1. ΕΡΩΤΗΣΙΣ Α'
Τὰ πάθη αὐτὰ καθ᾽ αὑτὰ κακὰ ἢ παρὰ τὴν χρῆσιν κακά; Λέγω δὲ ἡδονὴν καὶ λύπην, ἐπιθυμίαν καὶ φόβον, καὶ τὰ τούτοις ἑπόμενα.
Ἀπόκρισις.
Τὰ πάθη ταῦτα, ὥσπερ καὶ τὰ λοιπά, τῇ φύσει τῶν ἀνθρώπων προηγουμένως οὐ συνεκτίσθη, ἐπεὶ καὶ εἰς τὸν ὅρον ἂν συνετέλουν τῆς φύσεως. Λέγω δέ, παρὰ τοῦ Νυσσαέως μεγάλου Γρηγορίου μαθών, ὅτι διὰ τὴν τῆς τελειότητος ἔκπτωσιν ἐπεισήχθη ταῦτα, τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως· δι᾽ ὧν, ἀντὶ τῆς θείας καὶ μακαρίας εἰκόνος, εὐθὺς ἅμα τῇ παραβάσει διαφανὴς καὶ ἐπίδηλος ἐν τῷ ἀνθρώπῳ γέγονεν ἡ τῶν ἀλόγων ζῴων ὁμοίωσις. Ἔδει γάρ, τῆς ἀξίας τοῦ λόγου καλυφθείσης, ὑφ᾽ ὧν γνωμικῶς ἐπεσπάσατο τῆς ἀλογίας γνωρισμάτων ἐνδίκως τὴν φύσιν τῶν ἀνθρώπων κολάζεσθαι, σοφῶς εἰς συναίσθησιν τῆς λογικῆς μεγαλονοίας ἐλθεῖν οἰκονομοῦντος τοῦ Θεοῦ τὸν ἄνθρωπον.
Πλὴν καλὰ γίνεται καὶ τὰ πάθη ἐν τοῖς σπουδαίοις, ὁπηνίκα σοφῶς αὐτὰ τῶν σωματικῶν ἀποστήσαντες, πρὸς τὴν τῶν οὐρανίων μεταχειρίζονται κτῆσιν· οἷον, τὴν μὲν ἐπιθυμίαν τῆς νοερᾶς τῶν θείων ἐφέσεως ὀρεκτικὴν ἐργάσονται κίνησιν, τὴν ἡδονὴν δὲ τῆς ἐπὶ τοῖς θείοις χαρίσμασι τοῦ νοῦ θελκτικῆς ἐνεργείας εὐφροσύνην ἀπήμονα, τὸν δὲ φόβον τῆς μελλούσης ἐπὶ πλημμελήμασι τιμωρίας προφυλακτικὴν ἐπιμέλειαν, τὴν δὲ λύπην διορθωτικὴν ἐπὶ παρόντι κακῷ μεταμέλειαν, καὶ συντόμως εἰπεῖν, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, σώματι φθαρτικοῦ θηρὸς τῆς ἐχίδνης τὴν οὖσαν ἢ μελετωμένην ἀφαιρουμένους λώβωσιν, τοῖς πάθεσι τούτοις πρὸς ἀναίρεσιν χρώμενοι παρούσης κακίας ἢ προσδοκωμένης, καὶ κτῆσιν καὶ φυλακὴν ἀρετῆς τε καὶ γνώσεως. Καλὰ οὖν, ὡς ἔφην, ταῦτα τυγχάνει διὰ τὴν χρῆσιν ἐν τοῖς πᾶν νόημα αἰχμαλωτίζουσιν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.
Εἰ δὲ καὶ ἐπὶ Θεοῦ τι τούτων εἴρηται τῇ Γραφῇ ἢ ἐπὶ ἁγίων, ἐπὶ μὲν Θεοῦ, δι᾽ ἡμᾶς, ὡς ἡμῖν προσφυῶς διὰ τῶν ἡμετέρων παθῶν τὰς σωστικὰς ἡμῶν καὶ ἀγαθουργοὺς τῆς προνοίας προόδους ἐκφαίνοντος, ἐπὶ δὲ τῶν ἁγίων, ὡς οὐκ ἄλλως δυναμένων τὰς περὶ Θεὸν νοερὰς αὐτῶν σχέσεις τε καὶ διαθέσεις διὰ φωνῆς προενέγκαι σωματικῆς, χωρὶς τῶν ἐγνωσμένων τῇ φύσει παθῶν.
-----------------------------------
ΣΧΟΛΙΑ.1. Ὅτι τούς δαφόρους περί ἡμᾶς τῆς προνοίας τρόπους τοῖς ἡμῖν ἐγνωσμένοις πάθεσιν ἡ Γραφή διαπλάττεται.
2. Ὅτι τήν περί Θεόν ποιάν σχέσιν τῶν ἁγίων τοῖς ὀνόμασι τούτοις τούτοις ἡ Γραφή διασημαίνει.