58. ΕΡΩΤΗΣΙΣ ΝΗ'
Ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ δέον ἐστὶ λυπηθέντας ἡμᾶς ἐν ποικίλοις πειρασμοῖς. Πῶς τις λυπούμενος ἐν πειρασμοῖς δύναται ἀγαλλιᾶσθαι ἐν ᾧ λυπεῖται;
Ἀπόκρισις.
Τὴν λύπην διττὴν οἶδε τῆς ἀληθείας ὁ λόγος· τὴν μὲν κατὰ ψυχὴν ἀφανῶς, τὴν δὲ κατ᾽ αἴσθησιν φανερῶς συνισταμένην, καὶ τὴν μὲν ὅλον τῆς ψυχῆς τὸ βάθος περιλαμβάνουσαν, τῇ μάστιγι τῆς συνειδήσεως αἰκιζόμενον, τὴν δὲ πᾶσαν τὴν αἴσθησιν περιγράφουσαν, τῷ βάρει τῶν ἀλγεινῶν συστελλομένην τῆς φυσικῆς διαχύσεως, καὶ τὴν μὲν τῆς κατ᾽ αἴσθησιν ἡδονῆς, τὴν δὲ τῆς κατὰ ψυχὴν εὐφροσύνης τέλος ὑπάρχουσαν· μᾶλλον δέ, τὴν μὲν τῶν κατ᾽ αἴσθησιν γνωμικῶν, τὴν δὲ τῶν κατ᾽ αὐτὴν συμπέρασμα παρὰ γνώμην παθῶν τυγχάνουσαν.
Λύπη γάρ ἐστιν, κατ᾽ ἐμὲ φάναι, διάθεσις ἡδονῶν ἐστερημένη· στέρησις δὲ καθέστηκεν ἡδονῶν πόνων ἐπαγωγή· πόνος δὲ σαφῶς ἐστι φυσικῆς ἕξεως ἔλλειψις ἢ ὑποχώρησις· ἔλλειψις δὲ φυσικῆς ἐστιν ἕξεως πάθος τῆς κατὰ φύσιν ὑποκειμένης τῇ ἕξει δυνάμεως· πάθος δὲ τῆς κατὰ φύσιν ὑποκειμένης τῇ ἕξει δυνάμεώς ἐστιν ὁ κατὰ τὴν παράχρησιν τῆς φυσικῆς ἐνεργείας τρόπος· παράχρησις δὲ τοῦ κατ᾽ ἐνέργειαν τρόπου καθέστηκεν ἡ πρὸς τὸ μὴ πεφυκὸς κατὰ φύσιν καὶ ὑφιστάμενον τῆς δυνάμεως κίνησις.
Ὥσπερ δὲ τὴν λύπην διττήν, ὡς ἔφην, οἶδεν ὁ λόγος, οὕτως καὶ τῶν πειρασμῶν διττὸν ἐπίσταμαι τὸν τρόπον· τὸν μὲν κατὰ γνώμην, τὸν δὲ παρὰ γνώμην, καὶ τὸν μὲν ἑκουσίων ἡδονῶν δημιουργόν, τὸν δὲ ἀκουσίων ὀδυνῶν ἐπακτικόν. Ὁ γὰρ κατὰ γνώμην πειρασμὸς τὰς κατὰ προαίρεσιν ἑκουσίους σαφῶς συνίστησιν ἡδονάς, ὁ δὲ παρὰ γνώμην προδήλως τοὺς ἀκουσίους παρὰ προαίρεσιν ἐφίστησι πόνους, καὶ ὁ μὲν τῆς κατὰ ψυχήν, ὁ δὲ τῆς κατ᾽ αἴσθησιν λύπης καθέστηκεν αἴτιος.
