60. ΕΡΩΤΗΣΙΣ Ξ'
Ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτων τῶν χρόνων δι᾽ ἡμᾶς. Ὑπὸ τίνος προεγνωσμένου;
Ἀπόκρισις.
Τὸ τοῦ Χριστοῦ μυστήριον Χριστὸν ὁ τῆς Γραφῆς ὠνόμασε λόγος, καὶ μαρτυρεῖ σαφῶς οὑτωσὶ φάσκων ὁ μέγας ἀπόστολος· τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν νῦν ἐφανερώθη, ταὐτὸν λέγων δηλαδὴ τῷ Χριστῷ τὸ κατὰ Χριστὸν μυστήριον. Τοῦτο προδήλως ἐστὶν ἄρρητός τε καὶ ἀπερινόητος θεότητός τε καὶ ἀνθρωπότητος καθ᾽ ὑπόστασιν ἕνωσις, εἰς ταὐτὸν ἄγουσα τῇ θεότητι κατὰ πάντα τρόπον τῷ τῆς ὑποστάσεως λόγῳ τὴν ἀνθρωπότητα καὶ μίαν ἀμφοτέρων ἀποτελοῦσα τὴν ὑπόστασιν σύνθετον, τῆς αὐτῶν κατὰ φύσιν οὐσιώδους διαφορᾶς μηδεμίαν καθοτιοῦν ἐπάγουσα μείωσιν, ὥστε καὶ μίαν αὐτῶν γενέσθαι, καθὼς ἔφην, τὴν ὑπόστασιν καὶ τὴν φυσικὴν διαφορὰν ἀπαθῆ διαμένειν, καθ᾽ ἣν καὶ μετὰ τὴν ἕνωσιν ἀνελάττωτος αὐτῶν καὶ ἡνωμένων ἡ κατὰ φύσιν διασῴζεται ποσότης. Ὅπου γὰρ κατὰ τὴν ἕνωσιν οὐδὲν τὸ παράπαν τροπῆς ἢ ἀλλοιώσεως τοῖς ἑνωθεῖσι παρηκολούθησε πάθος, ἀκραιφνὴς ὁ κατὰ οὐσίαν ἑκατέρου τῶν ἡνωμένων διαμεμένηκε λόγος· ὧν δὲ ἀκραιφνὴς ὁ τῆς οὐσίας καὶ μετὰ τὴν ἕνωσιν διαμεμένηκε λόγος, τούτων ἀλώβητοι κατὰ πάντα τρόπον μεμενήκασιν αἱ φύσεις, μηδεμιᾶς τὸ σύνολον ἀρνησαμένης τὰ ἑαυτῆς διὰ τὴν ἕνωσιν.
Ἔπρεπε γὰρ τῷ ποιητῇ τῶν ὅλων καὶ γινομένῳ φύσει κατ᾽ οἰκονομίαν ὅπερ οὐκ ἦν καὶ ἑαυτὸν ὅπερ ἦν κατὰ φύσιν καὶ ὅπερ γέγονε φύσει κατ᾽ οἰκονομίαν ἄτρεπτον διασώσασθαι. Θεῷ γὰρ οὐ πέφυκεν ἐνθεωρεῖσθαι τροπή, ᾧ μηδεμία καθάπαξ κίνησις ἐπινοεῖται, περὶ ἣν ὑπάρχει τοῖς κινουμένοις τὸ τρέπεσθαι. Τοῦτό ἐστι τὸ μέγα καὶ ἀπόκρυφον μυστήριον. Τοῦτό ἐστι τὸ μακάριον, δι᾽ ὃ τὰ πάντα συνέστησαν, τέλος. Τοῦτό ἐστιν ὁ τῆς ἀρχῆς τῶν ὄντων προεπινοούμενος θεῖος σκοπός, ὃν ὁρίζοντες εἶναί φαμεν προεπινοούμενον τέλος, οὗ ἕνεκα μὲν τὰ πάντα, αὐτὸ δὲ οὐδενὸς ἕνεκεν· πρὸς τοῦτο τὸ τέλος ἀφορῶν τὰς τῶν ὄντων ὁ Θεὸς παρήγαγεν οὐσίας. Τοῦτο κυρίως ἐστὶ τὸ τῆς προνοίας καὶ τῶν προνοουμένων πέρας, καθ᾽ ὃ εἰς τὸν Θεὸν ἡ τῶν ὑπ᾽ αὐτοῦ πεποιημένων ἐστὶν ἀνακεφαλαίωσις. Τοῦτό ἐστι τὸ πάντας περιγράφον τοὺς αἰῶνας καὶ τὴν ὑπεράπειρον καὶ ἀπειράκις ἀπείρως προϋπάρχουσαν τῶν αἰώνων μεγάλην τοῦ Θεοῦ βουλὴν ἐκφαῖνον μυστήριον, ἧς γέγονεν ἄγγελος αὐτὸς ὁ κατ᾽ οὐσίαν τοῦ Θεοῦ Λόγος, γενόμενος ἄνθρωπος καὶ αὐτόν, εἰ θέμις εἰπεῖν, τὸν ἐνδότατον πυθμένα τῆς πατρικῆς ἀγαθότητος φανερὸν καταστήσας καὶ τὸ τέλος ἐν ἑαυτῷ δείξας, δι᾽ ὃ τὴν πρὸς τὸ εἶναι σαφῶς ἀρχὴν ἔλαβον τὰ πεποιημένα. Διὰ γὰρ τὸν Χριστόν, ἤγουν τὸ κατὰ Χριστὸν μυστήριον, πάντες οἱ αἰῶνες καὶ τὰ ἐν αὐτοῖς τοῖς αἰῶσιν ἐν Χριστῷ τὴν ἀρχὴν τοῦ εἶναι καὶ τὸ τέλος εἰλήφασιν. Ἕνωσις γὰρ προεπενοήθη τῶν αἰώνων ὅρου καὶ ἀοριστίας(1), καὶ μέτρου καὶ ἀμετρίας, καὶ πέρατος καὶ ἀπειρίας, καὶ κτίστου καὶ κτίσεως, καὶ στάσεως καὶ κινήσεως· ἥτις ἐν Χριστῷ ἐπ᾽ ἐσχάτων τῶν χρόνων φανερωθεῖσα γέγονεν, πλήρωσιν δοῦσα τῇ προγνώσει τοῦ Θεοῦ δι᾽ ἑαυτῆς, ἵνα περὶ τὸ πάντῃ κατ᾽ οὐσίαν ἀκίνητον στῇ τὰ κατὰ φύσιν κινούμενα, τῆς πρός τε ἑαυτὰ καὶ πρὸς ἄλληλα παντελῶς ἐκβεβηκότα κινήσεως, καὶ λάβῃ τῇ πείρᾳ τὴν κατ᾽ ἐνέργειαν γνῶσιν τοῦ ἐν ᾧ στῆναι κατηξιώθησαν ἀναλλοίωτον καὶ ὡσαύτως ἔχουσαν τὴν τοῦ γνωσθέντος αὐτοῖς παρεχομένην ἀπόλαυσιν.
Διττὴν γὰρ οἶδε τὴν τῶν θείων γνῶσιν ὁ λόγος(2)· τὴν μὲν σχετικήν, ὡς ἐν λόγῳ μόνῳ κειμένην καὶ νοήμασιν, καὶ τὴν κατ᾽ ἐνέργειαν τοῦ γνωσθέντος διὰ πείρας οὐκ ἔχουσαν αἴσθησιν, δι᾽ ἦς κατὰ τὴν παροῦσαν ζωὴν οἰκονομούμεθα, τὴν δὲ κυρίως ἀληθινὴν ἐν μόνῃ τῇ πείρᾳ κατ᾽ ἐνέργειαν δίχα λόγου καὶ νοημάτων ὅλην τοῦ γνωσθέντος κατὰ χάριν μεθέξει παρεχομένην τὴν αἴσθησιν, δι᾽ ἦς κατὰ τὴν μέλλουσαν λῆξιν τὴν ὑπὲρ φύσιν ὑποδεχόμεθα θέωσιν ἀπαύστως ἐνεργουμένην. Καὶ τὴν μὲν σχετικήν, ὡς ἐν λόγῳ κειμένην καὶ τοῖς νοήμασι, κινητικὴν εἶναί φασι τῆς πρὸς τὴν μεθέξει κατ᾽ ἐνέργειαν γνῶσιν ἐφέσεως(3), τὴν δὲ κατ᾽ ἐνέργειαν διὰ τῆς πείρας μεθέξει παρεχομένην τοῦ γνωσθέντος τὴν αἴσθησιν ἀφαιρετικὴν εἶναι τῆς ἐν λόγῳ κειμένης καὶ νοήμασι γνώσεως.
Ἀμήχανον γὰρ εἶναί φασιν οἱ σοφοὶ συνυπάρχειν τῇ πείρᾳ τοῦ Θεοῦ τὸν περὶ Θεοῦ λόγον, ἢ τῇ αἰσθήσει τοῦ Θεοῦ τὴν περὶ αὐτοῦ νόησιν. Λόγον δὲ περὶ Θεοῦ φημὶ τὴν ἐκ τῶν ὄντων ἀναλογίαν τῆς περὶ αὐτοῦ γνωστικῆς θεωρίας, αἴσθησιν δὲ τὴν ἐν τῇ μεθέξει πεῖραν τῶν ὑπὲρ φύσιν ἀγαθῶν(4), νόησιν δὲ τὴν ἐκ τῶν ὄντων περὶ αὐτοῦ ἁπλῆν καὶ ἑνιαίαν γνῶσιν. Τάχα δὲ καὶ ἐπ᾽ ἄλλου παντὸς τοῦτο γνωρίζεται, εἴπερ ἡ τοῦδε τοῦ πράγματος πεῖρα τὸν περὶ αὐτοῦ καταπαύει λόγον καὶ ἡ τοῦδε τοῦ πράγματος αἴσθησις τὴν περὶ αὐτοῦ σχολάζουσαν ἐργάζεται νόησιν. Πεῖραν δὲ λέγω αὐτὴν τὴν κατ᾽ ἐνέργειαν γνῶσιν τὴν μετὰ πάντα λόγον ἐπιγινομένην, αἴσθησιν δὲ αὐτὴν τοῦ γνωσθέντος τὴν μέθεξιν τὴν μετὰ πᾶσαν νόησιν ἐκφαινομένην. Καὶ τοῦτο τυχὸν μυστικῶς διδάσκων ὁ μέγας ἀπόστολός φησιν· εἴτε προφητεῖαι, παύσονται, εἴτε γνώσεις, καταργηθήσονται, περὶ τῆς ἐν λόγῳ κειμένης καὶ νοήμασι γνώσεως δηλονότι φάσκων.
Τοῦτο τὸ μυστήριον προεγνώσθη πρὸ πάντων τῶν αἰώνων μόνῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, τῷ μὲν κατ᾽ εὐδοκίαν, τῷ δὲ κατ᾽ αὐτουργίαν, τῷ δὲ κατὰ συνεργίαν· μία γὰρ ἡ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος γνῶσις, ὅτι καὶ μία οὐσία καὶ δύναμις. Οὐ γὰρ ἠγνόει τοῦ Υἱοῦ τὴν σάρκωσιν ὁ Πατὴρ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι ἐν ὅλῳ τῷ Υἱῷ τὸ μυστήριον αὐτουργοῦντι τῆς ἡμῶν σωτηρίας διὰ σαρκώσεως ὅλος κατ᾽ οὐσίαν ὁ Πατήρ, οὐ σαρκούμενος ἀλλ᾽ εὐδοκῶν τοῦ Υἱοῦ τὴν σάρκωσιν, καὶ ὅλον ἐν ὅλῳ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον κατ᾽ οὐσίαν ὑπῆρχεν, οὐ σαρκούμενον ἀλλὰ συνεργοῦν τῷ Υἱῷ τὴν δι᾽ ἡμᾶς ἀπόρρητον σάρκωσιν.
Εἴτε οὖν Χριστὸν εἴποι τις εἴτε μυστήριον τοῦ Χριστοῦ, τούτου τὴν πρόγνωσιν μόνη κατ᾽ οὐσίαν ἔχει ἡ ἁγία Τριάς, Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Καὶ μηδεὶς διαπορήσῃ πῶς ὁ Χριστός, εἷς ὢν τῆς ἁγίας Τριάδος, ὑπ᾽ αὐτῆς προγινώσκεται, γινώσκων ὅτι οὐχ ὡς Θεὸς ὁ Χριστὸς προεγνώσθη, ἀλλ᾽ ὡς ἄνθρωπος, ἤγουν ἡ κατ᾽ οἰκονομίαν αὐτοῦ διὰ τὸν ἄνθρωπον σάρκωσις. Τὸ γὰρ ἀεὶ ὂν ἐκ τοῦ ἀεὶ ὄντος ὑπὲρ αἰτίαν καὶ λόγον οὐδέποτε προγινώσκεται· ἡ γὰρ πρόγνωσις τῶν ἀρχὴν ἐχόντων τοῦ εἶναι δι᾽ αἰτίαν ἐστίν. Προεγνώσθη οὖν ὁ Χριστὸς οὐχ ὅπερ ἦν κατὰ φύσιν δι᾽ ἑαυτόν, ἀλλ᾽ ὅπερ ἐφάνη κατ᾽ οἰκονομίαν δι᾽ ἡμᾶς γενόμενος ὕστερον.
Ἔδει γὰρ ὡς ἀληθῶς τὸν κατὰ φύσιν τῆς τῶν ὄντων οὐσίας δημιουργὸν καὶ τῆς κατὰ χάριν αὐτουργὸν γενέσθαι τῶν γεγονότων θεώσεως, ἵνα ὁ τοῦ εὖ εἶναι δοτὴρ φανῇ καὶ τοῦ ἀεὶ εὖ εἶναι χαριστικός. Ἐπεὶ οὖν οὐδὲν τῶν ὄντων ἑαυτὸ τὸ παράπαν ἢ ἄλλο γινώσκει ὅ,τι ποτὲ κατ᾽ οὐσίαν ἐστίν, εἰκότως οὐδὲ τῶν γενησομένων οὐδενὸς οὐδὲν τῶν ὄντων ἔχει κατὰ φύσιν τὴν πρόγνωσιν, πλὴν τοῦ ὑπὲρ τὰ ὄντα Θεοῦ, τοῦ καὶ ἑαυτὸν γινώσκοντος ὅ,τι ποτὲ κατ᾽ οὐσίαν ἐστὶ καὶ πάντων τῶν ὑπ᾽ αὐτοῦ πεποιημένων καὶ πρὶν γενέσθαι προεγνωκότος τὴν ὕπαρξιν, καὶ μέλλοντος κατὰ χάριν φιλοτιμεῖσθαι τοῖς οὖσι τὴν ἑαυτῶν καὶ ἀλλήλων ὅ,τι ποτὲ κατ᾽ οὐσίαν ὑπάρχουσι γνῶσιν καὶ τοὺς ἐν αὐτῷ μονοειδῶς προόντας τῆς αὐτῶν γενέσεως φανερῶσαι λόγους.
Τὸ γὰρ δὴ λέγειν τινὰς προεγνῶσθαι τὸν Χριστὸν πρὸ καταβολῆς κόσμου ἐκείνοις, οἷς ὕστερον ἐφανερώθη ἐπ᾽ ἐσχάτων τῶν χρόνων, ὡς αὐτῶν ἐκείνων πρὸ καταβολῆς κόσμου ὄντων σὺν τῷ προεγνωσμένῳ Χριστῷ, ὡς τῆς ἀληθείας ἀλλότριον ὄντα τὸν λόγον, οἷα δὴ συναΐδιον τῷ Θεῷ τὴν τῶν λογικῶν οὐσίαν εἰσάγοντα, παραγραφόμεθα. Οὐ γάρ ἐστι παντελῶς σὺν Χριστῷ γενέσθαι καθώς ἐστι καὶ πάλιν αὐτοῦ τὸ σύνολον ἀπογενέσθαι ποτέ, εἴπερ ἐν αὐτῷ πέφυκεν ἡ τῶν αἰώνων ἀποπεράτωσις γίνεσθαι καὶ ἡ στάσις τῶν κινουμένων, καθ᾽ ἣν οὐδὲν ἔσται τὸ παράπαν τῶν ὄντων τρεπόμενον. Ἄμωμον δὲ καὶ ἄσπιλον ὁ τῆς Γραφῆς τὸν Χριστὸν ἔφη λόγος, ὡς κατὰ ψυχὴν καὶ σῶμα φύσει παντελῶς τῆς κατὰ τὴν ἁμαρτίαν φθορᾶς ἀλλότριον· οὐ γὰρ ἔσχεν αὐτοῦ μῶμον κακίας ἡ ψυχή, οὐδὲ τὸ σῶμα σπίλον τῆς ἁμαρτίας.
ΣΧΟΛΙΑ
1. Ὅρος μέν ἔστι περιοχῆς, πέρας τῶν φύσει πεπερασμένων· τό δέ μέτρον, καθόλου ποσότητος περιγραφή, καί τέλος αἰώνων τε καί χρονικῶν φύσεων. Τό δέ πέρας ἐστί, περιγραφή τῶν ἀρχῇ τε καί τέλει κατά γένεσιν πεπερασμένων. Ἡ δέ κτίσις ἐστί, τῶν κατά παραγωγήν ἐξ οὐκ ὄντων ὑπόστασις. Τούτων ἕνωσις καθ᾿ ὑπόστασιν προεπενοήθη φησί κατά πρόνοιαν πρός τόν ἐξ οὗ ταῦτα γεγόνασιν. Ἵνα καί τό εἶναι τῶν ὄντων φυλαχθῇ κατ᾿ οὐσίαν ὡς πέφυκε· καί τό ὑποστῆναι, ἤγουν πῶς εἶναι κατά χάριν δέξηται θείαν, τῇ πρός τόν Θεόν ἑνώσει πάντων πρός ἀτρεψίαν μεταποιηθέντων.
2. Διττήν εἶναι λέγει τήν γνῶσιν· τήν μέν ἐν λόγῳ κειμένην καί θείοις νοήμασι, κατ᾿ εἶδος παροῦσαν τήν αἴσθησιν τῶν νοηθέντων οὐκ ἔχουσαν· τήν δέ, κατ᾿ ἐνέργειαν, μόνην ἔχουσαν δίχα λόγου καί νοημάτων τῶν ἀληθῶν τήν κατ᾿ εἶδος ἀπόλαυσιν.
3. Ἐπειδή, φησί, διά γνώσεως ὁ λόγος τό γνωστόν πέφυκεν ὑποσημαίνειν, κινεῖ τήν ἔφεσιν τῶν δι᾿ αὐτοῦ κινουμένων, πρός τήν τοῦ σημανθέντος ἀπόλαυσιν.
4. Πρό πάσης πείρας, φησί, λόγος ὑπάρχει γνώσεως· ὅτι κατά τήν πεῖραν μόνην πέφυκε δυναστεύειν ἀπόλαυσις.