Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τετάρτη 10 Απριλίου 2013

ΝΑ (51). ΠΕΡΙ ΤΟΥ "ΚΑΙ ΠΟΛΛΟΙ ΕΦΕΡΟΝ ΔΩΡΑ ΤΩ ΚΥΡΙΩ ΚΑΙ ΔΟΜΑΤΑ ΤΩ ΒΑΣΙΛΕΙ".


51. ΕΡΩΤΗΣΙΣ ΝΑ'

Καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσαλὴμ καὶ δόματα τῷ Ἐζεκίᾳ βασιλεῖ Ἰούδα, καὶ ὑπερήρθη κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Τί τὰ δῶρα, καὶ τί τὰ δόματα; καὶ διὰ τί τῷ μὲν Θεῷ δῶρα, τῷ δὲ βασιλεῖ δόματα; καὶ τί τὸ ὑπεραρθῆναι κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν;


Ἀπόκρισις.

Τὴν ὁρωμένην ἅπασαν φύσιν ὁ Θεὸς ὑποστήσας, οὐκ ἀφῆκεν αὐτὴν κατὰ μόνην κινεῖσθαι τὴν αἴσθησιν, ἀλλ᾽ ἐγκατέσπειρεν ἑκάστῳ τῶν αὐτὴν συμπληρούντων εἰδῶν καὶ σοφίας λόγους πνευματικοὺς καὶ ἀγωγῆς ἀστείας τρόπους, ὥστε μὴ μόνον διὰ τῶν σιγώντων κτισμάτων μεγαλοφώνως κηρύττεσθαι τὸν ποιητὴν τῶν κτισμάτων τοῖς τῶν γεγονότων μηνυόμενον λόγοις, ἀλλὰ καὶ τὸν ἄνθρωπον, τοῖς κατὰ φύσιν τῶν ὁρωμένων θεσμοῖς τε καὶ τρόποις παιδαγωγούμενον, εὐμαρῶς τὴν πρὸς αὐτὸν ἄγουσαν ὁδὸν τῆς δικαιοσύνης εὑρεῖν.

Τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος ἴδιον, μὴ μόνον τὰς θείας καὶ ἀσωμάτους τῶν νοητῶν οὐσίας τῆς ἀπορρήτου καὶ θείας ἀπεικονίσματα καταστῆσαι δόξης, ὅλην κατὰ τὸ θεμιτὸν ἀναλόγως αὐταῖς εἰσδεχομένας τὴν ἀπερινόητον ὡραιότητα τοῦ ἀπροσίτου κάλλους, ἀλλὰ καὶ τοῖς αἰσθητοῖς καὶ τῶν νοητῶν οὐσιῶν κατὰ πολὺ ἀποδέουσιν ἀπηχήματα τῆς οἰκείας ἐγκαταμίξαι μεγαλειότητος, δυνάμενα τὸν ἀνθρώπινον νοῦν ἐπιχούμενον αὐτοῖς πρὸς τὸν Θεὸν ἀπλανῶς διαπορθμεύειν, ὑπεράνω πάντων τῶν ὁρωμένων γινόμενον, οἷα τῆς ἄκρας ἐπιβάντα μακαριότητος καὶ τὰ μέσα πάντα, δι᾽ ὧν τὴν τοιαύτην τεμὼν ἐξήνυσε πορείαν, κατόπιν ἑαυτοῦ ποιησάμενον· οὐ μόνον δέ, ἀλλ᾽ ἵνα καὶ μηδεὶς τῶν λατρευσάντων τῇ κτίσει παρὰ τὸν κτίσαντα πρόφασιν ἀπολογίας ἔχῃ τὴν ἄγνοιαν, φωνῆς πάσης τρανότερον τὸν οἰκεῖον ποιητὴν κηρυττούσης ἀκούων τῆς κτίσεως.

Οὐκοῦν ἐπειδὴ καὶ λόγους σοφίας πνευματικοὺς καὶ τρόπους ἀγωγῆς ἀστείας ἐγκατασπαρέντας αὐτῇ φυσικῶς ἔχει παρὰ τοῦ δημιουργοῦ τῶν ὁρωμένων ἡ φύσις, πᾶς νοῦς, εἰκότως ἀρετῇ καὶ γνώσει κατεστεμμένος, οἷα δὴ κατὰ τὸν μέγαν Ἐζεκίαν βασιλεύειν λαχὼν τῆς Ἱερουσαλήμ, τουτέστι τῆς εἰρήνην μόνην ὁρώσης ἕξεως ἤγουν τῆς παντοίων ἐστερημένης παθῶν καταστάσεως—ὅρασις γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται—, πᾶσαν ἔχει τὴν κτίσιν ὑποχείριον διὰ τῶν αὐτὴν συμπληρούντων εἰδῶν ὁ τοιοῦτος νοῦς, τῷ μὲν Θεῷ δι᾽ αὐτοῦ τοὺς ἐν αὐτῇ πνευματικοὺς τῆς γνώσεως καθάπερ δῶρα προσκομίζουσαν λόγους, αὐτῷ δὲ καθάπερ δόματα τοὺς ἐνυπάρχοντας αὐτῇ κατὰ τὸν φυσικὸν νόμον πρὸς ἀρετὴν τρόπους παρέχουσαν, καὶ διὰ τῶν ἀμφοτέρων δεξιουμένην τὸν κατ᾽ ἀμφότερα κρατίστως εὐδοκιμεῖν δυνάμενον, λέγω δὲ τὸν κατὰ λόγον καὶ βίον πράξεώς τε καὶ θεωρίας τελειωθέντα φιλόσοφον νοῦν.

Δῶρα μὲν οὖν τῷ Κυρίῳ καὶ δόματα τῷ βασιλεῖ φέρεσθαι προσδιωρισμένως εἴρηκεν ὁ λόγος, ἐπειδή, καθώς φασιν οἱ περὶ ταῦτα τὴν σπουδὴν ἐσχηκότες, δῶρα σεσημειωμένως ἐκεῖνα λέγεται τὰ τοῖς ἀπροσδεέσιν εἰσκομιζόμενα, δόματα δὲ τὰ τοῖς δεομένοις διδόμενα. Διὸ καὶ ἡ καθόλου συνήθεια τῶν ἀνθρώπων τὰ τοῖς βασιλεῦσι προσφερόμενα προσηγόρευσε δῶρα, τυχὸν τὸ ἀπροσδεὲς τῶν δεχομένων σκοπήσασα.

Φήσειε δ᾽ ἄν τις τῶν πάντα φιλοτίμων ταύτης ἕνεκεν τῆς αἰτίας καὶ τὰ παρὰ τῶν μάγων προσενεχθέντα τῷ Κυρίῳ, καθ᾽ ἡμᾶς γενομένῳ διὰ φιλανθρωπίαν, δῶρα προσηγορεῦσθαι, μηδὲν τῆς ἀληθείας τοῦτο λέγων παραμείβων τὸ σύνολον.

Προσκομίζοντες οὖν τοὺς ἐκ τῶν γεγονότων πνευματικοὺς τῷ Κυρίῳ λόγους, δῶρα προσφέρομεν, καθότι πάντων τούτων ἐστὶν κατὰ φύσιν ἀπροσδεής· οὐ γὰρ ὡς δεομένῳ πρὸς ἄλλοις καὶ τοὺς τῶν ὄντων τῷ Κυρίῳ προσκομίζομεν λόγους, ἀλλ᾽ ἵνα ποσῶς ἡμεῖς κατὰ δύναμιν ἐκ τῶν αὐτοῦ κτισμάτων χρεωστούμενον αὐτὸν ἀνυμνήσωμεν. Δόματα δὲ λαμβάνει ὁ τὴν θείαν προθύμως μετερχόμενος φιλοσοφίαν, ὡς καὶ τρόπων πρὸς ἀρετὴν καὶ λόγων πρὸς γνῶσιν κατὰ φύσιν δεόμενος.

῍Η καὶ ἄλλως ἐκληπτέον τὰ δῶρα. Ἐπειδὴ δῶρον πάλιν ἐστὶ τὸ τοῖς μηδὲν προεισενεγκοῦσι διδόμενον, δῶρα μὲν λαμβάνει ὁ γνωστικὸς νοῦς ἐκ τῆς τῶν ὄντων θεωρίας δι᾽ αὐτοῦ προσαγομένους τῷ Κυρίῳ τοὺς ἄνευ λογικῆς ἀποδείξεως συνεκτικοὺς λόγους τῆς πίστεως, ὑπὲρ ἧς οὐδεὶς οὐδαμῶς οὐδὲν προεισφέρει, φυσικῶς καὶ δίχα πάσης τῆς ἐν λόγοις τεχνικῆς μεθοδείας τὸν ἴδιον ποιητὴν θεώμενος, μηνυούσης τῆς κτίσεως (τί γὰρ καὶ προεισενέγκαι δυνήσεταί τις πίστει παρισωθῆναι δυνάμενον, ὥστε ὡς χρέος, ἀλλὰ μὴ δῶρον, τὴν εἰς τὸν Θεὸν πίστιν κομίσασθαι;), δόματα δὲ λαμβάνει τοὺς τῶν ὄντων φυσικοὺς νόμους τοῖς τρόποις μιμούμενος, δηλαδὴ τῆς τούτων προεισφέρων κτήσεως τοὺς κατὰ τὴν μετάνοιαν πόνους, δι᾽ ὧν ἐκδύεσθαι πρότερον τὸν παλαιὸν πέφυκεν ἄνθρωπον καὶ οὕτως πρὸς συλλογὴν καρπῶν δικαιοσύνης ἐξιέναι, τοὺς ἐν τοῖς οὖσι πεποιημένους πρὸς ἀρετὴν ἀναλεγόμενος τρόπους· οἷς οὐκ ἄν ποτε προσεγγίσειεν, μὴ πρότερον πόνοις καὶ ἱδρῶσι πολλοῖς, καθάπερ ὄφις τὴν λεβηρίδα, φημὶ δὴ τὸν παλαιὸν εἰς ἄγαν καταπιέσας ἄνθρωπον καὶ ἀποδυσάμενος.

Διὸ τῷ μὲν Θεῷ δῶρα τοὺς ἐκ τῶν ὄντων εἰκότως συνεκτικοὺς τῆς πίστεως λόγους ὁ γνωστικὸς δέχεται νοῦς, μηδὲν τὸ σύνολον τούτων προεισφέρων καὶ προδιδούς (Τίς γάρ φησι προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;), λαμβάνει δὲ δόματα τοὺς κατὰ φύσιν τῶν ὄντων τοῖς τρόποις ἐκμιμούμενος νόμους.

Οἷόν τι λέγω· μιμούμενος μὲν ὁ διαγνωστικὸς νοῦς τὸν κατὰ φύσιν τοῦ οὐρανοῦ νόμον δόματα λαμβάνει, ὁμαλωτάτην καὶ ὡσαύτως ἔχουσαν ἀεὶ τῆς ἀρετῆς ἐν ἑαυτῷ καὶ τῆς γνώσεως διαφυλάττων τὴν κίνησιν, παγίως φέρουσαν καθάπερ ἀστέρας τοὺς περὶ τῶν ὄντων φωτεινοὺς καὶ διαυγεστάτους λόγους. Μιμούμενος δὲ τοῦ ἡλίου τὸν κατὰ φύσιν νόμον, ἄλλους ἐξ ἄλλων πρὸς τὰς χρείας τοῦ παντὸς ἀμειβομένου τόπους, ἕτερον δόμα λαμβάνει τὴν πρὸς τὸ πᾶσι τοῖς συμβαίνουσι δεόντως μετὰ σοφίας ἁρμόζεσθαι σύνεσιν, μηδὲν ὑφιεὶς ἑαυτοῦ τῆς φωτιστικῆς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ταυτότητος.

Λαμβάνει δὲ πάλιν καὶ τοῦ ἀετοῦ τὸ πρὸς τὴν θείαν τοῦ ἀκηράτου φωτὸς μαρμαρυγὴν εὐθυτενὲς τῶν ὀμμάτων, κατὰ μηδὲν ὑπὸ τῆς παμφαοῦς ἀκτῖνος τὴν νοερὰν δριμυσσόμενος κόρην.

Μιμεῖται καὶ τὴν ἔλαφον, καθάπερ ὄρη τὰ ὕψη τῶν θείων θεωρημάτων μεταδιώκων, καὶ τὰ ἐμφωλεύοντα τῇ φύσει τῶν ὄντων πάθη, ἰοβόλων δίκην, τῷ λόγῳ διαφθείρων τῆς διακρίσεως, καὶ τὸν τῇ μνήμῃ κατὰ περίστασιν ἐναπολαμβανόμενον τῆς κακίας ἰὸν ταῖς πολλαῖς καὶ διαφόροις πηγαῖς κατασβεννύων τῆς γνώσεως.

Μιμεῖται καὶ τῆς δορκάδος τὴν ὀξυωπίαν καὶ τοῦ ὀρνέου τὴν ἀσφάλειαν, τοὺς βρόχους τῶν πολεμούντων τῇ ἀρετῇ δαιμόνων ὡς δορκὰς ὑπερπηδῶν καὶ διαλλόμενος, καὶ τὰς παγίδας τῶν τῇ γνώσει μαχομένων πνευμάτων ὡς ὄρνεον ὑπεριπτάμενος.