Ὅθεν οἶμαι τὸν μὲν Κύριον καὶ Θεόν, πῶς δεῖ προσεύχεσθαι τοὺς οἰκείους διδάσκοντα μαθητάς, τὸ κατὰ γνώμην εἶδος τῶν πειρασμῶν ἀπεύχεσθαι φάσκειν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, τῶν ἡδονικῶν δηλονότι καὶ γνωμικῶν καὶ ἑκουσίων πειρασμῶν μὴ ἐγκαταλειφθῆναι πεῖραν λαβεῖν εὔχεσθαι τοὺς οἰκείους διδάσκοντα μαθητάς, τὸν δὲ μέγαν Ἰάκωβον, τὸν τοῦ Κυρίου λεγόμενον ἀδελφόν, πρὸς τὸ τῶν ἀκουσίων πειρασμῶν εἶδος διδάσκοντα μὴ συστέλλεσθαι τοὺς ὑπὲρ ἀληθείας ἀγωνιζομένους φάναι· πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, δηλονότι τοῖς ἀκουσίοις καὶ παρὰ γνώμην καὶ πόνων ποιητικοῖς πειρασμοῖς. Καὶ δηλοῦσι σαφῶς, ἐκεῖ μὲν ἐπάγων ὁ Κύριος· ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ἐνταῦθα δὲ ὁ μέγας Ἰάκωβος· γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Τέλειός ἐστιν ὁ τοῖς ἑκουσίοις δι᾽ ἐγκρατείας μαχόμενος καὶ τοῖς ἀκουσίοις δι᾽ ὑπομονῆς ἐγκαρτερῶν πειρασμοῖς, καὶ ὁλόκληρός ἐστιν ὁ καὶ τὴν πρᾶξιν μετὰ γνώσεως καὶ τὴν θεωρίαν οὐκ ἄπρακτον διανύων.
Διῃρημένης γὰρ εἰς ψυχήν τε καὶ αἴσθησιν τῆς τε λύπης καὶ τῆς ἡδονῆς, ὁ τὴν ψυχῆς περιποιούμενος ἡδονήν, τὴν δὲ τῆς αἰσθήσεως μεθ᾽ ὑπομονῆς καταδεχόμενος λύπην, δόκιμος γίνεται καὶ τέλειος καὶ ὁλόκληρος· δόκιμος μὲν διὰ τὴν πεῖραν τῶν κατ᾽ αἴσθησιν ἐναντίων, τέλειος δὲ ὡς τῇ κατ᾽ αἴσθησιν ἡδονῇ τε καὶ λύπῃ δι᾽ ἐγκρατείας καὶ ὑπομονῆς ἀνενδότως μαχόμενος, ὁλόκληρος δὲ ὡς τὰς μαχομένας ταῖς κατ᾽ αἴσθησιν ἀλλήλαις ἀντικειμέναις διαθέσεσιν ἕξεις ἐν τῇ σταθερότητι τῆς κατὰ τὸν λόγον ταυτότητος ἀλωβήτους διαφυλάττων, φημὶ δὲ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν ἀλλήλαις συνεχομένας καὶ μηδεμίαν τῆς ἑτέρας διεζευγμένην, ἀλλὰ τὴν μὲν πρᾶξιν τῆς θεωρίας τὴν γνῶσιν διὰ τῶν τρόπων προφαίνουσαν, τὴν δὲ θεωρίαν οὐχ ἧττον τοῦ λόγου τὴν ἀρετὴν τεθωρακισμένην τῆς πράξεως.
Οὐκοῦν ἐπειδὴ τήν τε λύπην καὶ τὴν ἡδονὴν διττὴν οὖσαν ἀπέδειξεν ὁ λόγος καὶ τὴν μὲν κατὰ ψυχήν, τὴν δὲ κατ᾽ αἴσθησιν συνισταμένην, φέρε καὶ τὰς τούτων συνοπτικωτέρας κατὰ δύναμιν θεωρήσωμεν αἰτίας. Τῆς μὲν οὖν κατὰ ψυχὴν λύπης διττὸς ὁ τρόπος, ὁ μὲν ἐπὶ τοῖς οἰκείοις, ὁ δὲ ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι συνιστάμενος, αἰτία δὲ τῆς τοιαύτης λύπης ἡ κατ᾽ αἴσθησιν τοῦ λυπουμένου σαφῶς ἢ τῶν δι᾽ οὓς λυπεῖται καθέστηκεν ἡδονή· κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐκ ἔστι παντελῶς ἁμαρτία σχεδὸν ἐν ἀνθρώποις μὴ τὴν ψυχῆς πρὸς αἴσθησιν, ἡδονῆς ἕνεκεν, ἀλόγιστον σχέσιν ἀρχὴν τῆς οἰκείας γενέσεως ἔχουσα. Τῆς δὲ κατὰ ψυχὴν ἡδονῆς αἰτία πρόδηλός ἐστιν ἡ κατ᾽ αἴσθησιν τοῦ ἐπὶ ταῖς οἰκείαις ἢ ταῖς ἀλλοτρίαις ἀρεταῖς ἡδομένου τε καὶ χαίροντος λύπη· κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐκ ἔστι παντελῶς ἀρετὴ σχεδὸν ἐν ἀνθρώποις μὴ τὴν ψυχῆς πρὸς αἴσθησιν λελογισμένην ἀποδιάθεσιν ἀρχὴν τῆς οἰκείας γενέσεως ἔχουσα.
Τῆς δὲ ψυχῆς ὑπὲρ ἀρετῆς πρὸς τὴν αἴσθησιν ἀποδιάθεσιν κτησαμένης, ἐξ ἀνάγκης ἡ αἴσθησις ἐν πόνοις ἔσται, τὴν τῶν ἡδέων ἐπινοητικήν, συνημμένην αὐτῇ κατὰ τὴν γνωμικὴν σχέσιν, τῆς ψυχῆς οὐκ ἔχουσα δύναμιν, τοὐναντίον δὲ τῶν μὲν αὐτῆς φυσικῶν ἡδονῶν τὴν ἐπανάστασιν δι᾽ ἐγκρατείας ἀνδρικῶς ἀπορραπίζουσαν, πρὸς δὲ τὴν τῶν παρὰ φύσιν καὶ ἀκουσίων πόνων ἐπαγωγὴν διὰ τῆς ὑπομονῆς ἀμείλικτον παντελῶς διαμένουσαν καὶ τῆς κατ᾽ ἀρετὴν θεοπρεποῦς ἀξίας τε καὶ δόξης διὰ τὴν ἀνυπόστατον ἡδονὴν οὐκ ἐξισταμένην καὶ πρὸς τὴν τῶν πόνων ἀντίληψιν φειδοῖ τῆς σαρκὸς διὰ τὴν ὀδύνουσαν αἴσθησιν τοῦ ὕψους τῶν ἀρετῶν οὐκ ἀποπίπτουσαν. Τῆς δὲ κατ᾽ αἴσθησιν λύπης αἰτία καθέστηκεν ἡ πρὸς τὰ κατὰ φύσιν τῆς ψυχῆς παντελὴς ἀσχολία· τὴν δὲ κατ᾽ αἴσθησιν ἡδονὴν ἡ παρὰ φύσιν ἐνέργεια τῆς ψυχῆς προδήλως ὑφίστησιν, ἄλλην ἀρχὴν ἔχειν οὐ δυναμένην συστάσεως ἢ τὴν ψυχῆς τῶν κατὰ φύσιν ἀπόθεσιν.
Νοῦς γὰρ καὶ αἴσθησις ἀντικειμένην ἔχουσι πρὸς ἄλληλα τὴν κατὰ φύσιν ἐνέργειαν διὰ τὴν τῶν αὐτοῖς ὑποκειμένων ἀκροτάτην διαφορὰν καὶ ἑτερότητα. Ὁ μὲν γὰρ ὑποκειμένας ἔχει τὰς νοητὰς καὶ ἀσωμάτους οὐσίας, ὧν κατ᾽ οὐσίαν ἀντιλαμβάνεσθαι πέφυκεν, ἡ δὲ τὰς αἰσθητὰς καὶ σωματικὰς φύσεις, ὧν καὶ αὐτὴ φυσικῶς ἀντιλαμβάνεται.
Ἐπεὶ οὖν οὐκ ἔστι δυνατὸν πρὸς τὰ συγγενῆ νοητὰ τὸν νοῦν διαβῆναι δίχα τῆς τῶν διὰ μέσου προβεβλημένων αἰσθητῶν θεωρίας, ταύτην δὲ γενέσθαι παντελῶς ἀμήχανον χωρὶς τῆς, αὐτῷ μὲν συγκειμένης τοῖς αἰσθητοῖς δὲ κατὰ φύσιν συγγενοῦς, αἰσθήσεως, εἰκότως, εἰ μὲν προσβαλὼν ἐνσχεθῇ ταῖς ἐπιφανείαις τῶν ὁρατῶν, ἐνέργειαν εἶναι φυσικὴν τὴν συγκειμένην οἰόμενος αἴσθησιν, τῶν μὲν κατὰ φύσιν ἐκπέπτωκε νοητῶν, τῶν δὲ παρὰ φύσιν ἀμφοῖν ταῖν χεροῖν, τὸ δὴ λεγόμενον, ἐπελάβετο σωμάτων—οἷς παρὰ τὸν λόγον ἐνεργούμενος διὰ τὴν αὐτὸν ἐκνικήσασαν αἴσθησιν τῆς μὲν κατὰ ψυχὴν λύπης γεννήτωρ καθίσταται, συχναῖς ταῖς κατὰ συνείδησιν μάστιξιν αἰκιζομένην, τῆς δὲ κατ᾽ αἴσθησιν ἡδονῆς ἀρίδηλος γίνεται ποιητής, ταῖς ἐπινοίαις τῶν περιποιητικῶν τῆς σαρκὸς τρόπων λιπαινομένης—, εἰ δέ, τὴν πρὸς αἴσθησιν ἅμα τῇ προσβολῇ τῶν ὁρωμένων διατεμὼν ἐπιφάνειαν, τοὺς πνευματικοὺς τῶν ὄντων καθαροὺς τῶν ἐπ᾽ αὐτοῖς σχημάτων θεάσηται λόγους, τὴν μὲν τῆς ψυχῆς ἡδονὴν κατειργάσατο, μηδενὶ τῶν αἰσθήσει θεωρουμένων κρατουμένης, τὴν δὲ τῆς αἰσθήσεως συνεστήσατο λύπην, πάντων κατὰ φύσιν τῶν αἰσθητῶν ἐστερημένης· ἔνθα γὰρ ὁ λόγος προκαθηγεῖται τῆς αἰσθήσεως κατὰ τὴν τῶν ὁρατῶν θεωρίαν, πάσης ἐστέρηται τῆς κατὰ φύσιν ἡ σὰρξ ἡδονῆς, οὐκ ἔχουσα τὴν αἴσθησιν ἄφετον καὶ τῶν λογικῶν ἀπολελυμένην δεσμῶν εἰς ὑπηρεσίαν τῶν κατ᾽ αὐτὴν ἡδονῶν.
Οὐκοῦν, ὡς ἔφην, ἐπειδὴ τὴν μὲν τῆς ψυχῆς λύπην, ἤγουν τὸν πόνον—ταὐτὸν γὰρ ἀλλήλοις ἀμφότερα—, ἡ κατ᾽ αἴσθησιν ἡδονὴ συνίστησιν, τὴν δὲ τῆς αἰσθήσεως λύπην, ἤγουν τὸν πόνον, ἡ κατὰ ψυχὴν ποιεῖν ἡδονὴ πέφυκεν, εἰκότως ὁ τῆς κατ᾽ ἐλπίδα ζωῆς, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾽ ἀναστάσεως νεκρῶν εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς, ἐφιέμενος κατὰ μὲν τὴν ψυχὴν ἀγαλλίασιν ἔχει καὶ χαρὰν ἀνεκλάλητον, διηνεκῶς τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι γανυμένην, κατὰ δὲ τὴν σάρκα καὶ τὴν αἴσθησιν λύπην, ἤγουν τοὺς ἐκ τῶν ποικίλων πειρασμῶν ἐπιγινομένους αὐτῇ πόνους καὶ τὰς ἐπ᾽ αὐτοῖς ὀδύνας. Πάσῃ γὰρ ἀρετῇ ἡδονὴ καὶ πόνος παρέπεται· πόνος μὲν σαρκός, ἐστερημένης τῆς προσηνοῦς καὶ λειοτέρας αἰσθήσεως, ἡδονὴ δὲ ψυχῆς, παντὸς αἰσθητοῦ καθαροῖς ἐντρυφώσης τοῖς ἐν πνεύματι λόγοις.
Δέον οὖν ἐστι τὸν νοῦν κατὰ τὴν παροῦσαν ζωήν— τοῦτο γάρ μοι νοεῖται τὸ νῦν—κατὰ σάρκα λυπούμενον διὰ τοὺς πολλοὺς πόνους τῶν ὑπὲρ ἀρετῆς αὐτῷ προσαγομένων πειρασμῶν ἀεὶ χαίρειν κατὰ ψυχὴν καὶ ἥδεσθαι διὰ τὴν ἐλπίδα τῶν αἰωνίων ἀγαθῶν, κἂν ἔχῃ καταπονουμένην τὴν αἴσθησιν· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν εἰς ἡμᾶς ἀποκαλύπτεσθαι, φησὶν ὁ θεῖος ἀπόστολος.
Οὕτως οὖν, κατ᾽ ἐμὲ φάναι, δύναται χαίρειν ἄνθρωπος ἐν ᾧ λυπεῖται. Τῇ γὰρ ἀρετῇ κατὰ σάρκα μὲν διὰ τοὺς πόνους λυπούμενος ἐν αὐτῇ χαίρει τῇ ἀρετῇ κατὰ ψυχήν, ὡς παροῦσαν θεώμενος τὴν τῶν μελλόντων εὐπρέπειαν, ὑπὲρ ἧς, κατὰ τὸν μέγαν Δαβίδ, τῇ κατὰ γνώμην ἀπογενέσει τῆς σαρκὸς καθ᾽ ἑκάστην ἀποθνῄσκει τὴν ἡμέραν ὁ κατὰ τὴν τῆς ψυχῆς ἐν πνεύματι γένεσιν ἀεὶ καινιζόμενος, ἅτε δὴ καὶ τὴν ἡδονὴν ἔχων σωτήριον καὶ τὴν λύπην ὠφέλιμον. Λύπην γάρ φαμεν οὐ τὴν παράλογον καὶ τῶν πολλῶν ἐπὶ στερήσει παθῶν ἢ πραγμάτων ὑλικῶν τὴν ψυχὴν βασανίζουσαν, ὡς τὰς ὁρμὰς παρὰ φύσιν ἐφ᾽ ἃ μὴ δεῖ, καὶ τὰς ἀποφυγὰς ἀφ᾽ ὧν μὴ δεῖ, ποιουμένων, ἀλλὰ τὴν λελογισμένην καὶ τοῖς τὰ θεῖα σοφοῖς ἐγκριθεῖσαν καὶ τὸ παρὸν κακὸν ὑποσημαίνουσαν. Παρὸν γὰρ κακόν φασιν εἶναι τὴν λύπην, συνισταμένην μὲν κατὰ ψυχήν, ὅταν ἡ κατ᾽ αἴσθησιν ἡδονὴ τῆς λογικῆς κρατῇ διακρίσεως, ὑφισταμένην δὲ κατ᾽ αἴσθησιν, ὅταν τῆς ψυχῆς κατ᾽ ἀρετὴν ἀκωλύτως ὁ δρόμος ἀνύηται, τοσοῦτον ἐπάγων τῇ αἰσθήσει τοὺς πόνους, ὅσον ἡδονὴν ἐμποιεῖ καὶ χαρὰν τῇ ψυχῇ τῷ Θεῷ προσαγομένῃ διὰ τῆς συγγενοῦς κατ᾽ ἀρετήν τε καὶ γνῶσιν ἐλλάμψεως.
ΣΧΟΛΙΑ
1. Τήν κατά ψυχήν λύπην φησί.
2. Τήν κατ᾿ αἴσθησιν ὀδύνην, λύπην νῦν προσηγόρευσε.
3. Τήν κατά ψυχήν λύπην τέλος εἶναί φησι τῆς κατ᾿ αἴσθησιν ἡδονῆς· ἐκ γάρ ταύτης συνίσταται λύπη ψυχῆς· ὥσπερ οὖν καί τῆς κατά ψυχήν ἡδονῆς τέλος ἐστίν ἡ κατά σάρκα λύπη· ψυχῆς γάρ εὐφροσύνη, σαρκός γίνεται λύπη.
4. Ὁρισμοί λύπης ἐπάλληλοι πρός τήν αἰτίαν, καθ᾿ ἥν γίνεσθαι πέφυκεν, ἀναφέροντες.
5. Διττήν τήν λύπην λέγει· τήν μέν περί τήν αἴσθησιν, κατά στέρησιν τῶν σωματικῶν ἡδονῶν συνισταμένην· τήν δέ περί νοῦν, κατά στέρησιν τῶν τῆς ψυχῆς ἀγαθῶν γινομένην. Διττούς δέ λέγει καί τούς πειρασμούς, τούς μέν ἑκουσίους, τούς δέ ἀκουσίους· καί τούς μέν ἑκουσίους, τῆς μέν κατ᾿ αἴσθησιν σωματικῆς ἡδονῆς εἶναι πατέρας· τῆς δέ κατά ψυχήν λύπης εἶναι γεννήτορας. Μόνη γάρ πραχθεῖσα λυπεῖ τήν ψυχήν ἁμαρτία. Τούς δέ ἀκουσίους, οἵτινες ἐν τοῖς παρά γνώμην δείκνυνται πόνοις, τῆς μέν κατά ψυχἠν ἡδονῆς εἶναι πατέρας, τῆς δέ κατ᾿ αἴσθησιν σωματικῆς ὀδύνης εἶναι γεννήτορας.
6. Ὁ μέν κατά γνώμην πειρασμός, φησι, τήν μέν κατά ψυχήν λύπην συνίστησι· τήν δέ κατ᾿ αἴσθησιν δημιουργεῖ σαφῶς ἡδονήν· ὁ δέ παρά γνώμην, τήν μέν τῆς ψυχῆς ἡδονήν· τήν δέ τῆς σαρκός λύπην ὑφίστησι.
7. Ὁ μέν Κύριος, φησί, τούς ἑκουσίους ἀπεύχεσθαι ἡμᾶς διδάσκει πειρασμούς· ὡς σαρκός μέν ἡδονῆς, ψυχῆς δέ ποιητικούς ὀδύνης· ὁ δέ μέγας Ἰάκωβος, ἐπί τοῖς ἀκουσίοις ἡμῖν παραινεῖ χαίρειν πειρασμοῖς· ὡς σαρκός μέν ἡδονήν, ψυχῆς δέ ὀδύνην ἀφαιρουμένους.
8. Τίνα λέγει τέλειον.
9. Τίνα λέγει ὁλόκληρον.
10. Ὁ λύπης καί ἡδονῆς σαρκός πεῖραν λαβών, λέγοιτ᾿ ἄν δόκιμος, ὡς εὐχερείας καί δυσχερείας τῶν περί σάρκα πραγμάτων πεπειραμένος. Τέλειος δέ, ὁ τήν ἡδονήν τῆς σαρκός, καί τήν ὀδύνην τῇ τοῦ Λόγου δυνάμει καταπαλαίσας. Ὁλόκληρος δέ, ὁ τάς κατά τήν πρᾶξιν καί τήν θεωρίαν ἕξεις ἀτρέπτους τῇ περί τόν θεῖον συντονίᾳ διατηρήσας.
11. Πάσης λύπης συνισταμένης κατά ψυχήν, ἡδονή σαρκός φησι προηγεῖται.
12. Ὅτι χωρίς τῆς κατά ψυχήν ἐμπαθοῦς πρός αἴσθησιν σχέσεως, ἐν ἀνθρώποις οὐκ ἔστι παντελῶς ἁμαρτία.
13. Ὅτι ψυχήν πνευματικῶς εὐφραίνει, φησίν, ὁ τοῖς ἑκουσίοις τήν σάρκα πόνοις δομάζων.
14. Ὅτι γένεσίς ἐστιν ἀρετῆς, φησίν, ἡ πρός τήν σάρκα τῆς ψυχῆς ἑκούσιος ἀλλοτρίωσις.
15. Ἐπινοητικήν λέγει τήν νοεράν τῆς ψυχῆς δύναμιν· ἥτις χωριζομένη τῆς κατ᾿ αἴσθησιν σχέσεως, ἔρημον τῆς πρός ἡδονήν τήν σάρκα καταλιμπάνει προνοίας κατά τήν ἐν γνώμῃ σχέσιν. Οὐδέ τήν ὀδύνην τῆς σαρκός ἀνεχομένης παραμυθεῖσθαι διά τήν ἐν σχέσει τῆς γνώμης ὁλικήν περί τά θεῖα σχολήν.
