Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τρίτη 9 Απριλίου 2013

Θ (9). ΠΕΡΙ ΤΟΥ "ΑΔΕΛΦΟΙ, ΝΥΝ ΤΕΚΝΑ ΘΕΟΥ ΕΣΜΕΝ ΚΑΙ ΟΥΠΩ ΕΦΑΝΕΡΩΘΗ ΤΙ ΕΣΟΜΕΘΑ".


9. ΕΡΩΤΗΣΙΣ Θ'

Τί λέγει πάλιν ὁ ἅγιος Ἰωάννης ἀδελφοί, νῦν τέκνα Θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα; Εἰ οὔπω ἐφανερώθη τί ἐσόμεθα, πῶς ὁ ἅγιος Παῦλος λέγει ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ; Πῶς δὲ καὶ τοιαῦτα φιλοσοφεῖ περὶ τοῦ τί ἐσόμεθα;


Ἀπόκρισις.

Ὁ μὲν ἅγιος εὐαγγελιστὴς Ἰωάννης τὸν τρόπον τῆς μελλούσης τῶν γενομένων ἐνταῦθα τέκνων τοῦ Θεοῦ διὰ τῶν κατὰ τὴν πίστιν ἀρετῶν θεώσεως ἠγνοηκέναι λέγει, μήπω φανερωθείσης τῆς αὐθυπάρκτου κατὰ τὸ εἶδος τῶν μελλόντων ἀγαθῶν ὑποστάσεως. Διὰ πίστεως γὰρ ἐνταῦθα περιπατοῦμεν, ἀλλ᾽ οὐ διὰ εἴδους. Ὁ δὲ ἅγιος Παῦλος τὸν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς θεῖον σκοπὸν λέγει δι᾽ ἀποκαλύψεως εἰληφέναι, οὐ μὴν αὐτὸν ἐγνωκέναι τὸν κατὰ τὸν θεῖον σκοπὸν τῆς ἐκθεώσεως τρόπον.

Διὸ λέγει σαφῶς ἑαυτὸν ἑρμηνεύων κατὰ σκοπὸν διώκω πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, γνῶναι δηλονότι θέλων ἐκ τοῦ παθεῖν τὸν τρόπον τῆς κατ᾽ ἐνέργειαν ἐκπληρώσεως τοῦ θείου καὶ αὐτῷ δι᾽ ἀποκαλύψεως ἐνταῦθα γνωσθέντος σκοποῦ τῆς ἐκθεωτικῆς τῶν ἀξιουμένων δυνάμεως.

Συνᾴδουσιν οὖν οἱ ἀπόστολοι, διὰ τῆς δοκούσης ἐναντιοφανοῦς διδασκαλίας ἀλλήλοις συμπνέοντες, ὡς ὑφ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ κινούμενοι Πνεύματος. Ὁ μὲν γὰρ τοῦ τρόπου τῆς μελλούσης κατὰ τὴν χάριν θεώσεως ὁμολογεῖ τὴν ἄγνοιαν, ὁ δὲ τοῦ σκοποῦ μεγαλοφυῶς εἰσηγεῖται τὴν εἴδησιν.

Ὅτι δὲ ταύτης ἔχεται τῆς γνώμης ὁ μέγας ἀπόστολος, αὐτὸς ἑαυτοῦ διὰ πάντων τῶν θείων αὐτοῦ λόγων μάρτυς καθέστηκεν, ποτὲ μὲν πᾶσαν καταργηθήσεσθαι φάσκων γνῶσιν καὶ προφητείαν, ποτὲ δὲ οὔπω λογιζόμενος ἑαυτὸν κατειληφέναι, ποτὲ δὲ δι᾽ ἐσόπτρου καὶ αἰνιγμάτων βλέπειν λέγων τὰ μέλλοντα καὶ εἶναι καιρὸν ὅτε τῆς πρόσωπον πρὸς πρόσωπον τῶν ἐλπιζομένων μεγάλης καὶ ὑπὲρ νόησιν ἀπολαύειν χάριτος, ποτὲ δὲ ἐκ μέρους γινώσκειν ὁμολογῶν καὶ ἐκ μέρους προφητεύειν, ποτὲ δὲ χρῆν αὐτὸν γνώσεσθαι καθὼς καὶ ἐπεγνώσθη διαρρήδην βοῶν, ὡς οὔπω δηλονότι γνοὺς τὸ γνωσθησόμενον.

Καὶ συντόμως εἰπεῖν, τὸ ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται τῷ ἀποστόλῳ εἰρημένον ταὐτὸν εἶναί μοι φαίνεται τῷ οὔπω ἐφανερώθη τί ἐσόμεθα λεχθέντι τῷ θεολόγῳ.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets
y
e
n
o
m
4
k
c
i
l
C
-
g
o
l
B
o
m
e
D