Φασί τινες τοῦ λέοντος ἀλλήλοις τὰ ὀστᾶ συγκρουόμενα πῦρ ἀποβάλλειν. Μιμεῖται καὶ τούτου τὸ φύσει πεφυκὸς ὁ γνωστικὸς νοῦς καὶ θεοφιλής, διὰ τῆς κατὰ τὴν ἀλήθειαν συζητήσεως ἀλλήλοις τοὺς εὐσεβεῖς ὀστέων δίκην συγκρούων λογισμοὺς καὶ τὸ πῦρ ἐξάπτων τῆς γνώσεως.

Γίνεται φρόνιμος ὡς ὁ ὄφις καὶ ἀκέραιος ὡσεὶ περιστερά, διὰ πάντων ἄθλαστον ὡς κεφαλὴν τὴν πίστιν συντηρῶν καὶ τοῦ θυμοῦ τὴν πικρίαν ἐξ ἑαυτοῦ σαφῶς κατὰ τὴν περιστερὰν ἀποθέμενος, ὡς τοῖς θλίβουσι καὶ ἐπηρεάζειν σπουδάζουσι μνησικακεῖν οὐκ εἰδώς.

Δέχεται κἀκ τῆς τρυγόνος καθάπερ δόμα τὴν τῆς σωφροσύνης ἐκμίμησιν, γνώμης ἔργα ποιούμενος πάντα τὰ ἐξ ἀνάγκης προσόντα ταῖς φύσεσιν.

Οὕτω μὲν οὖν, κατὰ τὸν ἑκάστου λόγον τε καὶ τρόπον τῆς φύσεως, μετὰ γνώσεως ἐπελθὼν τὴν τῶν ὄντων γένεσιν ὁ φιλοσοφώτατος νοῦς, ὡς μὲν γνωστικὸς τοὺς τῶν ὄντων πνευματικοὺς λόγους καθάπερ δῶρα δέχεται τῷ Θεῷ προσφερομένους παρὰ τῆς κτίσεως, ὡς δὲ πρακτικὸς τοὺς τῶν ὄντων φυσικοὺς νόμους τοῖς τρόποις μιμούμενος δόματα δέχεται, πᾶσαν ἐκκαλύπτων ἐν ἑαυτῷ κατὰ τὸν βίον τῆς ἐμφερομένης ἀοράτως τοῖς οὖσι θείας σοφίας τὴν μεγαλοπρέπειαν.

Εἰ δὲ καὶ τοῦτο φαίη τις ὅτι δῶρα τῷ Θεῷ προσφέρεσθαι διωρίσατο φήσας ὁ λόγος, ἵνα παραστήσῃ τὸ τῆς θείας ἀγαθότητος ἄπειρον, ὡς μηδὲν προεισενεγκούσης, δέχεσθαι παρ᾽ ἡμῶν ὡς δῶρα τὰ δόματα, τὸ πᾶν ἡμῖν λογιζομένης τῆς εἰσφορᾶς, οὐκ ἔξω τοῦ πρέποντος γέγονε τοῦτο φήσας, πολλὴν καὶ ἄφατον εἶναι περὶ ἡμᾶς τοῦ Θεοῦ δείξας τὴν ἀγαθότητα, δεχομένου ὡς ἡμῶν τὰ ἑαυτοῦ ἐξ ἡμῶν αὐτῷ προσφερόμενα, καὶ τὴν ὑπὲρ αὐτῶν ὡς ἀλλοτρίων ὀφειλὴν ὁμολογοῦντος.

Καὶ ὑπερήρθη, φησίν, Ἐζεκίας κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Ὁ διὰ πράξεως καὶ θεωρίας κατορθώσας εἰς ἄκρον τὴν ἀρετὴν καὶ τὴν γνῶσιν κατὰ τὸν Ἐζεκίαν, εἰκότως ὑπεραίρεται πάντων τῶν ἐθνῶν, τῶν τε σαρκικῶν καὶ διαβεβλημένων λέγω· παθῶν ὑπεράνω κατὰ τὴν πρᾶξιν γινόμενος καὶ τῶν φυσικῶν λεγομένων σωμάτων, καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, πάντων τῶν ὑπὸ αἴσθησιν εἰδῶν κατὰ τὴν θεωρίαν τοὺς ἐν αὐτοῖς πάντας γνωστικῶς διαπεράσας λόγους, ἐθνῶν καὶ αὐτῶν τῇ Γραφῇ τροπικῶς ὀνομαζομένων διὰ τὸ πρὸς τὴν ψυχὴν καὶ τὸν νοῦν κατὰ φύσιν ἀλλογενὲς καὶ ἀλλόφυλον· ἅπερ, μὴ πολεμοῦντα τὸν νοῦν, πολεμεῖσθαι παντελῶς ὁ Θεὸς οὐ προσέταξεν.

Οὐ γὰρ τοῖς ἔξω περὶ τὴν αἴσθησιν πολεμεῖν ἐπετάγημεν κτίσμασιν, ἀλλὰ τοῖς ἐν ἡμῖν αὐτοῖς παρὰ φύσιν κατὰ τὴν γῆν τῆς καρδίας οἰκοῦσι τῆς ἀτιμίας ἀεὶ διαμάχεσθαι πάθεσιν ἐκελεύσθημεν, ἕως ἂν ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ αὐτῆς, καὶ κατάσχωμεν μόνοι τὴν γῆν, ἀσάλευτον μένουσαν τῇ ἀναιρέσει τῶν ἀλλοτρίων παθῶν. Διὸ καὶ τετηρημένως, κατὰ μὲν τὸν τόπον τῆς εἰσφορᾶς τῶν δώρων τοῦ Θεοῦ καὶ τῶν δομάτων τοῦ βασιλέως, οὐχ ἁπλῶς ἡ Γραφὴ πάντες ἔφερον εἶπεν δῶρα τῷ Θεῷ καὶ δόματα τῷ βασιλεῖ ἀλλὰ πολλοί, τουτέστιν οὐ πάντα τὰ ἔθνη, ἀλλὰ πολλὰ ἔθνη, δήλου ὄντος ἐντεῦθεν ὅτι εἰσὶ λεγόμενα ἔθνη, ἐξ ὧν οὐδὲν τῷ Θεῷ ἢ τῷ βασιλεῖ προσάγεται.

Τὰ γὰρ συμπληροῦντα τὴν τῶν γεγονότων φύσιν κτίσματα μόνα φέρειν εἰκότως φησὶν τῷ τε Θεῷ δῶρα τοὺς ἐν αὐτοῖς θειοτέρους, καθ᾽ οὓς καὶ ἐκτίσθησαν, λόγους, ὡς ἐκ Θεοῦ γεγενημένα, καὶ δόματα τῷ βασιλεῖ τοὺς οἰκείους αὐτῶν καὶ κατὰ φύσιν δηλονότι νόμους, ὡς δι᾽ αὐτὸν ὑποστάντα, καθ᾽ οὓς ῥυθμιζόμενος ὁ ἀνθρώπινος νοῦς τοὺς συνεκτικοὺς τῆς ἀρετῆς συνίστησι τρόπους. Ἀλλ᾽ οὐχὶ τῶν ἐκ Θεοῦ μὴ γεγονότων ἐν ἡμῖν ἐθνῶν, λέγω δὲ τῶν παθῶν, παρυπόστασις προσφέρει Θεῷ ἢ ἀνθρώποις, διότι οὐκ ἐκ Θεοῦ γεγένηται. Ἐξ ἡμῶν γὰρ τῆς θείας παρακουσάντων ἐντολῆς, ἀλλ᾽ οὐκ ἐκ Θεοῦ τὰ πάθη τῆς ἀτιμίας ἔσχε τὴν γένεσιν· ἐξ ὧν οὐδεὶς οὐδαμῶς οὐδὲν προσφέρει Θεῷ, μὴ ἐχόντων τὸ σύνολον λόγον σοφίας ἢ γνώσεως, ἅτε τῇ τῆς σοφίας ἀποβολῇ καὶ τῆς γνώσεως παρυποστάντα.

Κατὰ δὲ τὸν τόπον τοῦ καὶ ἐπήρθη κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν Ἐζεκίας ὁ βασιλεύς, σεσημειωμένως εἴρηκεν πάντων τῶν ἐθνῶν τοῦ λόγου δηλοῦντος ὡς ὁ τὴν ἀπάθειαν καθάπερ Ἱερουσαλὴμ οἰκεῖν διὰ τῶν κατὰ τὴν πρᾶξιν πόνων λαχὼν καὶ πάσης τῆς καθ᾽ ἁμαρτίαν ἀπηλλαγμένος ὀχλήσεως καὶ μόνην εἰρήνην καὶ πράττων καὶ λαλῶν καὶ ἀκούων καὶ λογιζόμενος, μετὰ τὸ δέξασθαι διὰ τῆς φυσικῆς θεωρίας τὴν φύσιν τῶν ὁρατῶν, τοὺς ἐν αὐτῇ θειοτέρους, καθάπερ δῶρα, τῷ Κυρίῳ δι᾽ αὐτοῦ προσκομίζουσαν λόγους καὶ τοὺς ἐν αὐτῇ νόμους αὐτῷ καθάπερ βασιλεῖ δόματα φέρουσαν, κατ᾽ ὀφθαλμοὺς ἐπαίρεται πάντων τῶν ἐθνῶν, ὑπεράνω γινόμενος πάντων δηλονότι τῶν τε κατὰ τὴν σάρκα παθῶν διὰ τῆς πράξεως τῶν τε φυσικῶν σωμάτων καὶ τῶν ὑπὸ τὴν αἴσθησιν πάντων εἰδῶν διὰ τῆς θεωρίας, τοὺς ἐν αὐτοῖς πνευματικοὺς διαβὰς λόγους τε καὶ τρόπους.

Οὕτως νενόηταί μοι καὶ τὸ ἔφερον πολλοί, ἀλλ᾽ οὐ πάντες, τουτέστι τὰ ἐκτὸς ἔθνη ἤγουν κτίσματα, ἀλλ᾽ οὐ τὰ ἐντὸς ἐν ἡμῖν ἔθνη ἤγουν πάθη. Πάντα γὰρ τὰ συμπληροῦντα τὸν κόσμον κτίσματα Θεὸν ὑμνεῖ καὶ δοξάζει φωναῖς ἀλαλήτοις. Καὶ ὁ ἐκείνων ὕμνος ἡμέτερος γίνεται· δι᾽ ὧν ἐγὼ τὸ ὑμνεῖν λαμβάνω φησὶ Γρηγόριος, ὁ μέγας τῆς θεολογίας ἐπώνυμος.

Οὐκοῦν ἡ ἁγία Γραφή, καθὼς δέδεικται, πᾶσιν ἄνετον προθεῖσα τοῖς βουλομένοις σωθῆναι τὸ ἑαυτῆς βούλημα, ἑνὶ προσώπῳ παντελῶς ἑαυτὴν οὐ συνέκλεισεν. Ἕκαστος γὰρ δύναται Ἐζεκίας γενέσθαι, τὸν Ἐζεκίαν κατὰ Πνεῦμα μιμούμενος, καὶ διὰ προσευχῆς βοῆσαι πρὸς τὸν Θεὸν καὶ εἰσακουσθῆναι καὶ δέξασθαι ἄγγελον, λέγω δὲ σοφίας μείζονος λόγον καὶ γνώσεως, ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως, καὶ ἐκτρίψαι πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγόν, τουτέστι τὰς ἐμπαθεῖς τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ κινήσεις καὶ τῶν αἰσθητῶν τὴν προσπάθειαν καὶ τὸν καθάπερ στρατηγὸν ἐπινοοῦντα τοὺς καθ᾽ ἁμαρτίαν τρόπους λογισμόν, καὶ οὕτως ἐν εἰρήνῃ γενέσθαι διὰ τῆς ἀπαλλαγῆς τῶν παθῶν καὶ σχολάσαι τῇ τῶν ὄντων θεωρίᾳ, καὶ δέξασθαι τοὺς συνεκτικοὺς τῆς γνώσεως λόγους καθάπερ δῶρα καὶ τοὺς τῶν ἀρετῶν συστατικοὺς τρόπους καθάπερ δόματα πρός τε δόξαν Θεοῦ καὶ προκοπὴν ἑαυτοῦ παρὰ πάσης αὐτῷ προσφερομένους τῆς κτίσεως, καὶ μετὰ τοῦτο πρεπόντως κατ᾽ ὀφθαλμοὺς ὑπεραρθῆναι πάντων τῶν ἐθνῶν, τουτέστι ὑπεράνω πάντων τῶν παθῶν κατὰ τὴν ἀρετὴν καὶ πάντων τῶν κτισμάτων γενέσθαι κατὰ τὴν γνῶσιν, καὶ φυλάξαι διὰ μετριοφροσύνης τὴν χάριν τῆς σωτηρίας, καὶ μὴ παθεῖν τὰ τούτοις κατὰ τὴν Γραφὴν ἑπόμενα.

