34. ΕΡΩΤΗΣΙΣ ΛΔ'
Τί πάλιν ἐστὶ διὰ τοῦτο λέγω ὑμῖν ὅτι πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. Πῶς τις δύναται πιστεύειν ὅτι πάντως λαμβάνει ὃ αἰτεῖ, μόνου τοῦ Θεοῦ εἰδότος εἰ συμφέρει τὸ αἰτούμενον ἢ μή; Καὶ εἰ ἐξ ἀγνοίας ὃ οὐ συμφέρει αἰτεῖ, πῶς παρέχει; Καὶ εἰ οὐ παρέχει τὸ μὴ συμφερόντως ἐξ ἀγνοίας αἰτούμενον, πῶς πιστεῦσαί τις δύναται ἐπὶ παντὸς αἰτήματος ὅτι λαμβάνει καὶ ἔσται αὐτῷ;
Ἀπόκρισις.
Πάντα μὲν τὰ τοῦ παρόντος κεφαλαίου κατ᾽ ἐπιτομὴν ἐν τῷ πρὸ αὐτοῦ ἐπιλέλυται. Μόνων γὰρ τῶν ἐπεγνωκότων πῶς δεῖ πιστεύειν ἐστὶ τὸ εἰδέναι τί δεῖ καὶ πῶς καὶ περὶ τίνων αἰτεῖσθαι. Οὐ γὰρ πάντων ἡ γνῶσις, ὥσπερ οὐδὲ ἡ πίστις. Πλὴν ὁ Κύριος, εἰπὼν ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, τουτέστι πρὸ πάντων τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ οὕτω τὴν τῶν καθηκόντων τρόπων ἐξάσκησιν, σαφῶς ἔδειξε περὶ μόνης τῆς θείας γνώσεως δεῖν ζητεῖν τοὺς πιστεύοντας καὶ τῆς αὐτὴν κοσμούσης διὰ τῶν ἔργων ἀρετῆς.
Ἐπειδὴ γοῦν πολλὰ τυγχάνει τὰ πρὸς γνῶσιν Θεοῦ καὶ ἀρετὴν ζητούμενα τοῖς πιστεύουσι, ἀπαλλαγὴ παθῶν, ὑπομονὴ πειρασμῶν, ἀρετῶν λόγοι, τρόποι ἐνεργειῶν, ἐξήλωσις τῆς πρὸς σάρκα τῆς ψυχῆς διαθέσεως, ἀποξένωσις τῆς πρὸς τὰ αἰσθητὰ τῆς αἰσθήσεως σχέσεως, τοῦ νοῦ παντελὴς ἀπὸ πάντων τῶν γεγονότων ἀναχώρησις—καὶ ἁπλῶς μυρία ἄλλα εἰσὶ τὰ πρὸς ἀποχὴν μὲν κακίας καὶ ἀγνωσίας, κατόρθωσιν δὲ γνώσεως καὶ ἀρετῆς—εἰκότως ὁ Κύριος ἔφη πάντα ὅσα ἂν αἰτεῖσθε πιστεύοντες λήψεσθε, πάντα ἁπλῶς τὰ πρὸς ἐπίγνωσιν Θεοῦ καὶ ἀρετὴν συντείνοντα μόνα καὶ ζητεῖν καὶ αἰτεῖν μετ᾽ ἐπιστήμης καὶ πίστεως δεῖν εἰπὼν τοὺς εὐσεβεῖς.
Ταῦτα γὰρ πάντως συμφέρει, καὶ πάντως δίδωσιν αὐτὰ τοῖς αἰτοῦσιν ὁ Κύριος. Ὁ τοίνυν διὰ μόνην τὴν πίστιν, ἤγουν τὴν πρὸς τὸν Θεὸν ἄμεσον ἕνωσιν, πάντα ζητῶν τὰ πρὸς τὴν ἕνωσιν, πάντως λήψεται. Ὁ δὲ ταύτης δίχα τῆς αἰτίας, κἂν ἄλλα, κἂν τὰ προειρημένα ζητῇ, οὐ λήψεται· οὐ γὰρ πιστεύει, ἀλλ᾽ οἰκείαν ὡς ἄπιστος διὰ τῶν θείων πραγματεύεται δόξαν.