41. ΕΡΩΤΗΣΙΣ ΜΑ'
Τίς ὁ λόγος τῶν πέντε ἀνδρῶν τῆς Σαμαρείτιδος, καὶ τοῦ ἕκτου καὶ μὴ ὄντος ἀνδρός;
Ἀπόκρισις.
Καὶ ἡ Σαμαρεῖτις γυνή, καὶ ἡ τοὺς ἑπτὰ λαβοῦσα, κατὰ τοὺς Σαδδουκαίους, πρὸς γάμον ἀδελφούς, καὶ ἡ αἱμόρρους, καὶ ἡ πρὸς γῆν συγκύπτουσα, καὶ ἡ θυγάτηρ Ἰαείρου, καὶ ἡ Συροφοινίκισσα καὶ τὴν καθόλου τῶν ἀνθρώπων φύσιν καὶ τὴν τοῦ καθέκαστον ἀνθρώπου ψυχὴν δηλοῦσιν, ἑκάστη κατὰ τὴν ὑποκειμένην τοῦ πάθους διάθεσιν σημαίνουσα καὶ τὴν φύσιν καὶ τὴν ψυχήν.
Οἷον, ἡ μὲν τῶν Σαδδουκαίων γυνή ἐστιν ἡ φύσις ἢ ἡ ψυχή, ἡ πᾶσι μὲν τοῖς ἀπὸ τοῦ αἰῶνος δοθεῖσι θείοις νόμοις ἀγόνως συνοικήσασα, τὴν δὲ τῶν μελλόντων προσδοκίαν οὐκ ἀποδεχομένη. Ἡ δὲ αἱμόρρους ὡσαύτως ἡ φύσις ἐστὶ καὶ ἡ ψυχή, τὴν δοθεῖσαν αὐτῇ πρὸς γένεσιν ἔργων δικαιοσύνης καὶ λόγων τοῖς πάθεσι πρὸς τὴν ὕλην διαρρέουσα δύναμιν. Ἡ δὲ Συροφοινίκισσα ἡ αὐτὴ φύσις ἐστὶ καὶ ἡ τοῦ καθέκαστον ψυχή, ὡς θυγατέρα τὴν διάνοιαν ἐπαχθῶς τῇ φιλίᾳ τῆς ὕλης ἐξ ἀμηχανίας ἐπιληπτικῶς διαρρησσομένην ἔχουσα.
Ἡ δὲ θυγάτηρ Ἰαείρου ὁμοίως ἡ κατὰ τὸν νόμον φύσις τε καὶ ψυχή, παντελῶς ἀποθανοῦσα τῇ ἀπραξίᾳ τῶν νομικῶν ἐντολῶν καὶ ἀνενεργησίᾳ τῶν θείων προσταγμάτων. Ἡ δὲ συγκύπτουσα γυνή ἐστιν ἡ φύσις ἢ ἡ ψυχὴ ἡ πρὸς τὴν ὕλην τὴν περὶ πρᾶξιν νοερὰν δύναμιν ὅλην διὰ τῆς ἀπάτης τοῦ διαβόλου ἐπικάμψασα.
Ἡ δὲ Σαμαρεῖτις, ὡσαύτως ταῖς προλαβούσαις γυναιξί, τὴν φύσιν δηλοῖ ἢ τὴν τοῦ καθέκαστον ψυχήν, δίχα τοῦ προφητικοῦ χαρίσματος πᾶσι συνοικήσασα, καθάπερ ἀνδράσι, τοῖς δοθεῖσι τῇ φύσει νόμοις· ὧν πέντε μὲν ἦσαν παρελθόντες, ὁ ἕκτος δέ, κἂν παρῆν, ἀλλ᾽ οὐκ ἦν ἀνὴρ τῆς φύσεως ἢ τῆς ψυχῆς, μὴ γεννῶν ἐξ αὐτῆς τὴν σῴζουσαν εἰς τὸ παντελὲς δικαιοσύνην.
Ἔσχεν οὖν πρῶτον νόμον ἡ φύσις, ὡς ἄνδρα, τὸν ἐν τῷ παραδείσῳ· δεύτερον τὸν μετὰ τὸν παράδεισον· τρίτον τὸν ἐν τῷ κατακλυσμῷ ἐπὶ τοῦ Νῶε· τέταρτον τὸν τῆς περιτομῆς ἐπὶ τοῦ Ἀβραάμ· πέμπτον τὸν τῆς προσαγωγῆς τοῦ Ἰσαάκ. Τούτους λαβοῦσα πάντας ἡ φύσις ἀπεβάλετο, θανόντας τῇ κατ᾽ αὐτὴν ἀκαρπίᾳ τῶν ἔργων τῆς ἀρετῆς.
Ἕκτον δέ, τὸν διὰ Μωσέως, εἶχε νόμον ὡς οὐκ ἔχουσα, ἢ διὰ τὸ μὴ ποιεῖν τὴν κατ᾽ αὐτὸν διατεταγμένην δικαιοσύνην, ἢ διὰ τὸ μέλλειν αὐτὴν πρὸς ἕτερον, ὡς ἄνδρα, νόμον μεταβήσεσθαι, τὸ Εὐαγγέλιον, ὡς τοῦ νόμου μὴ δι᾽ αἰῶνος δοθέντος τῇ φύσει τῶν ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ οἰκονομίᾳ παιδαγωγούσῃ πρὸς τὸ μεῖζόν τε καὶ μυστικώτερον· καθ᾽ ὃ σημαινόμενον οἶμαι τὸν Κύριον φάναι πρὸς τὴν Σαμαρεῖτιν γυναῖκα· καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σός.
῎Ηιδει γὰρ εἰς τὸ Εὐαγγέλιον τὴν φύσιν μετενεχθήσεσθαι. Διὸ καὶ περὶ ἕκτην ὥραν, ὅτε μάλιστα πανταχόθεν ἡ ψυχὴ περιλάμπεται ταῖς ἀκτῖσι τῆς γνώσεως διὰ τὴν πρὸς αὐτὴν τοῦ Λόγου παρουσίαν, τῆς ἐν νόμῳ σκιᾶς ἀπογενομένης, αὐτῇ διελέγετο, καὶ παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, παρὰ τὴν πηγὴν δηλαδὴ σὺν τῷ Λόγῳ τῶν γραφικῶν ἱσταμένῃ θεωρημάτων.
Ταῦτα καὶ περὶ τούτου τέως εἰρήσθω.
ΣΧΟΛΙΟΝ
1. Τό φρέαρ τοῦ Ἰακώβ, ἐστίν ἡ Γραφή· τό δέ ὕδωρ, ἐστίν ἡ ἐν τῇ Γραφῇ γνῶσις, τό δέ βάθος ἡ τῶν γραφικῶν αἰνιγμάτων δυσδιεξίτητος θέσις, τό δέ ἄντλημα, ἐστί, ἡ διά τῶν γραμμάτων τοῦ θείου λόγου μάθησις, ἥν οὐκ εἶχεν ὁ Κύριος αὐτολόγος ὑπάρχων, καί οὐ τήν ἐκ μαθήσεως καί μελέτης γνῶσιν διδούς τοῖς πιστεύουσιν, ἀλλά τήν ἐκ χάριτος πνευματικῆς ἀένναον σοφίαν, καί μηδέποτε λήγουσαν τοῖς ἀξίοις δωρούμενος. Τό γάρ ἄντλημα, τουτέστιν ἡ μάθησις, μέρος ἐλάχιστον λαμβάνουσα γνώσεως, τό πᾶν ἐᾷ μηδενί λόγῳ κρατούμενον. Ἡ δέ κατά χάριν γνῶσις, ὅλην ἔχει καί δίχα μελέτης τήν ἐφικτήν ἀνθρώποις σοφίαν, πρός τάς χρείας ποικίλως βλυστάνουσαν.
