Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 10 Απριλίου 2013

ΜΘ (49). ΠΕΡΙ ΤΟΥ "ΚΑΙ ΕΙΔΕΝ ΕΖΕΚΙΑΣ ΟΤΙ ΗΚΕΙ ΣΕΝΝΑΧΕΙΡΙΜ".


49. ΕΡΩΤΗΣΙΣ ΜΘ'

Τί ἐστι πάλιν ἐν τῇ αὐτῇ βίβλῳ· καὶ εἶδεν Ἐζεκίας ὅτι ἥκει Σενναχειρὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐν Ἱερουσαλήμ, καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, καὶ συνεπίσχυσαν αὐτῷ. Καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως; Τί θέλει ταῦτα σημαίνειν κατὰ θεωρίαν;


Ἀπόκρισις.

Ὁ μετὰ γνώσεως μετιὼν τὴν πρακτικὴν φιλοσοφίαν νοῦς καὶ πᾶσαν διάκρισιν θείαν διεζωσμένος κατὰ τῆς ἐναντίας δυνάμεως Ἐζεκίας ἐστίν, κατὰ τὸ ὄνομα αὐτοῦ κράτος θεῖον ἑρμηνευόμενος καὶ διὰ τοῦτο βασιλεύων τῆς Ἱερουσαλήμ, ἤγουν τῆς ψυχῆς ἢ τῆς ὁράσεως τῆς εἰρήνης, τουτέστι τῆς παθῶν ἀπηλλαγμένης γνωστικῆς θεωρίας· ὅς, ἐπειδὰν ἐπικεκινημένην ἴδῃ κατ᾽ αὐτοῦ τὴν ἀντικειμένην δύναμιν, δεόντως βουλεύεται μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν ἔξω τῆς πόλεως πηγῶν. Ἄρχοντες δὲ τυγχάνουσι τοῦ τοιούτου νοὸς ὁ τῆς πίστεως λόγος καὶ ὁ τῆς ἐλπίδος καὶ ὁ τῆς ἀγάπης, πρεσβυτικῶς δυναστεύοντες πάντων τῶν κατὰ ψυχὴν θείων νοημάτων τε καὶ λογισμῶν καὶ σοφῶς τῷ νῷ συμβουλεύοντες, κατὰ ταὐτὸν ὁμοῦ καὶ συνεπισχύοντες κατὰ τῆς ἐναντίας δυνάμεως καὶ τοὺς τρόπους τῆς αὐτῆς καθαιρέσεως ὑποδεικνύντες. Χωρὶς γὰρ πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης οὐδὲν οὔτε τῶν κακῶν καταργεῖται παντελῶς οὔτε τῶν καλῶν κατορθοῦται τὸ σύνολον.

Ἡ μὲν γὰρ πίστις πείθει τῷ Θεῷ προσχωρεῖν τὸν νοῦν πολεμούμενον, πάσης αὐτῷ γινομένη παρασκευῆς ὅπλων ἀσωμάτων πρὸς τὸ θαρρεῖν παραμύθιον. Ἡ ἐλπὶς δὲ τῆς θείας αὐτῷ καθίσταται βοηθείας ἐγγυητὴς ἀψευδέστατος, τὴν τῶν ἐναντίων καθαίρεσιν ἐπαγγελλομένη δυνάμεων. Ἡ δὲ ἀγάπη δυσμετακίνητον, μᾶλλον δὲ πάμπαν ἀκίνητον τῆς θείας στοργῆς αὐτὸν εἶναι παρασκευάζει, καὶ πολεμούμενον, προσηλοῦσα τῷ θείῳ πόθῳ πᾶσαν αὐτοῦ τὴν τῆς ἐφέσεως δύναμιν.

Καὶ συνᾴδει γε τούτοις τοῖς ῥήμασιν ἑρμηνευόμενα τὰ τῶν ἀρχόντων ὀνόματα. Ἄρχοντες δὲ τοῦ Ἐζεκίου κατ᾽ ἐκεῖνον ὑπῆρχον τὸν χρόνον Ἐλιακὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰ[φ] ὁ ὑπομνηματογράφος. Ἑρμηνεύεται δὲ ὁ μὲν Ἐλιακὶμ Θεοῦ ἀνάστασις, ὁ δὲ πατὴρ αὐτοῦ Χελκίας μερὶς Θεοῦ.

Οὐκοῦν θείας μερίδος, ἤγουν γνώσεως ἀληθοῦς, υἱὸς πρῶτός τε καὶ μόνος ὁ κατὰ τὴν πίστιν τῆς ἐν ἡμῖν θείας ἀναστάσεώς ἐστι λόγος, μετὰ τῆς δεούσης κατὰ τὴν γνῶσιν οἰκονομίας ἤγουν διακρίσεως καλῶς διαφέρων τάς τε τῶν ἑκουσίων καὶ ἀκουσίων πειρασμῶν ἐπαναστάσεις.

Σομνᾶς δὲ ὁ γραμματεὺς ἑρμηνεύεται ἐπιστροφή, σαφῶς μηνύουσα δι᾽ ἑαυτῆς τὸν πληρέστατον τῆς θείας ἐλπίδος λόγον, οὗ χωρὶς οὐδαμῶς οὐδενὶ καθοτιοῦν πρὸς Θεὸν ἐπιστροφὴ γίνεσθαι πέφυκεν, εἴπερ ἐλπίδος ἴδιον τὸ γραμματεύειν ἤγουν διδάσκειν τε καὶ ὑπ᾽ ὄψιν ἄγειν ὡς παρόντα τὰ μέλλοντα καὶ μηδαμῶς ἀπεῖναι πείθειν τῶν πολεμουμένων ὑπὸ τῆς ἀντικειμένης δυνάμεως τὸν ὑπερασπίζοντα Θεόν, ὑπὲρ οὗ καὶ δι᾽ ὃν τοῖς ἁγίοις ὁ πόλεμος. Ἰωὰχ δὲ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος ἑρμηνεύεται ἀδελφότης Θεοῦ, καὶ Ἀσὰφ ὁ πατὴρ αὐτοῦ συναγωγή.

Οὐκοῦν τῆς κατὰ τὸ αὐτὸ περὶ τὰ θεῖα συναγωγῆς τε καὶ ἑνώσεως τῶν ψυχικῶν δυνάμεων, τουτέστι τῆς λογικῆς καὶ θυμικῆς καὶ ἐπιθυμητικῆς, ἡ ἀγάπη καθέστηκε γέννημα· καθ᾽ ἣν ἐγγράφοντες τῇ μνήμῃ τὸ τῆς θείας ὡραιότητος κάλλος οἱ τὸ ἰσότιμον ἤδη πρὸς Θεὸν διὰ τῆς χάριτος κομισάμενοι—τῆς γὰρ ἰσοτιμίας τὴν χάριν σημαίνει προδήλως ἡ ἀδελφότης—ἀνεπίληστον ἔχουσι τῆς τῷ ἡγεμονικῷ τῆς ψυχῆς ὑπομνηματογραφούσης τε καὶ ἐντυπούσης τὸ ἀκήρατον κάλλος [τῆς] θείας ἀγάπης τὴν ἔφεσιν.

Ἐπειδὴ τοίνυν ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ποσῶς ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας κατεστοχάσατο τῆς ἀληθείας ὁ λόγος· πᾶς νοῦς, κατὰ τὸν Ἐζεκίαν θείῳ κράτει διεζωσμένος, καθάπερ πρεσβυτέρους τινὰς καὶ ἄρχοντας κέκτηται τήν τε λογικὴν δύναμιν, ἐξ ἧς ἡ γνωστικὴ γεννᾶσθαι πέφυκε πίστις, καθ᾽ ἣν ἀεὶ παρόντα τὸν Θεὸν ἀρρήτως διδάσκεται καὶ ὡς παροῦσι συγγίνεται διὰ τῆς ἐλπίδος τοῖς μέλλουσι, καὶ τὴν ἐπιθυμητικὴν δύναμιν, καθ᾽ ἣν ἡ θεία συνέστηκεν ἀγάπη, δι᾽ ἦς, ἑκουσίως ἑαυτὸν προσηλώσας τῷ πόθῳ τῆς ἀκηράτου θεότητος, ἄλυτον ἔχει τοῦ ποθουμένου τὴν ἔφεσιν, ἔτι μὴν καὶ τὴν θυμικὴν δύναμιν, καθ᾽ ἣν ἀπρὶξ τῆς θείας εἰρήνης ἀντέχεται, ἐπιστύφων πρὸς τὸν θεῖον ἔρωτα τῆς ἐπιθυμίας τὴν κίνησιν.

Ταύτας δὲ ἔχει τὰς δυνάμεις πᾶς νοῦς συνεργούσας αὐτῷ πρός τε τὴν τῆς κακίας καθαίρεσιν καὶ τὴν τῆς ἀρετῆς σύστασίν τε καὶ συντήρησιν, ὡς μὲν πρεσβυτέρους, ὅτι πρῶται τῆς ψυχῆς καὶ συμπληρωτικαὶ τῆς αὐτῆς οὐσίας δυνάμεις ὑπάρχουσιν, ὡς ἄρχοντας δέ, ὅτι καὶ τῶν ἐξ αὐτῶν κινημάτων ἔχουσι τὴν ἀρχὴν καὶ τῶν ὑφ᾽ αὑτὰς ἐνεργημάτων βουλήσει τοῦ κινοῦντος νοὸς τὴν ἐξουσίαν. Αὗται καὶ συμβουλεύουσιν αὐτῷ καὶ συνεπισχύουσιν, ἵνα ἐμφράξῃ τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, μᾶλλον δὲ κυριώτερον εἰπεῖν, ὑπάρχουσιν· ἀεὶ γὰρ τὸ διὰ τῆς ἱστορίας παρελθὸν ὡς παρὸν μυστικῶς διὰ τῆς θεωρίας ἐνέστηκεν· ταύτας ἔχων ὑγιεῖς καὶ ἀνεξαπατήτους, συνάγει τὸν πολὺν λαόν, τὰ ἐξ αὐτῶν εὐσεβῆ δηλονότι κατὰ φύσιν κινήματά τε καὶ διανοήματα.

Ὕδατα δὲ τὰ ἔξω τῆς πόλεως, τουτέστι τῆς ψυχῆς, τὰ ποιοῦντα τὸν ποταμὸν τὸν διορίζοντα διὰ μέσου τῆς πόλεως, εἰσὶ τὰ κατὰ τὴν φυσικὴν θεωρίαν δι᾽ ἑκάστης αἰσθήσεως ἐκ τοῦ κατ᾽ αὐτὴν αἰσθητοῦ παραπεμπόμενά τε καὶ εἰσρέοντα τῇ ψυχῇ νοήματα· ἐξ ὧν ὁ διερχόμενος ὡς πόλιν τὴν ψυχήν, τῆς τῶν αἰσθητῶν ἐπιστήμης, ποταμοῦ δίκην, ἀποτελεῖται λόγος· ὃν ἕως ἔχῃ διερχόμενον αὐτὴν ἡ ψυχή, οὐκ ἀποβάλλεται τὰς τῶν αἰσθητῶν εἰκόνας τε καὶ φαντασίας, δι᾽ ὧν ἐφισταμένη πολεμεῖν αὐτὴν πέφυκεν ἡ πονηρὰ καὶ ὀλέθριος δύναμις.

Διό φησιν Ἐζεκίας· μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ, ὡσανεὶ ἔλεγεν ὁ διαγνωστικὸς νοῦς ταῖς ἑαυτοῦ δυνάμεσιν ἐν τῷ καιρῷ τῆς τῶν παθῶν ἐπαναστάσεως· "παυσώμεθα τῆς φυσικῆς θεωρίας καὶ μόνῃ προσχωρήσωμεν τῇ προσευχῇ καὶ τῇ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν κακοπαθείᾳ τοῦ σώματος —ὧν τῆς μὲν προσευχῆς ἡ εἰς τὸν ναὸν τοῦ Θεοῦ ἄνοδος τοῦ βασιλέως ἔφερε τύπον, τῆς δὲ σωματικῆς κακοπαθείας ἡ τοῦ σάκκου περιβολή—, μήπως τοῖς τῶν αἰσθητῶν νοήμασι συνεισβάλῃ κακούργως λαθὼν ὁ πονηρὸς τὰ τῶν αἰσθητῶν εἴδη καὶ σχήματα, δι᾽ ὧν πέφυκε τὰ πάθη δημιουργεῖσθαι περὶ τὰς ἐπιφανείας τῶν ὁρατῶν, στάσιν λαμβανούσης διὰ τῆς μέσης αἰσθήσεως τῆς περὶ τὰ νοητὰ διαβάσεως τῆς ἐν ἡμῖν λογικῆς ἐνεργείας, καὶ κατισχύσῃ πορθῆσαι τὴν πόλιν, τουτέστι τὴν ψυχήν, καὶ εἰς Βαβυλῶνα, λέγω δὲ τὴν τῶν παθῶν σύγχυσιν, κατασύρῃ».

Ὁ τοίνυν ἐν καιρῷ τῆς τῶν παθῶν ἐπαναστάσεως γενναίως μύσας τὰς αἰσθήσεις, καὶ τὴν τῶν αἰσθητῶν φαντασίαν τε καὶ μνήμην παντελῶς ἀπωσάμενος, καὶ συστείλας πάντῃ τὰς τοῦ νοῦ περὶ τὴν τῶν ἐκτὸς ἔρευναν φυσικὰς κινήσεις, κατὰ τὸν Ἐζεκίαν ἐνέφραξε τὰ ὕδατα τῶν πηγῶν, ἅ ἐστιν ἔξω τῆς πόλεως, καὶ τὸν διορίζοντα διὰ μέσου τῆς πόλεως ποταμὸν διέκοψεν, συνεπισχυσασῶν αὐτῷ τῶν εἰρημένων δυνάμεων καὶ τοῦ συναχθέντος πολλοῦ λαοῦ, φημὶ δὲ τῶν καθ᾽ ἑκάστην δύναμιν εὐσεβῶν λογισμῶν, καὶ κατῄσχυνε, νικήσας διὰ τῆς θείας χειρός, τὴν ἐπαναστᾶσαν αὐτῷ πονηρὰν καὶ τυραννικὴν δυναστείαν, καὶ διὰ τοῦ θείου προστάγματος, ὡς δι᾽ ἀγγέλου τινός, τοῦ διαφθείρειν τὰ πάθη πεφυκότος λόγου, ἀποκτείνας τὰς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας, τουτέστι τὴν ποιητικὴν τῆς κακίας ἕξιν, τὴν παραλόγως ταῖς τρισὶ τῆς ψυχῆς διὰ τῶν αἰσθητῶν ἐπιφυομένην δυνάμεσι, καὶ τὴν ἐπ᾽ αὐταῖς ἐνέργειαν τῶν αἰσθήσεων.

Χρὴ τοιγαροῦν μήτε φυσικὴν μετιέναι θεωρίαν τὸν γνωστικῶς τὰς ἀοράτους συμπλοκὰς ὑπαλύσκειν ἐπιστάμενον νοῦν μὴδ᾽ ἄλλό τι ποιεῖν ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων προσβολῆς ἢ μόνον προσεύχεσθαι καὶ τὸ σῶμα πόνοις καταδαμάζειν καὶ τὴν τοῦ χοϊκοῦ φρονήματος διὰ πάσης σπουδῆς ποιεῖσθαι καθαίρεσιν καὶ φυλάττειν τὰ τείχη τῆς πόλεως—λέγω δὲ τὰς φρουρητικὰς τῆς ψυχῆς ἀρετὰς ἢ τὰς τῶν ἀρετῶν φυλακτικὰς μεθόδους, ἐγκράτειαν λέγω καὶ ὑπομονήν—διὰ τῶν ἐμφύτων ἀγαθῶν λογισμῶν, μηδενὸς τὸ σύνολον λογισμοῦ ἀντιρρητικῶς τινι τῶν ἐκτὸς νοητῶν πολεμίων ἀποκρινομένου, μήπως, διὰ τῶν δεξιῶν ἀπατήσας, ἀποστήσῃ Θεοῦ, κλέψας τὴν ἔφεσιν, ὁ τὴν ψυχὴν ποτίζων ἀνατροπὴν θολεράν, καὶ διὰ τῶν νομιζομένων καλῶν πρὸς τὰ χείρονα τὴν τὰ καλὰ ζητοῦσαν ὑποσύρῃ διάνοιαν λαλῶν Ἰουδαϊστὶ Ῥαψάκης ὁ ἀρχιστράτηγος Σενναχειρὶμ βασίλεως Ἀσσούρ. Ῥαψάκης δὲ ἑρμηνεύεται πολὺς ποτισμῷ μετὰ φιλημάτων ἢ μεγάλα ἔχων φιλήματα.

Ὁ πονηρὸς γὰρ δαίμων, ὁ διὰ τῶν δεξιῶν τὸν νοῦν εἰωθὼς πολεμεῖν, Ἰουδαϊστὶ λαλεῖ διὰ τῆς νομιζομένης ἀλλ᾽ οὐκ οὔσης ἀρετῆς, τὴν θολερὰν ἀνατροπὴν τὴν ψυχὴν ποτίζων, δεικνὺς αὐτῇ τὴν ἠπατημένην καὶ ὀλέθριον φιλίαν, ἧς τοῦ πλήττοντος μᾶλλον φίλου καθέστηκε τὰ τραύματα κρείττονα· φησὶ γὰρ ἀξιοπιστότερα τραύματα φίλου ὑπὲρ φιλήματα ἐχθροῦ. Σενναχειρὶμ δὲ πειρασμὸς ξηρασίας ἑρμηνεύεται ἢ ὀδόντες ἠκονημένοι, ὅς ἐστιν ὁ διάβολος, ὁ κατ᾽ ἀλήθειαν διὰ τῶν πρὸς κακίαν ἠκονημένων λογισμῶν— τοῦτο γάρ μοι νοεῖται ὀδόντες ἠκονημένοι—τὴν ἐν ἡμῖν τῶν θείων ναμάτων τῆς γνώσεως καταξηραίνων ἐπιρροήν, κατὰ τὴν ἐνέργειαν ἣν πέφυκε τοῖς αὐτὸν παραδεχομένοις ἐμποιεῖν, λαχὼν τὴν κλῆσιν τοῦ ὀνόματος πρόσφορον, πειρασμὸς ὄντως ξηρασίας καὶ ὢν καὶ καλούμενος, ὡς ἐρήμους καθιστῶν πάσης τῆς ἐν πνεύματι ζωτικῆς διαδόσεως τοὺς ὑποπεσόντας τοῖς δόλοις αὐτοῦ.

῍Η τυχὸν πειρασμὸς κέκληται ξηρασίας ὁ Σενναχειρίμ, τουτέστι ὁ διάβολος, ὡς ἄπορος καὶ πένης καὶ πάσης ἐστερημένος πρὸς τὴν καθ᾽ ἡμῶν ἐπανάστασιν ἰδικῆς δυναστείας, καὶ χωρὶς τῶν αἰσθητῶν, δι᾽ ὧν εἴωθε τὴν ψυχὴν πολεμεῖν, οὐδὲν ἡμᾶς βλάψαι δυνάμενος καὶ διὰ τοῦτο δεόμενος τῆς καθ᾽ ἡμῶν περινενοημένης τυραννίδος τῶν ἔξω τῆς πόλεως πηγῶν, τουτέστι τῶν ὑλικῶν νοημάτων, οἷς πέφυκεν συνεισβάλλειν τῇ ψυχῇ τὰ σχήματα καὶ τὰ εἴδη τῶν αἰσθητῶν· δι᾽ ὧν τυπουμένη φυσικῶς διὰ τὴν σχέσιν ἡ αἴσθησις πολλάκις γίνεται τῷ διαβόλῳ πρὸς καθαίρεσιν τῆς κατὰ ψυχὴν θείας εὐπρεπείας ὅπλον πονηρὸν καὶ ὀλέθριον, ὅλην προδιδοῦσα τῷ ἐχθρῷ, διὰ τῆς καθ᾽ ἡδονὴν θωπείας, τοῦ ἐν ἡμῖν λόγου τὴν δύναμιν.

Ἀλλ᾽ ὁ γενναίως διὰ τῆς λελογισμένης ἐγκρατείας μύσας τὰς αἰσθήσεις καὶ διὰ τῶν κατὰ ψυχὴν δυνάμεων τὰς πρὸς τὸν νοῦν τῶν αἰσθητῶν σχημάτων ἀποτειχίσας εἰσόδους εὐχερῶς τοῦ διαβόλου τὰς πονηρὰς διόλλυσι μηχανάς, ὑποστρέφων αὐτὸν μετ᾽ αἰσχύνης τῇ ὁδῷ ᾖ ἦλθεν—ὁδὸς δέ, δι᾽ ἧς ὁ διάβολος ἔρχεται, ἔστι τὰ πρὸς σύστασιν τοῦ σώματος εἶναι δοκοῦντα ὑλικά—εἰς τὴν ἑαυτοῦ γῆν, φημὶ δὲ τὴν σύγχυσιν, καὶ τοῖς ἐξ αὐτοῦ γεννηθεῖσι πονηροῖς λογισμοῖς αὐτὸν ἀποκτέννων, μεταφέρων αὐτοὺς πρὸς τὴν παράθεσιν τῆς ἀναπαύσεως.

Ὁ γὰρ δυνηθεὶς τὸν διάβολον τοῖς αὐτοῦ χειρώσασθαι λογισμοῖς διὰ τῆς πρὸς τὸ κρεῖττον κατὰ τὴν θεωρίαν συγχρήσεως τὸν Σενναχειρὶμ ἀπέκτεινε διὰ τῶν αὐτοῦ υἱῶν καὶ πρὸς τὴν γῆν αὐτοὺς ἐφυγάδευσεν Ἀρμενίας, μεταθέμενος δηλονότι πρὸς τὴν παράθεσιν τῆς ἀναπαύσεως τοὺς τὴν ψυχὴν διὰ τῆς αἰσθήσεως συγχέοντας λογισμούς. Παράθεσις γὰρ ἀναπαύσεως Ἀρμενία ἑρμηνεύεται. Παράθεσις δὲ τῆς ἀναπαύσεώς ἐστιν ἡ προβολὴ τῶν θείων ἀρετῶν· πρὸς ἣν μεταφέρων ὁ νοῦς τοὺς ποτὲ πρὸς τὰ κατ᾽ αἴσθησιν πάθη τῆς ἀτιμίας αὐτὸν ὑποσύροντας λογισμοὺς ἀποκτείνει τὸν ἐπ᾽ ὀλέθρῳ τῆς ἀνθρωπίνης φύσεως τούτους γεννῶντα διάβολον.

Καλῶς οὖν καὶ πάνυ σοφῶς κατὰ τὸ νοούμενον τῆς Γραφῆς Ἐζεκίας πεποίηκεν, ἐμφράξας τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω Ἱερουσαλήμ, διὰ Σενναχειρὶμ βασιλέα τῶν Ἀσσυρίων. Πηγαὶ οὖν εἰσιν ἔξω τῆς πόλεως, τουτέστι τῆς ψυχῆς, τὰ αἰσθητὰ πάντα· ὕδατα δὲ τούτων τυγχάνουσι τῶν πηγῶν τὰ τῶν αἰσθητῶν νοήματα· ποταμὸς δὲ διορίζων διὰ μέσου τῆς πόλεώς ἐστιν ἡ κατὰ τὴν φυσικὴν θεωρίαν ἐκ τῶν αἰσθητῶν νοημάτων συναγομένη γνῶσις, διὰ μέσης διερχομένη τῆς ψυχῆς, ὡς νοῦ καὶ αἰσθήσεως οὖσα μεθόριος.

Ἡ γὰρ γνῶσις τῶν αἰσθητῶν οὔτε πάντῃ τῆς νοερᾶς ἀπεξένωται δυνάμεως οὔτε διόλου μόνῃ προσνενέμηται τῇ κατ᾽ αἴσθησιν ἐνεργείᾳ, ἀλλ᾽ οἷον τῆς τε τοῦ νοῦ πρὸς τὴν αἴσθησιν καὶ πρὸς τὸν νοῦν τῆς αἰσθήσεως συνόδου μέση τυγχάνουσα, δι᾽ ἑαυτῆς ποιεῖται τὴν πρὸς ἄλληλα τούτων συνάφειαν, κατὰ μὲν τὴν αἴσθησιν κατ᾽ εἶδος τυπουμένη τοῖς σχήμασι τῶν αἰσθητῶν, κατὰ δὲ τὸν νοῦν εἰς λόγους τῶν σχημάτων τοὺς τύπους μεταβιβάζουσα.

Διὸ ποταμὸς διορίζων διὰ μέσης τῆς πόλεως εἰκότως προσηγορεύθη τῶν ὁρωμένων ἡ γνῶσις, ὡς τῶν ἄκρων, λέγω δὲ νοῦ καὶ αἰσθήσεως, οὖσα μεταίχμιος.

Ταύτην ἐμφράττων ἐν καιρῷ τῆς τῶν παθῶν διοχλήσεως διὰ τὴν ἐπήρειαν τῆς πρὸς τὸν νοῦν τῶν ὑλικῶν σχημάτων ἐμπτώσεως, ὁ μετὰ γνώσεως τὰς ἀφανεῖς τῶν πονηρῶν δαιμόνων συμπλοκὰς διαλύων ἀποκτείνει τὰς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας, λέγω δὲ τὴν ποιητικὴν τῆς κακίας ἕξιν, τὴν παραλόγως, ὡς ἔφην, ταῖς τρισὶ τῆς ψυχῆς διὰ τῶν αἰσθητῶν ἐπιφυομένην δυνάμεσι, καὶ τὴν ἐπ᾽ αὐταῖς ἐνέργειαν τῶν αἰσθήσεων, ἤτοι τὴν τῶν φυσικῶν δυνάμεων ἐπ᾽ αἰσθήσεσι παράλογον ἐνέργειαν.

Ὁ γὰρ ἑξαδικὸς ἀριθμός, εἴτε ἐκ μονάδων ἔχει τὴν σύνθεσιν εἴτε ἐκ δεκάδων εἴτε ἐξ ἑκατοντάδων εἴτε ἐξ ἑτέρου τινὸς ἀριθμοῦ, τὴν ποιητικὴν ἕξιν δηλοῖ τῆς ἀρετῆς ἢ τῆς κακίας κατὰ τὴν ἀναλογίαν τοῦ πολλαπλασιασμοῦ τῆς συνθέσεως, τὴν ἀπαρτίζουσαν τήνδε ἢ τήνδε τὴν ἕξιν διάθεσιν τοῖς μετ᾽ ἐπιστήμης τοῖς ἀριθμοῖς ἐπιβάλλουσι παριστῶν· ᾧτινι ἑξαδικῷ ἀριθμῷ συναφθεὶς ἢ προστεθεὶς ἢ συντεθεὶς ὁ πέντε ἀριθμὸς παραδηλοῖ τὰς αἰσθήσεις, ἤγουν τὴν τῶν αἰσθητῶν δύναμιν ἢ ἕξιν ἢ ἐνέργειαν, παρακειμένην ἢ ἐπικειμένην ἢ συγκειμένην ταῖς κατὰ φύσιν τῆς ψυχῆς δυνάμεσιν.

Οἷον, εἰ μὲν συνῆπται κατὰ τὰς μονάδας, ὡς ἁπλοῦς ἁπλῷ, ὁ πέντε ἀριθμὸς τῷ ἕξ, τὴν ἐπ᾽ αἰσθήσεσι μόνῃ δυνάμει ποιητικὴν ἐπιτηδειότητα παρίστησιν· εἰ δὲ προστέθειται συνθέτῳ ἐκ πολλῶν τῷ ἓξ ἀριθμῷ ὁ ἁπλοῦς ἐκ μονάδων πέντε ἀριθμός, τὴν ἐπ᾽ αἰσθήσεσι κατὰ τὴν δύναμιν ποιητικὴν ἕξιν δηλοῖ· εἰ δὲ συντέθειται συνθέτῳ τῷ ἐκ πολλῶν ἓξ ἀριθμῷ ὁ ἐκ πολλῶν πέντε σύνθετος, τὴν ἐπ᾽ αἰσθήσεσι κατά τε τὴν δύναμιν καὶ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν ἀποτελεστικὴν σημαίνει ποίησιν, ἤγουν περαίωσιν τῆς ἀρετῆς ἢ τῆς κακίας, ὡς δ᾽ ἂν ὁ ἀριθμὸς ἔχων τύχοι εἴτε ψεκτῶς εἴτε ἐπαινετῶς, κατὰ τὸν θεωρούμενον τῆς Γραφῆς ἤγουν ἐξεταζόμενον τόπον.

Ὁ μὲν οὖν ἑξαδικὸς ἀριθμὸς ἐκ δεκάδων συντεθεὶς ποιεῖ τὸν ἑξήκοντα· ὁ δὲ ἑξήκοντα τριπλασιασθεὶς διὰ τὰς γενικὰς τρεῖς τῆς ψυχῆς δυνάμεις, προστεθέντων πέντε διὰ τὰς ἐμφύτους αἰσθήσεις, ποιεῖ τὸν ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε ἀριθμὸν καὶ δηλοῖ τὴν ἐπ᾽ αἰσθήσεσι τῶν κατὰ φύσιν δυνάμεων ποιητικὴν τῆς κακίας ἕξιν, ἐπειδὴ ψεκτῶς κεῖται κατὰ τοῦτον τῆς ἁγίας Γραφῆς τὸν τόπον οὗτος ὁ ἀριθμός, ἣν ἀποκτείνει, ὡς δι᾽ ἀγγέλου τινὸς τοῦ θείου Λόγου τῆς γνώσεως, ὁ τῆς οἰκείας δυνάμεως τῇ προσευχῇ πλέον ἐπερειδόμενος νοῦς καὶ παντὸς κατορθώματος καὶ πάσης κατὰ δαιμόνων νίκης αἴτιον τὸν Θεὸν μόνον ἐπιγραφόμενος.

Ὁ τοίνυν κατὰ τὸν καιρὸν τῆς τῶν πειρασμῶν ἐπαναστάσεως τῆς μὲν φυσικῆς ἀπεχόμενος θεωρίας, τῆς δὲ προσευχῆς κατὰ τὴν ἐκ πάντων πρὸς ἑαυτόν τε καὶ τὸν Θεὸν τοῦ νοῦ συστολὴν ἀντεχόμενος, ἀποκτείνει τὴν ἐπ᾽ αἰσθήσεσι τῶν φυσικῶν τῆς ψυχῆς δυνάμεων παρὰ φύσιν κινουμένων ποιητικὴν τῆς κακίας ἕξιν καὶ ἀποστρέφει μετ᾽ αἰσχύνης τὸν διάβολον ἀποβαλόμενον τὴν εἰρημένην ἕξιν, ἐφ᾽ ᾗ πεποιθὼς μετὰ τῆς οἰκείας ἀλαζονείας ἦλθε πρὸς τὴν ψυχήν, διὰ τῶν ὑπερηφάνων λογισμῶν τῆς ἀληθείας κατεπαιρόμενος.

Ὅπερ τυχὸν καὶ γνοὺς καὶ παθὼν καὶ ποιήσας ὁ μέγας Δαβίδ, ὁ πάντων μάλιστα πεῖραν ἔχων τῆς τῶν νοητῶν πολέμων παρατάξεως, ἐν τῷ συστῆναι, φησί, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ μετ᾽ αὐτὸν ὁ θεῖος Ἱερεμίας, προστάσσων τῷ λαῷ μὴ ἐκβῆναι τῆς πόλεως διὰ τὴν κυκλόθεν παροικοῦσαν τῶν ἐχθρῶν ῥομφαίαν.

Καὶ τοῦτο εἴπερ Ἄβελ ὁ μακάριος ἐφυλάξατο καὶ μὴ συνεξῆλθε τῷ Κάϊν ἐν τῷ πεδίῳ, τουτέστιν ἐν τῷ πλάτει τῆς φυσικῆς θεωρίας πρὸ τῆς ἀπαθείας, οὐκ ἂν ἐπαναστὰς ἀπέκτεινεν αὐτὸν μετὰ δόλου, κλέψας τοῖς δεξιοῖς κατὰ τὴν τῶν ὄντων θεωρίαν πρὸ τῆς τελείας ἕξεως, ὁ τῆς σαρκὸς νόμος ὁ Κάϊν καὶ ὢν καὶ καλούμενος· ὃν πρῶτον ἐκτήσατο καρπὸν τῆς παραβάσεως, κατὰ τὴν δύναμιν τῆς αὐτοῦ προσηγορίας, ὁ πρῶτος ἄνθρωπος Ἀδάμ, γεννήσας νόμον ἁμαρτίας, ὃν κατὰ τὸν παράδεισον αὐτῷ ὁ θεὸς οὐκ ἐδημιούργησε· κτῆσις γὰρ ἑρμηνεύεται ὁ Κάϊν.

Ὁμοίως δὲ καὶ Δίνα, ἡ τοῦ μεγάλου θυγάτηρ Ἰακώβ, εἰ μὴ συνεξῆλθε ταῖς θυγατράσι τῶν ἐγχωρίων, τουτέστι ταῖς αἰσθητικαῖς φαντασίαις, οὐκ ἂν Συχὲμ υἱὸς Ἐμμὸρ ἐπαναστὰς αὐτὴν ἐταπείνωσε. Συχὲμ δὲ ἑρμηνεύεται νῶτος, Ἐμμὸρ δὲ ὄνος, τουτέστι τὸ σῶμα. Ὁ μὲν οὖν νῶτος, τουτέστιν ὁ Συχέμ, τοῦ Ἐμμόρ, ἤγουν τοῦ σώματος, ὀπίσθιος νόμος ἐστίν, ἀλλ᾽ οὐκ ἐμπρόσθιος, τουτέστιν ὕστερος, ἀλλ᾽ οὐ πρῶτος.

Κατ᾽ ἀρχὰς γάρ, ἤτουν ἔμπροσθεν, πρὶν γενέσθαι τῆς θείας ἐντολῆς τὴν παράβασιν, οὐκ εἶχε τὸ σῶμα τοῦτο τὸ ἀνθρώπινον, τουτέστιν ὁ Ἐμμόρ, τὸν νόμον τῆς ἁμαρτίας, λέγω δὲ τὸν Συχέμ, ἀλλ᾽ ὕστερον ἐπεφύη τῷ σώματι διὰ τὴν παρακοὴν τῆς ἁμαρτίας ὁ νόμος· ὃν ὁ ἀληθὴς διασκοπήσας λόγος διὰ τὴν ὕστερον γένεσιν προσηγόρευσε Συχέμ, τουτέστι νῶτον, ὅπέρ ἐστιν ὀπίσθιος· τὸ γὰρ ὀπίσθιον δηλοῖ σαφῶς κατὰ φύσιν ὁ νῶτος.

Ὥστε καλόν ἐστι πρὸ τῆς τελείας ἕξεως μὴ ἅπτεσθαι τῆς φυσικῆς θεωρίας, ἵνα μή, λόγους ἐπιζητοῦντες πνευματικοὺς ἐκ τῶν ὁρωμένων κτισμάτων, λάθωμεν πάθη συλλέγοντες. Πλέον γὰρ ἐν τοῖς ἀτελέσι δυναστεύει πρὸς τὴν αἴσθησιν τὰ φαινόμενα σχήματα τῶν ὁρωμένων ἢ πρὸς τὴν ψυχὴν οἱ ἐγκεκρυμμένοι τοῖς σχήμασι λόγοι τῶν γεγονότων.

 
--------------------------
ΣΧΟΛΙΑ

1. Ἡ τῶν ὄντων ἀπλανής θεωρία, παθῶν ἀπηλλαγμένης δεῖται ψυχῆς· ἥτις Ἱερουσαλήμ λέγεται, διά τε τήν ἄρτιον ἀρετήν, καί τήν ἄϋλον γνῶσιν· ἥτις οὐ μόνον κατά στέρησιν παθῶν, ἀλλά καί φαντασιῶν αἰσθητῶν ἐπιγίνεται, ἅσπερ ὕδατα τῶν ἔξω πηγῶν κέκληκεν ὁ λόγος.

2. Ἡ πίστις παραμυθεῖται τόν νοῦν πολεμούμενον, βοηθείας ἐλπίδι ῥωννύμενον· ἡ δέ ἐλπίς ὑπ᾿ ὄψιν ἄγουσα τήν πιστευθεῖσαν βοήθειαν, ἀποκρούεται τήν τῶν ἀντικειμένων καταδρομήν. Ἡ δέ ἀγάπη, νεκράν καθίστησι τῷ φιλοθέῳ νῷ τῶν πολεμίων τήν προσβολήν, τῇ πρός Θεόν ἐφέσει παντελῶς ἀμαυρουμένην.

3. Πρώτη ἐν ἡμῖν ἀνάστασις, φησίν, τοῦ διά τῆς ἀγνοίας ἡμῖν νεκρωθέντος Θεοῦ, ἡ πίστις ἐστί καλῶς τοῖς ἔργοις τῶν ἐντολῶν οἰκονομουμένη.

4. Συνᾴδει, φησίν, τά πράγματα τοῖς ὀνόμασιν. Χωρίς γάρ τινος προσδοκίας, ἤ δυσχεροῦς ἤ εὐχεροῦς ἐπιστροφή πρός τό καλόν οὐδενί ποτε πέφυκε γίνεσθαι.

5. Οὐδέν ὡς ἡ ἀγάπη, φησίν, συνάγει τούς ἐσκορπισμένους, καί μίαν αὐτῶν δημιουργεῖ τήν γνώμην συμπνοίᾳ κρατουμένην· ἧς χαρακτήρ, τό τῆς ἰσοτιμίας καθέστηκε κάλλος.

6. Ὅτι δίχα λογικῆς δυνάμεως, φησίν, ἐπιστημονική γνῶσις οὐκ ἔστιν· καί γνώσεως χωρίς, οὐ συνίσταται πίστις, ἀφ᾿ ἧς τό καλόν γέννημα πρόεισιν, ἡ ἐλπίς· καθ᾿ ἥν ὡς παροῦσιν συγγίνεται τοῖς μέλλουσιν ὁ πιστός. Καί δίχα τῆς κατ᾿ ἐπιθυμίαν δυνάμεως, οὐ συνίσταται πόθος, οὗ τό τέλος ἐστίν ἡ ἀγάπη. Τό γάρ ἐρᾷν τινος, ἴδιον ἐπιθυμίας ἐστί. Καί δίχα θυμικῆς δυνάμεως νευρούσης τήν ἐπιθυμίαν πρός τήν τοῦ ἡδέος ἕνωσιν, οὐδαμῶς γίνεσθαι πέφυκεν εἰρήνη, εἴπερ ἀληθῶς εἰρήνη ἐστίν, ἡ ἀνενόχλητος καί παντελής τοῦ καταθυμίου κατάσχεσις.

7. Ὁ λόγος, φησίν, ἄρχει τῶν γνωστικῶν λογισμῶν, ὥσπερ καί τῶν θυμικῶν καί ἐπιθυμητικῶν, ὁ θυμός καί ἡ ἐπιθυμία.

8. Τόν Ἐζεκίαν κατά τήν ἀναγωγήν ἐθεώρησε, τόν κατά τήν πρᾶξιν φιλόσοφον νοῦν. Πόλιν δέ, τήν ψυχήν· πηγὰς δέ τά ποικίλα εἴδη τῶν αἰσθητῶν. Ὕδατα δέ, τάς αὐτῶν φαντασίας, ἤ τά νοήματα· (ποταμόν δέ, τήν κατά τήν φυσικήν θεωρίαν ἐκ τῶν αἰσθητῶν νοημάτων συναγομένην γνῶσιν) ποταμόν δέ, τήν ἐξ αὐτῶν συναγομένην δόξαν, ἤγουν ὑπόληψιν, πρός ἅ δεῖ μύσαι παντελῶς τάς αἰσθήσεις, ἡνίκα στασιάσῃ πρός τόν λόγον τά πάθη.

9. Οὐ δεῖ, φησί, τόν μή καθαρθέντα παθῶν, φυσικῆς ἅπτεσθαι θεωρίας, διά τάς εἰκόνας τῶν αἰσθητῶν δυναμένας τυπῶσαι πρός πάθος τόν νοῦν, τοῦ μή τελείως ἀπαλλαγέντος τῶν παθῶν.

10. Ὁ κατά τήν φαντασίαν ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἐναπομένων διά τήν αἴσθησιν νοῦς, ἀκαθάρτων γίνεται παθῶν δημιουργός· διά θεωρίας πρός τά συγγενῆ νοητά μή διαβαίνων.

11. Ὅταν ἄνους ὁ λόγος γένηται, καί προπετής ὁ θυμός, καί ἄλογος ἡ ἐπιθυμία, ἄγνοια καί τυραννίς καί ἀκολασία κρατοῦσι τῆς ψυχῆς· ἐξ ὧν ἡ τῆς κακίας ἕξις γίνεσθαι πέφυκεν ἔμπρακτος, συμπλακεῖσα τῇ διαφόρῳ τῶν αἰσθήσεων ἡδονῇ. Ταύτην γάρ ὁ ἀριθμός δηλοῖ τῶν ρπε΄ (185) χιλιάδων. Τρίς γάρ ἑξήκοντα συνθείς διά τήν ἑκάστης δυνάμεως ἐν τῷ κακῷ τελείαν κίνησιν, καί προσεπάγων καί ε΄ (5) διά τήν ἐπ᾿ αἰσθήσεσι κατ᾿ ἐνέργειαν ἡδονήν, τοῦτον πληροῖς δηλονότι τόν ἀριθμόν τήν ποιητικήν τῆς κακίας ἕξιν σημαίνοντα. Ἥν ἔχων ἐπιφύεται τῇ ψυχῇ τυραννικῶς ὁ διάβολος· ἥν ὁ Θεός ὡς δι᾿ ἀγγέλου, τοῦ κατά τήν γνωστικήν σοφίαν λόγου καταφονεύει, καί σώζει τήν ψυχήν τήν ἀληθῶς Ἱερουσαλήμ, καί τόν ἐν τῇ ψυχῇ νοῦν πρός τήν κακίαν ἀδούλωτον.

12. Ἐμφύτους λογισμούς λέγει,τόν ἐπί τά τείχη λαόν.

13. Ἐνταῦθα φίλος ἐστίν ὁ Κύριος· τραύματα δέ τούτου τυγχάνουσι, τά εἴδη τῆς ἐπαγομένης ἑκάστῳ πρός σωτηρίαν παιδείας εἰς κόλασιν τῆς σαρκός, ἤγουν τοῦ σαρκικοῦ φρονήματος, ἵνα τό πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Ἐχθρός δέ ἐστιν ὁ διάβολος· φιλήματα δέ τούτου καθέστηκε, τά εἴδη τῶν κατ᾿ αἴσθησιν ἡδονῶν· δι᾿ ὧν ἀπατῶν τήν ψυχήν, πείθει χωρισθῆναι τῆς ἀγάπης τοῦ Κτίσαντος αὐτήν.

14. Πειρασμός ξηρασίας ἑρμηνεύεται Σενναχειρίμ, καθ᾿ ἕν μέν ὅτι ξηραίνει τάς καρδίας τῶν ἀνεχομένων αὐτοῦ, χωρίζων τῆς πηγαίας χάριτος τῶν ἁγίων λογισμῶν· καθ᾿ ἕτερον δέ, ὅτι αὐτός ξηρός ἐστιν ὡς πένης καί ἄπορος, καί μηδέν ἔχων ἴδιον. Καί διά τοῦτο δολερῶς, οἷά τις κλέπτης ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἐγκρυπτόμενος εἰς τήν καθ᾿ ἡμῶν ἐπανάστασιν.

15. Πᾶν τό περιττόν, καί ὑπέρ τήν χρείαν τήν φυσικήν, ἀκρασίαν εἶναί φησιν, ἥτις ὁδός καθίσταται τοῦ διαβόλου πρός τήν ψυχήν, δι᾿ ἧς ὑποστρέφει μετ᾿ αἰσχύνης εἰς τήν ἑαυτοῦ γῆν, ἐγκρατείας τήν φύσιν παιδαγωγούσης. Ἤ πάλιν, ὁδός ἐστιν αὐτά τά φυσικά πάθη· τῷ μέν ὑπέρ τήν χρείαν τρόπῳ τῆς χρήσεως, ἄγοντα πρός τήν ψυχήν τόν διάβολον· τῷ δέ κατά τήν χρείαν τρόπῳ τῆς χρήσεως, δι᾿ ἑαυτῶν εἰς τήν ἑαυτοῦ γῆν αὐτόν ὑποστρέφοντα. Γῆ δέ τούτου ἐστίν, ἡ παγία τῆς κακίας ἕξις καί σύγχυσις, εἰς ἥν ἀεί βέβηκε, καί πρός ἥν ἄγει τοῦ ἡττημένους τῇ φιλίᾳ τῶν ὑλικῶν.

16. Ὁ πρός τήν ἀρετήν μετενέγκας τούς λογισμούς, ἀνέπαυσεν αὐτούς, μακράν ποιήσας τῆς τῶν παθῶν ἀστάτου συγχύσεως.

17. Νοῦς ἑαυτῷ κατά φύσιν, διά μέσου λόγου συνάψας τήν αἴσθησιν, τήν ἐκ τῆς φυσικῆς θεωρίας ἀληθῆ συλλέγεται γνῶσιν, ἥτις ποταμός ἐκλήθη τήν ψυχήν διορίζων διά τήν ἐπ᾿ αἰσθήσεσι διάνοιαν.

18. Παράκειται τῇ γνώμῃ φυσικῶς ἡ κατ' ἐπιτηδειότητα δύναμις ἐπίκειται δὲ ἡ ἕξις -τῇ γὰρ ἐπιτηδειότητι ἐπιγίνεται- σύγκειται δὲ ἡ ἐνέργεια διαπαντὸς τῇ ἕξει, κἄν προχείρως ἀεὶ μὴ δείκνυται διὰ τὴν τῶν ὑλῶν πολλάκις ἀπορίαν.

19. Ἀριθμοῦ συνάφειαν λέγει, τήν τῶν ἁπλῶν ἀριθμῶν τῶν ἐντός δεκάδος ἐκφώνησιν, τῷ, καί, συνδέσμῳ διακρινομένην· οἷον ἕξ καί πέντε· καί δηλοῖ, εἴτ᾿ ἐπί κακῷ κεῖται τῇ Γραφῇ, εἴτ᾿ ἐπί καλῷ, τήν δυνάμει ποιητικήν ἐπιτηδειότητα τῆς ἀρετῆς ἤ τῆς κακίας.

Ἀριθμοῦ δέ πρόσθεσιν λέγει, τήν τῷ πολυπλασιασθέντι εἰς ἑαυτόν ἀριθμῷ γενομένην τοῦ ἐκ μονάδων ἁπλοῦ ἀριθμοῦ προσθήκην, τῷ, καί, συνδέσμῳ διακρινομένην, οἷον ἑξήκοντα καί πέντε, ἤ ἑκατόν εἴκοσι καί πέντε ἤ ἑκατόν ὀγδοήκοντα καί πέντε, καθώς ὁ παρών ἔχει ἀριθμός. Καί δηλοῖ, οὐ μόνον τήν ἐπ᾿ αἰσθήσεσιν ἐπιτηδειότητι ποίησιν, ἀλλά καί τήν ἐπ᾿ αἰσθήσεσι ποιητικήν ἕξιν τῆς ἀρετῆς ἤ τῆς κακίας.

Ἀριθμοῦ δέ σύνθεσιν λέγει, τήν τῶν ἐξ ἑαυτῶν εἰς ἑαυτούς πολυπλασιασθέντων ἀριθμῶν εἰς ἀλλήλους σύνοδον, τῷ, καί, συνδέσμῳ διακρινομένην· οἷον ξ΄ (60) καί ν΄ (50), ἤ χ΄ (600) καί φ΄ (500), καί τούς τοιούτους· καί δῆλοι οὐ μόνον τήν κατ᾿ ἐπιτηδειότητα δυνάμει ποίησιν καί τήν ἕξιν, ἀλλά καί τήν ἐπ᾿ αἰσθήσεσι κατά τήν ἕξιν ἐνέργειαν τῆς ἀρετῆς ἤ τῆς κακίας.

Ὁ τοίνυν γινώσκων ἑκάστου τῶν ἐντός δεκάδος ἀριθμοῦ τήν δύναμιν· ὡς ἡ μονάς δηλοῖ τό ἀμιγές· ἡ δέ δυάς, τό διάφορον· ὁ δέ τρεῖς, ἔστιν ἴσός τε καί νοητός· ὁ δέ τέσσαρα, αἰσθητός· ὁ δέ πέντε, αἰσθητικός τε καί κυκλικός· ὁ δέ ἕξ, δραστικός τε καί τέλειος· ὁ δέ ἑπτά, περιφερής τε καί ἀμιγής· ὁ δέ ὀκτώ, βάσιμος καί ἀκίνητος· ὁ δέ ἐννέα, μεταίχμιος ὕλης καί εἴδους, ἤγουν αἰσθητῶν καί αἰσθήσεως· ὁ δέ δέκα, πληρέστατος· εἴσεται τί σημαίνει κατά τήν Γραφήν ἕκαστος ἀριθμός, εἴτε κατά συνάφειάν ἐστιν, εἴτε κατά πρόσθεσιν, εἴτε κατά σύνθεσιν.

20. Κάϊν ἐστίν ὁ νόμος τῆς σαρκός, ὅν πρῶτον γεννᾷ παραβάς τήν θείαν ἐντολήν ὁ Ἀδάμ. Ἄβελ δέ ἐστι τό φρόνημα τοῦ πνεύματος, ὅν ὕστερον γεννᾷ μέν διά μετανοίας ὁ αὐτός, ἀποκτείνει δέ πρό τῆς τελείας ἕξεως τοῖς φυσικοῖς ἐμβαντεύοντα θεάμασιν ὁ Κάϊν· ὅν ἀποκτείνας, ἑπτά παρέλυσεν ἐκδικούμενα, φησίν ὁ Θεός. Τοῦτον πνεῦμα πονηρόν ἐν τοῖς Εὐαγγελίοις ὁ αὐτός προσηγόρευσε, καί τῶν αὐτοῦ πονηροτέρων ἑπτά πνευμάτων συμπαραληπτικόν. Τοῦτο δέ τυχόν ἐστιν ὁ φίλαυτος, ἤγουν γαστρίμαργος λογισμός, ᾧ παρέπεται πάντως ὁ τῆς πορνείας λογισμός, καί ὁ τῆς φιλαργυρίας, καί ὁ τῆς λύπης, καί ὁ τῆς ὀργῆς, καί ὁ τῆς ἀκηδίας, καί ὁ τῆς κενοδοξίας καί ὁ τῆς ὑπερηφανίας. Ὁ γοῦν ἀποκτείνας κατά τήν θείαν ψῆφον τόν Κάϊν, τουτέστι τήν γαστριμαργίαν, συναπέκτεινεν αὐτῇ καί τά δι' αὐτήν παρυφιστάμενα πάθη, κατά τό, Ὁ ἀποκτείνας Κάϊν, ἑπτά ἐκδικούμενα παραλύσει.

21. Ὅτι ὁ πρός γένεσιν καί φθοράν τοῦ σώματος, φησίν, νόμος, ὕστερον ἐπεβλήθη τῇ φύσει τῶν ἀνθρώπων, καθ᾿ ὅν γεννῶμεν καί γεννώμεθα, διά τήν παράβασιν, μή φυλάξαντες τόν κατά τήν πρώτην ἐντολήν θεοποιόν νόμον τοῦ Πνεύματος.


Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets