Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τρίτη 9 Απριλίου 2013

ΣΤ (6). ΠΕΡΙ ΤΟΥ "Ο ΓΕΓΕΝΝΗΜΕΝΟΣ ΕΚ ΤΟΥ ΘΕΟΥ ΑΜΑΡΤΙΑΝ ΟΥ ΠΟΙΕΙ".


6. ΕΡΩΤΗΣΙΣ ΣΤ'

Εἰ κατὰ τὸν ἅγιον Ἰωάννην ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὁ δὲ γεγεννημένος ἐξ ὕδατος καὶ Πνεύματος οὗτος ἐκ τοῦ Θεοῦ γεγέννηται, πῶς οἱ ἐκ τοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος γεγεννημένοι ἡμεῖς δυνάμεθα ἁμαρτάνειν;


Ἀπόκρισις.

Διττὸς ἐν ἡμῖν τῆς ἐκ Θεοῦ γεννήσεως ὁ τρόπος· ὁ μὲν πᾶσαν δυνάμει παροῦσαν τοῖς γεννωμένοις διδοὺς τὴν χάριν τῆς υἱοθεσίας, ὁ δὲ κατ᾽ ἐνέργειαν ὅλην παροῦσαν καὶ τὴν τοῦ γεννωμένου πᾶσαν πρὸς τὸν γεννῶντα Θεὸν προαίρεσιν γνωμικῶς μεταπλάττουσαν εἰσάγων· καὶ ὁ μὲν κατὰ πίστιν μόνην δυνάμει παροῦσαν τὴν χάριν ἔχων, ὁ δὲ πρὸς τῇ πίστει καὶ τὴν κατ᾽ ἐπίγνωσιν ἐνεργοῦσαν ἐν τῷ ἐπεγνωκότι τὴν τοῦ γνωσθέντος θειοτάτην ὁμοίωσιν ἐμποιῶν.

Οἷς μὲν οὖν ὁ πρῶτος τῆς γεννήσεως ἐνθεωρεῖται τρόπος, διὰ τὸ μήπω τὴν γνώμην καθαρῶς ἐξηλωθεῖσαν τῆς σαρκικῆς προσπαθείας ποιωθῆναι διόλου τῷ Πνεύματι κατ᾽ αὐτὴν τῶν ἐγνωσμένων θείων μυστηρίων δι᾽ ἐνεργείας τὴν μέθεξιν, τὸ πρὸς ἁμαρτίαν ῥέψαι ποτὲ βουλομένοις οὐκ ἄπεστιν.

Οὐ γὰρ γεννᾷ γνώμην τὸ Πνεῦμα μὴ θέλουσαν, ἀλλὰ βουλομένην μεταπλάττει πρὸς θέωσιν· ἧς ὁ κατ᾽ ἐπίγνωσιν πείρᾳ μεταλαβὼν οὐ δύναται τοῦ κυρίως κατ᾽ ἀλήθειαν ἅπαξ ἔργῳ διαγνωσθέντος πρὸς ἄλλο τι παρ᾽ ἐκεῖνο κἀκεῖνο εἶναι προσποιούμενον μεταπεσεῖν, ὥσπερ οὔτε ὀφθαλμὸς ἅπαξ τὸν ἥλιον θεασάμενος εἰς τὴν σελήνην ἤ τινας ἄλλους τῶν κατ᾽ οὐρανὸν ἀστέρων παραγνωρίσαι.

Ὧν δὲ κατὰ τὴν γέννησιν τὴν ὅλην προαίρεσιν λαβὸν τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τῆς γῆς πρὸς οὐρανοὺς διόλου μετέθηκε καὶ διὰ τῆς κατ᾽ ἐνέργειαν ἀληθοῦς ἐπιγνώσεως ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς μακαρίαις ἀκτῖσι τὸν νοῦν μετεποίησεν, ὡς ἄλλον εἶναι θεὸν νομισθῆναι, παθόντα κατὰ τὴν ἕξιν διὰ τῆς χάριτος ὅπερ οὐ πάσχων ἀλλ᾽ ὑπάρχων κατ᾽ οὐσίαν ἐστὶν ὁ Θεός, τούτων σαφῶς ἀναμάρτητος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἡ προαίρεσις γέγονεν, μὴ δυναμένων ἀρνήσασθαι τὸ διὰ τῆς πείρας αὐτοῖς κατ᾽ ἐνέργειαν διεγνωσμένον.

Κἂν οὖν ἔχωμεν τὸ πνεῦμα τῆς υἱοθεσίας, ὅπέρ ἐστι σπέρμα πρὸς τὴν τοῦ σπείραντος εἰδοποιοῦν τοὺς γεννωμένους ὁμοίωσιν, ἀλλ᾽ οὐ παρέχομεν αὐτῷ τὴν γνώμην τῆς ἐπ᾽ ἄλλο ῥοπῆς τε καὶ διαθέσεως καθαράν, καὶ διὰ τοῦτο καὶ μετὰ τὸ γεννηθῆναι δι᾽ ὕδατος καὶ Πνεύματος θέλοντες ἁμαρτάνομεν.

Εἰ δὲ τούτων, ὕδατος λέγω καὶ Πνεύματος, τὴν ἐνέργειαν δέχεσθαι γνωστικῶς τὴν γνώμην παρεσκευάζομεν, ἄρα ἂν διὰ τῆς πρακτικῆς τὸ μυστικὸν ὕδωρ ἐποιεῖτο τὴν τῆς συνειδήσεως κάθαρσιν, καὶ τὸ ζωοποιὸν Πνεῦμα τὴν ἄτρεπτον ἐν ἡμῖν τοῦ καλοῦ διὰ τῆς ἐν πείρᾳ γνώσεως ἐνήργει τελείωσιν. Λείπει τοιγαροῦν ἑκάστῳ ἡμῶν τῶν ἁμαρτεῖν ἔτι δυναμένων τὸ καθαρῶς ἑαυτοὺς ὅλους κατὰ τὴν γνώμην ἐμπαρέχειν βουληθῆναι τῷ Πνεύματι.


-----------------------------
ΣΧΟΛΙΑ

1. Διὰ τοῦ ἑνὸς τρόπου, φησί, δίδοται δυνάμει μόνον ἡ χάρις τῆς υἱοθεσίας, ἐπεὶ πᾶσι τοῖς βαπτισθεῖσι δίδοται ἡ δυνατότης γενέσθαι υἱοὺς τοῦ Θεοῦ· ἔφη γάρ· «ἐάν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Καὶ πάλιν· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι». Διὰ δὲ τοῦ ἑτέρου τρόπου, διὰ τῆς ἐκτελέσως τῶν ἐντολῶν καὶ τῆς γνώσεως τῆς ἀληθείας, δίδοται ἡ τελειότης τῆς αὐτῆς υἱοθεσίας, τουτέστιν ἡ ἀδυναμία πρὸς ἁμαρτίαν, διὰ τῆς θεώσεως τῆς οὐκ ἐν τῷ πρώτῳ τρόπῳ ὑπαρχούσης. Διὰ γὰρ τὴν ἐλευθέραν βούλησιν τοῦ ἀνθρώπου οὐκ ἀφαιρεῖται ἐν αὐτῷ ἡ δυνατότης πρὸς ἁμαρτίαν, ὡς μὴ στρεφομένου ἔτι κατὰ χάριν ὅλου τοῦ πόθου πρὸς Θεόν.

2. Ἡ ἀργή πίστις, φησίν, δυνάμει τήν χάριν ἔχει τῆς υἱοθεσίας, ὡς διά τῶν ἐντολῶν μή κινουμένων τῶν ἐχόντων αὐτήν.

 

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets