Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Πέμπτη 11 Απριλίου 2013

ΝΣΤ (56). ΠΕΡΙ ΤΩΝ ΕΛΗΛΥΘΟΤΩΝ ΕΧΘΡΩΝ ΙΟΥΔΑ ΚΑΙ ΒΕΝΙΑΜΙΝ.


56. ΕΡΩΤΗΣΙΣ ΝΣΤ'

Πάλιν γέγραπται ἐν τῷ δευτέρῳ Ἔσδρα· Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ Ἰσραήλ, καί, προσελθόντες τῷ Ζοροβάβελ καὶ τῷ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, λέγουσιν αὐτοῖς· Συνοικοδομήσωμεν ὑμῖν, ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀφ᾽ ἡμερῶν Ἀσβακαφὰθ βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα. Καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ἰσραήλ· Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραήλ. Τί ἄρα σημαίνει ταῦτα, καὶ μάλιστα ὁ φθόνος, δι᾽ ὃν οὐκ ἠθέλησαν συνοικοδομῆσαι αὐτοῖς τοὺς τῷ αὐτῷ θρησκεύοντας Θεῷ;


Ἀπόκρισις.

Ἰούδας ‘ἐξομολόγησις’ ἑρμηνεύεται· διττὸς δὲ τῆς φωνῆς ταύτης ὁ λόγος(1)· ὁ μὲν ἐπ᾽ εὐχαριστίᾳ τῶν δε δωρημένων ἀγαθῶν γινόμενος, ὁ δὲ ἐπ᾽ ἐλέγχῳ καὶ ἐτασμῷ τῶν κακῶς πεπραγμένων λεγόμενος. Ἐξομολόγησις γὰρ λέγεται καὶ ἡ παρὰ τῶν εὖ πεπονθότων μετ᾽ εὐχαριστίας τῶν θείων εὐεργεσιῶν ἀπαρίθμησις καὶ ἡ τῶν κακῶς πεπραγμένων παρὰ τῶν ὑπαιτίων ἐξαγόρευσις. Ἀμφότερα δὲ(2) ταπεινώσεως ὑπάρχει ποιητικά· ὅ τε γὰρ ἐπ᾽ ἀγαθοῖς εὐχαριστῶν ὁμοῦ καὶ ὁ ἐπ᾽ ἐγκλήμασιν ἐταζόμενος ταπεινοῦται, ὁ μὲν ἑαυτὸν κρίνων ἀνάξιον τῶν δοθέντων καλῶν, ὁ δὲ λαβεῖν ἄφεσιν τῶν πλημμεληθέντων δεόμενος.

Βενιαμὶν δὲ ‘πένθος ἢ στεναγμὸς μητρὸς ἢ μέτρον μητρὸς ἢ υἱὸς δεξιᾶς ἢ οἰκοδομὴ λαοῦ’ κατὰ τὴν ἀκριβῆς τῆς παρ᾽ Ἑβραίοις φωνῆς ἑρμηνεύεται δύναμιν. Οὐκοῦν πᾶς ἐξομολογούμενος καθ᾽ ἕνα τῶν εἰρημένων τρόπων τῆς φυλῆς ἐστι τοῦ Ἰούδα, καὶ πᾶς ὑπὲρ ἀρετῆς πενθῶν(3) ἤ, μητρὸς δίκην, ἔχων τὴν δικαιοσύνην τὸν ἑαυτοῦ βίον τε καὶ λόγον δεξιῶς ὁρίζουσαν ἢ πολλῶν ὑπάρχων δι᾽ ἀρετῆς περιουσίαν καὶ χύσιν τῆς ἐν λόγῳ διδασκαλίας πρὸς σωτηρίαν ὁδὸς καὶ οἰκοδομὴ τῆς φυλῆς ὑπάρχει τοῦ Βενιαμίν. Τοιούτους γὰρ οἶδεν ὁ λόγος τοὺς ἐλευθερίαν λαμβάνοντας τῆς τῶν παθῶν αἰχμαλωσίας καὶ τῆς τῶν αἰσθητῶν ἐκβαίνοντας σχέσεως καὶ οἶκον τῷ Κυρίῳ, κατὰ τὴν ἕξιν τῆς ἀπαθείας γενομένους, οἰκοδομεῖν δυναμένους· οἶκον δὲ λέγω τὸν ἐξ ἀρετῶν διαφόρων καὶ λόγων κατά τε πρᾶξιν καὶ θεωρίαν οἰκοδομούμενον νοῦν εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Ἐχθροὶ δὲ τούτων εἰσὶ τὰ τέσσαρα ἔθνη τὰ μετοικισθέντα εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ὑπὸ Ἀσβακαφὰθ βασιλέως Ἀσσούρ· οὖτος γὰρ πρῶτος εἰς τὴν γῆν τοῦ Ἰσραὴλ κατῴκισεν ἄνδρας Βαβυλωνίους καὶ ἄνδρας Χοὺθ καὶ ἄνδρας Αἱμὰθ καὶ τοὺς Εὐαίους.

Οἱ μὲν οὖν Βαβυλώνιοι(4) τὴν ὑπερηφανίαν δηλοῦσιν, ‘συγκεχυμένη φρόνησις’ ἑρμηνευόμενοι.

Χουθαῖοι(5) δὲ τὴν κενοδοξίαν, πρὸς τὴν ἄκαρπον οἴησιν ἀπὸ τῆς ἀρετῆς μεταβάλλοντες τὴν διάνοιαν —’ἔκστασις’ γὰρ καὶ τούτων ἑρμηνευόμενον τὸ ὄνομα σημαίνει—.

Οἱ δὲ ἄνδρες Αἱμὰθ(6) τὴν ἀνθρωπαρέσκειαν— Αἱμὰθ γὰρ ‘ὅρασις φαινομένων’ ἑρμηνεύεται—, δι᾽ ἧς τὰ ἁδρότερα τῶν λημμάτων τοῖς ψευδῶς μετιοῦσι δι᾽ ἀνθρώπους τὴν ἀρετὴν ἐπινενόηται.

Οἱ δὲ Εὐαῖοι(7) τὴν ἀπάτην δηλοῦσι τῆς ὑποκρίσεως· ‘ὀφιώδεις’ γὰρ ἑρμηνεύονται, κατὰ τὸν πρῶτον ὄφιν δι᾽ ἀπάτης καὶ ὑποκρίσεως φιλικῆς, ὡς τὸν Ἀδάμ, τοὺς πειθομένους ἀρετῆς ἐξοικίζοντες.

Ἀσβακαφὰθ δέ, ὁ τούτους εἰς τὴν γῆν τοῦ Ἰσραὴλ μετοικίσας, ‘αἰχμαλωτεύων ὀπίσθιος’ ἑρμηνεύεται, τουτέστιν ἀφανῶς ἢ λανθανόντως, ἢ πάλιν ‘αἰχμαλωτεύων δεσμοῖς’. Οὗτος δὲ σαφῶς ἐστιν ὁ διάβολος, ὁ πάντα λανθανόντως ποιῶν πρὸς καθαίρεσιν τῆς ἀνθρωπίνης φύσεως καὶ σειραῖς ἕκαστον τῶν οἰκείων ἁμαρτιῶν διασφίγγων. Οὗτος εἰς τὴν γῆν τοῦ Ἰσραήλ, τὴν ἕξιν λέγω τῆς ἀρετῆς καὶ τῆς γνώσεως, μετῴκισε τὴν ὑπερηφανίαν καὶ τὴν κενοδοξίαν καὶ τὴν ἀνθρωπαρέσκειαν καὶ τὴν ὑπόκρισιν, παραζεύξας αὐτὰς τοῖς ἐναρέτοις τε καὶ γνωστικοῖς, ἵνα κλέψῃ τῶν κοπιώντων ἐν ἀγαθοῖς τοὺς πόνους, ἐπ᾽ ἄλλα παρὰ τὴν αἰτίαν τὸν σκοπὸν σοφιστικῶς ἀπάγων τῶν γινομένων(8).

Καὶ τάχα τούτους γινώσκων τοὺς πονηροὺς δαίμονας παρέπεσθαι τοῖς ἐναρέτοις ὁ θεῖος ἀπόστολος Κορινθίους ἔπειθε, γράφων ὡς οὐκ ἐν λόγῳ κολακείας γέγονε πρὸς αὐτούς, ὡς ὑποκριτής, τοῦτο τυχὸν ἐκείνων περὶ αὐτοῦ νομιζόντων, οὔτε προφάσει πλεονεξίας, ὡς ἀνθρωπάρεσκος, οὔτε ζητῶν δόξαν παρά τινος, ὡς κενόδοξος· τὴν γὰρ ὑπερηφανίαν παρεσιώπησεν, φανεροὺς ἔχων τῆς ταπεινοφροσύνης τοὺς ἀληθεῖς χαρακτῆρας τούς τε μυρίους διωγμοὺς καὶ τὰ τοῦ σώματος παθήματα καὶ τὴν ἄγαν ἀκτημοσύνην καὶ τὴν ἐν τῷ λόγῳ τῷ κατὰ προφορὰν ἰδιωτείαν· εἰ γὰρ καὶ ἰδιώτης τῷ λόγῳ, φησίν, ἀλλ᾽ οὐ τῇ γνώσει.

Οὗτοι, ἀκούσαντες τῆς φωνῆς τῶν σαλπίγγων, ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνή· καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ Ἰσραήλ. Σάλπιγγές εἰσιν(9), ὧν τῆς φωνῆς ἀκούουσιν οἱ ἀκάθαρτοι δαίμονες, οἱ περὶ ἀρετῆς καὶ γνώσεως λόγοι. Φωνὴ δὲ τούτων ὑπάρχει τῶν λόγων τὰ ἔργα τῶν ἀρετῶν καὶ ἡ κατ᾽ ἦθος τῶν τρόπων εὐστάθεια τῶν διὰ μετανοίας πρὸς ἀρετὴν ἀπὸ κακίας ἐπανελθόντων καὶ ἐξ ἀγνοίας πρὸς ἐπίγνωσιν Θεοῦ ἐπαναβεβηκότων.

Καὶ προσῆλθον τῷ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, καὶ λέγουσιν αὐτοῖς· Συνοικοδομήσωμεν ὑμῖν, ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν. Ζοροβάβελ(10) ἐστὶν ὁ πρακτικὸς νοῦς καὶ Ἰησοῦς ὁ θεωρητικός, ἡγούμενοι δὲ τῶν πατριῶν εἰσιν αἱ τῆς ψυχῆς δυνάμεις, ἐξ ὧν ὥρμηνται τῆς ἀρετῆς οἱ τρόποι καὶ οἱ λόγοι τῆς γνώσεως, οἷς προσέρχονται τῆς ὑπερηφανίας καὶ τῆς κενοδοξίας ἀνθρωπαρεσκείας τε καὶ ὑποκρίσεως οἱ ἀκάθαρτοι δαίμονες, λέγοντες· Συνοικοδομήσωμεν ὑμῖν τὸν ναὸν Κυρίου. Οὐδεὶς γὰρ τούτων τῶν πονηρῶν δαιμόνων τοῦ ἐναρέτου ποτὲ κωλύει τὸ πρόθυμον, ἀλλὰ καὶ μᾶλλον, τὰς ἐλλείψεις δολερῶς περικόψας τῶν ἀρετῶν, τὰς ἐπιτάσεις ὑπαγορεύει, τοῖς ἀγωνισταῖς συμπροθυμούμενος, ἵνα πρὸς ἑαυτὸν ὅλην ποιήσηται τοῦ ἀσκουμένου τὴν ἔννοιαν, παραπολέσασαν τὸ ἶσον τῆς μεσότητος στάθμιον, καὶ λάθῃ πρὸς ἄλλο παρὰ τὸ δοκοῦν ὁδεύουσα καταγώγιον.

Διὸ φασὶν οἱ κακοῦργοι· ὁμοίως ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν. Οὔτε γὰρ μισοῦσι σωφροσύνην οὔτε νηστείαν βδελύσσονται, οὐ χρημάτων διάδοσιν, οὐ φιλοξενίαν, οὐ ψαλμῳδίαν, οὐ σχολὴν ἀναγνώσεως, οὐ τῶν μαθημάτων τὰ ὑψηλότερα, οὐ χαμευνίαν, οὐκ ἀγρυπνίαν, οὐ τὰ λοιπὰ πάντα, δι᾽ ὧν ὁ κατὰ Θεὸν χαρακτηρίζεται βίος, ἕως πρὸς αὐτοὺς νένευκεν ὁ σκοπὸς καὶ ἡ αἰτία τῶν γινομένων. Τοὺς μὲν γὰρ ἄλλους τάχιον ἴσως ὁ ἀσκητὴς καταλαβόμενος δαίμονας, ῥᾳδίως τὴν ἐξ αὐτῶν βλάβην διαδιδράσκει. Τούτους δέ, δοκοῦντας συνεργεῖν τῷ δρόμῳ τῆς ἀρετῆς καὶ οἷον συνοικοδομεῖν βουλομένους τὸν ναὸν Κυρίῳ, τίς ἂν τῶν ἄγαν ὑψηλῶν καταλάβοι νοῦς, χωρὶς τοῦ διὰ πάντων χωροῦντος ἐνεργοῦς Λόγου καὶ ζῶντος καὶ διϊκνουμένου ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος(11), τουτέστι διαγινώσκοντος τίνα τῶν ἔργων ἢ νοημάτων εἰσὶ ψυχικά, τουτέστι εἴδη φυσικὰ τῆς ἀρετῆς ἢ κινήματα, καὶ τίνα τυγχάνει πνευματικά, τουτέστιν ὑπὲρ φύσιν καὶ Θεὸν χαρακτηρίζοντα, τῇ φύσει δὲ κατὰ χάριν διδόμενα.

Ἁρμῶν τε καὶ μυελῶν(12) τὴν πρὸς τοὺς πνευματικοὺς λόγους τῶν κατ᾽ ἀρετὴν τρόπων ἁρμόδιον ἢ ἀναρμόδιον διόλου σύννευσιν ἐπισταμένου, κρίνοντός τε τὰς ἐνθυμήσεις καὶ τὰς ἐννοίας τῶν καρδιῶν(13), τουτέστι τὰς ἐπὶ τοῖς εἰρημένοις ἀφανεῖς κατὰ τὸ βάθος σχέσεις καὶ τὰς κατὰ ψυχὴν ἀοράτους τούτων αἰτίας.

Ὧι οὐκ ἔστι κτίσις ἀφανής, ἐν ἡμῖν δηλονότι τοῖς λανθάνειν δοκοῦσιν, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα, οὐ μόνον τὰ γεγενημένα τε καὶ νενοημένα, ἀλλ᾽ ἤδη καὶ τὰ γενησόμενα παρ᾽ ἡμῶν καὶ τὰ νοηθησόμενα; Περὶ γὰρ μελλούσης τυχὸν πράξεως καὶ νοήσεως τὸ οὐκ ἔστι κτίσις ἀφανὴς ὁ λόγος φησίν· οὐ γὰρ περὶ γεγενημένης, ἥτις καὶ ἡμῖν αὐτοῖς καὶ ἄλλοις πεφανέρωται, σχολῇ γ᾽ ἂν Θεῷ, τῷ πάντας τοὺς ἀπείρους τούς τε προγενομένους καὶ ὄντας καὶ ἐσομένους αἰῶνας προεγνωκότι καὶ τῆς πάντων γενέσεως προειληφότι κατὰ φύσιν τὴν γνῶσιν καὶ οὐκ ἐκ τῶν ὄντων, ἐξ ἑαυτοῦ δὲ τὴν τῶν ὄντων ἐν ἑαυτῷ προσυνειληφότι γνῶσιν. Μόνος γὰρ αὐτὸς τῶν ὄντων ὑπάρχει κατὰ φύσιν γνῶσις, ὡς τῶν ὄντων αἴτιος, καὶ πάλιν αὐτογνῶσις, ὡς ὑπὲρ αἰτίαν φύσει τὴν ἑαυτοῦ γνῶσιν ἔχων, καὶ ταύτης ἔτι κατὰ τὸν πάντα καὶ πάμπαν τῆς ἀπειρίας ὑπεράπειρον ἀπειράκις λόγον ἀνῳκισμένος(14), ὅτι καὶ τῆς οὕτω λεγομένης γνώσεως δημιουργὸς παντὶ λόγῳ τε καὶ τρόπῳ, καὶ πάσης ἄλλης λεχθῆναι ἢ νοηθῆναι δυναμένης γνώσεως, ὑπάρχων ἀπρόσιτος.

Τίς, τοῦτον οὐκ ἔχων ἐνοικοῦντα τὸν Λόγον τῷ βάθει τῆς καρδίας, δυνήσεται, τοὺς ἀφανεῖς δόλους τῆς καθ᾽ ἡμῶν ὑποκρίσεως τῶν δαιμόνων ὑπαλύξας, στῆναι καθ᾽ ἑαυτὸν μονώτατος, χωρίς τινος ἐπιμιξίας, καὶ οἰκοδομῆσαι τοῦ Κυρίου τὸν ναὸν κατὰ τὸν μέγαν Ζοροβάβελ καὶ τὸν Ἰησοῦν καὶ τοὺς ἡγουμένους τῶν πατριῶν, φάσκοντας διαρρήδην μεγάλῃ τῇ φωνῇ τοῖς ἀπαταιῶσι πνεύμασι τῆς ὑπερηφανίας καὶ τῆς κενοδοξίας καὶ τῆς ἀνθρωπαρεσκείας καὶ τῆς ὑποκρίσεως· Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραήλ, γινώσκων ὡς ἡ τούτων ἐπιμιξία τῆς ὅλης οἰκοδομῆς ποιεῖται φθορὰν καὶ καθαίρεσιν, καὶ συλᾷ τῆς τῶν θείων ἀναθημάτων εὐπρεπείας τὴν χάριν;

Οὐδεὶς γὰρ δύναται, τινὰ τῶν εἰρημένων δαιμόνων ἔχων τὴν ἀρετὴν συμμετερχόμενον, ταύτην τῷ Κυρίῳ οἰκοδομῆσαι· οὐ γὰρ ἔχει τὸν Θεὸν τῶν γινομένων τέλος, ὃν θεώμενος ταύτην διέξεισιν, ἀλλὰ τὸ πάθος, ὅπερ διὰ ταύτης συνίστησι. Οὐ φθονοῦντες οὖν οἱ ἀπὸ τῆς αἰχμαλωσίας οὐ κατεδέξαντο τοὺς Βαβυλωνίους καὶ τοὺς Χουθαίους καὶ τοὺς Αἱμαθαίους καὶ τοὺς Εὐαίους συνοικοδομοῦντας αὐτοῖς τὸν τοῦ Κυρίου ναόν, ἀλλ᾽ ἐπεγνωκότες τοὺς φιλικοὺς δόλους τῆς τῶν δαιμόνων κακουργίας, διὰ τοῦ ἀγαθοῦ λεληθότως αὐτοῖς βουλομένης κατεργάσασθαι τῆς ἁμαρτίας τὸν θάνατον.

Γένοιτο δὲ καὶ ἡμᾶς ἀεὶ λέγειν τοῖς ἐν πλάσματι φιλίας πνευματικῆς ἀοράτως προσβάλλουσι πνεύμασι τῆς πονηρίας καὶ λέγουσι Συνοικοδομήσωμεν ὑμῖν τὸν ναὸν τῷ Κυρίῳ ὑμῶν· Οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραήλ. Μόνοι μέν, ὅτι τῶν κατ᾽ ἔλλειψιν τῇ ἀρετῇ πολεμούντων ἐλευθερωθέντες πνευμάτων(15), ὧν καὶ ἐκβεβήκαμεν, οὐ βουλόμεθα ταῖς ὑπερβολαῖς δι᾽ ὑμῶν ἐπαρθέντας πάλιν περιπαρῆναι καὶ πεσεῖν πτῶσιν τοσοῦτον τῆς προτέρας χαλεπωτέραν, ὅσον τῆς μὲν ἦν ἐπανόδου ἐλπὶς εὐχερὴς συγγνωσθεῖσι διὰ τὴν ἀσθένειαν, τῆς δὲ ἢ οὐκ ἔστιν ἢ δυσχερὴς ἔσται(16) μισηθεῖσι διὰ τὴν ὑπερηφανίαν καὶ τοῦ δεξιοῦ ποιουμένοις ἕτερόν τι δεξιώτερον· οὐ μόνοι δὲ πάλιν, ὅτι τοὺς ἁγίους ἀγγέλους ἔχομεν τῶν καλῶν συλλήπτορας, μᾶλλον δὲ τὸν Θεὸν αὐτὸν ἐν ἡμῖν ἑαυτὸν ἐμφανίζοντα διὰ τῶν ἔργων τῆς δικαιοσύνης καὶ ἡμᾶς ἑαυτῷ ναὸν ἅγιον οἰκοδομοῦντα καὶ παντὸς πάθους ἐλεύθερον.

 
-------------------------
ΣΧΟΛΙΑ

1. Ὅτι διχῶς ἐξομολόγησις.

2. Ὅτι πᾶσα, φησίν, ἐξομολόγησις ταπεινοῖ τήν ψυχήν· ἡ μέν, χάριτι δικαιωθεῖσαν, ἡ δέ, ἀθυμίᾳ γνώμης οἰκείας ἐπ᾿ ἐγκλήμασιν ἐνεχομένην αὐτήν ἐκδιδάσκουσα.

3. Ὁ πενθῶν ἐπί τοῖς πρώτοις ἁμαρτήμασι, καί τελείως ἔχων γεννῶσαν αὐτόν ἀεί εἰς δικαιοσύνην τήν εἰς Θεόν πίστιν καί πᾶσαν ἀρετῆς ὑποτύπωσιν τόν ἑαυτοῦ παρεχόμενον βίον καί λόγον, τῆς τοῦ Βενιαμίν πνευματικῆς ἑαυτόν κατέστησε φυλῆς, γνώμης ἔργον, ἀλλ᾿ οὐκ ἀνάγκης τήν κατά Θεόν ὑπάρχουσαν δείξας γέννησιν. Δεξιᾶς γάρ υἱός ἐστιν, ὁ τήν κατά Θεόν γνωμικήν ἑκουσίως ὑπερχόμενος γέννησιν.

4. Τούς Βαβυλωνίους λέγει τήν ὑπερηφάνειαν, ὡς συγκεχυμένην ὑπάρχουσαν φρόνησιν. Τό γάρ τῆς ὑπερηφανείας πάθος ἐκ δύο συνέστηκεν ἀγνοιῶν. Δύο δέ συνελθοῦσαι πρός ἕνωσιν ἄγνοιαι, μίαν φρόνησιν συγκεχυμένην ἀποτελοῦσι. Μόνος γάρ ἐκεῖνός ἐστιν ὑπερήφανος, ὁ καί τήν θείαν βοήθειαν, καί τήν ἀνθρωπίνην ἀγνοήσας ἀσθένειαν. Οὐκοῦν ὑπερηφάνειά ἐστι θείας καί ἀνθρωπίνης γνώσεως στέρησις. Τῇ γάρ τῶν ἀληθῶς ἄκρων ἀποφάσει, μία ψευδής ὑπάρχει κατάφασις.

5. Τούς Χουθαίους λέγει τήν κενοδοξίαν. Σκοποῦ γάρ τοῦ κατά Θεόν ἔκστασις, καί πρός ἄλλον σκοπόν παρά τόν θεῖόν ἐστιν ἡ κενοδοξία μετάβασις. Κενόδοξος γάρ ἐστιν ὁ τῆς οἰκείας, ἀλλά μή τῆς θείας ἕνεκα δόξης τήν ἀρετήν ἐπιτηδεύων, καί πόνοις οἰκείοις τούς ἐξ ἀνθρώπου ἀνυποστάτους ἐπαίνους ὠνούμενος.

6. Αἱμάθ λέγει τήν ἀνθρωπαρέσκειαν. Μόνων γάρ ἐπιμελεῖται τῶν φαινομένων ἠθῶν ὁ ἀνθρωπάρεσκος, καί μήν καί λόγου τοῦ κόλακος, ἵνα τοῖς μέν τήν ὅρασιν, τοῖς δέ τήν ἀκοήν σφετερίζηται, τῶν μόνοις ἡδομένων ἤ καταπληττομένων τοῖς φαινομένοις τε καί ἀκουομένοις, καί μόνῃ τῇ αἰσθήσει περιγραφόντων τήν ἀρετήν. Ἀνθρωπαρέσκειαν οὖν εἶναί φαμεν, τήν ὡς ἐπ᾿ ἀρετῇ δι᾿ ἀνθρώπους τιμωμένην τῶν ἠθῶν τε καί λόγων ἐπίδειξιν.

7. Εὐαίους λέγει τήν ὑπόκρισιν. Ὑπόκρισις δέ ἐστι φιλίας προσποίησις, ἤ μῖσος σχήματι φιλίας κεκαλυμμένον· ἤ ἔχθρα δι᾿ εὐνοίας ἐνεργουμένη, ἤ φθόνος ἀγάπης χαρακτῆρα μιμούμενος· ἤ φιλαμαρτήμων διάθεσις, τῇ τῶν κατ᾿ ἀρετήν ἠθῶν προβολῇ τούς θεωμένους λαμβάνουσα· ἤ βίος ἀρετῆς πλάσματι, ἀλλ᾿ οὐ πράγματι τό κόσμιον ἔχω ἤ δικαιοσύνης προσποίησις, τῇ τοῦ εἶναι δοκήσει συντηρουμένη, ἤ τρόπος ἠθικῆς φιλοσοφίας, τήν κατ᾿ ἀρετήν συγκαλύπτων τῆς γνώμης λανθάνουσαν στέρησιν· ἤ ἀπάτη, ἀληθείας ἔχουσα μόρφωσιν, ἥν οἱ τόν ὄφιν τῇ τῶν ἠθῶν σκολιότητι μιμούμενοι ἐπιτηδεύουσι.

8. Τῶν ὄντων αἰτία, καί τῶν ἐν τοῖς οὖσιν ὄντων ἀγαθῶν ἐστιν ὁ Θεός. Ὁ τοίνυν περί τήν ἀρετήν καί τήν γνῶσιν πονούμενος, καί μή τῷ μέτρῳ τῆς ἐν χάριτι προκοπῆς συνεπεκτείνων τῆς οἰκείας ἀνικανότητος τήν ἐπιγνωμοσύνην, τό τῆς ὑπερηφανείας κακόν οὐ διέφυγεν. Ὁ δέ δόξης ἕνεκεν ἰδίας τό καλόν ἐπιτηδεύων, ἑαυτόν τοῦ Θεοῦ προετίμησε, τῷ τῆς κενῆς δόξης ἥλῳ περιπαρείς. Ὁ δέ πρός τό θεαθῆναι τοῖς ἀνθρώποις ποιῶν ἤ διώκων τήν ἀρετήν, τῆς θείας πολλῷ τήν ἀνθρωπίνην ὑπερέθηκεν ἀποδοχήν, τῷ τῆς ἀνθρωπαρεσκίας πάθει νοσηλευόμενος. Ὁ δέ μόνῃ τῇ κατ᾿ ἀρετήν σεμνότητι πρός ἀπάτην κακούργως ἐπιχρώσας τά ἤθη, καί τήν πονηράν τῆς γνώμης διάθεσιν τῷ φαινομένῳ σχήματι τῆς εὐσεβείας ἐπικαλύπτων, τῷ τῆς ὑποκρίσεως ἐξωνεῖται δόλῳ τήν ἀρετήν. Οὐκοῦν ἐπ᾿ ἄλλα παρά τήν αἰτίαν ἑκάστου τούτων ἀπήγαγε τόν σκοπόν, ὁ νοητός Ἀσβακαφάθ.

9. Οἱ λόγοι τοῦ Θεοῦ ψιλῶς κατά μόνην λαλούμενοι τήν προφοράν, φησίν, οὐκ ἀκούονται, φωνήν, τήν τῶν αὐτούς λαλούντων πρᾶξιν, οὐκ ἔχοντες. Εἰ δέ τῇ πράξει τῶν ἐντολῶν ἐκφωνοῦνται, τούς τε δαίμονας ἔχουσι τῇ τοιαύτῃ διαστηκομένους φωνῇ, καί τούς ἀνθρώπους τῇ προκοπῇ τῶν ἔργων τῆς δικαιοσύνης εὐπειθῶς τόν θεῖον τῆς καρδίας οἰκοδομοῦντας ναόν.

10. Τόν Ζοροβάβελ ἐνταῦθα, εἰς τόν πρακτικόν νοῦν ἔλαβεν, ὡς πολεμικώτερον· τόν δέ Ἰησοῦν, εἰς τόν θεωρητικόν, ὡς ἱερέα, καί διά παντός τήν ἐντυχίαν πρός τόν Θεόν ποιεῖσθαι τεταγμένον.

11. Μερισμόν ψυχῆς καί πνεύματος λέγει τήν διαφοράν τῶν ἐκ φύσεως ἀρετῶν, ὧν φυσικῶς ἔχομεν τούς λόγους, καί τῶν ἐκ Πνεύματος, ὧν κατά δωρεάν δεχόμεθα τήν χάριν· τούτων γάρ εὐκρινῶς τήν διαστολήν ποιεῖται κρίνων ὁ Λόγος.

12. Μυελός ἐστιν ὁ θεῖος λόγος, ὁ τούς ἐν ἡμῖν ὥσπερ ὀστᾶ θείους διατρέφων λογισμούς, τούς ὑποτρέφοντας τό σῶμα τῶν ἀρετῶν. Ἁρμός δέ ἐστιν, ὁ τῆς πράξεως τρόπος, καθ᾿ ὅν ἡ πρός τούς θείους λόγους τῶν λογισμῶν γίνεσθαι πέφυκεν ἕνωσις πρός μίαν ἀρετῆς ἐκπλήρωσιν.

13. Τάς ἐνθυμήσεις δέ καί τάς ἐννοίας, ὧν ἐστι κριτικός ὁ Λόγος φησίν εἶναι, τάς τῆς ψυχῆς ἐπί τε τοῖς θείοις λόγοις καί τοῖς λογισμοῖς σχέσεις, καί τάς αὐτῶν δηλαδή τῶν σχέσεων αἰτίας. Ἡ γάρ ἐνθύμησις κινεῖ μνήμην, ἧς οἰκεῖον ἡ σχέσις· ἡ δέ ἔννοια, πέρας ἀποσκοπεῖ, ὅπερ αἰτίαν χαρακτηρίζει.

14. Ἡ κατ᾿ οὐσίαν γνῶσις, φησίν, ἔστιν ὁ Θεός· προηγεῖται δέ σαφῶς πάσης γνώσεως ὁ νοῦς, ᾧ καί ὑποπίπτειν πέφυκεν· ἄρα καί ὑπέρ ταύτην ἐστίν ὁ Θεός, ὅτι καί ὑπέρ πάντα νοῦν, ᾧ γνῶσις καθοτιοῦν πέφυκεν ὑποπίπτειν, ὑπεραπείρως καθέστηκεν.

15. Οἱ κατ᾿ ἔλλειψιν ἀρετῆς πολεμοῦντες δαίμονές εἰσιν, οἱ πορνείαν καί μέθην, φυλαργυρίαν τε καί φθόνον, καί τοιαῦτα διδάσκοντες· οἱ δέ καθ᾿ ὑπερβολήν πολεμοῦντές εἰσιν, οἱ τήν οἴησιν καί τήν κενοδοξίαν καί τήν ὑπερηφάνειαν, καί τά τοιαῦτα διδάσκοντες· καί διά τῶν δεξιῶν τοῖς ἀριστεροῖς ἐπικεκρυμμένως ἐμπείροντες.

16. Ἀρετῆς ὅρος ἐστίν, ἡ τῆς ἀνθρωπίνης ἀσθενείας κατ᾿ ἐπίγνωσιν πρός τήν θείαν δύναμιν ἕνωσις. Ὁ τοίνυν ἑαυτόν τῇ ἀσθενείᾳ περιγράφων τῆς φύσεως, πρός τόν ὅρον οὐκ ἦλθε τῆς ἀρετῆς· διά τοῦτο πλημμελεῖ, μήπω λαβών τήν τό ἀσθενές ἰσχυούσαν δύναμιν· ὁ δέ τῆς θείας δυνάμεως τήν οἰκείαν ἀσθένειαν ὡς ἰσχύν αὐθαδῶς ἀντιπροβαλλόμενος, τόν ὅρον παρῆλθε τῆς ἀρετῆς· καί διά τοῦτο πλημμελῶν, ὡς τοῦ κατόπιν ὑπερφεροῦς παρ᾿ ἑαυτοῦ γενομένου, οὐκ ἐπιγινώσκει. Ἀρετήν γάρ εἶναι νομίζει τό πλημμέλημα. Συγγνωστός οὖν μᾶλλον, ὅ τῇ κατά τήν φύσιν ἀσθενείᾳ ἑαυτόν περιγράψας, παθών μᾶλλον ἐκ ῥᾳθυμίας τῆς ἀρετῆς τήν ἔκπτωσιν, ἤ ὁ τήν οἰκείαν ἀσθένειαν ὡς ἰσχύν πρός τήν τῶν καθηκόντων ποίησιν ἀντιπαραβαλλόμενος τῆς θείας δυνάμεως, δράσας μᾶλλον ἐξ αὐθαδίας τήν ἔκπτωσιν.

 

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets
y
e
n
o
m
4
k
c
i
l
C
-
g
o
l
B
o
m
e
D