐχόντων τὴν γνωμικὴν πρὸς τὰ καθόλου τῶν ἐπὶ μέρους διαφοράν, ἀλλ᾽ εἷς καὶ ὁ αὐτὸς ἐφ᾽ ὅλων θεωρηθήσεται λόγος, μὴ διαιρούμενος τοῖς τῶν καθ᾽ ὧν ἴσως κατηγορεῖται τρόποις, καὶ οὕτως ἐνεργουμένην τὴν ἐκθεωτικὴν τῶν ὅλων ἐπιδείξηται χάριν· δι᾽ ἣν γενόμενος ἄνθρωπος ὁ Θεὸς καὶ Λόγος φησὶν ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, ὁ μὲν εὐδοκῶν, ὁ δὲ αὐτουργῶν, καὶ τοῦ ἁγίου Πνεύματος οὐσιωδῶς τήν τε τοῦ Πατρὸς ἐπὶ πᾶσιν εὐδοκίαν καὶ τὴν αὐτουργίαν τοῦ Υἱοῦ συμπληροῦντος, ἵνα γένηται διὰ πάντων καὶ ἐν πᾶσι εἷς ὁ ἐν τριάδι Θεός, ἀναλόγως ὅλος ἑκάστῳ κατὰ χάριν τῶν ἀξιουμένων καὶ ὅλοις ἐνθεωρούμενος, ὡς ὅλῳ καὶ ἑκάστῳ μέλει τοῦ σώματος δίχα μειώσεως ἐνυπάρχει φυσικῶς ἡ ψυχή.
ΣΧΟΛΙΑ.
1. Ἐν τῇ ὕλῃ· τουτέστι, τῇ καθόλου τῶν ὄντων οὐσίᾳ δυνάμει τυγχάνουσι, τά κατά μέρος ἐκ τῆς ὕλης γινόμενα μερικά, ὧν τήν γένεσιν φησίν ὁ Θεός προδήλως ἐργάζεται.
2. Τήν πρός τά καθόλου τῶν μερικῶν ἐξομοίωσιν λέγει, τήν πάντων τῶν ἀνθρώπων κατά μίαν τῆς γνώμης κίνησιν πρός τόν λόγον τῆς φύσεως ἕνωσιν, ἥν ἐργάζεται διά τῆς προνοίας ὁ Θεός, ἵνα γένηται πάντων ὥσπερ μία φύσις, οὕτω καί γνώμη, πάντων Θεῷ τε καί ἀλλήλοις συναφθέντων διά τοῦ Πνεύματος.