50. ΕΡΩΤΗΣΙΣ Ν'
Τί ἐστι πάλιν τὸ σημαινόμενον ἐν τῇ αὐτῇ βίβλῳ τὸ Καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς καὶ Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν. Καὶ ἀπέστειλεν Κύριος ἄγγελον, καὶ ἐξέτριψεν πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ, καὶ ἀπέστρεψεν μετ᾽ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ.
Ἀπόκρισις.
Ὁ τῆς ἁγίας Γραφῆς λόγος, κἂν εἰ δέχεται περιγραφὴν κατὰ τὸ γράμμα, τοῖς χρόνοις τῶν ἱστορουμένων πραγμάτων συναπολήγων, ἀλλὰ κατὰ τὸ πνεῦμα ταῖς τῶν νοουμένων θεωρίαις μένει διαπαντὸς ἀπερίγραφος. Καὶ μηδεὶς πρὸς τοῦτο δυσανασχετῶν ἀπιστήσειεν, γινώσκων ὡς ὁ λαλήσας Θεὸς κατὰ φύσιν ἐστὶν ἀπερίγραφος· ᾧ μᾶλλον ἐοικέναι τὸν ὑπ᾽ αὐτοῦ λαληθέντα λόγον πιστεύειν χρὴ τοὺς γνησίως κατακούειν τοῦ βουλήματος τῆς Γραφῆς βουλομένους. Εἰ γὰρ Θεὸς ὁ λαλήσας ἐστίν, οὗτος δὲ κατ᾽ οὐσίαν ἀπερίγραφος, δῆλον ὅτι καὶ ὁ λαληθεὶς ὑπ᾽ αὐτοῦ λόγος ἐστὶν ἀπερίγραφος.
Οὐκοῦν τὰ συμβάντα τυπικῶς κατὰ τοὺς Ἐζεκίου χρόνους καὶ λαβόντα πέρας τὴν τότε τῶν ἱστορουμένων ἔκβασιν πνευματικῶς θεωρήσαντες, θαυμάσομεν τὴν σοφίαν τοῦ γράψαντος ἁγίου Πνεύματος, πῶς ἑκάστῳ τῶν μετειληφότων τῆς ἀνθρωπίνης φύσεως ἁρμόζουσαν ἔθετο καὶ προσήκουσαν τὴν τῶν γεγραμμένων διάνοιαν, ὥστε πάντα τὸν βουλόμενον τοῦ θείου λόγου γενέσθαι φοιτητὴν καὶ μηδὲν ἔχειν τῶν παρόντων καὶ λυομένων τῆς ἀρετῆς ἰσοστάσιον γενέσθαι δύνασθαι ἄλλον Ἐζεκίαν ἐν Πνεύματι καὶ Ἡσαΐαν ἕτερον, ὑπ᾽ οὐδενὸς κωλυόμενον καὶ προσεύξασθαι καὶ βοῆσαι εἰς τὸν οὐρανὸν καὶ εἰσακουσθῆναι καὶ λαβεῖν παρὰ Θεοῦ τὴν δι᾽ ἀγγέλου τῶν νοητῶς αὐτὸν πολεμούντων φθορὰν καὶ ἀπώλειαν.
Ἐπειδὴ δὲ χρὴ τὸν γνωστικῶς πρὸς ψυχὴν τὴν ἁγίαν Γραφὴν κατὰ Χριστὸν ἐκδεχόμενον ἀσκηθῆναι φιλοπόνως καὶ τῶν ὀνομάτων τὴν ἑρμηνείαν, αὐτόθεν δυναμένην ὅλην τὴν τῶν γεγραμμένων σαφηνίσαι διάνοιαν, εἴπερ μέλει αὐτῷ τῆς ἀκριβοῦς τῶν γεγραμμένων κατανοήσεως, ἀλλ᾽ οὐκ ἰουδαϊκῶς πρὸς σῶμα καὶ γῆν κατάγειν τὸ ὕψος τοῦ Πνεύματος καὶ τὰς θείας καὶ ἀκηράτους τῶν νοητῶν ἀγαθῶν τῇ φθορᾷ τῶν παρερχομένων περιγράφειν ἐπαγγελίας, καθώς τινες τῶν παρ᾽ ἡμῖν λεγομένων Χριστιανῶν ὑπειληφότες λελήθασι, ψευδώνυμον ἑαυτοῖς τὴν ἀπὸ Χριστοῦ προσηγορίαν ἐπιφημίζοντες, ἧς δείκνυνται παντελῶς ἠρνημένοι δι᾽ αὐτῶν τῶν πραγμάτων τὴν δύναμιν, καὶ τὴν ἐναντίαν τῷ Χριστῷ προδήλως ὁδεύουσιν, ὡς δείξει κατ᾽ ἐπιτομὴν ὁ λόγος.
Εἰ γὰρ μετὰ τῶν ἄλλων μυστηρίων, ὧν οὐκ ἄν τις ἐφίκοιτο λόγος, καὶ εἰς τοῦτο γενόμενος ἄνθρωπος ὁ Θεὸς ἦλθεν, ἵνα πληρώσῃ τὸν νόμον πνευματικῶς ἐν τῇ καταργήσει τοῦ γράμματος, καὶ τὸ ζωοποιοῦν αὐτοῦ, φημὶ δὲ τοῦ νόμου, στήσῃ τε καὶ φανερὸν καταστήσῃ τῇ περιαιρέσει τοῦ ἀποκτέννοντος—τὸ δὲ ἀποκτέννον τοῦ νόμου κατὰ τὸν θεῖον ἀπόστολόν ἐστι τὸ γράμμα, ὥσπερ καὶ τὸ ζωοποιὸν τοῦ νόμου κατ᾽ αὐτὸν τὸ πνεῦμά ἐστι· φησὶ γὰρ τὸ μὲν γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ —, διαρρήδην ἄρα τὴν ἀντίπαλον τῷ Χριστῷ μοῖραν ἀνείλοντο καὶ τὸ πᾶν τῆς αὐτοῦ σαρκώσεως ἠγνόησαν μυστήριον οἱ μόνῳ τῷ γράμματι κατορύξαντες τῆς σφῶν διανοίας τὴν δύναμιν καὶ οὐκ ἐθέλοντες εἶναι κατ᾽ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν, ἀλλὰ μᾶλλον τὸ γῆν εἶναι, κατὰ τὴν ἀπειλήν, καὶ εἰς γῆν ἀπελεύσεσθαι, διὰ τῆς ὡς πρὸς γῆν τὸ γράμμα σχέσεως, τοῦ πρὸς οὐρανόν, λέγω δὲ τὸ πνεῦμα, εἰς ἀέρα, τουτέστι τὸν νοερὸν φωτισμόν, ἐν νεφέλαις, ταῖς ὑψηλαῖς δηλαδὴ θεωρίαις, εἰς ἀπάντησιν ἁρπαγῆναι τοῦ Κυρίου καὶ οὕτως πάντοτε σὺν αὐτῷ εἶναι διὰ τῆς γνώσεως προτιμῶντες.
Ὑπὲρ ὧν ἄχθεσθαι μὲν δίκαιον, ἀφόρητον ζημίαν ἐξ ἀγνοίας ὑπομενόντων τὴν τῆς ἀληθείας ἔκπτωσιν, λυπεῖσθαι δέ, ὡς πολλὰς εἰς βεβαίωσιν ἀπιστίας τοῖς Ἰουδαίοις ἀφορμὰς παρεχόντων. Ἀλλ᾽ ἡμεῖς ἐκείνους ἐάσαντες ὡς θέλουσιν ἔχοντας, πρὸς ἑαυτοὺς καὶ τὸν λόγον ἐπανέλθωμεν, τὴν ἀρχὴν τῆς τοῦ προκειμένου κεφαλαίου πνευματικῆς ἐρεύνης ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ποιησόμενοι.
Ἐζεκίας τοίνυν ἑρμηνεύεται κράτος Θεοῦ, Ἄχας δὲ ὁ πατὴρ αὐτοῦ ἰσχύς. Καὶ Ἡσαΐας ἑρμηνεύεται ἔπαρσις Θεοῦ, τουτέστιν ὕψος Θεοῦ, Ἀμὼς δὲ ὁ πατὴρ αὐτοῦ λαὸς πόνου. Κράτος δὲ Θεοῦ καθέστηκεν ἡ ἀναιρετικὴ τῶν παθῶν ἀρετὴ καὶ τῶν εὐσεβῶν φρουρητικὴ λογισμῶν, ἣν γεννᾷ πρᾶξις ἐντολῶν, ἰσχὺς τροπικῶς νοουμένη, δι᾽ ἧς τὰς ἀντικειμένας τῷ ἀγαθῷ πονηρὰς δυνάμεις συνεργίᾳ Θεοῦ, μᾶλλον δὲ μόνῃ δυνάμει Θεοῦ, διαφθείρομεν, Ὕψος δὲ Θεοῦ ἐστιν ἡ γνῶσις τῆς ἀληθείας, ἣν γεννᾷ τῆς τῶν γεγονότων θεωρίας ὁ πόνος καὶ οἱ ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτες, πόνου πατέρες γινόμενοι, δι᾽ ἧς τὴν ἀντικειμένην τῇ ἀληθείᾳ τοῦ ψεύδους δύναμιν παντελῶς ἐξαφανίζομεν, πᾶν ὕψωμα τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ πονηρῶν πνευμάτων ταπεινοῦντές τε καὶ καταβάλλοντες.
Προσευχὴ δέ ἐστιν αἴτησις ὧν πέφυκε Θεὸς ἀνθρώποις δωρεῖσθαι πρὸς σωτηρίαν. Καὶ μάλα γε εἰκότως. Εἰ γὰρ εὐχή ἐστιν ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων Θεῷ κατ᾽ ἐπαγγελίαν προσαγομένων καλῶν, προσευχὴ κατὰ τὸν εἰκότα λόγον ἔσται σαφῶς ἡ τῶν ἐκ Θεοῦ πρὸς σωτηρίαν χορηγουμένων τοῖς ἀνθρώποις ἀγαθῶν ἐξαίτησις, ἀντίδοσιν φέρουσα τῆς τῶν προηυγμένων καλῆς διαθέσεως.
Βοὴ δέ ἐστιν ἡ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων καὶ τῶν κατὰ τὴν θεωρίαν γνωστικῶν θεωρημάτων ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως ἐπίδοσίς τε καὶ ἐπαύξησις, ἧς πάντων οὐχ ἥκιστα φυσικῶς ἀκούει Θεός, ἀντὶ μεγάλης φωνῆς τὴν τῶν ἀρετῆς καὶ γνώσεως ἐπιμελουμένων λαμβάνων διάθεσιν.
Οὐρανὸς δὲ πολλάκις λέγεται κατὰ τὴν ἁγίαν Γραφὴν αὐτὸς ὁ Θεός, ὥς πού φησιν ὁ μέγας τῆς ἀληθείας κήρυξ Ἰωάννης ὁ πρόδρομος οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ᾽ ἑαυτοῦ οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, ἀντὶ τοῦ ἐκ τοῦ Θεοῦ, διότι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων· καθ᾽ ὃ σημαινόμενον ἐπὶ τοῦ προκειμένου κεφαλαίου τὸν τῆς Γραφῆς τόπον ἐκληπτέον. Οἶδε δὲ πάλιν ἡ Γραφὴ καλεῖν οὐρανὸν καὶ τὰς οὐρανίους δυνάμεις, κατὰ τὸ Ὁ οὐρανός μοι θρόνος, ὡς ταῖς ἁγίαις δηλονότι καὶ ἀσωμάτοις ἐπαναπαυομένῳ φύσεσιν.
Εἰ δὲ καὶ τὸν νοῦν τὸν ἀνθρώπινον, πάσης μὲν ὑλικῆς καθαιρόμενον φαντασίας, τοῖς δὲ θείοις τῶν νοητῶν κατακοσμούμενον λόγοις, φαίη τις εἶναι οὐρανόν, οὐκ ἔξω τῆς ἀληθείας, ὡς ἔμοιγε δοκεῖ, βέβηκεν.
Εἰ δὲ καὶ τὸ ὕψος τῆς ἐν ἀνθρώποις νοερᾶς γνώσεως οὐρανὸν εἴποι τις, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Τῷ ὄντι γὰρ ὡς οὐρανὸς θρόνος γίνεται τοῦ Θεοῦ ἡ ἀληθὴς γνῶσις, δεχομένη τὸν Θεὸν ἐνθρονιζόμενον κατὰ τὴν ἀμετάθετον ἕξιν τῆς περὶ τὸ καλὸν παγίας καὶ ὑψηλῆς ἐφέσεως· ὥσπερ καὶ ὑποπόδιον ἡ καθαρὰ λέγεται πρᾶξις τῶν ἀρετῶν, ἐφ᾽ ἑαυτῆς δεχομένη τὰς θείας βάσεις καὶ οὐκ ἐῶσα τὸ σύνολον τοῖς ἀπὸ τοῦ σώματος καθάπερ γῆς μολύνεσθαι ῥύποις.
Οὐκοῦν, ἐπειδὴ τῆς ἀρετῆς ὑποτύπωσιν φέρει κατὰ τὴν ἑρμηνείαν τοῦ οἰκείου ὀνόματος Ἐζεκίας ὁ βασιλεύς— κράτος γὰρ Θεοῦ κατὰ τὴν ἑλλάδα φωνὴν λεγόμενον τοῦτο σημαίνει τὸ ὄνομα, Θεοῦ δὲ κράτος μόνη κατὰ τῶν ἐναντίων δυνάμεων εἶναι καθέστηκεν ἡ ἀρετή—, Ἄχας δὲ ὁ τοῦ Ἐζεκίου πατὴρ ἰσχὺς ἑρμηνεύεται, ἣν εἰς τὴν πρᾶξιν προλαβὼν ὁ λόγος ἐξέδωκεν, ἐξ ἧς γεννᾶσθαι τὸ κατ᾽ ἀρετὴν θεῖον πέφυκε κράτος, ὁ δὲ προφήτης Ἡσαΐας τὴν τῶν ὑψηλῶν γνῶσιν σημαίνει—ὕψος γὰρ Θεοῦ ἑρμηνευόμενος λέγεται—, δι᾽ ἑαυτοῦ τὸ ὕψος τῆς κατὰ Θεὸν γνώσεως δηλῶν, τῆς γεννωμένης ἐκ τοῦ πόνου τῶν περὶ τὰ ὄντα διαφόρων θεωρημάτων—Αμὼς γὰρ λαοῦ πόνος λέγεται, καθὼς προαπεδόθη—, ἐπειδὴ τοίνυν, καθὼς εἴρηται, ταύτην ἔχει τῶν ὀνομάτων ἡ σημασία τὴν δύναμιν, πᾶς δηλονότι φιλόσοφος καὶ εὐσεβής, ἀρετῇ καὶ γνώσει ἢ πράξει καὶ θεωρίᾳ φρουρούμενος, ἐπειδὰν ἴδῃ διὰ τῶν παθῶν ἐπαναστᾶσαν αὐτῷ τὴν πονηρὰν δύναμιν, καθάπερ τῷ Ἐζεκίᾳ τῶν Ἀσσυρίων ὁ βασιλεύς, μίαν ἔχει πρὸς τὴν τῶν κακῶν λύσιν βοήθειαν τὸν Θεόν, ὃν ἱλεοῦται βοῶν ἀλαλήτως διὰ τῆς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν πλείονος ἐπιτάσεως, καὶ δέχεται πρὸς συμμαχίαν, μᾶλλον δὲ πρὸς σωτηρίαν, ἄγγελον, δηλονότι μείζονα σοφίας καὶ γνώσεως λόγον, ἐκτρίβοντα πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ, καὶ ἀποστρέφοντα αὐτὸν μετ᾽ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ.
Ἡ πονηρὰ καὶ ὀλέθριος τοῦ διαβόλου βασιλεία, διὰ τῆς Ἀσσυρίων τυπουμένη βασιλείας, τὸν κατὰ τῆς ἀρετῆς καὶ τῆς γνώσεως πρὸς ἀνθρώπους συναγείρουσα πόλεμον, διὰ τῶν αὐτοῖς ἐμφύτων δυνάμεων τροποῦσθαι μηχανᾶται τὴν ψυχήν, τὴν μὲν ἐπιθυμίαν πρῶτον εἰς ὄρεξιν τῶν παρὰ φύσιν διερεθίζουσα καὶ τὰ αἰσθητὰ τῶν νοητῶν προτιμᾶν ἀναπείθουσα, τὸν δὲ θυμὸν ὑπεραγωνίζεσθαι τοῦ αἱρεθέντος ὑπὸ τῆς ἐπιθυμίας αἰσθητοῦ διεγείρουσα, τὸ δὲ λογικὸν τοὺς τρόπους ἐπινοεῖν τῶν κατ᾽ αἴσθησιν ἡδονῶν ἐκδιδάσκουσα, καὶ τούτων ἄρχειν τῶν δυνάμεων τὰ αἰσθητά, ἤγουν τῶν τῆς ψυχῆς δυνάμεων κυριεύειν τὸν χοϊκὸν χειροτονοῦσα νόμον.
Δυνατὸν οὖν ἐκάλεσεν ἡ Γραφὴ τὸν ἐπικείμενον τῆς ἐπιθυμίας πονηρὸν δαίμονα καὶ πρὸς τὰς τῶν αἰσχρῶν ἡδονῶν ἀπρεπεῖς ὀρέξεις αὐτὴν ἐκκαίοντα· οὐδὲν γὰρ φυσικῆς ὀρέξεώς ἐστι δυνατώτερον ἢ βιαιότερον. Πολεμιστὴν δὲ τὸν ἐπικαθήμενον τῷ θυμικῷ καὶ ὑπὲρ τῶν ἡδονῶν ἀπαύστως μάχεσθαι παρασκευάζοντα προσηγόρευσε δαίμονα. Ἄρχοντα δὲ τὸν ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἀοράτως ἐπιφυόμενον καὶ πρὸς ἑαυτὸν τὰς ὀρέξεις τῆς ψυχῆς δι᾽ ἑκάστης αἰσθήσεως ἀπατηλῶς ἐκκαλούμενον ὠνόμασεν· ἄρχοντα δὲ τοῦτον κέκληκεν ὁ λόγος, ἐπειδὴ παντὸς πέφυκεν ἄρχειν πάθους τὸ προσφυὲς αἰσθητόν· ἄνευ γάρ τινος ὑποκειμένου καὶ τὰς δυνάμεις τῆς ψυχῆς διὰ μέσης τινὸς αἰσθήσεως ἐπικινοῦντος πρὸς ἑαυτὸ πάθος οὐκ ἂν συσταίη ποτέ. Στρατηγὸν δὲ τὸν τῇ δυνάμει τοῦ τῆς ψυχῆς λογιστικοῦ καταχρώμενον εἶπε δαίμονα πρὸς ἐπίνοιαν κακῶν καὶ ἐξεύρεσιν πασῶν τῶν κατὰ κακίαν μεθόδων.
Πρόσωπον δὲ τοῦ διαβόλου τὸ λεῖον ὑπάρχει τῆς ἡδονῆς, δι᾽ οὗ πάσης ἀνεχομένης αὐτοῦ ψυχῆς πέφυκε δυναστεύειν καὶ τὰ θελκτικὰ τῶν αἰσθήσεων αἰσθητὰ τῆς τὸν νοῦν πιαινούσης τῶν νοητῶν θεωρίας προτιμώσης· ὅπερ πρόσωπον καταισχύνει ὁ διὰ προσευχῆς τὸν ἐκτρίβοντα πᾶσαν πονηρὰν δύναμιν παρὰ Θεοῦ κομισάμενος τῆς σοφίας λόγον, τουτέστι τὸν τελείως ἀφανιστικὸν τῆς διοχλούσης τῇ ψυχῇ πονηρᾶς τυραννίδος. Ἐξέτριψε γάρ, φησὶν ὁ λόγος, ἀλλ᾽ οὐκ ἔτριψεν. Ἡ μὲν γὰρ τρίψις τῆς ἐμπαθοῦς κατ᾽ ἐνέργειαν μόνης ὑπάρχει πράξεως κατάργησις, ἡ δὲ ἔκτριψις καὶ τῶν κατὰ διάνοιαν πονηρῶν κινημάτων παντελής ἐστιν ἀφανισμός.
Ἡ δὲ χώρα τοῦ βασιλέως Ἀσσούρ, λέγω δὲ τοῦ πονηροῦ καὶ ἀρχεκάκου δαίμονος, ἔστιν ἡ στιβαρὰ καὶ ἀπότομος τῆς κακίας καὶ ἀγνωσίας ἕξις, ἡ πάσης τῆς κατ᾽ ἀρετὴν ζωτικῆς θερμότητος καὶ παντὸς τοῦ κατὰ τὴν γνῶσιν νοεροῦ φωτὸς ἐστερημένη, εἰς ἣν μόνος ὁ διάβολος ἀποστρέφεται, μετὰ τὴν πεῖραν τῆς προσβολῆς μὴ δυνηθεὶς μετοικίσαι εἰς τὴν οἰκείαν ἕξιν, τὴν Ἱερουσαλήμ, τουτέστι τὴν θεοφιλῆ καὶ ἀπαθεστάτην ψυχήν, ἔχουσαν ἐν ἑαυτῇ τόν τε τῆς πράξεως καθάπερ Ἐζεκίαν τέλειον λόγον καὶ τὸν τῆς γνώσεως καθάπερ Ἡσαΐαν πεφωτισμένον νοῦν, τὸν Θεὸν ἱλεουμένους καὶ δι᾽ ἀγγέλου τὴν πονηρὰν ἐξαφανίζοντας δύναμιν.
Ἐγὼ μὲν οὕτως τοὺς τόπους ἐνόησα κατὰ τὴν ὑποῦσάν μοι δύναμιν. Εἰ δέ τις ὑψηλοτέρως ἐκδέχεσθαι δύναται τὰ εἰρημένα, καὶ ἑαυτῷ καὶ ἡμῖν χαρίζεται, τιμιώτερον ἐκφαίνων, ὡς δεῖ, τῶν γεγραμμένων τὸν νοῦν. Προέφην γὰρ ὅτι μένει διαπαντὸς ἀπερίγραφος ὁ τῆς θείας Γραφῆς λόγος, πάντας μὲν περιγράφων τοὺς λέγοντας, αὐτὸς δὲ τοῖς λέγουσιν οὐδαμῶς περιγραφόμενος, ὥστε κἂν εἶπόν τι κατὰ δύναμιν, καὶ τοῦτο τολμηρῶς, ἀλλ᾽ οὐ περιέλαβον πᾶσαν τῶν γεγραμμένων τὴν δύναμιν, ἀπείρως τῆς ἐμῆς ἀνῳκισμένην δυνάμεως.
ΣΧΟΛΙΑ
1. Ὅτι καθάπερ ὁ Θεός κατ᾿ οὐσίαν οὐχ ὑποπέπτωκε γνώσει, οὕτως οὔτε ὁ λόγος αὐτοῦ γνώσει τῇ καθ᾿ ἡμᾶς περιλαμβάνεται.
2. Οἱ μόνῳ τῷ γράμματι προσδήσαντες ἰουδαϊκῶς τήν διάνοιαν, φησί, κατά τόν αἰῶνα τοῦτον ἐκδέχονται τάς ἐπαγγελίας τῶν ἀκηράτων ἀγαθῶν, ἀγνοοῦντες τά κατά φύσιν τῆς ψυχῆς ἀγαθά.
3. Ὁ τήν εἰκόνα φορέσας τοῦ ἐπουρανίου, φησίν, τῷ Πνεύματι διά πάντων ἕπεσθαι σπεύδει τῆς ἁγίας Γραφῆς· ἐν ᾧ δι᾿ ἀρετῆς καί γνώσεως ἡ τῆς ψυχῆς ὑπάρχει συντήρησις· ὁ δέ τήν εἰκόνα φέρων τοῦ χοϊκοῦ, τό γράμμα μόνον περιέπει· ἐν ᾧ ἡ κατ᾿ αἴσθησιν πρός σῶμα λατρεία συνέστηκεν, τά πάθη δημιουργοῦσα.
4. Ἡ πρᾶξις γεννᾷ τήν ἀρετήν, φησίν, ὡς Ἄχας τόν Ἐζεκίαν.
5. Ἡ θεωρία, φησί, γεννᾷ τήν γνῶσιν, ὡς Ἀμώς τόν Ἡσαΐαν.
6. Ὁ μετά πράξεως γινώσκων, φησίν, καί μετά γνώσεως πράττων, θρόνος καί ὑποπόδιόν ἐστι τοῦ Θεοῦ. Θρόνος μέν, διά τήν γνῶσιν· ὑποπόδιον δέ, διά τήν πρᾶξιν.
7. Παρεμβολή βασιλέως Ἀσσούρ, ἐστίν ἡ συναγωγή τῶν πονηρῶν λογισμῶν, ἐν ᾗ δυνατός ἐστιν, ὁ πρός ἡδονήν τάς φυσικάς ὀρέξεις κινῶν· πολεμιστής δέ ἐστιν ὁ τὸ θυμικόν εἰς τήν τῶν ἡδονῶν φυλακήν διεγείρων· ἄρχων δέ, ὁ ταῖς ἐπιφανείαις τῶν ὁρατῶν τάς αἰσθήσεις διερεθίζων· στρατηγός δέ, ὁ εἰδοποιός τῶν παθῶν, καί τῶν ὕλων καί τρόπων τῆς αὐτῶν ἐνεργείας ἐπινοητικός.
8. Ὅτι χωρίς αἰσθητοῦ πράγματος, φησίν, οὐ συνίσταται πάθος. Μή γάρ οὔσης γυναικός, οὐκ ἔστι πορνεία· καί βρωμάτων οὐκ ὄντων, οὐκ ἔσται γαστριμαργία· καί χρυσίου μή ὄντος, φιλαργυρίας οὐκ ἔσται πάθος. Οὐκοῦν πάσης ἐμπαθοῦς κινήσεως τῶν ἐν ἡμῖν φυσικῶν δυνάμεων, ἄρχει τό αἰσθητόν, ἤγουν ὁ δι᾿ αὐτοῦ τήν ψυχήν διερεθίζων πρός ἁμαρτίαν δαίμων.
9. Ἡ τρίψις, φησίν, τήν ἐνέργειαν· ἡ ἔκτριψις δέ, καί αὐτήν ἀφανίζει τῆς κακίας τήν ἐνθύμησιν.
10. Ὡς γάρ ὁ βοῤῥᾶς, φησίν, ἥλιον οὐκ ἔχει διοδεύοντα· οὕτως οὔτε ἡ κακή ἕξις, ἥν οἰκεῖ ὁ διάβολος, γνώσεως φωτισμόν ἐπιδέχεται.