8. ΕΡΩΤΗΣΙΣ Η'
Ἐπειδὴ πάλιν λέγει ὁ ἅγιος Ἰωάννης ὁ Θεὸς φῶς ἐστι, καὶ πάλιν μετ᾽ ὀλίγα ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, πῶς καὶ φῶς ὁ αὐτὸς λέγεται, καὶ ἐν τῷ φωτὶ εἶναι, ὡς ἄλλος ἐν ἄλλῳ;
Ἀπόκρισις.
Ὁ κατ᾽ οὐσίαν ἀληθῶς φῶς ὑπάρχων Θεὸς ἐν τοῖς ἐν αὐτῷ διὰ τῶν ἀρετῶν περιπατοῦσίν ἐστιν, ἀληθῶς φῶς γενομένοις. Ὥσπερ οὖν τὸ κατὰ μέθεξιν φῶς, ὡς οἱ ἅγιοι πάντες διὰ φιλοθεΐαν ἐν τῷ κατ᾽ οὐσίαν γίνονται φωτί, οὕτω τὸ κατ᾽ οὐσίαν ἐν τῷ κατὰ μέθεξιν φωτὶ διὰ φιλανθρωπίαν γίνεται φῶς. Ἐὰν οὖν ἐσμεν κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ὡς ἐν φωτὶ τῷ Θεῷ, καὶ αὐτὸς ὁ Θεός, ὡς φῶς, ἐν φωτί ἐστιν ἐν ἡμῖν. Ὁ γὰρ φύσει φῶς ὁ Θεὸς ἐν τῷ μιμήσει γίνεται φωτί, ὡς ἐν εἰκόνι ἀρχέτυπον. ῍Η μᾶλλον, φῶς ἐστιν ὁ Θεὸς καὶ Πατὴρ ἐν φωτί, δηλαδὴ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, οὐκ ἄλλο καὶ ἄλλο καὶ ἄλλο φῶς ὑπάρχων, ἀλλὰ κατ᾽ οὐσίαν ἓν καὶ τὸ αὐτό, κατὰ τὸν τῆς ὑπάρξεως τρόπον τρισσοφαές.
