57. ΕΡΩΤΗΣΙΣ ΝΖ'
Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. Τί ἐστι τὸ ἐνεργουμένη;
Ἀπόκρισις.
Κατὰ δύο τρόπους ἐνεργουμένην οἶδα τοῦ δικαίου τὴν δέησιν· καθ᾽ ἕνα μέν, ὁπόταν μετὰ τῶν κατ᾽ ἐντολὴν ἔργων τῷ Θεῷ τὴν ταύτης ποιεῖται προσαγωγὴν τῆς δεήσεως ὁ εὐχόμενος καὶ μή, μόνον ἐν ψιλῷ λόγῳ καὶ διακένῳ φωνῆς ἤχῳ τῆς γλώττης ἐκπίπτουσαν, ἀργὴν κεῖσθαι τὴν δέησιν καὶ ἀνυπόστατον, ἀλλ᾽ ἐνεργὸν καὶ ζῶσαν, τοῖς τρόποις τῶν ἐντολῶν ψυχουμένην—εὐχῆς γὰρ καὶ δεήσεως ὑπόστασις ἡ διὰ τῶν ἀρετῶν ὑπάρχει προδήλως ἐκπλήρωσις, καθ᾽ ἣν ἰσχυρὰν καὶ πάντα δυναμένην ὁ δίκαιος ἔχει τὴν δέησιν, ἐνεργουμένην ταῖς ἐντολαῖς—· καθ᾽ ἕτερον δὲ τρόπον, ὁπόταν ὁ τῆς εὐχῆς τοῦ δικαίου δεόμενος τὰ ἔργα τῆς εὐχῆς διαπράττεται, τόν τε πρότερον διορθούμενος βίον καὶ τὴν δέησιν ἰσχυρὰν τοῦ δικαίου ποιούμενος, διὰ τῆς οἰκείας καλῆς ἀναστροφῆς δυναμουμένην.
Οὐ γὰρ ὄφελος τῆς τοῦ δικαίου δεήσεως, τοῦ ταύτης χρῄζοντος πλέον τῶν ἀρετῶν ἡδομένου τοῖς πλημμελήμασιν, ἐπεὶ καὶ ὁ μέγας ποτὲ Σαμουὴλ ἐπένθει πλημμελοῦντα τὸν Σαούλ, ἀλλ᾽ οὐκ ἴσχυσε τὸν Θεὸν ἱλεώσασθαι, μὴ λαβὼν συλλήπτορα τοῦ πένθους τὴν καθήκουσαν τοῦ πλημμελοῦντος διόρθωσιν. Διὸ τοῦ ἀνονήτου πένθους ὁ Θεὸς καταπαύων τὸν ἑαυτοῦ θεράποντά φησι πρὸς αὐτόν· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, καὶ ἐγὼ ἐξουδένωκα αὐτὸν τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ;
Καὶ πάλιν Ἱερεμίας ὁ συμπαθέστατος ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων, περὶ τὴν πλάνην μανέντος τῶν δαιμονίων, οὐκ εἰσακούεται προσευχόμενος, οὐκ ἔχων εἰς προσευχῆς δύναμιν τὴν ἀπὸ τῆς πλάνης τῶν ἀθέων Ἰουδαίων ἐπιστροφήν. Ὅθεν τοῦ διακενῆς προσεύχεσθαι καὶ τοῦτον ἀπάγων ὁ Θεός φησι· καὶ σύ, μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτούς, καὶ μὴ εὔχου καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἔτι, ὅτι οὐκ εἰσακούσομαι.
Πολλῆς γὰρ ὄντως ἐστὶν ἀβελτερίας, ἵνα μὴ λέγω παραφροσύνης, δι᾽ εὐχῆς δικαίων ἐπιζητεῖν σωτηρίαν τὸν κατὰ διάθεσιν τοῖς ὀλεθρίοις ἡδόμενον κἀκείνων αἰτεῖσθαι συγχώρησιν, οἷς ἐγκαυχᾶται κατ᾽ ἐνέργειαν προθέσει σπιλούμενος, δέον μὴ ἀργὴν ἐᾶν γίνεσθαι καὶ ἀκίνητον τοῦ δικαίου τὴν δέησιν τὸν ταύτης δεόμενον, εἴπερ ἀληθῶς τοῖς πονηροῖς ἀπεχθάνεται, ἀλλ᾽ ἐνεργὸν ποιεῖν καὶ ἰσχυράν, ταῖς οἰκείαις ἀρεταῖς πτερουμένην καὶ φθάνουσαν τὸν συγχώρησιν διδόναι τῶν πλημμεληθέντων δυνάμενον.
Εἴτε οὖν ἐκ τοῦ ποιουμένου τὴν δέησιν δικαίου, εἴτε ἐκ τοῦ γίνεσθαι ταύτην αἰτουμένου τὸν δίκαιον ἐνεργουμένη, πολὺ ἰσχύει τοῦ δικαίου ἡ δέησις· ὑπὸ μὲν γὰρ τοῦ δικαίου ἐνεργουμένη δίδωσιν αὐτῷ παρρησίαν πρὸς τὸν δοῦναι δυνάμενον τὰ τῶν δικαίων αἰτήματα, ὑπὸ δὲ τοῦ ταύτην αἰτουμένου τὸν δίκαιον τῆς προτέρας αὐτὸν μοχθηρίας ἀφίστησιν, μεταβάλλουσα πρὸς ἀρετὴν αὐτῷ τὴν διάθεσιν.