 
--------------------------
ΣΧΟΛΙΑ

α΄. Τριῶν τούτων ἕνεκεν ἐγκατέσπειρεν ὁ Θεός τῇ ὁρωμένῃ φύσει λόγους πνευματικούς καί τρόπους ἀγωγῆς ἀστείας· ὥστε κηρύττεσθαι τόν Ποιητήν τῶν κτισμάτων, καί ὥστε τόν ἄνθρωπον τοῖς κατά φύσιν θεσμοῖς τε καί τρόποις παιδαγωγούμενον, εὑρεῖν εὐμαρῶς τήν πρός αὐτόν ἄγουσαν τῆς δικαιοσύνης ὁδόν· καί ἵνα μηδείς τῶν ἀπίστων, πρόφασιν ἀπολογίας ἔχῃ τήν ἄγνοιαν.

1. Μέσα Θεοῦ καί ἀνθρώπων εἰσί τά αἰσθητά καί τά νοητά· ὧν ὑπεράνω γίνεται χωρῶν πρός Θεόν ὁ ἀνθρώπινος νοῦς· τοῖς μέν αἰσθητοῖς κατά τήν πρᾶξιν μή δουλούμενος· τοῖς νοητοῖς δέ κατά τήν θεωρίαν μηδόλως κρατούμενος.

2. Ὅτι κατήγορος ἡ κτίσις γίνεται, φησίν, τῶν ἀσεβῶν ἀνθρώπων· διά μέν τῶν ἐν αὐτῇ λόγων τόν ἑαυτῆς κηρύττουσα Ποιητήν· διά δέ τῶν ἐν αὐτῇ κατ᾿ εἶδος ἕκαστον φυσικῶν νόμων πρός ἀρετήν παιδαγωγοῦσα τόν ἄνθρωπον. Οἱ μέν οὖν λόγοι ἐν τῇ συνοχῇ τῆς τοῦ καθέκαστον εἴδους γνωρίζονται μονιμότητος· οἱ δέ νόμοι, ἐν τῇ ταυτότητι φαίνονται τῆς τοῦ καθέκαστον εἴδους φυσικῆς ἐνεργείας· οἷς μή ἐπιβάλλοντες κατά τήν ἐν ἡμῖν νοεράν δύναμιν, τήν τε τῶν ὄντων ἠγνοήσαμεν αἰτίαν, καί πᾶσι τοῖς παρά φύσιν προστετήκαμεν πάθεσιν.

3. Ὁ ἄνθρωπος τούς πνευματικούς τῶν ὁρωμένων λόγους κατανοῶν διδάσκεται, ὡς ἔστι τῶν φαινομένων Ποιητής· τήν τοῦ ὁποῖός ἐστιν ἔννοιαν, ὡς ἀνέφικτον ἀφείς ἀνεξέταστον. Τήν γάρ ὅτι Ποιητής, ἀλλ᾿ οὐχ ὁποῖός ἐστιν ὁ Ποιητής ὁρωμένη σοφῶς ἡ κτίσις παρέχει κατάληψιν. Διόπερ δῶρα μέν κέκληκεν ἡ Γραφή τούς λόγους τῶν ὁρωμένων, ὡς τῆς κατά πάντων δεσποτείας μηνυτικούς· δόματα δέ, τούς φυσικούς αὐτῶν νόμους, δι᾿ ὧν ὁποῖόν τι τῶν ὄντων ἕκαστον ὑπάρχει κατ᾿ εἶδος γνωριζόμενον διδάσκει τόν ἄνθρωπον, ἀλλοτρίῳ νόμῳ μή παραφθείρειν τόν κατά φύσιν.

4. Κατά δωρεάν φησίν τήν Θεόν εἰλήφαμεν πίστιν, γνῶσιν ὑπάρχουσαν ἀμέσως περί Θεόν ἱδρυμένην· ἥτις ἀναπόδεικτον ἔχει τήν ἐπιστήμην. Ἐλπιζομένων γάρ ἐστιν ὑπόστασις πραγμάτων, οὕπω γνώσει τῶν ὄντων τινός περιληφθέντων.

5. Ἀρετῆς μέν προεισφέρεται πίστις, φησίν· ἀρετή δέ, γνώσεως· πίστεως δέ, παντελῶς οὐδέν. Ἀρχή γάρ τῶν ἐν ἀνθρώποις καλῶν ἡ πίστις· ἧς οὐδέν παρ᾿ ἡμῶν προεισάγεσθαι πέφυκεν.

6. Οὐδέν φησίν ἐστιν πίστεως ἰσοστάσιον.

7. Συνηγόρους τῆς εἰς τόν Θεόν πίστεως τούς τῶν ὄντων ὁ γνωστικός νοῦς δέχεται λόγους φησίν, ἀλλ᾿ οὐ ποιητικούς τῆς πίστεως. Οὐκ εἰσί γάρ ἀρχή τῆς πίστεως οἱ λόγοι τῶν γεγονότων· ἐπεί καί περιγραπτόν ἔσται τό πιστευόμενον. Οὗ γάρ ἡ πρός ἀπόδειξιν ἀρχή γνώσει περιλαμβάνεται, τοῦτο δηλαδή, γνώσει κατά φύσιν ὑπάρχει περιληπτόν.

8. Οὐρανοῦ νόμος ἐστί, τό κατά κύκλον ὡσαύτως φέρεσθαι, παρ᾿ οὗ λαμβάνει τήν ἐν τῷ καλῷ παγίαν κίνησιν ὁ γνωστικός, περί τό ταυτόν τῆς ἀρετῆς τήν οὐρανοῦ μιμούμενος ἀεικινησίαν.

9. Ἡλίου νόμος ἐστί φυσικός, τό ταῖς μεταβάσεσιν ἐργάζεσθαι τήν τῶν χρόνων διαφοράν· παρ᾿ οὗ λαμβάνει, τό πρός τάς διαφόρους ἁρμόζεσθαι συμβάσεις ὁ γνωστικός, λόγῳ φυλάττων τῆς ἀρετῆς τήν λαμπρότητα, μηδενί τῶν ἀβουλήτως συμβαινόντων ἀμαυρουμένην.

10. Ἀετοῦ νόμος ἐστί φυσικός, τό δέχεσθαι κατά τῆς κόρης τοῦ ἡλίου τήν ἀκτῖνα προσβάλλουσαν· παρ᾿ οὗ λαμβάνει κατά γνώμην ὁ γνωστικός, διά παντός τῷ θείῳ φωτί τόν νοῦν ἐναστράπτεσθαι.

11. Τί διδάσκεται κἀκ τοῦ φυσικοῦ νόμου τῶν ἐλάφων ὁ γνωστικός, τήν τῶν ὄντων φύσιν διασκεπτόμενος;

12. Τί κἀκ τῆς δορκάδος καί τοῦ ὀρνέου κατά μίμησιν λαμβάνων, ἀνάλωτον φυλάττει τήν ἀρετήν, ὁ κατά πρᾶξιν τήν ὁδόν τέμνων τῆς γνώσεως;

13. Ποῖον διδάσκεται καλόν ὁ τά θεῖα φιλοσοφῶν, τήν φυσικήν τοῦ λέοντος θεωρίαν εἰς ἑαυτόν κατά γνώμην λογικῶς μεταφέρων;

14. Πῶς δεῖ μιμούμενον τόν ὄφιν καί τήν περιστεράν γένεσθαι φιλόσοφον;

15. Τί κἀκ τῆς τρυγόνος ὠφελεῖσθαι δυνάμεθα;

16. Ὁ πρός τόν ἑαυτοῦ νόμον, τούς τῶν ὄντων κατά μίμησιν μεταφέρων νόμους, ἐνάρετος, λογίζων τῶν ἐστερημένων λόγου τήν κίνησιν· ὁ δέ τόν ἑαυτοῦ πρός τούς νόμους τῶν ἄλλων κατά μίμησιν μεταβάλλων, ἐμπαθής, πρός ἀλογίαν ἐκφέρων τοῦ λόγου τήν δύναμιν.

17. Σώματα λέγει φυσικά, πάντα τά ὑπό γένεσιν καί φθοράν.

18. Καλή παρατήρησις, ὅτι δεῖ μή τήν κτίσιν πολεμεῖσθαι παρ᾿ ἡμῶν, ἧς ἐστι δημιουργός ὁ Θεός, ἀλλά τάς ἐπ᾿ αὐτῇ τῶν ἐν ἡμῖν κατ᾿ οὐσίαν δυνάμεων ἀτάκτους καί παρά φύσιν κινήσεις καί ἐνεργείας.

19. Ἡ πρακτική φιλοσοφία, τόν πρακτικόν, φησίν, ὑπεράνω ποιεῖ τῶν παθῶν· ἡ θεωρία δέ τόν γνωστικόν καί ὑπεράνω τῶν ὁρωμένων καθίστησιν, ἀναβιβάσασα τόν νοῦν πρός τά συγγενῆ νοητά.


Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets