Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τρίτη 9 Απριλίου 2013

Δ (4). ΠΕΡΙ ΤΟΥ ΜΗ ΚΤΗΣΑΣΘΑΙ ΔΥΟ ΧΙΤΩΝΑΣ.


4. ΕΡΩΤΗΣΙΣ Δ'

Πῶς τοῖς μαθηταῖς ἐνετείλατο ὁ Κύριος μὴ κτήσασθαι δύο χιτῶνας, αὐτὸς πέντε κεκτημένος κατὰ τὸν ἅγιον εὐαγγελιστὴν Ἰωάννην, ὡς ἐκ τῶν μερισαμένων αὐτὰ δῆλόν ἐστι. Καὶ τίνα ταῦτα τυγχάνει τὰ ἱμάτια;

 

Ἀπόκρισις.

Ὁ Σωτὴρ οὐκ ἔσχε πέντε χιτῶνας ἀλλ᾽ ἕνα τὸν ἐπὶ τοῦ σώματος καὶ τὴν ἔξω περιβολήν, ὧν τὸ μὲν ἐντὸς ἐπὶ τοῦ σώματος καλοῦσι χιτώνιον, τὴν ἔξω δὲ περιβολὴν προσαγορεύουσιν ἱμάτιον. Ἀλλὰ μυστικῶς τῷ ῥητῷ τῆς ἱστορίας τὸ τῆς θεωρίας ἄρρητον ὁ μέγας ἐξέδωκε διὰ τοῦ Πνεύματος εὐαγγελιστὴς Ἰωάννης, ἵνα τὸν ἡμέτερον νοῦν διὰ τῶν ἱστορουμένων ἐπὶ τὴν ἀλήθειαν ὁδηγήσῃ τῶν νοουμένων.

Ὁ μὲν οὖν ἄνωθεν ὑφαντὸς διόλου χιτὼν τοῦ Σωτῆρος, ὃν οὐκ ἔσχισαν οἱ σταυρώσαντες, κἂν ἐκδύσαι συνεχωρήθησαν, ἡ διάλληλος τῶν ἀρετῶν ἀδιάστατός ἐστι συνοχή τε καὶ συμπλοκὴ καὶ παρ᾽ ἡμῶν τῷ λόγῳ κατάλληλος καὶ πρέπουσα σκέπη, ἢ ἡ ἄνωθεν κατ᾽ αὐτὸν τοῦ νέου ἀνθρώπου διὰ τοῦ Πνεύματος ὑφασμένη χάρις. Ἡ ἔξω δὲ περιβολὴ ὁ αἰσθητός ἐστι κόσμος, στοιχείοις τέσσαρσι διαιρούμενος, ὃν ὡς τέσσαρα ἱμάτια μερίζονται οἱ νοητῶς ἐν ἡμῖν σταυροῦντες τὸν Κύριον.

Μερίζονται τοίνυν οἱ δαίμονες τὴν φαινομένην κτίσιν τῶν τεσσάρων στοιχείων, πρὸς πάθος ὁρᾶν κατ᾽ αἴσθησιν ἡμᾶς παρασκευάζοντες τοὺς ἐν αὐτῇ θείους ἀγνοήσαντας λόγους. Τὸν δὲ χιτῶνα τῶν ἀρετῶν κἂν ἐπαίρουσιν ἐξ ἡμῶν διὰ τῆς τῶν καλῶν ἀπραξίας, ἀλλὰ τὴν ἀρετὴν κακίαν εἶναι πεῖσαι οὐ δύνανται.

Μὴ τοίνυν πλεονεξίας ἀφορμὴν ποιήσωμεν τὰ πέντε τοῦ Σωτῆρος ἱμάτια, ἀλλὰ γνῶμεν τί τῆς Γραφῆς ὑπάρχει τὸ βούλημα, καὶ πῶς ἐν ἡμῖν ἀμελοῦσι τῶν καλῶν ὁ Κύριος σταυροῦται καὶ γυμνοῦται διὰ τῆς ἡμῶν ἐν τοῖς καλοῖς ἀργίας, καὶ πρὸς ὑπηρεσίαν παθῶν δι᾽ ἡμῶν, ὥσπερ ἱμάτια, μερίζονται τὴν αὐτοῦ κτίσιν οἱ δαίμονες· καὶ ἀσφαλεῖς γενώμεθα φύλακες τῶν ἐκ Θεοῦ χαρισθέντων ἡμῖν ἀγαθῶν· καὶ τὴν κτίσιν καλῶς πρὸς μόνην τὴν αὐτοῦ θεασώμεθα δόξαν· καὶ τὸν χιτῶνα τοῦ λόγου τῆς γνώσεως, φημὶ δὲ τὰς ἀρετάς, διὰ τῆς σπουδῆς τῶν ἀγαθῶν ἔργων ἀναφαίρετον τηρήσωμεν.

Εἰ δὲ βούλεσθε, πρὸς τοῖς εἰρημένοις, χιτῶνα μὲν νοεῖν ἄνωθεν ὑφαντὸν τὸν τῶν ἀσωμάτων καὶ νοητῶν οὐσιῶν κόσμον, τὴν ἔξω δὲ περιβολήν, ἣν εἰς τέσσαρα μέρη ὡς στοιχεῖα διεῖλεν ὁ λόγος, εἰς τὴν σωματικὴν φύσιν νοεῖν, οὐχ ἁμαρτήσεσθε τῆς ἀληθείας· ὧν τὸ μὲν σῶμα τῇ φθορᾷ διέλυσαν, ἰσχὺν λαβόντες καθ᾽ ἡμῶν τοῦ νόμου τῆς ἐντολῆς τὴν παράβασιν, τὴν δὲ ψυχήν, ὡς τῆς ἄνωθεν συγγενείας ὑπάρχουσαν, οὐ κατέσχισαν.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets