Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Πέμπτη 11 Απριλίου 2013

ΝΘ (59). ΠΕΡΙ ΗΣ ΣΩΤΗΡΙΑΣ ΕΞΕΖΗΤΗΣΑΝ ΚΑΙ ΕΞΕΡΕΥΝΗΣΑΝ ΠΡΟΦΗΤΑΙ.


59. ΕΡΩΤΗΣΙΣ ΝΘ'

Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ἡμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. Ἐὰν αὐτοὶ οἱ μακάριοι προφῆται ἅπερ ἐκ Πνεύματος ἁγίου ἐνηχήθησαν ἡμῖν ἐγγράφως κατέλιπον ἐκζητῆσαι καὶ ἐξερευνῆσαι, πῶς αὐτοὶ ἐκ Πνεύματος ἁγίου ἐνηχούμενοι καὶ τὰ ἀποκαλυπτόμενα αὐτοῖς συγγράφοντες; ποίαν ἐκζήτησιν ἢ ἐξερεύνησιν ἐξεζήτουν ἢ ἐξηρεύνων;


Ἀπόκρισις.

Τὰς μὲν ζητητικάς τε καὶ ἐρευνητικὰς τῶν θείων δυνάμεις οὐσιωδῶς ἔχει καταβεβλημένας αὐτῇ παρὰ τοῦ κτίσαντος κατ᾽ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον ἡ τῶν ἀνθρώπων φύσις, τὰς δὲ τῶν θείων ἀποκαλύψεις κατὰ χάριν ἡ τοῦ παναγίου Πνεύματος ἐπιφοιτῶσα ποιεῖται δύναμις. Ἐπειδὴ δὲ κατ᾽ ἀρχὰς διὰ τῆς ἁμαρτίας τῇ φύσει τῶν ὁρατῶν ταύτας ὁ πονηρὸς προσήλωσε τὰς δυνάμεις, καὶ οὐκ ἦν ὁ συνιῶν ἢ ἐκζητῶν τὸν Θεόν, πάντων τῶν μετειληφότων τῆς φύσεως τὴν νοεράν τε καὶ λογικὴν δύναμιν ἐχόντων περιγεγραμμένην τῇ ἐπιφανείᾳ τῶν αἰσθητῶν καὶ μηδεμίαν κεκτημένων ἔννοιαν τῶν ὑπὲρ αἴσθησιν, εἰκότως ἡ τοῦ παναγίου Πνεύματος χάρις τοῖς μὴ κατὰ πρόθεσιν ἐνδιαθέτως ὑπὸ τὴν ἀπάτην γενομένοις, τῶν ὑλικῶν ἀφηλώσασα, τὴν προσηλωμένην ἀποκατέστησε δύναμιν· ἣν καθαρὰν ἀπολαβόντες διὰ τῆς χάριτος, πρῶτον ἐζήτησαν καὶ ἠρεύνησαν, καὶ οὕτως ἐξεζήτησαν καὶ ἐξηρεύνησαν, διὰ τῆς αὐτῆς δηλαδὴ τοῦ Πνεύματος χάριτος.

Οὐ γὰρ θέμις εἰπεῖν ὡς μόνη καθ᾽ ἑαυτὴν ἡ χάρις ἐνήργει τοῖς ἁγίοις τὰς γνώσεις τῶν μυστηρίων χωρὶς τῶν τῆς γνώσεως δεκτικῶν κατὰ φύσιν δυνάμεων, ἐπεὶ μὴ συνιέντας εἰσάγομεν τοὺς ἁγίους προφήτας τῶν δοθέντων αὐτοῖς ὑπὸ τοῦ παναγίου Πνεύματος φωτισμῶν τὴν δύναμιν—καὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος ὅτι ὁ σοφὸς νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος; —οὔτε μὴν δίχα τῆς τοῦ παναγίου Πνεύματος χάριτος μόνῃ τῇ κατὰ φύσιν δυνάμει ζητήσαντες τὴν ἀληθῆ τῶν ὄντων ἀπειλήφασιν γνῶσιν, ἐπεὶ περιττὴ δειχθήσεται τοῖς ἁγίοις ἡ τοῦ Πνεύματος ἐπιφοίτησις, κατὰ μηδὲν αὐτοῖς συνεργοῦσα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν—καὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων καὶ τὸ ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον; —· ᾧ μὲν γάρ, φησίν, διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων καὶ τὰ ἑξῆς· οἷς ἐπάγει· πάντα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· βούλεται δὲ τὸ ἑκάστῳ δηλονότι συμφέρον εἰς πληροφορίαν τῆς ἀπαθοῦς τῶν ἐπιζητούντων τὰ θεῖα ἐφέσεως. Ὁ γὰρ ἀπαθῶς τὰ θεῖα ζητῶν πάντως λήψεται τὸ ζητούμενον· ὁ δὲ μετά τινος πάθους αἰτῶν ὡς κακῶς ζητῶν ἀποτεύξεται τοῦ ζητουμένου· φησὶ γάρ· αἰτεῖσθε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.

Οὐκοῦν οὔτε ἡ χάρις τοῦ παναγίου Πνεύματος ἐνεργεῖ σοφίαν ἐν τοῖς ἁγίοις χωρὶς τοῦ ταύτην δεχομένου νοός, οὔτε γνῶσιν χωρὶς τῆς δεκτικῆς τοῦ λόγου δυνάμεως, οὔτε πίστιν ἄνευ τῆς κατὰ νοῦν καὶ λόγον τῶν μελλόντων καὶ πᾶσι τέως ἀδήλων πληροφορίας, οὔτε ἰαμάτων χαρίσματα δίχα τῆς κατὰ φύσιν φιλανθρωπίας, οὔτε τι ἕτερον τῶν λοιπῶν χαρισμάτων χωρὶς τῆς ἑκάστου δεκτικῆς ἕξεώς τε καὶ δυνάμεως· οὔτε μὴν πάλιν ἓν τῶν ἀπηριθμημένων ἄνθρωπος κτήσεται κατὰ δύναμιν φυσικὴν δίχα τῆς χορηγούσης ταῦτα θείας δυνάμεως.

Καὶ δηλοῦσι τοῦτο σαφῶς πάντες οἱ ἅγιοι μετὰ τὰς ἀποκαλύψεις τῶν θείων ζητοῦντες τῶν ἀποκαλυφθέντων τοὺς λόγους. Ἀβραὰμ γάρ, λαβὼν τὴν ἐπαγγελίαν τῆς κληρονομίας τῆς δειχθείσης αὐτῷ γῆς, φάσκοντος πρὸς αὐτὸν τοῦ Θεοῦ· ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν, οὐκ ἠρκέσθη λαβὼν ὅπερ ἐκζητῶν ἐξῆλθεν ἐκ γῆς Χαλδαίων, ἀλλ᾽ ἠρεύνησε μαθεῖν ποθῶν καὶ τὸν τρόπον τῆς κληρονομίας, λέγων πρὸς τὸν Θεόν· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν; Καὶ Μωυσῆς, λαβὼν τῶν σημείων καὶ τῶν τεράτων τὴν δύναμιν, ἐζήτει καὶ τοὺς τρόπους διδαχθῆναι καὶ τοὺς λόγους, καθ᾽ οὓς ἔδει τῶν δοθέντων σημείων ἀποδειχθῆναι τὴν πίστωσιν· καὶ ἔθετο ἐν αὐτοῖς, φησὶν ὁ μέγας Δαβίδ, τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ.

Καὶ πάλιν αὐτὸς περὶ ἑαυτοῦ πρὸς τὸν Θεὸν βοῶν φησιν ὁ Δαβίδ· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου καὶ λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. Καὶ Δανιὴλ ὁ μέγας ἀνὴρ τῶν ἐπιθυμιῶν τῶν θείων ὁράσεων, ὑπὲρ ὧν τρεῖς ἑβδομάδας ἡμερῶν ἐτέλεσεν ἄσιτος, τοὺς λόγους ἐκζητῶν ἀκούει ἀγγέλου πρὸς ἄγγελον λέγοντος· συνέτισον ἐκεῖνον τὴν ὅρασιν. Καὶ Ζαχαρίας ὁ μέγας προφήτης δι᾽ ὅλης τῆς αὐτοῦ προφητείας καθ᾽ ἑκάστην ὅρασιν τὸν ἐν αὐτῷ λαλοῦντα ἄγγελον εἰσάγει, δεικνύοντά τε τὰς ὁράσεις καὶ διδάσκοντα τοὺς τῶν ὁράσεων λόγους, φάσκων· καὶ ἔδειξέν μοι ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· καὶ εἶπέ μοι ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· καὶ εἶπα τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοί· Κύριε, τί ἐστι ταῦτα;

Καὶ δῆλον ἐντεῦθεν ὅτι πάντες οἱ ἅγιοι καὶ ἐδέχοντο ὑπὸ τοῦ Πνεύματος ἀποκαλύψεις καὶ ἐζήτουν ἀποκαλυφθῆναι τῶν ἀποκαλυφθέντων τοὺς λόγους, καὶ ὅτι τοῦ Πνεύματος ἡ χάρις οὐδαμῶς τῆς φύσεως καταργεῖ τὴν δύναμιν, ἀλλὰ μᾶλλον καταργηθεῖσαν τῇ χρήσει τῶν παρὰ φύσιν τρόπων ἐνεργὸν ἐποίει πάλιν, τῇ χρήσει τῶν κατὰ φύσιν πρὸς τὴν τῶν θείων κατανόησιν ἄγουσα.

Ζητεῖ γὰρ ἐν ἡμῖν τὴν τῶν ὄντων γνῶσιν τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐρευνᾷ, ἀλλ᾽ οὐχ ἑαυτῷ ζητεῖ τὸ ζητούμενον, ὅτι Θεὸς καὶ πάσης ἐπέκεινα γνώσεως, ἀλλ᾽ ἡμῖν τοῖς δεομένοις τῆς γνώσεως, ὥσπερ ἀμέλει καὶ ὁ Λόγος γίνεται σὰρξ οὐχ ἑαυτῷ, ἀλλ᾽ ἡμῖν τὸ διὰ τῆς σαρκώσεως ἐξανύων μυστήριον.

Ὡς γὰρ χωρὶς σαρκὸς νοερῶς ἐψυχωμένης οὐκ ἐνήργει θεοπρεπῶς τὰ κατὰ φύσιν τῆς σαρκὸς ὁ Λόγος, οὕτως οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς ἁγίοις ἐνεργεῖ τὰς γνώσεις τῶν μυστηρίων χωρὶς τῆς κατὰ φύσιν ζητούσης τε καὶ ἐρευνώσης τὴν γνῶσιν δυνάμεως. Εἴτε οὖν ἐζήτουν ἢ ἐξεζήτουν, εἴτε ἠρεύνων ἢ ἐξηρεύνων οἱ ἅγιοι, τὴν χάριν εἶχον τοῦ Πνεύματος κινοῦσαν αὐτῶν τὴν νοερὰν καὶ λογικὴν δύναμιν πρὸς ζήτησιν καὶ ἔρευναν τῆς τῶν ψυχῶν σωτηρίας, καὶ χωρὶς τοῦ Πνεύματος οὐδὲν παντελῶς ἐθεώρουν πνευματικόν, ὅτι μηδὲ πέφυκεν ὁ ἀνθρώπινος νοῦς ἄνευ θείου φωτὸς τῶν θείων καὶ νοητῶν ἀντιλαμβάνεσθαι.

Ὡς γὰρ οὐκ ἔστι χωρὶς ἡλιακοῦ φωτὸς ὀφθαλμὸν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν, οὕτω δίχα πνευματικοῦ φωτὸς νοῦς ἀνθρώπινος οὔποτ᾽ ἂν δέξαιτο θεωρίαν πνευματικήν· τὸ μὲν γὰρ φωτίζει κατὰ φύσιν τὴν αἴσθησιν πρὸς τὴν τῶν σωμάτων ἀντίληψιν, τὸ δὲ πρὸς τὴν θεωρίαν τὸν νοῦν καταυγάζει πρὸς κατανόησιν τῶν ὑπὲρ αἴσθησιν. Σωτηρία δὲ τῶν ψυχῶν κυρίως ἐστὶ τὸ τέλος τῆς πίστεως· τέλος δὲ πίστεώς ἐστιν ἡ τοῦ πιστευθέντος ἀληθὴς ἀποκάλυψις· ἀληθὴς δὲ τοῦ πιστευθέντος ἐστὶν ἀποκάλυψις ἡ κατὰ ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως ἄρρητος τοῦ πεπιστευμένου περιχώρησις· περιχώρησις δὲ τοῦ πεπιστευμένου καθέστηκεν ἡ πρὸς τὴν ἀρχὴν κατὰ τὸ τέλος τῶν πεπιστευκότων ἐπάνοδος· ἡ δὲ πρὸς τὴν οἰκείαν ἀρχὴν κατὰ τὸ τέλος τῶν πεπιστευκότων ἐπάνοδός ἐστιν ἡ τῆς ἐφέσεως πλήρωσις· ἐφέσεως δὲ πλήρωσίς ἐστιν ἡ περὶ τὸ ἐφετὸν τῶν ἐφιεμένων ἀεικίνητος στάσις· ἀεικίνητος δὲ στάσις ἐστὶν ἡ τοῦ ἐφετοῦ διηνεκής τε καὶ ἀδιάστατος ἀπόλαυσις· ἀπόλαυσις δὲ διηνεκὴς καὶ ἀδιάστατος ἡ τῶν ὑπὲρ φύσιν θείων καθέστηκε μέθεξις· μέθεξις δὲ τῶν ὑπὲρ φύσιν θείων ἐστὶν ἡ πρὸς τὸ μετεχόμενον τῶν μετεχόντων ὁμοίωσις· ἡ δὲ πρὸς τὸ μετεχόμενον τῶν μετεχόντων ὁμοίωσίς ἐστιν ἡ κατ᾽ ἐνέργειαν πρὸς αὐτὸ τὸ μετεχόμενον τῶν μετεχόντων δι᾽ ὁμοιότητος ἐνδεχομένη ταυτότης· ἡ δὲ τῶν μετεχόντων ἐνδεχομένη κατ᾽ ἐνέργειαν δι᾽ ὁμοιότητος πρὸς τὸ μετεχόμενον ταυτότης ἐστὶν ἡ θέωσις τῶν ἀξιουμένων θεώσεως· ἡ δὲ θέωσίς ἐστι καθ᾽ ὑπογραφῆς λόγον πάντων τῶν χρόνων καὶ τῶν αἰώνων καὶ τῶν ἐν χρόνῳ καὶ αἰῶνι περιοχὴ καὶ πέρας· περιοχὴ δὲ καὶ πέρας τῶν χρόνων καὶ τῶν αἰώνων ἐστὶ καὶ πάντων τῶν ἐν αὐτοῖς ἡ τῆς ἀκραιφνοῦς καὶ κυρίως ἀρχῆς πρὸς τὸ κυρίως τέλος καὶ ἀκραιφνὲς ἐν τοῖς σῳζομένοις ἀδιάστατος ἑνότης· ἀδιάστατος δὲ τῆς ἀκραιφνοῦς ἀρχῆς τε καὶ τέλους ἑνότης ἐν τοῖς σῳζομένοις ἐστὶν ἡ κρείττων τῶν οὐσιωδῶς ἀρχῇ τε καὶ τέλει μεμετρημένων τῶν κατὰ φύσιν ἔκβασις· ἔκβασις δὲ τῶν κατ᾽ ἀρχὴν καὶ τέλος περιγεγραμμένων ἐστὶν ἡ ἄμεσος καὶ ἄπειρος καὶ ἐπ᾽ ἄπειρον ἐν τοῖς ἀξιωθεῖσι τῆς κατὰ τὸ κρεῖττον νοουμένης τῶν κατὰ φύσιν ἐκβάσεως ἐνέργεια τοῦ Θεοῦ πανσθενὴς καὶ ὑπερδύναμος· ἄμεσος δὲ καὶ ἄπειρος καὶ ἐπ᾽ ἄπειρον ἐνέργεια τοῦ Θεοῦ πανσθενής ἐστι καὶ ὑπερδύναμος ἡ κατὰ τὴν ἄφθεγκτον καὶ ὑπὲρ νόησιν ἕνωσιν ἄρρητός τε καὶ ὑπεράρρητος ἡδονὴ καὶ χαρὰ τῶν ἐνεργουμένων, ἧς οὐκ ἔστι νοῦν ἢ λόγον παντάπασιν ἢ νόησιν ἢ ῥῆσιν ἐν τῇ φύσει τῶν ὄντων εὑρεῖν.

Οὐκ ἔχει γὰρ ἡ φύσις τῶν ὑπὲρ φύσιν τοὺς λόγους, ὥσπερ οὐδὲ τῶν παρὰ φύσιν τοὺς νόμους· ὑπὲρ φύσιν δὲ λέγω τὴν θείαν καὶ ἀνεννόητον ἡδονήν, ἣν ποιεῖν πέφυκεν ὁ Θεὸς φύσει κατὰ τὴν χάριν τοῖς ἀξίοις ἑνούμενος, παρὰ φύσιν δὲ τὴν κατὰ στέρησιν ταύτης συνισταμένην ἀνεκλάλητον ὀδύνην, ἣν ποιεῖν εἴωθεν ὁ Θεός, φύσει παρὰ τὴν χάριν τοῖς ἀναξίοις ἑνούμενος. Κατὰ γὰρ τὴν ὑποκειμένην ἑκάστῳ ποιότητα τῆς διαθέσεως ὁ Θεός, τοῖς πᾶσιν ἑνούμενος ὡς οἶδεν αὐτός, τὴν αἴσθησιν ἑκάστῳ παρέχεται καθώς ἐστιν ἕκαστος ὑφ᾽ ἑαυτοῦ διαπεπλασμένος πρὸς ὑποδοχὴν τοῦ πάντως πᾶσιν ἑνωθησομένου κατὰ τὸ πέρας τῶν αἰώνων.

Σωτηρίαν δὲ ψυχῶν, ὡς οἶμαι, τυχὸν ὁ τῶν ἀποστόλων ἀκρότατος ἔφη Πέτρος, ὡς πίστεως τέλος, τῶν ὑπὲρ φύσιν τὴν μέθεξιν· περὶ ἧς σωτηρίας, διὰ Πνεύματος ἁγίου δηλαδή, σαφῶς ἐξεζήτησαν προφῆται καὶ ἐξηρεύνησαν εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. Οὐκοῦν τοὺς ἐκζητοῦντας ἐν Πνεύματι τὴν τῶν ψυχῶν σωτηρίαν καὶ ἐξερευνῶντας τοὺς ταύτης πνευματικοὺς τῆς σωτηρίας λόγους τε καὶ τρόπους ὁδηγεῖ πρὸς κατανόησιν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐῶν ἀκίνητον ἐν αὐτοῖς μένειν καὶ ἀνενέργητον τὴν δι᾽ ἧς ἐκζητεῖν τὰ θεῖα πεφύκασι δύναμιν.

Πρῶτον μὲν αὐτοὺς διδάσκον ζητῆσαι τὴν κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως ἢ τὴν κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας νέκρωσιν καὶ τὴν κατὰ τὴν ἀρετὴν τῆς προαιρέσεως ἢ τὴν κατὰ τὴν προαίρεσιν τῆς ἀρετῆς ἀναβίωσιν, ἐρευνῆσαι δὲ τῆς κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως ἢ τῆς κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας νεκρώσεως τοὺς τρόπους, ὡσαύτως δὲ καὶ τῆς κατὰ τὴν ἀρετὴν τῆς προαιρέσεως ἢ τῆς ἀρετῆς κατὰ τὴν προαίρεσιν ἀναστάσεως τοὺς λόγους· δι᾽ ὧν, τρόπων τέ φημι καὶ λόγων, ἡ κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας ἢ ἡ κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως νέκρωσις καὶ ἡ κατὰ τὴν προαίρεσιν τῆς ἀρετῆς ἢ τῆς προαιρέσεως κατὰ τὴν ἀρετὴν ἀνάστασις γίνεσθαι πέφυκεν, ἔχουσα προδήλως κατὰ τὸν αἰῶνα τοῦτον, ὃν καιρὸν προσηγόρευσεν ὁ λόγος, τὰ εἰς Χριστόν, ἤγουν ὑπὲρ Χριστοῦ, περὶ φύσιν παθήματα, ἅπερ αὐτοῖς προεμαρτύρετο τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα γένωνται σύμφυτοι τοῦ θανάτου τοῦ Χριστοῦ κατὰ τὴν νέκρωσιν τῆς ἁμαρτίας καὶ τῆς ἀναστάσεως κατὰ τὴν ἔγερσιν τῆς ἀρετῆς.

Δεῖ γὰρ ὡς ἀληθῶς τὸν σωθησόμενον μὴ μόνον τῇ προαιρέσει νεκρῶσαι τὴν ἁμαρτίαν, ἀλλὰ καὶ αὐτὴν τὴν προαίρεσιν τῇ ἁμαρτίᾳ, καὶ μὴ μόνον ἀναστῆσαι τῇ ἀρετῇ τὴν προαίρεσιν, ἀλλὰ καὶ αὐτὴν τῇ προαιρέσει τὴν ἀρετήν, ἵνα νεκρὰ νεκρᾶς ὅλης ὅλη διαιρεθεῖσα τῆς ἁμαρτίας μὴ αἰσθάνηται καὶ ζῶσα ζώσης ὅλης ὅλη τῆς ἀρετῆς ἐπαισθάνηται καθ᾽ ἕνωσιν ἀδιάσπαστον ἡ προαίρεσις.

Ταῦτα μὲν τυχὸν πρῶτον ζητήσαντες καὶ ἐρευνήσαντες οἱ ἅγιοι διὰ Πνεύματος ἁγίου τὴν πρακτικὴν κατώρθωσαν φιλοσοφίαν· μεθ᾽ ἥν, οἷα δὴ καθαροὶ γεγονότες καὶ παντὸς ἐλεύθεροι μολυσμοῦ, πρὸς τὸ τέλος τῶν ὄντων ὑπὸ τοῦ αὐτοῦ Πνεύματος τὸ νοερὸν ἐκίνησαν ὄμμα τῆς ψυχῆς, ἐκζητοῦντες μετὰ τὴν προαιρετικὴν ἀνάστασιν καὶ τὴν τῆς φύσεως ἀφθαρσίαν, καὶ ἐξερευνῶντες τούς τε τρόπους καὶ τοὺς λόγους τῆς κατ᾽ αὐτὴν θεοπρεποῦς ἀθανασίας. Οὐ γὰρ ἐζήτουν ἔτι τὴν ἀνάστασιν τῆς προαιρέσεως, ἣν ἤδη κατὰ τὴν πρακτικὴν λαβόντες εἶχον παρὰ τοῦ Πνεύματος, οὐδὲ τοὺς κατ᾽ αὐτὴν ἠρεύνων τρόπους, οὓς φθάσαντες κατώρθωσαν διὰ τῆς χάριτος, ἀλλ᾽ ἣν οὐκ εἶχον τῆς φύσεως ἐξεζήτουν ἀφθαρσίαν, καὶ τοὺς τρόπους καὶ τοὺς λόγους τῆς κατ᾽ αὐτὴν ἐξηρεύνων θεώσεως, πρὸς ἣν ἠπείγοντο τῆς κατ᾽ αὐτὴν ἐν Χριστῷ δόξης ἐπιθυμοῦντες, ἵνα, ὥσπερ συνέπαθον αὐτῷ κατὰ τὸν αἰῶνα τοῦτον, ὅν, ὡς ἔφην, καιρὸν ὠνόμασεν ὁ λόγος, οὕτως καὶ συνδοξασθῶσι κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, κληρονόμοι μὲν ὑπὲρ φύσιν Θεοῦ κατὰ τὴν χάριν, συγκληρονόμοι δὲ Χριστοῦ, κατ᾽ οἰκονομίαν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως τὴν ὅλην οἰκειουμένου φύσιν, γινόμενοι.

Θεὸς γὰρ ὑπάρχων φύσει καὶ ἄνθρωπος ὁ Χριστὸς ὑφ᾽ ἡμῶν ὡς Θεὸς ὑπὲρ φύσιν χάριτι κληρονομεῖται κατὰ τὴν ἄρρητον μέθεξιν καί, δι᾽ ἡμᾶς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς ὡς ἄνθρωπος ἡμᾶς οἰκειούμενος, ἑαυτὸν κληρονομεῖ σὺν ἡμῖν κατὰ τὴν ἀνεννόητον συγκατάβασιν· ὃν τῷ Πνεύματι μυστικῶς οἱ ἅγιοι προθεωρήσαντες ἐδιδάχθησαν ὡς χρὴ τῆς κατὰ τὸ μέλλον φανησομένης διὰ τὴν ἀρετὴν ἐν Χριστῷ δόξης τὰ εἰς αὐτὸν ὑπὲρ ἀρετῆς κατὰ τὸ παρὸν προκαθηγεῖσθαι παθήματα· ἐρευνῶντες γάρ, φησίν, εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας.

Οὐκοῦν καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων οὐ μόνον τὴν ἀφθαρσίαν τῆς φύσεως καὶ τοὺς λόγους τῆς κατ᾽ αὐτὴν ἐκθεώσεως, ἀλλὰ δὴ καὶ τὸν καιρὸν καθ᾽ ὃν ἡ διὰ παθημάτων ὑπὲρ αὐτῆς δοκιμασία γενήσεται, φανερὰν ποιουμένη τῶν τε κατ᾽ ἀλήθειαν αὐτῆς ἐφιεμένων τὴν διάθεσιν καὶ τῶν καθ᾽ ὑπόκρισιν ἐρᾶν αὐτῆς νομιζομένων τὴν πρόθεσιν, καὶ τὸν ἄλλον καιρόν, ἤγουν αἰῶνα, καθ᾽ ὃν παροῦσα φανήσεται κατ᾽ ἐνέργειαν, πάντας ἀναλόγως, καθὼς ἕκαστός ἐστιν αὐτῆς δεκτικός, μεταποιοῦσα πρὸς τὴν θείαν ὁμοίωσιν· ἣν δόξαν τυχὸν τοῖς ὑπὲρ ἀρετῆς μεθεπομένην πόνοις προεῖπεν ὁ λόγος.

Ταῦτα μὲν ἐρεῖ τις ἀπολογούμενος πρὸς τὸν λέγοντα τί δήποτε μὴ ζήτησιν καὶ ἐρεύνησιν, ἀλλ᾽ ἐκζήτησιν ἐνταῦθα καὶ ἐξερεύνησιν εἶπεν ἡ Γραφή, καὶ τὸν πρόχειρον νοῦν ἐμφαντικῶς προδεικνύμενος. Ἐγὼ δὲ καὶ ἄλλον οἶδα παρά τινος σοφοῦ λόγον ἀκούσας. Ἕλεγε γὰρ ἐκεῖνος, μυστικώτερον τὸν περὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῆς τε ζητήσεως καὶ τῆς ἐκζητήσεως λόγον ποιούμενος, πρὸς μὲν τὴν ἀρχὴν τετάχθαι φυσικῶς τὴν ζήτησιν, πρὸς δὲ τὸ τέλος τὴν ἐκζήτησιν· οὐ γάρ τις φυσικῶς ἐκζητεῖ τὴν ἀρχήν, ὥσπερ οὐδὲ ζητεῖ φυσικῶς τὸ τέλος, ἀλλὰ τὴν μὲν ἀρχὴν ζητεῖ, τὸ δὲ τέλος ἐκζητεῖ. Ἀφ᾽ οὗ γάρ, ἔφασκεν, ἅμα τῷ εἶναι διὰ τῆς παρακοῆς τὴν οἰκείαν ἀρχὴν ὀπίσω ποιήσας ὁ ἄνθρωπος ζητεῖν οὐκ ἠδύνατο τὸ κατόπιν αὐτοῦ γεγενημένον, καὶ ἐπειδὴ φυσικῶς ἡ ἀρχὴ περιγράφει τῶν ὑπ᾽ αὐτῆς γεγενημένων τὴν κίνησιν, εἰκότως προσηγορεύθη καὶ τέλος, εἰς ὅπερ, ὡς αἰτίαν τῆς τῶν κινουμένων κινήσεως, δέχεται πέρας ὁ δρόμος.

Ἐκζητῶν οὖν τὸ ἑαυτοῦ τέλος ὁ ἄνθρωπος εἰς τὴν ἀρχὴν καταντᾷ, φυσικῶς ἐν τῷ τέλει τυγχάνουσαν· ἧς ἀπολιπὼν τὴν ζήτησιν, τὴν αὐτῆς, ὡς τέλους φύσει, μετῆλθεν ἐκζήτησιν. Οὐ γὰρ ἦν αὐτῆς διαφυγεῖν τὴν περιγραφήν, πανταχόθεν αὐτὸν περιϊσταμένην καὶ τὴν αὐτοῦ περιορίζουσαν κίνησιν. Οὐκ ἦν οὖν ζητῆσαι τὴν ἀρχήν, ὡς ἔφην, ὀπίσω γεγενημένην, ἀλλ᾽ ἐκζητῆσαι τὸ τέλος ἐμπρὸς ὑπάρχον, ἵνα γνῷ διὰ τοῦ τέλους τὴν ἀπολειφθεῖσαν ἀρχήν, ἐπειδὴ μὴ ἔγνω τὸ τέλος ἐκ τῆς ἀρχῆς.

Καὶ τοῦτο τυχὸν ὁ σοφὸς μυσταγωγῶν Σολομών φησιν· τί τὸ γεγενημένον, αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον, αὐτὸ τὸ ποιηθησόμενον, ὡσανεὶ σαφῶς τὴν ἀρχὴν ἐκ τοῦ τέλους δεικνύς. Οὐκέτι γὰρ μετὰ τὴν παράβασιν δείκνυται τὸ τέλος ἐκ τῆς ἀρχῆς, ἀλλ᾽ ἡ ἀρχὴ ἐκ τοῦ τέλους, οὐδὲ ζητεῖ τις τοὺς τῆς ἀρχῆς λόγους, ἀλλ᾽ ἐκζητεῖ τοὺς πρὸς τὸ τέλος τοὺς κινουμένους ἀπάγοντας.

Εἰ δέ, ὅτι πολλαχοῦ τῆς Γραφῆς ἡ ζήτησις εἴρηται, ὡς τὸ ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν, καὶ ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, βεβαίαν οὐχ ἡγεῖται ταύτην ἔννοιαν, αὐτόθεν ἔχει νουνεχῶς ἐπισκήπτων τῶν λεχθέντων τὴν πίστωσιν. Εἰπὼν γὰρ ὁ λόγος ζήτησον εἰρήνην καὶ δίωξον αὐτὴν ἐν τῷ τέλει τὴν ἀρχὴν διῶξαι παρενεγύησε καὶ τὴν βασιλείαν, ἀρχὴν οὖσαν διὰ τῆς δικαιοσύνης, ὡς τέλους τῆς βασιλείας, ἐκζητῆσαι παρεκελεύσατο. Βασιλεία γὰρ Θεοῦ πρὸ πάσης ἐστὶ δικαιοσύνης, μᾶλλον δὲ κυριώτερον εἰπεῖν αὐτοδικαιοσύνη, πρὸς ἥν, ὡς τέλος, ἐπείγεται πᾶσα σπουδαίου κίνησις. Εἰ γὰρ δικαιοσύνη ἐστὶν ἡ τοῦ ἴσου κατ᾽ ἀξίαν ἑκάστῳ διανέμησις, βασιλεία δὲ ἔννομός ἐστιν ἐπιστασία, ἄρα ταὐτὸν τῇ βασιλείᾳ ἡ δικαιοσύνη, δι᾽ ἦς, ὡς τέλους, ὁδεύειν τοῖς βουλομένοις ἐστὶν εὐμαρές, ὡς πρὸς ἀρχὴν τὴν βασιλείαν· δικαιοσύνη γάρ ἐστι βασιλεία ἐνεργουμένη καὶ βασιλεία ἐστὶ δικαιοσύνη δι᾽ ἔργων κεκυρωμένη· τὸ γὰρ ἐννόμως ἐπιστατεῖν τοῖς οὖσι διανέμειν ἐστὶν ἑκάστῳ τὰ πρὸς ἀξίαν, καὶ τὸ διανέμειν ἑκάστῳ τὰ πρὸς ἀξίαν ἔννομός ἐστι τῶν ὄντων ἐπιστασία. Οὐκοῦν οὐδὲν τῆς κατὰ νοῦν τῆς ἁγίας Γραφῆς ὁμαλότητος ἡ κατὰ τὴν λέξιν διαφορὰ παρεσάλευσεν, παρὰ τοῖς σοφοῖς δηλαδὴ τῶν θείων νοήμοσιν.

Εἰ δὲ καὶ καθ᾽ ἕτερον βούλοιτό τις ἐκδέχεσθαι τρόπον τήν τε ζήτησιν καὶ ἐρεύνησιν, καὶ τὴν ἐκζήτησιν καὶ τὴν ἐξερεύνησιν, εὑρήσει τὴν μὲν ζήτησιν καὶ τὴν ἐκζήτησιν περὶ τὸν νοῦν κινουμένας, τὴν δὲ ἐρεύνησιν καὶ τὴν ἐξερεύνησιν περὶ τὸν λόγον. Ζητεῖ γὰρ φυσικῶς ὁ νοῦς, ἐρευνᾷ δὲ κατὰ φύσιν ὁ λόγος. Ζήτησις γάρ ἐστιν, ἵν᾽ ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, ἁπλῆ τοῦ νοὸς πρός τι γνωστὸν μετ᾽ ἐφέσεως κίνησις· ἐρεύνησις δέ ἐστιν ἁπλῆ τοῦ λόγου περί τι γνωστὸν μετά τινος ἐννοίας διάκρισις· ἐκζήτησις δέ ἐστιν ἡ κατ᾽ ἐπιστήμην τοῦ νοὸς γνωστικὴ πρός τι γνωστὸν μετὰ ποιᾶς, ἤγουν τοιᾶσδε, ἐφέσεως κίνησις· ἐξερεύνησις δέ ἐστιν ἡ τοῦ λόγου κατ᾽ ἐνέργειαν περί τι γνωστὸν μετὰ ποιᾶς, ἤγουν τοιᾶσδε, ἐννοίας διάκρισις· οὕστινας ὅρους ἐπὶ τὰ θεῖα μεταφέροντες, φαμὲν ὅτι ζήτησίς ἐστιν ἡ τοῦ νοῦ πρώτη τε καὶ ἁπλῆ πρὸς τὴν ἰδίαν αἰτίαν μετ᾽ ἐφέσεως κίνησις, ἐρεύνησις δέ ἐστιν ἡ πρώτη τε καὶ ἁπλῆ τοῦ λόγου περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἐννοίας διάκρισις, ἐκζήτησις δὲ πάλιν ἐστὶν ἡ τοῦ νοῦ κατ᾽ ἐπιστήμην γνωστικὴ πρὸς τὴν ἰδίαν αἰτίαν μετά τινος ζεούσης ἐφέσεως κίνησις, ἐξερεύνησις δέ ἐστιν ἡ τοῦ λόγου κατ᾽ ἐνέργειαν τῶν ἀρετῶν περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἔμφρονος καὶ σοφῆς ἐννοίας γινομένη διάκρισις.

Οὐκοῦν καὶ οἱ ἅγιοι προφῆται, περὶ τῆς σωτηρίας τῶν ψυχῶν ἐκζητήσαντές τε καὶ ἐξερευνήσαντες, διάπυρον εἶχον καὶ ζέουσαν μετ᾽ ἐπιστήμης καὶ γνώσεως πρὸς τὸν Θεὸν τὴν τοῦ νοῦ κατ᾽ ἔφεσιν κίνησιν, καὶ ἔμφρονα καὶ σοφὴν τὴν τοῦ λόγου κατὰ τὴν ἐνέργειαν τῶν θείων διάκρισιν· οὓς οἱ μιμούμενοι μετὰ γνώσεως καὶ ἐπιστήμης τὴν τῶν ψυχῶν ἐκζητοῦσι σωτηρίαν, καὶ μετὰ φρονήσεως καὶ σοφίας ἐξερευνῶντες μετέρχονται τὴν ἐν τοῖς θείοις ἔργοις διάκρισιν.

 
------------------------
ΣΧΟΛΙΑ

1. Οὔτε ἡ θείας χάρις φησίν ἐνεργεῖ φωτισμούς γνώσεως, οὐκ ὄντος τοῦ κατά δύναμιν φυσικήν δεχομένου τόν φωτισμόν· οὔτε μήν τό δεκτικόν δίχα τῆς χορηγούσης χάριτος τόν φωτισμόν ἐνεργεῖ γνώσεως.

2. Ὁ δίχα πάθους αἰτῶν λαμβάνει τήν τοῦ ἐνεργεῖν δύνασθαι χάριν κατά τήν πρᾶξιν τάς ἀρετάς· καί ὁ ζητῶν ἀπαθῶς, εὑρίσκει κατά τήν φυσικήν θεωρίαν τήν ἐν τοῖς οὖσιν ἀλήθειαν· καί ὁ κρούων ἀπαθῶς τήν θύραν τῆς γνώσεως, ἀκωλύτως εἰς τήν ἀπόκρυφον τῆς μυστικῆς θεολογίας εἰσελεύσεται χάριν.

3. Ὁ νοῦς σοφίας ὄργανόν φησιν· ὁ λόγος, γνώσεως· ἡ κατ᾿ ἄμφω πληροφρία, τῆς κατ᾿ ἄμφω συνισταμένης πίστεως· τοῦ δέ τῶν ἰαμάτων χαρίσματος, ἡ φυσική φιλανθρωπία. Πᾶν γάρ χάρισμα θεῖον, ἐπιτήδειον ἐν ἡμῖν ἔχει καί προσφυές ὥσπερ δύναμιν ἤ διάθεσιν ὄργανον δεκτικόν. Οἷον ὁ τόν νοῦν πάσης αἰσθητῆς φαντασίας ποιήσας καθαρόν, δέχεται σοφίαν· ὁ δέ τόν λόγον τῶν ἐμφύτων παθῶν, θυμοῦ λέγω καί ἐπιθυμίας, καταστάσας Δεσπότην, δέχεται γνῶσιν· ὁ δέ τήν κατά νοῦν καί λόγον περί τό Θεῖον ἀσάλευτον πληροφορίαν ἔχων, τήν πάντα δυναμένην δέχεται πίστιν· ὁ δέ τήν φυσικήν κατορθώσας φιλανθρωπίαν, μετά τήν τελείαν τῆς φιλαυτίας ἀναίρεσιν, ἰαμάτων δέχεται χαρίσματα.

4. Τό αἰσθητόν φῶς δῆλον ὅτι.

5. Τό πνευματικόν φῶς δῆλον ὅτι.

6. Τῶν πρός Θεόν, δηλονότι κινουμένων.

7. Ὁ τοῦ εἶναι λόγος τόν Θεόν ὡς ἀρχήν φυσικήν ἐπιφέρεται, φησίν· καί ὁ τοῦ εὖ εἶναι λόγος, τόν Θεόν ὡς τέλος, πρός ὅν ἐπείγεται γνωμικῶς, πᾶς ὁ τήν ἔφεσιν εἰς Θεόν ἀναπλάσαι γλιχόμενος· ὧν ἑνότης ἐστίν, ὁ τοῦ εὖ εἶναι λόγος κατά χάριν παραγινόμενος, καί τόν Θεόν ἐπιφερόμενος, τόν πάσης ἀρχῆς καί τέλους κατά φύσιν ἀνώτερον, ποιοῦντα τούς ἀρχήν ἔχοντας κατά φύσιν καί τέλος ἀνάρχους κατά χάριν καί ἀτελευτήτους.

8. Ἡ κατά χάριν ἐν τῷ ποιῷ πρός θέωσιν μεταποίησις, ἔκβασις τῶν ἀρχῇ τε καί τέλει φυσικῶς περιγεγραμμένων ἐστί.

9. Ἔμφασις μυστικά τῆς ἐσομένης κρίσεως ἀποδεικτική.

10. Πρῶτόν τις ζητεῖ, φησί, τῇ προαιρέσει νεκρῶσαι τήν ἁμαρτίαν, καί τήν προαίρεσιν τῇ ἁμαρτίᾳ· καί οὕτως ἐρευνᾷ, πῶς δεῖ καί ποίῳ τρόπῳ νεκρῶσαι ταύτας ἀλλήλαις. Καί πάλιν μετά τήν τούτων ἀλλήλαις τελείαν νέκρωσιν, ζητεῖ τήν κατ᾿ ἀρετήν τῆς προαιρέσεως, καί τῆς ἀρετῆς τήν κατά προαίρεσιν ζωήν. Καί οὕτως ἐρευνᾷ, πῶς δεῖ, καί ποίῳ τρόπῳ τήν ἐν ἀλλήλαις τούτων δημιουργῆσαι ζωήν· ἔστιν οὖν, ὡς ἐν ὁρισμῷ λαβεῖν, ἡ μέν ζήτησις, ὄρεξις καταθυμίου τινός· ἡ δέ ἐρεύνησις, τρόπος τῆς πρός τό καταθύμιον ὀρέξεως ἀνυστικός.

11. Ὁ νεκρώσας φησί τῇ ἁμαρτίᾳ τήν προαίρεσιν, σύμφυτος γέγονε τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Χριστοῦ· καί ὁ ταύτην ἀναστήσας τῇ δικαιοσύνῃ, σύμφυτος γέγονε καί τῆς ἀναστάσεως αὐτοῦ.

12. Ἡ ἁμαρτία, καί ἡ προαίρεσίς φησιν ἀλλήλαις νεκρούμεναι, διπλῆν ἔχουσι πρός ἀλλήλας τήν ἀναισθησίαν· καί ἡ δικαιοσύνη, καί ἡ προαίρεσις ἐν ἀλλήλαις ἔχουσαι τήν ζωήν, διπλῆν ἔχουσι τήν αἴσθησιν.

13. Ἄλλη περί τῶν αὐτῶν θεωρία.

14. Ὁ μέν νοῦς, φησί, κατά μόνην τήν ἔφεσιν ἀγνώστως τῶν ὄντων αἰτίαν κινούμενος, ζητεῖ μόνον· ὁ δέ λόγος, τούς ἐν τοῖς οὖσιν ἀληθεῖς ποικίλως ἐφοδεύων ἐρευνᾷ λόγους.


Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets