35. ΕΡΩΤΗΣΙΣ ΛΕ'
Ἐπειδὴ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ οὐ μόνον σὰρξ ἀλλὰ καὶ αἷμα καὶ ὀστᾶ, καὶ κελευόμεθα ἐσθίειν μὲν τὴν σάρκα, πίνειν δὲ τὸ αἷμα, μὴ συντρίβειν δὲ τὰ ὀστᾶ, παρακαλῶ μαθεῖν τίς ἡ τριμερὴς αὕτη τοῦ ἀνθρωπισθέντος Λόγου δύναμις.
Ἀπόκρισις.
Εἰς οὐσίαν ἐλθεῖν βουληθείς, ὡς οἶδεν αὐτὸς ὁ ὑπερούσιος Λόγος καὶ πάντων τῶν ὄντων δημιουργός, τοὺς τῶν ὄντων πάντων τῶν φαινομένων καὶ νοουμένων μετὰ τῶν ἀκαταλήπτων τῆς οἰκείας θεότητος νοημάτων φυσικοὺς ἐπεφέρετο λόγους· ὧν, τῶν μὲν νοητῶν οἱ λόγοι εἶεν τὸ αἷμα τοῦ Λόγου, τῶν αἰσθητῶν δὲ οἱ λόγοι ἡ φαινομένη τοῦ Λόγου ἔστω σάρξ.
Ἐπειδὴ τοίνυν καὶ τῶν ἐν τοῖς φαινομένοις καὶ τῶν ἐν τοῖς νοουμένοις πνευματικῶν λόγων ὑπάρχει διδάσκαλος ὁ Λόγος, πρεπόντως καὶ κατὰ λόγον δίδωσι τοῖς ἀξίοις, ὡς σάρκα φαγεῖν, τὴν ἐν τοῖς λόγοις τῶν ὁρωμένων ἐπιστήμην καί, ὡς αἷμα πίνειν, τὴν ἐν τοῖς λόγοις τῶν νοουμένων γνῶσιν, οὓς καὶ ἡ σοφία διὰ τοῦ κρατῆρος καὶ τῶν θυμάτων πόρρωθεν μυστικῶς διὰ τῶν Παροιμιῶν ἡτοιμάσατο· τὰ δὲ ὀστᾶ, τουτέστι τοὺς ὑπὲρ νόησιν περὶ θεότητος λόγους, πάσῃ γενητῇ φύσει κατὰ τὸ ἴσον ἀπείρως ἀπέχοντας, οὐ δίδωσιν, οὐκ ἐχούσης τῆς τῶν ὄντων φύσεως κατά τινα δύναμιν πρὸς τούτους τὴν ἐπιδεχομένην σχέσιν.
Καὶ πάλιν, σάρξ ἐστι τοῦ Λόγου ἡ ἀληθὴς ἀρετή, αἷμα δὲ ἡ ἄπταιστος γνῶσις, ὀστᾶ δὲ ἡ ἀπόρρητος θεολογία. Τρόπον γὰρ αἵματος, κατ᾽ εἶδος εἰς σάρκα μεταβαλλομένου, καὶ ἡ γνῶσις διὰ τῆς πρακτικῆς εἰς ἀρετὴν μεταπλάττεται, καὶ ὀστέων δίκην συστατικῶν αἴματος καὶ σαρκός, καὶ οἱ πάσης ἐπέκεινα νοήσεως περὶ θεότητος λόγοι, τοῖς οὖσιν ἐνυπάρχοντες, τὰς τῶν ὄντων ἀγνώστως καὶ ποιοῦσι καὶ πρὸς τὸ εἶναι συνέχουσιν οὐσίας, καὶ πᾶσαν γνῶσιν καὶ πᾶσαν ἀρετὴν συνιστῶσιν.
Εἰ δὲ καὶ τοὺς περὶ κρίσεως καὶ προνοίας λόγους εἶναι τὴν σάρκα καὶ τὸ αἷμα, ὡς πάντως ποτὲ βρωθησομένους καὶ ποθησομένους, τοὺς δὲ τούτοις ἐγκεκρυμμένους ἀρρήτους περὶ θεότητος λόγους ὀστᾶ φήσειέ τις, οὐκ ἔξω βέβηκεν, ὧς οἶμαι, τοῦ εἰκότος.
Τυχὸν δὲ σάρξ ἐστι πάλιν τοῦ Λόγου καὶ ἡ τῆς φύσεως τελεία πρὸς ἑαυτὴν δι᾽ ἀρετῆς καὶ γνώσεως ἐπάνοδος καὶ ἀποκατάστασις, αἷμα δὲ ἡ ταύτην πρὸς τὸ ἀεὶ εὖ εἶναι χάριτι συνέχειν μέλλουσα θέωσις, ὀστᾶ δὲ αὐτὴ ἡ πρὸς τὸ ἀεὶ εὖ εἶναι διὰ θεώσεως συνέχουσα τὴν φύσιν ἄγνωστος δύναμις.
Εἰ δὲ καὶ τὸ ληπτότερον εἴποι τις ὅτι σάρξ ἐστιν ἡ διὰ τῶν ἀρετῶν ἑκούσιος νέκρωσις, αἷμα δὲ ἡ κατὰ περίστασιν ὑπὲρ τῆς ἀληθείας διὰ τοῦ θανάτου τελείωσις, ὀστᾶ δὲ τοὺς πρώτους καὶ ἡμῖν ἀνεφίκτους περὶ θεότητος λόγους, καλῶς καὶ οὗτος ἔφη καὶ τῆς πρεπούσης ἐννοίας οὐδαμῶς διαπέπτωκεν.
ΣΧΟΛΙΑ
1. Ἀπόῤῥητός ἐστι θεολογία, ἡ παντελής καθ᾿ ὑπεροχήν ἀγνωσία, ἥτις τοσοῦτον ἠγνόηται, ὅσον ἔγνωσται τά φυσικῶς γινωσκόμενα.
2. Τό αἷμα εἰς τήν θέωσιν ἔλαβεν, ὡς ζωήν ἐσομένην τῶν ἀξιωθησομένων αὐτῆς. Ζωῆς γάρ τό αἷμα σύμβολον.