48. ΕΡΩΤΗΣΙΣ ΜΗ'
Περὶ τοῦ Ὀζίου φησὶν ἡ δευτέρα τῶν Παραλειπομένων ὅτι ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ Κυρίου. Καὶ εὐόδωσεν αὐτῷ ὁ Κύριος. Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσεν. Καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησεν λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφιλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Τίνες οἱ πύργοι καὶ τίς ἡ πύλη τῆς γωνίας καὶ τίς ἡ φάραγξ καὶ ἡ γωνία αὐτῆς; καὶ τίνες πάλιν αἱ γωνίαι τίνες τε οἱ ἐν τῇ ἐρήμῳ πύργοι; καὶ τίνες οἱ λελατομημένοι λάκκοι τίνα τε τὰ κτήνη; καὶ τίς ἡ Σεφιλὰ καὶ ἡ πεδινὴ τίνες τε οἱ ἀμπελουργοί; καὶ τίς ἡ ὀρεινὴ καὶ ὁ Κάρμηλος καὶ τὸ ὅτι γεωργὸς ἦν;
Ἀπόκρισις.
Ἐλθέ, Λόγε Θεοῦ πανύμνητε, δὸς τῶν οἰκείων λόγων τὴν σύμμετρον ἡμῖν ἀποκάλυψιν καί, περιελὼν τὴν τῶν ἐπικαλυμμάτων παχύτητα, δεῖξον ἡμῖν, Χριστέ, τὸ κάλλος τῶν νοουμένων. Λαβοῦ τῆς χειρὸς ἡμῶν τῆς δεξιᾶς, τῆς ἐν ἡμῖν λέγω νοερᾶς δυνάμεως, καὶ ὁδήγησον ἐν τῇ ὁδῷ τῶν ἐντολῶν σου καὶ εἰς τὸν τόπον ἄγαγε τῆς θαυμαστῆς σου σκηνῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορτάζοντος, ὅπως καὶ ἡμεῖς, διὰ τῆς κατὰ τὴν πρᾶξιν ἐξομολογήσεως καὶ τῆς κατὰ τὴν θεωρίαν ἀγαλλιάσεως πρὸς τὸν σὸν τῆς εὐωχίας ἄφραστον τόπον ἐλθεῖν ἀξιωθέντες, συνηχήσωμεν τοῖς ἐκεῖσε πνευματικῶς ἑορτάζουσιν, τὴν τῶν ἀλαλήτων γνῶσιν ἀσιγήτοις νοῦ φωναῖς ἀναμέλποντες.
Καί μοι σύγγνωθι, Χριστέ, καὶ ἵλαθι διὰ τὴν τῶν ἀξίων σου δούλων ἐπιταγὴν κατατολμῶντι τῶν ὑπὲρ δύναμιν, καὶ φώτισον πρὸς τὴν τῶν προκειμένων θεωρίαν τὴν ἀφώτιστόν μου διάνοιαν, ἵνα πλέον δοξασθῇς, τυφλοῖς τὸ βλέπειν διδοὺς καὶ μογιλάλοις τρανὴν τὴν γλῶσσαν ποιούμενος.
Οἶμαι τοίνυν ὅτι, ὥσπερ ἕως τινὸς Χριστοῦ τοῦ Θεοῦ τύπος ὑπῆρχεν ὁ Σολομῶν, οὕτως καὶ Ὀζίας ἕως τινὸς τύπος ἦν τοῦ Σωτῆρος. Ἰσχὺν γὰρ Θεοῦ πρὸς τὴν ἑλλάδα φωνὴν μεταφερόμενον σημαίνει Ὀζίου τὸ ὄνομα, ἰσχὺς δὲ φυσικὴ καὶ δύναμις ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ εἰς κεφαλὴν γωνίας γενόμενος λίθος, λέγω δὲ τῆς Ἐκκλησίας.
Ὡς γὰρ ἡ γωνία δύο τοίχων ποιεῖται δι᾽ ἑαυτῆς πρὸς ἀλλήλους συνάφειαν, οὕτως ἡ τοῦ Θεοῦ Ἐκκλησία τῶν δύο λαῶν, τοῦ τε ἐξ ἐθνῶν καὶ τοῦ ἐξ Ἰουδαίων, ἕνωσις γίνεται, τὸν Χριστὸν ἔχουσα σύνδεσμον, τὸν οἰκοδομοῦντα τοὺς πύργους ἔν τε Ἱερουσαλήμ, τὴν ὅρασιν λέγω τῆς εἰρήνης, τοὺς θείους καὶ ἀκαθαιρέτους πρώτους τῶν περὶ θεότητος δογμάτων λόγους, ἤγουν ὀχυρώματα, καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας τοὺς τῶν περὶ σαρκώσεως δογμάτων λόγους.
Πύλη γὰρ καὶ θύρα τῆς Ἐκκλησίας αὐτός ἐστι πάλιν ὁ λέγων ἐγώ εἰμι ἡ θύρα, ἡ τοὺς πύργους ἔχουσα, τουτέστι τὰ ὀχυρώματα τῶν περὶ σαρκώσεως θείων δογμάτων, πύλη· δι᾽ ὧν φρουρουμένους εἰς τὴν γωνίαν, τὴν Ἐκκλησίαν λέγω, δεῖ ποιεῖσθαι τοὺς καλῶς πιστεύειν βουλομένους τὴν εἴσοδον. Ὁ γὰρ τοῖς πύργοις τῶν θείων δογμάτων ὡς ἀληθείας ὀχυρώμασι καθωπλισμένος τοὺς ἐπηρεαστὰς οὐ φοβεῖται λόγους ἢ δαίμονας.
Καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος. Φάραγξ ἐστὶν ἡ σάρξ, γωνία δὲ ταύτης ἐστὶν ἡ πρὸς τὴν ψυχὴν κατὰ τὴν ἐν πνεύματι συνάφειαν ἕνωσις· ἐφ᾽ ἧς οἱ πύργοι, ἤγουν τὰ ὀχυρώματα τῶν ἐντολῶν, οἰκοδομοῦνται καὶ τὰ ἐπ᾽ αὐταῖς κατὰ τὴν διάκρισιν δόγματα, πρὸς τὸ φυλαχθῆναι τῆς σαρκὸς πρὸς τὴν ψυχὴν ἀδιάλυτον καθάπερ γωνίαν τὴν ἕνωσιν.
Καὶ ἐπὶ τῶν γωνιῶν ᾠκοδόμησε πύργους. Γωνίας τυχὸν εἶπεν ὁ λόγος τὰς διὰ Χριστοῦ γεγενημένας διαφόρους τῶν διῃρημένων κτισμάτων ἑνώσεις. ῞Ηνωσε γὰρ τὸν ἄνθρωπον, τὴν κατὰ τὸ ἄρρεν καὶ θῆλυ διαφορὰν τῷ πνεύματι μυστικῶς ἀφελόμενος καὶ τῶν ἐν τοῖς πάθεσιν ἰδιωμάτων καταστήσας ἐπ᾽ ἀμφοῖν ἐλεύθερον τὸν λόγον τῆς φύσεως.
῞Ηνωσεν δὲ καὶ τὴν γῆν, τὴν κατὰ τὸν αἰσθητὸν παράδεισον καὶ τὴν οἰκουμένην διώσας ἐξαλλαγήν. ῞Ηνωσεν δὲ καὶ τὴν γῆν καὶ τὸν οὐρανόν, μίαν ἀποδείξας πρὸς ἑαυτὴν νεύουσαν τὴν φύσιν τῶν αἰσθητῶν.
῞Ηνωσεν δὲ καὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά, καὶ μίαν ἀπέδειξεν οὖσαν τὴν τῶν γεγονότων φύσιν, κατά τινα λόγον μυστικὸν συναπτομένην. ῞Ηνωσεν δέ, κατὰ τὸν ὑπὲρ φύσιν λόγον τε καὶ τρόπον, καὶ τὴν κτιστὴν φύσιν τῇ ἀκτίστῳ. Καὶ ἐφ᾽ ἑκάστης ἑνώσεως ἤγουν γωνίας, τοὺς συνεκτικούς τε καὶ συνδετικοὺς τῶν θείων δογμάτων ὀχυρώσας, ᾠκοδόμησεν πύργους.
Καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ. Ἔρημός ἐστιν ἡ τῶν φαινομένων φύσις ἤγουν ὁ κόσμος οὗτος, ἐν ᾧ πύργους οἰκοδομεῖν πέφυκεν ὁ Λόγος, τὰς εὐσεβεῖς περὶ τῶν ὄντων δόξας τοῖς αἰτοῦσι δωρούμενος, τουτέστι τοὺς τῶν περὶ τῆς φυσικῆς θεωρίας δογμάτων ὀρθοὺς ἐν πνεύματι λόγους.
Καὶ ἐλατόμησε λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχε αὐτῷ ἐν Σεφιλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Λάκκους λατομεῖ ὁ Κύριος ἐν τῇ ἐρήμῳ, λέγω δὲ τῷ κόσμῳ καὶ τῇ φύσει τῶν ἀνθρώπων, τὰς τῶν ἀξίων καρδίας ἐκχοΐζων καὶ ἀποκαθαίρων τοῦ ὑλικοῦ βάρους τε καὶ φρονήματος καὶ ποιῶν εὐρυχώρους πρὸς ὑποδοχὴν τῶν θείων τῆς σοφίας καὶ τῆς γνώσεως ὑετῶν, ἵνα ποτίζωσιν τὰ κτήνη τοῦ Χριστοῦ, τοὺς δεομένους λέγω, διὰ ψυχῆς νηπιότητα, τῆς ἠθικῆς διδασκαλίας.
Τά τε ἐν Σεφιλᾷ κτήνη. Σεφιλὰ ἑρμηνεύεται λεκάνη στενή. Δηλοῖ δὲ τοὺς διὰ τῶν ἀκουσίων καθαιρομένους πειρασμῶν καὶ λευκαινομένους τῶν κατὰ ψυχὴν καὶ σῶμα μολυσμῶν, δεομένους ποτισθῆναι καθάπερ ὕδωρ τὸν περὶ καρτερίας καὶ ὑπομονῆς λόγον.
Καὶ ἐν τῇ πεδινῇ· τοὺς τῷ πλάτει δηλονότι τῶν δεξιῶν πραγμάτων κατὰ ῥοῦν αὐτοῖς φερομένων εὐθηνουμένους ἢ τοὺς ἐν ἀρεταῖς εὐδρομοῦντας καὶ τῷ νόμῳ τῶν ἐντολῶν ἀπαθῶς πλατυνομένους, δεομένους καὶ αὐτοὺς ποτισθῆναι τὸν περὶ ταπεινοφροσύνης μεταδόσεώς τε καὶ συμπαθείας τῶν ἀσθενεστέρων καὶ τῆς τῶν δοθέντων αὐτοῖς εὐχαριστίας λόγον.
Καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ. Ἀμπελουργοὶ μέν εἰσιν ἐν τῇ ὀρεινῇ οἱ τὸν θεῖον καὶ ἐκστατικὸν τῆς γνώσεως καὶ τῆς καρδίας εὐφραντικὸν ἐν τῷ ὕψει τῆς θεωρίας φιλοπονοῦντες λόγον. Οἱ δὲ ἐν τῷ Καρμήλῳ ἀμπελουργοὶ τυγχάνουσιν οἱ κατὰ θεωρίαν ὑψηλῶς τὸν περὶ τῆς τελείας καθάρσεως καὶ τῆς τῶν ὄντων παντελοῦς ἀφαιρέσεως ἀσκούμενοι λόγον.
Ἐπίγνωσις γὰρ περιτομῆς ὁ Κάρμηλος ἑρμηνεύεται· ἐφ᾽ ὃν ὁ γεωργῶν ἄμπελον τὸν τῆς περιτομῆς μυστικὸν λόγον γεωργεῖ, κατ᾽ ἐπίγνωσιν τὸν νοῦν περιτέμνων τῆς ὕλης καὶ τῶν ὑλικῶν, ἀλλ᾽ οὐκ ἰουδαϊκῶς τὴν αἰσχύνην δόξαν ἡγούμενος.
Χρῄζειν δὲ καὶ τούτους φησὶν ὁ λόγος τοῦ ἐκ τῶν λατομηθέντων ἐν τῇ ἐρήμῳ λάκκων θείου τῆς σοφίας νάματος, ἵνα κατὰ τὴν ἀναλογίαν τῆς πίστεως ἕκαστος τὸν ἐπιτήδειον δέχηται λόγον ἐκ τῶν πεπιστευμένων τὴν χάριν τῆς τοῦ σωτηρίου λόγου διδασκαλίας· δι᾽ οὗ μεγαλοφυῶς τῆς τοῦ καθέκαστον ἐπιμελεῖται ψυχῆς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ καλὸς καὶ ἐπιστήμων γεωργὸς καὶ ὢν καὶ ἀεὶ γινόμενος καὶ πάντα τὰ προειρημένα τῆς ἡμῶν ἕνεκεν σωτηρίας πραξάμενος.
Οὕτω μὲν οὖν ἐπιτόμως ἡμῖν καθ᾽ ἕνα τρόπον τε θεωρήσθω τὰ προτεθέντα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑφηγούμενα. Καθ᾽ ἕτερον δὲ τρόπον, καὶ εἰς τὸν καθέκαστον νοῦν θεωρούμενα, πλείστην ἔχει δύναμιν πρὸς ἀπαρτισμὸν τελειότητος τῶν τῷ φόβῳ καὶ τῇ ἀγάπῃ τοῦ Κυρίου πεφρουρημένων.
Πρὶν δὲ τῆς αὐτῶν ἅψασθαι θεωρίας, ἀπορῶ θαυμάζων πῶς ἠδύνατο τῆς Ἰουδαίας ὑπάρχων βασιλεὺς ὁ Ὀζίας κατὰ τὴν ἱστορίαν ἔχειν ἀμπελουργοὺς ἐν τῷ Καρμήλῳ, μὴ ὄντι ὑπὸ τὴν βασιλείαν Ἰούδα, ἀλλὰ τῇ τοῦ Ἰσραὴλ ὑποκειμένῳ βασιλείᾳ· ἐφ᾽ οὗ καὶ ἡ πόλις αὐτὴ τῆς τοῦ Ἰσραὴλ βασιλείας σχεδὸν ᾠκοδόμητο. Ἀλλ᾽ ὡς ἔοικε τὸ νωθρὸν ἡμῶν τῆς διανοίας πρὸς ἔρευναν τῆς ἀληθείας διεγείρων ὁ λόγος τὸ μηδαμῶς ὑπάρχον τῷ τῆς ἱστορίας ὕφει παρέμιξεν.
Ὀζίας τοίνυν ἐστὶν ὁ περὶ πρᾶξιν καὶ θεωρίαν τὴν θείαν ἰσχὺν κεκτημένος νοῦς· ἰσχὺς γὰρ Θεοῦ, καθὼς ἔφην, ἑρμηνεύεται. Καὶ ἦν φησιν Ὀζίας ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ Κυρίου. Ζαχαρίας ἑρμηνεύεται μνήμη Θεοῦ.
Οὐκοῦν ὁ νοῦς, ἐφ᾽ ὅσον ἔχει ζῶσαν ἐν ἑαυτῷ τὴν τοῦ Θεοῦ μνήμην, διὰ τῆς θεωρίας ἐκζητεῖ τὸν Κύριον, καὶ οὐχ ἁπλῶς, ἀλλ᾽ ἐν φόβῳ Κυρίου, τουτέστιν ἐν τῇ πράξει τῶν ἐντολῶν. Ὁ γὰρ ἐκζητῶν διὰ θεωρίας τὸν Κύριον χωρὶς πράξεως, οὐχ εὑρίσκει τὸν Κύριον, ὅτι οὐκ ἐν φόβῳ Κυρίου τὸν Κύριον ἐξεζήτησεν.
Καὶ εὐόδωσεν αὐτῷ ὁ Κύριος. Παντὶ γὰρ τῷ μετὰ γνώσεως πράττοντι εὐοδοῖ ὁ Κύριος, τούς τε τῶν ἐντολῶν διδάσκων τρόπους καὶ τοὺς τῶν ὄντων ἀληθεῖς λόγους ἀποκαλύπτων.
Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλήμ. Ὁ καλῶς εὐοδούμενος ἐπὶ τὴν διὰ θεωρίας ἐκζήτησιν τοῦ Κυρίου μετὰ τοῦ ἐπιβεβλημένου φόβου, τουτέστι τῆς τῶν ἐντολῶν πράξεως, οἰκοδομεῖ πύργους ἐν Ἱερουσαλήμ, κατὰ τὴν ἁπλῆν δηλαδὴ καὶ ἠρεμαίαν τῆς ψυχῆς κατάστασιν τοὺς περὶ θεότητος ἀνυψῶν λόγους.
Καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας. Πύλη τῆς γωνίας, ἤγουν τῆς ἐκκλησιαστικῆς πίστεως, ἔστιν ἡ εὐσεβὴς πολιτεία, δι᾽ ἧς εἰς τὴν τῶν ἀγαθῶν εἰσαγόμεθα κληρονομίαν· ἐφ᾽ ἧς καθάπερ πύργους ἰσχυρούς τε καὶ γενναίους ὁ γνωστικὸς νοῦς τὰ ὀχυρώματα τῶν θείων περὶ σαρκώσεως δογμάτων οἰκοδομεῖ, ὡς ἐκ λίθων τινῶν τῶν διαφόρων νοημάτων συγκείμενα, καὶ τοὺς τρόπους τῶν ἀρετῶν εἰς τὴν φυλακὴν τοῦ ἔργου τῶν ἐντολῶν.
Καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος. Φάραγξ ἐστὶν ἡ σάρξ, γωνία δὲ ταύτης ἡ πρὸς τὴν ψυχὴν διὰ τοῦ νόμου τῶν ἐντολῶν ἐστιν ἕνωσις· ἐφ᾽ ἧς καθάπερ πύργον οἰκοδομεῖ τὴν κατὰ τὸν νόμον τοῦ Πνεύματος ὑποτάσσουσαν τῇ ψυχῇ τὴν σάρκα διάγνωσιν.
Καὶ ἐπὶ τῶν γωνιῶν. Πολλάς φησιν εἶναι τὰς γωνίας, ἐφ᾽ ὧν ᾠκοδομηκέναι λέγεται τοὺς πύργους ὁ κατὰ Θεὸν ἰσχυρότατος νοῦς. Γωνία ἐστὶν οὐ μόνον ἐπὶ τῆς αὐτῆς φύσεως ἡ τῶν μερῶν πρὸς τὰ καθόλου κατὰ τὸν αὐτὸν τοῦ εἶναι λόγον ἕνωσις, ὡς φέρε εἰπεῖν πρὸς τὰ εἴδη τὰ ὑπ᾽ αὐτὰ ἄτομα καὶ πρὸς τὰ γένη τὰ εἴδη καὶ πρὸς τὴν οὐσίαν τὰ γένη, μοναδικῶς κατὰ τὸ πέρας τῶν ἄκρων ἀλλήλοις συναπτομένων, ἐφ᾽ ὧν οἱ καθόλου τῶν μερῶν προφανέντες λόγοι ποιοῦνται καθάπερ γωνίας τὰς πολλὰς καὶ διαφόρους τῶν διῃρημένων ἑνώσεις, ἀλλὰ καὶ νοῦ πρὸς αἴσθησιν καὶ οὐρανοῦ πρὸς γῆν καὶ αἰσθητῶν πρὸς νοητὰ καὶ φύσεως πρὸς λόγον, ἐφ᾽ ὧν ἁπάντων κατὰ τὴν οἰκείαν ἐπιστήμην τὰς ἀληθεῖς ἐφ᾽ ἑκάστῳ δόξας πηξάμενος ὁ θεωρητικὸς νοῦς ἐπὶ τῶν γωνιῶν σοφῶς οἰκοδομεῖ τοὺς νοητοὺς πύργους, τουτέστιν ἐπὶ τῶν ἑνώσεων τὰ συνδετικὰ τῶν ἑνώσεων δόγματα.
Καὶ κατίσχυσε καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησε λάκκους πολλούς. Ὁ τῶν παθῶν ἐξηλῶσαι δυνηθεὶς τὰς αἰσθήσεις καὶ τῆς τῶν αἰσθήσεων σχέσεως τὴν ψυχὴν ἀποδιαστείλας κατίσχυσεν ἀποτειχίσαι τὴν γενομένην τοῦ διαβόλου πρὸς τὸν νοῦν διὰ μέσων τῶν αἰσθήσεων εἴσοδον, καὶ διὰ τοῦτο κατὰ τὴν ἔρημον, φημὶ δὲ τὴν φυσικὴν θεωρίαν, οἱονεὶ πύργους ἀσφαλεῖς τὰς εὐσεβεῖς περὶ τῶν ὄντων ᾠκοδόμησε δόξας· ἐν αἷς ὁ καταφεύγων οὐ φοβεῖται τοὺς κατὰ τὴν ἔρημον ταύτην, λέγω δὲ τὴν φύσιν τῶν ὁρωμένων, λῃστεύοντας δαίμονας καὶ πλανῶντας τὸν νοῦν διὰ τῆς αἰσθήσεως καὶ πρὸς ἀγνοίας κατασύροντας ζόφον.
Καὶ ἐλατόμησε λάκκους πολλούς, τὰς διαφόρους δηλαδὴ τῶν κρειττόνων ἕξεις, τὰς δεκτικὰς τῶν θεόθεν χορηγουμένων κατὰ τὴν γνῶσιν μαθημάτων.
Ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφιλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Ὁ διὰ τῶν ὅπλων τῶν δεξιῶν καὶ ἀριστερῶν νομίμως ὑπὲρ ἀληθείας ἀθλῶν ἐκ τῶν περὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν διαφόρων ἕξεων, ὡς ἐκ λατομητῶν λάκκων, τὰ ἐν Σεφιλᾷ κτήνη, τουτέστι τὰ διὰ τῆς τῶν ἀκουσίων πειρασμῶν γυμναζόμενα πείρας περὶ τὸ σῶμα τῆς ψυχῆς κινήματα, πρὸς ὑπομονὴν ὑπαλείφει, ποτίζων τοὺς περὶ καρτερίας λόγους· τὰ δὲ ἐν τῇ πεδινῇ, τουτέστι τὰ διὰ τῶν δεξιῶν εὐθηνούμενα τῷ πλάτει τῶν ἀρετῶν τῆς ψυχῆς κινήματα, τοὺς περὶ ταπεινοφροσύνης καὶ μετριοπαθείας ποτίζει λόγους, πρὸς τὸ μήτε τοῖς ἀριστεροῖς καταπεσεῖν μήτε τοῖς δεξιοῖς ἐπαρθῆναι.
Καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ. Αμπελουργοί εἰσιν ἐν τῇ ὀρεινῇ οἱ κατὰ τὸ ὕψος μένοντες τῆς θεωρίας καὶ τὴν ἐκστατικὴν καὶ ἀπόρρητον φιλοκαλοῦντες γνῶσιν εὐσεβεῖς λογισμοί· καὶ ἐν τῷ Καρμήλῳ οἱ τὸν περὶ τελείας ἀπαθείας τε καὶ καθάρσεως διὰ τῆς τῶν ἁπάντων, ὡς ἀκροβυστίας τινὸς τῷ γονίμῳ τῆς ψυχῆς περικειμένης, ἀφαιρέσεως γεωργοῦντες λόγον λογισμοί, καὶ οἷον γνωστικῶς περιτέμνοντες παντελῶς τοῦ νοῦ τὴν σχέσιν τῶν ὑλικῶν. Ἐπίγνωσις γὰρ περιτομῆς ὁ Κάρμηλός ἐστιν.
Γεωργὸν δέ φησιν εἶναι τὸν Ὀζίαν, ὅτι πᾶς νοῦς ἰσχὺν Θεοῦ πρὸς θεωρίαν ἔχων καὶ ἀληθής ἐστι γεωργός, καθαρὰ ζιζανίων διὰ τῆς οἰκείας σπουδῆς καὶ ἐπιμελείας τὰ θεῖα τῶν ἀγαθῶν διαφυλάττων σπέρματα, μέχρις οὗ συντηροῦσαν αὐτὸν ἔχει τοῦ Θεοῦ τὴν μνήμην. Φησὶ γὰρ καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου ἐν φόβῳ Κυρίου. Ζαχαρίαν δὲ μνήμην Θεοῦ πρὸς τὴν ἑλλάδα φωνὴν μεταφερόμενον οἶδεν ὁ λόγος.
Διὸ πάντοτε δεηθῶμεν τοῦ Κυρίου τὴν σωτήριον αὐτοῦ ἡμῖν φυλαχθῆναι μνήμην, ἵνα μὴ διαφθείρῃ τὴν ψυχὴν τὸ κατορθούμενον, πρὸς ὕψος ἀρθεῖσαν καὶ τῶν ὑπὲρ φύσιν, ὡς ὁ Ὀζίας, κατατολμήσασαν.
ΣΧΟΛΙΑ
1. Σκηνήν λέγει θαυμαστήν τήν ἐξ ἡμῶν ἁγίαν τοῦ Θεοῦ σάρκα, ὡς δίχα σπορᾶς ἐν αὐτῷ τό εἶναι λαβοῦσαν· οἶκον δέ, τήν νοεράν ψυχήν. Σάρκα γάρ νοερῶς ἐμψυχωμένην ἀῤῤήτως ἥνωσεν ἑαυτῷ γενόμενος ἄνθρωπος ὁ Λόγος τῷ ὁμοίῳ τό ὅμοιον ἀνακαθαίρων. Τόπος δέ, αὐτός ἐστιν ὁ Λόγος ὁ καθ᾿ ὑπόστασιν ἀτρέπτως ἐν ἑαυτῷ τήν φύσιν πηξάμενος. Πρός ταύτην οὖν τήν σκηνήν σάρκα διερχόμεθα, τήν ἡμετέραν διά τῶν ἀρετῶν ἁγιάζοντες σάρκα, δι᾿ ὧν σύμμορφος πέφυκεν γίνεσθαι τῷ σώματι τῆς δόξης αὐτοῦ κατά τήν χάριν τοῦ Πνεύματος· καί ἕως τοῦ οἴκου τοῦ Θεοῦ διά τῆς ἀμιγοῦς θεωρίας, κατά τήν ἁπλῆν καί ἀδιαίρετον γνῶσιν, πρός αὐτήν ἀφικνούμενοι τήν νοεράν τοῦ Κυρίου ψυχήν· ἵνα καί ἡμεῖς νοῦν Χριστοῦ κατά τόν Ἀπόστολον τῇ μεθέξει τοῦ Πνεύματος ἔχωμεν, γινόμενοι κατά χάριν δι᾿ αὐτόν ὅσαπερ αὐτός φύσει κατ᾿ οἰκονομίαν γέγονεν δι᾿ ἡμᾶς.
2. Τόν ἀκρογωνιαῖον λίθον σύνδεσμον κέκληκεν τῆς γωνίας, ἤγουν Ἐκκλησίας.
3. Πύλην γωνίας τήν σάρκωσιν λέγει, πύλην οὖσαν τῆς Ἐκκλησίας· πύργους δέ, τά ὀρθά περί τῆς σαρκώσεως δόγματα.
4. Φάραγγος γωνίαν εἶπεν, τήν τε πρός τήν ψυχήν κατά φύσιν ἕνωσιν τῆς σαρκός· τήν τε κατά Πνεῦμα πρός αὐτήν τῆς ψυχῆς ὡς ἀρετῆς ὑπουργόν συνάφειαν.
5. Γωνίας ἁπλῶς λέγει, τάς τῶν ὄντων διαφόρους ἑνώσεις· ἤγουν τάς τῶν διαφόρων γενικωτέρων φύσεων πρός ἀλλήλας εἰς μίαν σύννευσιν ἑνώσεις.
6. Ὅτι πᾶσα ἕνωσις τῶν εἰρημένων κτισμάτων, λόγον ἔχει σοφίας, καθ᾿ ὅν γίνεται· οὕστινας πύργους γωνιῶν εἶπεν ὁ λόγος. Ὀχύρωμα γάρ καί πύργωσίς ἐστιν ἑκάστου τῶν ὄντων, ὅ τε κατ᾿ οὐσίαν τῆς ἐπ᾿ αὐτὰ γνώσεως, καί ὁ πρός ἄλληλα πάντων συνδετικός εἰς μίαν σύννευσιν λόγος.
7. Πύργους ἐν τῇ ἐρήμῳ φησί τούς περί φύσεως λόγους.
8. Λάκκους ἐκάλεσεν, τάς δεκτικάς τῶν οὐρανίων χαρισμάτων τῆς ἁγίας γνώσεως καρδίας, λατομουμένας τῷ στεῤῥῷ λόγῳ τῶν ἐντολῶν· καί ἀποβαλλομένας καθάπερ πορώματα τήν τε πρός τά πάθη φιλίαν, καί τήν πρός τά αἰσθητά τῆς φύσεως σχέσιν· καί πληρουμένας τῆς ἄνωθεν φερομένης ῥυπτικῆς τε τῶν παθῶν, καί ζωοποιητικῆς καί οἷον θρεπτικῆς τῶν ἀρετῶν ἐν πνεύματι γνώσεως.
9. Τά κτήνη τῆς Σεφιλά, τούς τήν ἠθικήν παιδευομένους διά πολλῶν θλίψεων φιλοσοφίαν, δεομένους τήν ὑπομονήν διδασκόντων λόγων φησίν.
10. Τά κτήνη τῆς πεδινῆς φησιν, τούς εὐδρομοῦντας ἐν ἀρεταῖς, καί ἀπαθεῖς τοῦ χείρονος διαμένοντας, δεομένους τῶν περί εὐχαριστίας λόγων τε καί διδαγμάτων.
11. Τήν ἁπλῶς ὀρεινήν λέγει, τήν ὑψηλήν ἐν Πνεύματι θεωρίαν τῆς φύσεως, ἥν γεωργοῦσιν οἱ τῶν αἰσθητῶν ἀπογενόμενοι φαντασιῶν, καί πρός τούς αὐτῶν νοητούς διά μέσων τῶν ἀρετῶν διαβάντες λόγους.
12. Κάρμηλος μέν ἐστιν τό ὕψος τῆς κατά τήν περιτομήν ἐπιγνώσεως. Περιτομή δέ καθέστηκεν, εἴτε τῆς κατά φύσιν πρός γένεσιν ἀφαίρεσις διαθέσεως, εἴτε τῆς τοῦ νοῦ πρός τά ὄντα κατά διάθεσιν σχέσεως ἀπογένεσις. Ταύτης δέ προδήλως ἄμπελός ἐστι τῆς καταστάσεως, ὁ τήν σώφρονα διδούς ἔκστασιν τῆς προνοίας λόγος· ὅν γεωργοῦσιν οἱ περί μόνην τήν ἁπλῆν καί ἄναρχον μονάδα κινούμενοι ἄνδρες καί λογισμοί. Ὁ γάρ πρός μόνην ταύτην κινούμενος, ὥσπερ ἀκροβυστίαν ἀπέτεμεν ἑαυτοῦ, τήν καλύπτουσαν τήν αἰτίαν τῆς γενέσεως τῶν ὄντων διάθεσιν.
13. Φόβον Κυρίου κέκληκε τήν πρακτικήν φιλοσοφίαν· ἐκ τῆς ἀρχῆς τό τέλος. Ἀρχή γάρ σοφίας, φόβος Κυρίου.
14. Ὁ περί θεότητος ὑψηλός λόγος, πύργος ἐστί κατά ψυχήν, ταῖς τῶν ἐντολῶν ἐνεργείαις ὀχυρούμενος.
15. Οἱ τῶν ἐπί μέρους λόγοι φησίν, τοῖς καθόλου προσχωροῦντες, τάς τῶν διῃρημένων ἑνώσεις ποιοῦνται. Διότι τῶν μερικωτέρων ἑνοειδῶς οἱ καθολικώτεροι τούς λόγους περιλαμβάνουσι· πρός οὕς φυσικῶς τήν ἀναφοράν ἔχει τά κατά μέρος.
16. Ὅτι καί τούτων ἐστί τι σχετικός ἐν Πνεύματι λόγος, τήν πρός ἄλληλα διδούς αὐτοῖς ἕνωσιν.
17. Ὁ τήν εὐσεβῆ περί ἕκαστον δόξαν κτησάμενος, οὐ δέδοικε τούς διά τῶν φαινομένων τούς ἀνθρώπους πλανῶντας δαίμονας.
18. Ἡ ἄμπελος οἶνον ποιεῖ· ὁ οἶνος, μέθην ἡ μέθη, ἔκστασιν· οὐκοῦν καί ὁ ἐνεργής λόγος, ὅπερ ἐστίν ἡ ἄμπελος, γεωργούμενος ταῖς ἀρεταῖς, γεννᾷ τήν γνῶσιν· ἡ δέ γνῶσις γεννᾷ τήν καλήν ἔκστασιν, τήν τόν νοῦν τῆς κατ᾿ αἴσθησιν σχέσεως ἐξιστῶσαν.