16. Ἡ τῆς ψυχῆς τῶν κατά φύσιν ἀπόθεσίς φησι τῆς κατ᾿ αἴσθησιν ὀδύνης ἀρχή γίνεσθαι πέφυκε. Τῆς γάρ ψυχῆς περί τά κατά φύσιν ἀγαθά πονουμένης, οὐκ ἔστιν ἡ τῶν κατ᾿ αἴσθησιν τῆς ἡδονῆς τρόπων ἐφευρίσκουσα δύναμις.
17. Ὑπόκειται τῇ μέν αἰσθήσει, τά αἰσθητά· τῷ δέ νῷ, τά νοητά. Πολλή γοῦν διαφορά νοητῶν ἐστι καί αἰσθητῶν.
18. Ὁ νοῦς, φησίν, ἅμα τήν αἴσθησιν οἰκείαν κατά φύσιν ἡγήσεται δύναμιν, ταῖς τῶν αἰσθητῶν ἐπιπλεκόμενος ἐπιφανίαις, ἐπινοεῖ τάς τῆς σαρκός ἡδονάς, οὐ δυνάμενος τῶν ὁρατῶν διαβῆναι τήν φύσιν, τῇ πρός τήν αἴσθησιν ἐμπαθεῖ σχέσει περισχεθείς.
19. Ὁ πρός τόν ἑαυτοῦ νόμον, τούς τῶν ὄντων κατά μίμησιν μεταφέρων νόμους, ἐνάρετος λογίζων τῶν ἐστερημένων λόγου τήν κίνησιν. Ὁ δέ τόν ἑαυτοῦ πρός τούς νόμους τῶν ἄλλων κατά μίμησιν μεταβάλλων, ἐμπαθής· πρός ἀλογίαν ἐκφέρων τοῦ λόγου τήν δύναμιν.
20. Ὅτι κρατοῦντος ἐν ἡμῖν τοῦ λόγου φησίν, ἐξ ἀνάγκης ἡ πρός ἀρετήν αὐτῶ δουλωθεῖσα βασανίζεται σάρξ.
21. Ψυχῆς ἡ σάρξ, ἀλλ᾿ οὐ σαρκός ἡ ψυχή. Τοῦ γάρ κρείττονός φησι τόν ἧττον· ἀλλ᾿ οὐ τοῦ ἥττονος τό κρεῖττον. Οὐκοῦν ἐπειδή τῇ σαρκί διά τήν παράβασιν ἐνεφύρη τῆς ἁμαρτίας ὁ νόμος, ὅπερ ἐστίν ἡ κατ᾿ αἴσθησιν ἡδονή, δι᾿ ἥν διά πόνων κατεκρίθη τῆς σαρκός ὁ θάνατος, εἰς τήν τοῦ νόμου τῆς ἁμαρτίας ἀναίρεσιν ἐπινενοημένος· ὁ διαγνούς ὅτι διά τήν ἁμαρτίαν, εἰς τήν αὐτῆς ἀναίρεσιν ἐπεισῆλθεν ὁ θάνατος, ἀεί χαίρουσαν ἔχει τήν ψυχήν διά πόνων ποικίλων θεωμένην ἀπογινόμενον τῆς οἰκείας σαρκός τόν νόμον τῆς ἁμαρτίας, πρός ὑποδοχήν τῆς μελλούσης ἐν πνεύματι μακαρίας ζωῆς· ἧς ἄλλως οὐκ ἔστι τυχεῖν, μή πρότερον κενωθέντος ὡς ἐξ ἀγγείου τινός τῆς σαρκός ἐν τῇ παρούσῃ ζωῇ κατά τήν πρός αὐτήν σχέσιν τῆς γνώμης τοῦ νόμου τῆς ἁμαρτίας.
22. Ἡδονήν λέγει σωτήριον, τήν ἐπ᾿ ἀρετῇ χαράν τῆς ψυχῆς ὠφέλιμον δέ λύπην, τήν ὑπέρ ἀρετῆς ὀδύνην τῆς σαρκός.
23. Ὁ πάθεσι προστετηκώς καί πράγμασιν, ἐφ᾿ ἅ μή δεῖ τάς ὁρμάς ποιεῖται.
24. Ὁ τάς ποιητικάς τῶν παθῶν καί τῶν πραγμάτων στερήσεως συμβάσεις οὐκ ἀσπαζόμενος, ἀφ᾿ ὧν μή δεῖ τάς ἀποφυγάς ποιεῖται.